Μετάβαση στο περιεχόμενο

Ύμνος εις Δία

Από Βικιθήκη
Ὕμνος εἰς Δία
Συγγραφέας:


κύδιστ᾽ ἀθανάτων, πολυώνυμε παγκρατὲς αἰεὶ
Ζεῦ φύσεως ἀρχηγέ, νόμου μετὰ πάντα κυβερνῶν,
χαῖρε· σὲ γὰρ πάντεσσι θέμις θνητοῖσι προσαυδᾶν.
ἐκ σοῦ γὰρ γενόμεσθα, θεοῦ μίμημα λαχόντες
μοῦνοι, ὅσα ζώει τε καὶ ἕρπει θνήτ᾽ ἐπὶ γαῖαν· 5
τῷ σε καθυμνήσω, καὶ σὸν κράτος αἰὲν ἀείσω.
σοὶ δὴ πᾶς ὅδε κόσμος ἑλισσόμενος περὶ γαῖαν
πείθεται ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται·
τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶν
ἀμφήκη πυρόεντ᾽ αἰειζώοντα κεραυνόν· 10
τοῦ γὰρ ὑπὸ πληγῇς φύσεως πάντ᾽ ἔργα τελεῖται·
ᾧ σὺ κατευθύνεις κοινὸν λόγον, ὅς διὰ πάντων
φοιτᾷ μιγνύμενος μεγάλῳ μικροῖς τε φάεσσιν
‹ὅς τόσσος γεγαὼς ὕπατος βασιλεὺς διὰ πάντος.›
οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθονὶ σοῦ δίχα, δαῖμον, 15
οὔτε κατ᾽ αἰθέριον θεῖον πόλον, οὔτ᾽ ἐνὶ πόντῳ,
πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέραισιν ἀνοίαις.
ἀλλὰ σὺ καὶ τὰ περισσὰ ἐπίστασαι ἄρτια θεῖναι,
καὶ κοσμεῖν τἄκοσμα, καὶ οὐ φίλα σοὶ φίλα ἐστίν.
ὧδε γὰρ εἰς ἕν πάντα συνήρμοκας ἐσθλὰ κακοῖσιν, 20
ὥσθ᾽ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα.
ὅν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσιν,
δύσμοροι, οἵ τ᾽ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες
οὔτ᾽ ἐσορῶσι θεοῦ κοινὸν νόμον οὔτε κλύουσιν,
ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν· 25
αὐτοὶ δ᾽ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ
ἄλλοι δ᾽ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα
. . . . . . ‹ἐπ᾽ ἄλλοτε δ᾽ ἄλλα φέρονται,
σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι.›
ἀλλὰ Ζεῦ πάνδωρε κελαινεφὲς ἀργικέραυνε, 30
ἀνθρώπους ῥύου ‹μὲν› ἀπειροσύνης ἀπὸ λυγρῆς·
ἥν σύ, πάτερ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαι
γνώμης, ᾗ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾷς,
ὄφρ᾽ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ,
ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε 35
θνητὸν ἐόντ᾽, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον
οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν.