Σελίδα:Platonis opera, ed. Burnet, tomus I.djvu/305

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
163d
ΘΕΑΙΤΗΤΟΣ

ΘΕΑΙ. Ἔγωγε.

e  ΣΩ. Οὐκοῦν ὁ ἰδών τι ἐπιστήμων ἐκείνου γέγονεν ὃ εἶδεν κατὰ τὸν ἄρτι λόγον;

ΘΕΑΙ. Ναί.

ΣΩ. Τί δέ; μνήμην οὐ λέγεις μέντοι τι;

ΘΕΑΙ. Ναί.

ΣΩ. Πότερον οὐδενὸς ἢ τινός;

ΘΕΑΙ. Τινὸς δήπου.

ΣΩ. Οὐκοῦν ὧν ἔμαθε καὶ ὧν ᾔσθετο, τοιουτωνί τινων;

ΘΕΑΙ. Τί μήν;

ΣΩ. Ὃ δὴ εἶδέ τις, μέμνηταί που ἐνίοτε;

ΘΕΑΙ. Μέμνηται.

ΣΩ. Ἦ καὶ μύσας; ἢ τοῦτο δράσας ἐπελάθετο;

ΘΕΑΙ. Ἀλλὰ δεινόν, ὦ Σώκρατες, τοῦτό γε φάναι.

164  ΣΩ. Δεῖ γε μέντοι, εἰ σώσομεν τὸν πρόσθε λόγον· εἰ δὲ μή, οἴχεται.

ΘΕΑΙ. Καὶ ἐγώ, νὴ τὸν Δία, ὑποπτεύω, οὐ μὴν ἱκανῶς γε συννοῶ· ἀλλ' εἰπὲ πῇ.

ΣΩ. Τῇδε· ὁ μὲν ὁρῶν ἐπιστήμων, φαμέν, τούτου γέγονεν οὗπερ ὁρῶν· ὄψις γὰρ καὶ αἴσθησις καὶ ἐπιστήμη ταὐτὸν ὡμολόγηται.

ΘΕΑΙ. Πάνυ γε.

ΣΩ. Ὁ δέ γε ὁρῶν καὶ ἐπιστήμων γεγονὼς οὗ ἑώρα, ἐὰν μύσῃ, μέμνηται μέν, οὐχ ὁρᾷ δὲ αὐτό. ἦ γάρ;

ΘΕΑΙ. Ναί.

b  ΣΩ. Τὸ δέ γε «οὐχ ὁρᾷ» «οὐκ ἐπίσταταί» ἐστιν, εἴπερ καὶ τὸ “ὁρᾷ” “ἐπίσταται.”

ΘΕΑΙ. Ἀληθῆ.

ΣΩ. Λυμβαίνει ἄρα, οὗ τις ἐπιστήμων ἐγένετο, ἔτι μεμνημένον αὐτὸν μὴ ἐπίστασθαι, ἐπειδὴ οὐχ ὁρᾷ· ὃ τέρας ἔφαμεν ἂν εἶναι εἰ γίγνοιτο.