Βίος Απολλωνίου του Τυανέως (Φιλόστρατος)/β: Διαφορά μεταξύ των αναθεωρήσεων

Από Βικιθήκη
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Francois-Pier (συζήτηση | Συνεισφορά)
Νέο λήμμα
(Καμία διαφορά)

Αναθεώρηση της 03:25, 22 Φεβρουαρίου 2016

Βιβλίον β΄
Συγγραφέας:
Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον
Flavii Philostrati Opera, Vol 1. Philostratus the Athenian. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae, 1870.


ἐντεῦθεν ἐξελαύνουσι περὶ τὸ θέρος αὐτοί τε ὀχούμενοι καὶ ὁ ἡγεμών, ἱπποκόμος δὲ ἦν τῶν καμήλων καὶ τὰ ἐπιτήδεια, ὁπόσων ἐδέοντο, ἦν ἄφθονα βασιλέως δόντος, ἥ τε χώρα, δι᾽ ἧς ἐπορεύοντο, εὖ ἔπραττεν, ἐδέχοντο δὲ αὐτοὺς αἱ κῶμαι θεραπεύουσαι· χρυσοῦ γὰρ ψάλιον ἡ πρώτη κάμηλος ἐπὶ τοῦ μετώπου ἔφερε, γιγνώσκειν τοῖς ἐντυγχάνουσιν, ὡς πέμποι τινὰ ὁ βασιλεὺς τῶν ἑαυτοῦ φίλων.

προσιόντες δὲ τῷ Καυκάσῳ φασὶν εὐωδεστέρας τῆς γῆς αἰσθέσθαι· τὸ δὲ ὄρος τοῦτο ἀρχὴν ποιώμεθα Ταύρου τοῦ δι᾽ Ἀρμενίας τε καὶ Κιλίκων ἐπὶ Παμφύλους καὶ Μυκάλην στείχοντος, ἣ τελευτῶσα ἐς θάλατταν, ἣν Κᾶρες οἰκοῦσι, τέρμα τοῦ Καυκάσου νομίζοιτ᾽ ἄν, ἀλλ᾽ οὐχ, ὡς ἔνιοί φασιν, ἀρχή, τό τε γὰρ τῆς Μυκάλης ὕψος οὔπω μέγα καὶ αἱ ὑπερβολαὶ τοῦ Καυκάσου τοσοῦτον ἀνεστᾶσιν, ὡς σχίζεσθαι περὶ αὐτὰς τὸν ἥλιον. περιβάλλει δὲ Ταύρῳ ἑτέρῳ καὶ τὴν ὅμορον τῇ Ἰνδικῇ Σκυθίαν πᾶσαν κατὰ Μαιῶτίν τε καὶ ἀριστερὸν Πόντον, σταδίων μάλιστα δισμυρίων μῆκος, τοσοῦτον γὰρ ἐπέχει μέτρον τῆς γῆς ὁ ἀγκὼν τοῦ Καυκάσου, τὸ δὲ περὶ τοῦ ἐν τῇ ἡμεδαπῇ Ταύρου λεγόμενον, ὡς ὑπὲρ τὴν Ἀρμενίαν πορεύοιτο, χρόνῳ ἀπιστηθὲν πιστοῦνται λοιπὸν αἱ παρδάλεις, ἃς οἶδα ἁλισκομένας ἐν τῇ Παμφύλων ἀρωματοφόρῳ. χαίρουσι γὰρ τοῖς ἀρώμασι κἀκ πολλοῦ [p. 44] τὰς ὀσμὰς ἕλκουσαι φοιτῶσιν ἐξ Ἀρμενίας διὰ τῶν ὀρῶν πρὸς τὸ δάκρυον τοῦ στύρακος, ἐπειδὰν οἵ τε ἄνεμοι ἀπ᾽ αὐτοῦ πνεύσωσι καὶ τὰ δένδρα ὀπώδη γένηται. καὶ ἁλῶναί ποτέ φασιν ἐν τῇ Παμφυλίᾳ πάρδαλιν στρεπτῷ ἅμα, ὃν περὶ τῇ δέρῃ ἔφερε, χρυσοῦς δὲ ἦν καὶ ἐπεγέγραπτο Ἀρμενίοις γράμμασι ΒΑΣΙΛΕΥΣ ΑΡΣΑΚΗΣ ΘΕΩΙ ΝΥΣΙΩΙ. βασιλεὺς μὲν δὴ Ἀρμενίας τότε ἦν Ἀρσάκης, καὶ αὐτός, οἶμαι, ἰδὼν τὴν πάρδαλιν ἀνῆκε τῷ Διονύσῳ διὰ μέγεθος τοῦ θηρίου. Νύσιος γὰρ ὁ Διόνυσος ἀπὸ τῆς ἐν Ἰνδοῖς Νύσης Ἰνδοῖς τε ὀνομάζεται καὶ πᾶσι τοῖς πρὸς ἀκτῖνα ἔθνεσιν. ἡ δὲ χρόνον μέν τινα ὑπεζεύχθη ἀνθρώπῳ καὶ χεῖρα ἠνέσχετο ἐπαφωμένην τε καὶ καταψῶσαν, ἐπεὶ δὲ ἀνοίστρησεν αὐτὴν ἔαρ, ὅτε δὴ ἀφροδισίων ἥττους καὶ παρδάλεις, ἀνέθορεν ἐς τὰ ὄρη πόθῳ ἀρσένων, ὡς εἶχε τοῦ κόσμου καὶ ἥλω περὶ τὸν κάτω Ταῦρον ὑπὸ τοῦ ἀρώματος ἑλχθεῖσα. ὁ δὲ Καύκασος ὁρίζει μὲν τὴν Ἰνδικήν τε καὶ Μηδικήν, καθήκει δὲ ἐπὶ τὴν Ἐρυθρὰν θάλατταν ἑτέρῳ ἀγκῶνι.

μυθολογεῖται δὲ ὑπὸ τῶν βαρβάρων τὸ ὄρος, ἃ καὶ Ἕλληνες ἐπ᾽ αὐτῷ ᾄδουσιν, ὡς Προμηθεὺς μὲν ἐπὶ φιλανθρωπίᾳ δεθείη ἐκεῖ, Ἡρακλῆς δὲ ἕτερος, οὐ γὰρ τὸν Θηβαῖόν γε βούλονται, μὴ ἀνάσχοιτο τοῦτο, ἀλλὰ τοξεύσειε τὸν ὄρνιν, ὃν ἔβοσκεν ὁ Προμηθεὺς τοῖς σπλάγχνοις· δεθῆναι δὲ αὐτὸν οἱ μὲν ἐν ἄντρῳ φασίν, ὃ δὴ ἐν πρόποδι τοῦ ὄρους δείκνυται, καὶ δεσμὰ ὁ Δάμις ἀνῆφθαι τῶν πετρῶν λέγει οὐ ῥᾴδια ξυμβαλεῖν τὴν ὕλην, οἱ δ᾽ ἐν κορυφῇ τοῦ ὄρους· δικόρυμβος δὲ ἡ κορυφὴ καί φασιν, ὡς τὰς χεῖρας ἀπ᾽ αὐτῶν ἐδέθη διαλειπουσῶν οὐ μεῖον ἢ στάδιον, τοσοῦτος γὰρ εἶναι. τὸν δὲ ὄρνιν τὸν ἀετὸν οἱ τῷ Καυκάσῳ προσοικοῦντες [p. 45] ἐχθρὸν ἡγοῦνται καὶ καλιάς γε, ὁπόσας ἐν τοῖς πάγοις οἱ ἀετοὶ ποιοῦνται, καταπιμπρᾶσιν ἱέντες βέλη πυρφόρα, θήρατρά τε ἐπ᾽ αὐτοὺς ἵστανται τιμωρεῖν τῷ Προμηθεῖ φάσκοντες· ὧδε γὰρ τοῦ μύθου ἥττηνται.

παραμείψαντες δὲ τὸν Καύκασον τετραπήχεις ἀνθρώπους ἰδεῖν φασιν, οὓς ἤδη μελαίνεσθαι, καὶ πενταπήχεις δὲ ἑτέρους ὑπὲρ τὸν Ἰνδὸν ποταμὸν ἐλθόντες. ἐν δὲ τῇ μέχρι τοῦ ποταμοῦ τούτου ὁδοιπορίᾳ τάδε εὗρον ἀφηγήσεως ἄξια· ἐπορεύοντο μὲν γὰρ ἐν σελήνῃ λαμπρᾷ, φάσμα δὲ αὐτοῖς ἐμπούσης ἐνέπεσε τὸ δεῖνα γινομένη καὶ τὸ δεῖνα αὖ καὶ οὐδὲν εἶναι, ὁ δὲ Ἀπολλώνιος ξυνῆκεν, ὅ τι εἴη, καὶ αὐτός τε ἐλοιδορεῖτο τῇ ἐμπούσῃ, τοῖς τε ἀμφ᾽ οὑτὸν προσέταξε ταὐτὸ πράττειν, ταυτὶ γὰρ ἄκος εἶναι τῆς προσβολῆς ταύτης· καὶ τὸ φάσμα φυγῇ ᾤχετο τετριγός, ὥσπερ τὰ εἴδωλα.

