Μετάβαση στο περιεχόμενο

Συγγραφέας:Ανύτη

Από Βικιθήκη
(Ανακατεύθυνση από Ανύτη ποιήματα)
Συγγραφείς: Ανύτη
(ήκμασε στις αρχές του 3ου αιώνα π.Χ.)
Δείτε επίσης βιογραφία.
Η Ανύτη ήταν αρχαία Ελληνίδα ποιήτρια και επιγραμματοποιός από την Τεγέα, το κυρίως έργο της οποίας τοποθετείται λίγο μετά το 300 π.Χ.. Η Ανύτη έγραψε στη δωρική διάλεκτο.


1. Επιγράμματα από την Παλατινή Ανθολογία (συντομογραφία AP) και την Ανθολογία του Πλανούδη (συντομογραφία A.Pl.)
2. Επίγραμμα που βρίσκεται στο Ονομαστικόν του Ιούλιου Πολυδεύκη


VI 123 Ανύτης

[Επεξεργασία]
Ἕσταθι τᾷδε, κράνεια βροτοκτόνε,
μηδ' ἔτι λυγρὸν χάλκεον ἀμφ' ὄνυχα
στάζε φόνων δαΐων, ἀλλ' ἀνὰ
μαρμαρέον δόμον ἡμένα αἰπὺν Ἀθάνας, ἄγγέλ' ἀνορέαν
Κρητὸς Ἐχεκρατίδα

VI 153 Ανύτης

[Επεξεργασία]
Βουχανδὴς ἡ λέβης· ὁ δὲ θεὶς Ἐριασπίδα υἱός Κλεύβοτος· ἁ πάτρα δ’ εὐρύχορος Τεγέα·
Ταθάνᾳ δὲ τὸ δῶρον· Ἀριστοτέλης δ’ ἐπόησεν Κλειτόριος, γενέτᾳ ταὐτὸ λαχὼν ὄνομα.

VI 312 Ανύτης

[Επεξεργασία]
Ἡνία δή τοι παῖδες ἐνί, τράγε, φοινικόεντα θέντες καὶ λασίῳ φιμὰ περὶ στόματι
ἵππια παιδεύουσι θεοῦ περὶ ναὸν ἄεθλα, ὄφρ' αὐτοὺς φορέῃς ἤπια τερπομένους.

VII 190 Ανύτης οι δε Λεωνίδου

[Επεξεργασία]
Ἀκρίδι, τᾷ κατ' ἄρουραν ἀηδόνι, καὶ δρυοκοίτᾳ τέττιγι ξυνὸν τύμβον ἔτευξε Μυρώ,
παρθένιον στάξασα κόρα δάκρυ· δισσὰ γὰρ αὐτᾶς παίγνι' ὁ δυσπειθὴς ᾤχετ' ἔχων Ἀίδας.

VII 202 Ανύτης

[Επεξεργασία]
Οὐκέτι μ' ὡς τὸ πάρος πυκιναῖς πτερύγεσσιν ἐρέσσων ὄρσεις ἐξ εὐνῆς ὄρθριος ἐγρόμενος·
ἦ γάρ σ' ὑπνώοντα σίνις λαθρηδὸν ἐπελθὼν ἔκτεινεν λαιμῷ ῥίμφα καθεὶς ὄνυχα.

VII 208 Ανύτης

[Επεξεργασία]
Μνᾶμα τόδε φθιμένου μενεδαΐου εἵσατο Δᾶμις ἵππου, ἐπεὶ στέρνον τοῦδε δαφοινὸς Ἄρης
τύψε· μέλαν δέ οἱ αἷμα ταλαυρίνου διὰ χρωτὸς ζέσσ', ἐπὶ δ' ἀργαλέᾳ βῶλον ἔδευσε φονᾷ.


