Ορφικοί ύμνοι/Ίππας

Από Βικιθήκη
(Ανακατεύθυνση από Ίππας)
Ὀρφικοὶ ὕμνοι
Ἵππας, θυμίαμα στύρακα


Ἵππαν κικλήσκω, Βάκχου τροφόν, εὐάδα κούρην,
μυστιπόλον, τελετῇσιν ἀγαλλομένην Σάβου ἁγνοῦ
νυκτερίοις τε χοροῖσιν ἐριβρεμέταο Ἰάκχου.
κλῦθί μευ εὐχομένου, χθονίη μήτερ, βασίλεια,
εἴτε σύ γ’ ἐν Φρυγίῃ κατέχεις Ἴδης ὄρος ἁγνὸν 5
ἢ Τμῶλος τέρπει σε, καλὸν Λυδοῖσι θόασμα·
ἔρχεο πρὸς τελετὰς ἱερῷ γήθουσα προσώπῳ.