Ορφικοί ύμνοι/Αδώνιδος

Από Βικιθήκη
(Ανακατεύθυνση από Αδώνιδος)
Ὀρφικοὶ ὕμνοι
Ἀδώνιδος, θυμίαμα ἀρώματα


Κλῦθί μευ εὐχομένου, πολυώνυμε, δαῖμον ἄριστε,
ἁβροκόμη, φιλέρημε, βρύων ὥρῃσι ποθειναῖς,
Εὐβουλεῦ, πολύμορφε, τροφεῦ πάντων ἀρίδηλε,
κούρη καὶ κόρε, σὺ πᾶσιν θάλος αἰέν, Ἄδωνι,
σβεννύμενος λάμπων τε καλαῖς ἐν κυκλάσιν ὥραις, 5
αὐξιθαλές, δίκερως, πολυήρατε, δακρυότιμε,
ἀγλαόμορφε, κυναγεσίοις χαίρων, βαθυχαῖτα,
ἱμερόνους, Κύπριδος γλυκερὸν θάλος, ἔρνος ἔρωτος,
Φερσεφόνης ἐρασιπλοκάμου λέκτροισι λοχευθείς,
ὃς ποτὲ μὲν ναίεις ὑπὸ Τάρταρον ἠερόεντα, 10
ἠδὲ πάλιν πρὸς Ὄλυμπον ἄγεις δέμας ὡριόκαρπον·
ἐλθέ, μάκαρ, μύστῃσι φέρων καρποὺς ἀπὸ γαίης.