κορυφὴν δ᾽ ὑπερβάλλοντες τοῦ ὄρους καὶ βαδίζοντες αὐτὴν, ἐπειδὴ ἀποτόμως εἶχεν, ἤρετο οὑτωσὶ τὸν Δάμιν· ‘εἰπέ μοι,’ ἔφη ‘ποῦ χθὲς ἦμεν;’ ὁ δὲ ‘ἐν τῷ πεδίῳ’ ἔφη. ‘τήμερον δέ, ὦ Δάμι, ποῦ;’ ‘ἐν τῷ Καυκάσῳ,’ εἶπεν ‘εἰ μὴ ἐμαυτοῦ ἐκλέλησμαι.’ ‘πότε οὖν κάτω μᾶλλον ἦσθα;’ πάλιν ἤρετο, ὁ δὲ ‘τουτὶ μὲν’ ἔφη ‘οὐδὲ ἐπερωτᾶν ἄξιον· χθὲς μὲν γὰρ διὰ κοίλης τῆς γῆς ἐπορευόμεθα, τήμερον δὲ πρὸς τῷ οὐρανῷ ἐσμέν.’ ‘οἴει οὖν,’ ἔφη ‘ὦ Δάμι, τὴν μὲν χθὲς ὁδοιπορίαν κάτω εἶναι, τὴν δὲ τήμερον ἄνω;’ ‘νὴ Δί᾽,’ εἶπεν ‘εἰ μὴ μαίνομαί γε.’ ‘τί οὖν ἡγῇ’ ἔφη ‘παραλλάττειν τὰς ὁδοὺς ἀλλήλων ἢ τί τήμερον πλέον εἶναί σοι τοῦ χθές;’ ‘ὅτι χθὲς’ ἔφη ‘ἐβάδιζον οὗπερ πολλοί, σήμερον δέ, οὗπερ ὀλίγοι.’ ‘τί γάρ,’ ἔφη ‘ὦ Δάμι, οὐ καὶ [p. 46] τὰς ἐν ἄστει λεωφόρους ἐκτρεπομένῳ βαδίζειν ἐστὶν ἐν ὀλίγοις τῶν ἀνθρώπων;’ ‘οὐ τοῦτο’ ἔφη ‘εἶπον, ἀλλ᾽ ὅτι χθὲς μὲν διὰ κωμῶν ἐκομιζόμεθα καὶ ἀνθρώπων, σήμερον δὲ ἀστιβές τι ἀναβαίνομεν χωρίον καὶ θεῖον, ἀκούεις γὰρ τοῦ ἡγεμόνος, ὅτι οἱ βάρβαροι θεῶν αὐτὸ ποιοῦνται οἶκον’ καὶ ἅμα ἀνέβλεπεν ἐς τὴν κορυφὴν τοῦ ὄρους. ὁ δὲ ἐμβιβάζων αὐτὸν ἐς ὃ ἐξ ἀρχῆς ἠρώτα ‘ἔχεις οὖν εἰπεῖν, ὦ Δάμι, ὅ τι ξυνῆκας τοῦ θείου βαδίζων ἀγχοῦ τοῦ οὐρανοῦ;’ ‘οὐδὲν’ ἔφη. ‘καὶ μὴν ἐχρῆν γε’ εἶπεν ‘ἐπὶ μηχανῆς τηλικαύτης καὶ θείας οὕτως ἑστηκότα περί τε τοῦ οὐρανοῦ σαφεστέρας ἤδη ἐκφέρειν δόξας περί τε τοῦ ἡλίου καὶ τῆς σελήνης, ὧν γε καὶ ῥάβδῳ ἴσως ἡγῇ ψαύσειν προσεστηκὼς τῷ οὐρανῷ τούτῳ.’ ‘ἃ χθὲς’ ἔφη ‘περὶ τοῦ θείου ἐγίγνωσκον, γιγνώσκω καὶ τήμερον καὶ οὔπω μοι ἑτέρα προσέπεσε περὶ αὐτοῦ δόξα.’ ‘οὐκοῦν,’ ἔφη ‘ὦ Δάμι, κάτω τυγχάνεις ὢν ἔτι καὶ οὐδὲν παρὰ τοῦ ὕψους εἴληφας ἀπέχεις τε τοῦ οὐρανοῦ ὁπόσον χθές· καὶ εἰκότως σε ἠρόμην, ἃ ἐν ἀρχῇ· σὺ γὰρ ᾤου γελοίως ἐρωτᾶσθαι.’ ‘καὶ μὴν’ ἔφη ‘καταβήσεσθαί γε σοφώτερος ᾤμην ἀκούων, Ἀπολλώνιε, τὸν μὲν Κλαζομένιον Ἀναξαγόραν ἀπὸ τοῦ κατὰ Ἰωνίαν Μίμαντος ἐπεσκέφθαι τὰ ἐν τῷ οὐρανῷ, Θαλῆν τε τὸν Μιλήσιον ἀπὸ τῆς προσοίκου Μυκάλης, λέγονται δὲ καὶ τῷ Παγγαίῳ ἔνιοι φροντιστηρίῳ χρήσασθαι καὶ ἕτεροι τῷ Ἄθῳ. ἐγὼ δὲ μέγιστον τούτων ἀνελθὼν ὕψος οὐδὲν σοφώτερος ἑαυτοῦ καταβήσομαι.’ ‘οὐδὲ γὰρ ἐκεῖνοι,’ ἔφη ‘αἱ γὰρ τοιαίδε περιωπαὶ γλαυκότερον μὲν τὸν οὐρανὸν ἀποφαίνουσι καὶ μείζους τοὺς ἀστέρας καὶ τὸν ἥλιον ἀνίσχοντα ἐκ νυκτός, ἃ καὶ ποιμέσιν ἤδη καὶ αἰπόλοις ἐστὶ δῆλα, ὅπη δὲ τὸ θεῖον [p. 47] ἐπιμελεῖται τοῦ ἀνθρωπείου γένους καὶ ὅπη χαίρει ὑπ᾽ αὐτοῦ θεραπευόμενον, ὅ τί τε ἀρετὴ καὶ ὅ τι δικαιοσύνη τε καὶ σωφροσύνη, οὔτε Ἄθως ἐκδείξει τοῖς ἀνελθοῦσιν οὔτε ὁ θαυμαζόμενος ὑπὸ τῶν ποιητῶν Ὄλυμπος, εἰ μὴ διορῴη αὐτὰ ἡ ψυχή, ἥν, εἰ καθαρὰ καὶ ἀκήρατος αὐτῶν ἅπτοιτο, πολλῷ μεῖζον ἔγωγ᾽ ἂν φαίην ᾄττειν τουτουὶ τοῦ Καυκάσου.’

