Ορφικοί ύμνοι/Έρωτος

Από Βικιθήκη
(Ανακατεύθυνση από Έρωτος)
Ὀρφικοὶ ὕμνοι
Ἔρωτος, θυμίαμα ἀρώματα


Κικλήσκω μέγαν, ἁγνόν, ἐράσμιον, ἡδὺν Ἔρωτα,
τοξαλκῆ, πτερόεντα, πυρίδρομον, εὔδρομον ὁρμῇ,
συμπαίζοντα θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις,
εὐπάλαμον, διφυῆ, πάντων κληῖδας ἔχοντα,
αἰθέρος οὐρανίου, πόντου, χθονός, ἠδ’ ὅσα θνητοῖς 5
πνεύματα παντογένεθλα θεὰ βόσκει χλοόκαρπος,
ἠδ’ ὅσα Τάρταρος εὐρὺς ἔχει πόντος θ’ ἁλίδουπος·
μοῦνος γὰρ τούτων πάντων οἴηκα κρατύνεις.
ἀλλά, μάκαρ, καθαραῖς γνώμαις μύσταισι συνέρχου,
φαύλους δ’ ἐκτοπίους θ’ ὁρμὰς ἀπὸ τῶνδ’ ἀπόπεμπε. 10