Θάνατος.
Οὐκοῦν ψυχὴ τὸ ἐναντίον ᾧ αὐτὴ ἐπιφέρει ἀεὶ οὐ μή ποτε δέξηται, ὡς ἐκ τῶν πρόσθεν ὡμολόγηται;
Καὶ μάλα σφόδρα, ἔφη ὁ Κέβης.
Τί οὖν; τὸ μὴ δεχόμενον τὴν τοῦ ἀρτίου ἰδέαν τί νυνδὴ ὠνομάζομεν;
Ἀνάρτιον, ἔφη.
Τὸ δὲ δίκαιον μὴ δεχόμενον καὶ ὃ ἂν μουσικὸν μὴ δέχηται;
e Ἅμουσον, ἔφη, τὸ δὲ ἄδικον.
Εἶεν· ὃ δ᾽ ἂν θάνατον μὴ δέχηται τί καλοῦμεν;
Ἀθάνατον, ἔφη.
Οὐκοῦν ψυχὴ οὐ δέχεται θάνατον;
Οὔ.
Ἀθάνατον ἄρα ψυχή.
Ἀθάνατον.
Εἶεν, ἔφη· τοῦτο μὲν δὴ ἀποδεδεῖχθαι φῶμεν; ἢ πῶς δοκεῖ;
Καὶ μάλα γε ἱκανῶς, ὦ Σώκρατες.
Τί οὖν, ἦ δ᾽ ὅς, ὦ Κέβης; εἰ τῷ ἀναρτίῳ ἀναγκαῖον ἦν 106 ἀνωλέθρῳ εἶναι, ἄλλο τι τὰ τρία ἢ ἀνώλεθρα ἂν ἦν;
Πῶς γὰρ οὔ;
Οὐκοῦν εἰ καὶ τὸ ἄθερμον ἀναγκαῖον ἦν ἀνώλεθρον εἶναι, ὁπότε τις ἐπὶ χιόνα θερμὸν ἐπάγοι, ὑπεξῄει ἂν ἡ χιὼν οὖσα σῶς καὶ ἄτηκτος; οὐ γὰρ ἂν ἀπώλετό γε, οὐδ᾽ αὖ ὑπομένουσα ἐδέξατο ἂν τὴν θερμότητα.
Ἀληθῆ, ἔφη, λέγεις.
Ὣς δ᾽ αὔτως οἶμαι κἂν εἰ τὸ ἄψυκτον ἀνώλεθρον ἦν, ὁπότε ἐπὶ τὸ πῦρ ψυχρόν τι ἐπῄει, οὔποτ᾽ ἂν ἀπεσβέννυτο οὐδ᾽ ἀπώλλυτο, ἀλλὰ σῶν ἂν ἀπελθὸν ᾤχετο.