VII 215 Ανύτης

[Επεξεργασία]
Οὐκέτι δὴ πλωτοῖσιν ἀγαλλόμενος πελάγεσσιν αὐχέν' ἀναρρίψω βυσσόθεν ὀρνύμενος,
οὐδὲ παρ' εὐσκάλμοιο νεὼς περικαλλέα χείλη ποιφυξῶ τἀμᾷ τερπόμενος προτομᾷ·
ἀλλά με πορφυρέα πόντου νοτὶς ὦσ' ἐπὶ χέρσον, κεῖμαι δὲ † ῥαδινὰν τάνδε παρ' ἠιόνα.


VII 486 Ανύτης

[Επεξεργασία]
Πολλάκι τῷδ' ὀλοφυδνὰ κόρας ἐπὶ σάματι Κλεινὼ μάτηρ ὠκύμορον παῖδ' ἐβόασε φίλαν,
ψυχὰν ἀγκαλέουσα Φιλαινίδος, ἃ πρὸ γάμοιο χλωρὸν ὑπὲρ ποταμοῦ χεῦμ' Ἀχέροντος ἔβα.

VII 490 Ανύτης

[Επεξεργασία]
Παρθένον Ἀντιβίαν κατοδύρομαι, ἇς ἐπὶ πολλοὶ νυμφίοι ἱέμενοι πατρὸς ἵκοντο δόμον,
κάλλευς καὶ πινυτᾶτος ἀνὰ κλέος· ἀλλ' ἐπιπάντων ἐλπίδας οὐλομένα Μοῖρ' ἐκύλισε πρόσω.

VII 492 Ανύτης

[Επεξεργασία]
Οἰχόμεθ', ὦ Μίλητε, φίλη πατρί, τῶν ἀθεμίστων τὰν ἄνομον Γαλατᾶν ὕβριν ἀναινόμεναι,
παρθενικαὶ τρισσαὶ πολιήτιδες, ἃς ὁ βιατὰς Κελτῶν εἰς ταύτην μοῖραν ἔτρεψεν Ἄρης.
οὐ γὰρ ἐμείναμεν αἷμα τὸ δυσσεβὲς οὐδ' Ὑμέναιον, νυμφίον ἀλλ' Ἀίδην κηδεμόν' εὑρόμεθα.

VII 538 Ανύτης

[Επεξεργασία]
Μάνης οὗτος ἀνὴρ ἦν ζῶν ποτε· νῦν δὲ τεθνηκὼς ἶσον Δαρείῳ τῷ μεγάλῳ δύναται.
Σαν ζούσε αυτός ο άνθρωπος ήτανε σκλάβος• τώρα που πέθανε ίσος έγινε με το Δαρείο το Μέγα.

VII 646 Ανύτης

[Επεξεργασία]
Λοίσθια δὴ τάδε πατρὶ φίλῳ περὶ χεῖρε βαλοῦσα εἶπ' Ἐρατὼ χλωροῖς δάκρυσι λειβομένα·
«Ὦ πάτερ, οὔ τοι ἔτ' εἰμί, μέλας δ' ἐμὸν ὄμμα καλύπτει ἤδη ἀποφθιμένης κυάνεον θάνατος.».


VII 649 Ανύτης

[Επεξεργασία]
Ἀντί τοι εὐλεχέος θαλάμου σεμνῶν θ' ὑμεναίων μάτηρ στῆσε τάφῳ τῷδ' ἐπὶ μαρμαρίνῳ
παρθενικὰν μέτρον τε τεὸν καὶ κάλλος ἔχοισαν, Θερσί· ποτιφθεγκτὰ δ' ἔπλεο καὶ φθιμένα.

VII 724 Ανύτης

[Επεξεργασία]
Ἥβᾳ μέν σε, Πρόαρχ', ἔνεσαν, πάι, δῶμά τε πατρὸς Φειδία ἐν δνοφερῷ πένθει ἔθου φθίμενος·
ἀλλὰ καλόν τοι ὕπερθεν ἔπος τόδε πέτρος ἀείδει, ὡς ἔθανες πρὸ φίλας μαρνάμενος πατρίδος.

