Ορφικοί ύμνοι/Άστρων

Από Βικιθήκη
(Ανακατεύθυνση από Άστρων)
Ὀρφικοὶ ὕμνοι
Ἄστρων, θυμίαμα ἀρώματα


Ἄστρων οὐρανίων ἱερὸν σέλας ἐκπροκαλοῦμαι,
εὐιέροις φωνῇσι κικλήσκων δαίμονας ἁγνούς.
Ἀστέρες οὐράνιοι, Νυκτὸς φίλα τέκνα μελαίνης,
ἐγκυκλίοις δίνῃσι περιθρόνιοι κυκλέοντες,
ἀνταυγεῖς, πυρόεντες ἀεί, γενετῆρες ἁπάντων, 5
μοιρίδιοι, πάσης μοίρης σημάντορες ὄντες,
θνητῶν ἀνθρώπων θείην διέποντες ἀταρπόν,
ἑπταφαεῖς ζώνας ἐφορώμενοι, ἠερόπλαγκτοι,
οὐράνιοι χθόνιοί τε, πυρίδρομοι, αἰὲν ἀτειρεῖς,
αὐγάζοντες ἀεὶ νυκτὸς ζοφοειδέα πέπλον, 10
μαρμαρυγαῖς στίλβοντες, ἐύφρονες ἐννύχιοί τε·
ἔλθετ’ ἐπ’ εὐιέρου τελετῆς πολυΐστορας ἄθλους
ἐσθλὸν ἐπ’ εὐδόξοις ἔργοις δρόμον ἐκτελέοντες.