Σελίδα:Platonis opera, ed. Burnet, tomus I.djvu/193

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
385a
ΚΡΑΤΥΛΟΣ

385 ΣΩ. Ἴσως μέντοι τὶ λέγεις, ὦ Ἑρμόγενες: σκεψώμεθα δέ. ὃ ἂν φῂς καλῇ τις ἕκαστον, τοῦθ᾽ ἑκάστῳ ὄνομα;

ΕΡΜ. Ἔμοιγε δοκεῖ.

ΣΩ. Καὶ ἐὰν ἰδιώτης καλῇ καὶ ἐὰν πόλις;

ΕΡΜ. Φημί.

ΣΩ. Τί οὖν; ἐὰν ἐγὼ καλῶ ὁτιοῦν τῶν ὄντων, οἷον ὃ νῦν καλοῦμεν ἄνθρωπον, ἐὰν ἐγὼ τοῦτο ἵππον προσαγορεύω, ὃ δὲ νῦν ἵππον, ἄνθρωπον, ἔσται δημοσίᾳ μὲν ὄνομα ἄνθρωπος τῷ αὐτῷ, ἰδίᾳ δὲ ἵππος; καὶ ἰδίᾳ μὲν αὖ ἄνθρωπος, δημοσίᾳ δὲ ἵππος; οὕτω λέγεις;

b ΕΡΜ. Ἔμοιγε δοκεῖ.

ΣΩ. Φέρε δή μοι τόδε εἰπέ: καλεῖς τι ἀληθῆ λέγειν καὶ ψευδῆ;

ΕΡΜ. Ἔγωγε.

ΣΩ. Οὐκοῦν εἴη ἂν λόγος ἀληθής, ὁ δὲ ψευδής;

ΕΡΜ. Πάνυ γε.

ΣΩ. Ἆρ᾽ οὖν οὗτος ὃς ἂν τὰ ὄντα λέγῃ ὡς ἔστιν, ἀληθής: ὃς δ᾽ ἂν ὡς οὐκ ἔστιν, ψευδής;

ΕΡΜ. Ναί.

ΣΩ. Ἔστιν ἄρα τοῦτο, λόγῳ λέγειν τὰ ὄντα τε καὶ μή;

ΕΡΜ. Πάνυ γε.

c ΣΩ. Ὁ λόγος δ᾽ ἐστὶν ὁ ἀληθὴς πότερον μὲν ὅλος ἀληθής, τὰ μόρια δ᾽ αὐτοῦ οὐκ ἀληθῆ;

ΕΡΜ. Οὔκ, ἀλλὰ καὶ τὰ μόρια.

ΣΩ. Πότερον δὲ τὰ μὲν μεγάλα μόρια ἀληθῆ, τὰ δὲ σμικρὰ οὔ: ἢ πάντα;

ΕΡΜ. Πάντα, οἶμαι ἔγωγε.

ΣΩ. Ἔστιν οὖν ὅτι λέγεις λόγου σμικρότερον μόριον ἄλλο ἢ ὄνομα;

ΕΡΜ. Οὔκ, ἀλλὰ τοῦτο σμικρότατον.

ΣΩ. Καὶ τοῦτο [ὄνομα] ἄρα τὸ τοῦ ἀληθοῦς λόγου λέγεται;