IX 144 Ανύτης

[Επεξεργασία]
Κύπριδος οὗτος ὁ χῶρος, ἐπεὶ φίλον ἔπλετο τήνᾳ σἰὲν ἀπ᾽ ἠπείρου λαμπρὸν ὁρῆν πέλαγος,
ὄφρα φίλον ναύτῃσι τελῇ πλόον· ἀμφὶ δὲ πόντος δειμαίνει λιπαρὸν δερκόμενος ξόανον.


IX 313 Ανύτης

[Επεξεργασία]
Ἵζευ τᾶσδ' ὑπὸ καλὰ δάφνας εὐθαλέα φύλλα, ὡραίου τ' ἄρυσαι νάματος ἁδὺ πόμα,
ὄφρα τοι ἀσθμαίνοντα πόνοις θέρεος φίλα γυῖα ἀμπαύσῃς πνοιᾷ τυπτόμενα Ζεφύρου.


IX 314 Ανύτης

[Επεξεργασία]
Ἑρμᾶς τᾷδ' ἕστακα παρ' ὄρχατον ἠνεμόεντα ἐν τριόδοις πολιᾶς ἐγγύθεν ἀιόνος,
ἀνδράσι κεκμηῶσιν ἔχων ἄμπαυσιν ὁδοῖο· ψυχρὸν δ' ἀχραὲς κράνα ὑποπροχέει.

ΙΧ 745 Ανύτης

[Επεξεργασία]
Θάεο τὸν Βρομίου κεραὸν τράγον, ὡς ἀγερώχως
ὄμμα κατὰ λασιᾶν γαῦρον ἔχει γενύων
κυδιόων, ὅτι οἱ θάμ’ ἐν οὔρεσιν ἀμφὶ παρῆιδα
βόστρυχον εἰς ῥοδέαν Ναὶς ἔδεκτο χέρα.


μετάφραση: Στέφανος (Σίμος Μενάρδος)/Του Βάκχου δες περήφανο τον ταύρο τον προκέρα, Ανύτης

XVI 228 Ανύτης

[Επεξεργασία]
Ξεῖν', ὑπὸ τὰν πτελέαν τετρυμένα γυῖ' ἀνάπαυσον· ἁδύ τοι ἐν χλωροῖς πνεῦμα θροεῖ πετάλοις·
πίδακά τ' ἐκ παγᾶς ψυχρὰν πίε· δὴ γὰρ ὁδίταις ἄμπαυμ' ἐν θερινῷ καύματι τοῦτο φίλον.

XVI 231 Ανύτης

[Επεξεργασία]
Τίπτε κατ᾽ οἰόβατον, Πὰν ἀγρότα, δάσκιον ὕλαν ἥμενος ἁδυβόαι τῷδε κρέκεις δόνακι;
ὄφρα μοι ἑρσήεντα κατ᾽ οὔρεα ταῦτα νέμοιντο πόρτιες ἠυκόμων δρεπτόμεναι σταχύων.

XVI 291 Ανύτης

[Επεξεργασία]
Φριξοκόμᾳ τόδε Πανὶ καὶ αὐλιάσιν θέτο Νύμφαις δῶρον ὑπὸ σκοπιᾶς Θεύδοτος οἰονόμος·
οὕνεχ' ὑπ' ἀζαλέου θέρεος μέγα κεκμηῶτα παῦσαν ὀρέξασαι χερσὶ μελιχρὸν ὕδωρ.


2. Επίγραμμα που βρίσκεται στο Ονομαστικόν του Ιούλιου Πολυδεύκη (συντομογραφία Pollux)

Ονομαστικόν V 48 Ανύτης

[Επεξεργασία]
Ὤλεο δήποτε, Μαῖρα, πολύρριζον παρὰ θάμνον,
Λόκρι, φιλοφθόγγων ὠκυτάτη σκυλάκων,
τοῖον ἐλαφρίζοντι τεῷ ἐγκάτθετο κώλῳ
ἰὸν ἀμείλικτον ποικιλόδειρος ἔχις.

Εξωτερικοί σύνδεσμοι

[Επεξεργασία]