ὑπερβάντες δὲ τὸ ὄρος ἐντυγχάνουσιν ἐπ᾽ ἐλεφάντων ἤδη ὀχουμένοις ἀνδράσιν, εἰσὶ δ᾽ οὗτοι μέσοι Καυκάσου καὶ ποταμοῦ Κωφῆνος ἄβιοί τε καὶ ἱππόται τῆς ἀγέλης ταύτης, καὶ κάμηλοι δὲ ἐνίους ἦγον, αἷς χρῶνται Ἰνδοὶ ἐς τὰ δρομικά, πορεύονται δὲ χίλια στάδια τῆς ἡμέρας γόνυ οὐδαμοῦ κάμψασαι. προσελάσας οὖν τῶν Ἰνδῶν εἷς ἐπὶ καμήλου τοιαύτης ἠρώτα τὸν ἡγεμόνα οἷ στείχοιεν, ἐπεὶ δὲ τὸν νοῦν τῆς ἀποδημίας ἤκουσεν, ἀπήγγειλε τοῖς νομάσιν, οἱ δὲ ἀνεβόησαν ὥσπερ ἡσθέντες ἐκέλευόν τε πλησίον ἥκειν καὶ ἀφικομένοις οἶνόν τε ὤρεγον, ὃν ἀπὸ τῶν φοινίκων σοφίζονται καὶ μέλι ἀπὸ ταὐτοῦ φυτοῦ καὶ τεμάχη λεόντων καὶ παρδάλεων, ὧν καὶ τὰ δέρματα νεόδαρτα ἦν, δεξάμενοι δὲ πλὴν τῶν κρεῶν πάντα ἀπήλασαν τοὺς Ἰνδοὺς καὶ ἐχώρουν πρὸς ἕω.

