Αισώπου Μύθοι/Άνδρες δύο περί θεών ερίζοντες

Από Βικιθήκη

Μετάβαση σε: πλοήγηση, αναζήτηση


Ἄνδρες δύο περὶ θεῶν ἐρίζοντες



Ἄνδρες δύο ἐμάχοντο τίνες τῶν θεῶν μείζους, Θησεὺς ἢ Ἡρακλῆς. Οἱ δὲ θεοὶ ὀργισθέντες αὐτοῖς ἑκάτερος τὴν ἑτέρου χώραν ἠμύνατο.

Ὅτι τῶν ὑπεξουσίων ἡ ἔρις τοὺς δεσπότας πείθει ὀργίλους εἶναι κατὰ τῶν ὑπηκόων.