ἀριστοποιουμένων δὲ αὐτῶν πρὸς πηγῇ ὕδατος ἐγχέας ὁ Δάμις τοῦ παρὰ τῶν Ἰνδῶν οἴνου ‘Διὸς’ ἔφη ‘σωτῆρος ἥδε σοι, Ἀπολλώνιε, διὰ πολλοῦ γε πίνοντι. οὐ γὰρ, οἶμαι, παραιτήσῃ καὶ τοῦτον, ὥσπερ τὸν ἀπὸ τῶν ἀμπέλων’ καὶ ἅμα ἔσπεισεν, ἐπειδὴ τοῦ Διὸς ἐπεμνήσθη. γελάσας οὖν ὁ Ἀπολλώνιος ‘οὐ καὶ χρημάτων’ ἔφη ‘ἀπεχόμεθα, ὦ Δάμι;’ ‘νὴ Δί᾽’ εἶπεν ‘ὡς πολλαχοῦ ἐπεδείξω.’ ‘ἆρ᾽ οὖν’ ἔφη ‘χρυσῆς μὲν δραχμῆς καὶ ἀργυρᾶς ἀφεξόμεθα, [p. 48] καὶ οὐχ ἡττησόμεθα τοιούτου νομίσματος καίτοι κεχηνότας ἐς αὐτὸ ὁρῶντες οὐκ ἰδιώτας μόνον, ἀλλὰ καὶ βασιλέας, εἰ δὲ χαλκοῦν τις ὡς ἀργυροῦν ἢ ὑπόχρυσόν τε καὶ κεκιβδηλευμένον ἡμῖν διδοίη, ληψόμεθα τοῦτο, ἐπεὶ μὴ ἐκεῖνό ἐστιν, οὗ οἱ πολλοὶ γλίχονται; καὶ μὴν καὶ νομίσματά ἐστιν Ἰνδοῖς ὀρειχάλκου τε καὶ χαλκοῦ μέλανος, ὧν δεῖ δήπου πάντα ὠνεῖσθαι πάντας ἥκοντας ἐς τὰ Ἰνδῶν ἤθη· τί οὖν; εἰ χρήματα ἡμῖν ὤρεγον οἱ χρηστοὶ νομάδες, ἆρ᾽ ἄν, ὦ Δάμι, παραιτούμενόν με ὁρῶν ἐνουθέτεις τε καὶ ἐδίδασκες, ὅτι χρήματα μὲν ἐκεῖνά ἐστιν, ἃ Ῥωμαῖοι χαράττουσιν ἢ ὁ Μήδων βασιλεύς, ταυτὶ δὲ ὕλη τις ἑτέρα κεκομψευμένη τοῖς Ἰνδοῖς; καὶ ταῦτα πείσας τίνα ἂν ἡγήσω με; ἆρ᾽ οὐ κίβδηλόν τε καὶ τὴν φιλοσοφίαν ἀποβεβληκότα μᾶλλον ἢ οἱ πονηροὶ στρατιῶται τὰς ἀσπίδας; καίτοι ἀσπίδος μὲν ἀποβληθείσης ἑτέρα γένοιτ᾽ ἂν τῷ ἀποβαλόντι κακίων οὐδὲν τῆς προτέρας, ὡς Ἀρχιλόχῳ δοκεῖ, φιλοσοφία δὲ πῶς ἀνακτητέα τῷ γε ἀτιμάσαντι αὐτὴν καὶ ῥίψαντι; καὶ νῦν μὲν ἂν ξυγγιγνώσκοι ὁ Διόνυσος οὐδενὸς οἴνου ἡττημένῳ, τὸν δὲ ἀπὸ τῶν φοινίκων εἰ πρὸ τοῦ ἀμπελίνου αἱροίμην, ἀχθέσεται, εὖ οἶδα, καὶ περιυβρίσθαι φήσει τὸ ἑαυτοῦ δῶρον. ἐσμὲν δὲ οὐ πόρρω τοῦ θεοῦ, καὶ γὰρ τοῦ ἡγεμόνος ἀκούεις, ὡς πλησίον ἡ Νῦσα τὸ ὄρος, ἐφ᾽ οὗ ὁ Διόνυσος πολλά, οἶμαι, καὶ θαυμαστὰ πράττει. καὶ μὴν καὶ τὸ μεθύειν, ὦ Δάμι, οὐκ ἐκ βοτρύων μόνων ἐσφοιτᾷ τοὺς ἀνθρώπους, ἀλλὰ καὶ ἀπὸ τῶν φοινίκων παραπλησίως ἐκβακχεύει· πολλοῖς γοῦν ἤδη τῶν Ἰνδῶν ἐνετύχομεν κατεσχημένοις τῷ οἴνῳ τούτῳ, καὶ οἱ μὲν ὀρχοῦνται πίπτοντες, οἱ δὲ ᾄδουσιν ὑπονυστάζοντες, ὥσπερ οἱ παρ᾽ ἡμῖν ἐκ πότου νύκτωρ τε καὶ οὐκ ἐν [p. 49] ὥρᾳ ἀναλύοντες. ὅτι δὲ οἶνον ἡγῇ καὶ τοῦτο τὸ πῶμα, δηλοῖς τῷ σπένδειν τε ἀπ᾽ αὐτοῦ τῷ Διὶ καὶ ὁπόσα ἐπὶ οἴνῳ εὔχεσθαι. καὶ εἴρηταί μοι, ὦ Δάμι, πρὸς σὲ ὑπὲρ ἐμαυτοῦ ταῦτα· οὔτε γὰρ σὲ τοῦ πίνειν ἀπάγοιμ᾽ ἂν οὔτε τοὺς ὀπαδοὺς τούτους, ξυγχωροίην δ᾽ ἂν ὑμῖν καὶ κρεῶν σιτεῖσθαι, τὸ γὰρ ἀπέχεσθαι τούτων ὑμῖν μὲν ἐς οὐδὲν ὁρῶ προβαῖνον, ἐμαυτῷ δὲ ἐς ἃ ὡμολόγηταί μοι πρὸς φιλοσοφίαν ἐκ παιδός.’ ἐδέξαντο τὸν λόγον τοῦτον οἱ περὶ τὸν Δάμιν καὶ ἠσπάσαντο εὐωχεῖσθαι, ῥᾷον ἡγούμενοι πορεύσεσθαι, ἢν ἀφθονώτερον διαιτῶνται.

διαβάντες δὲ τὸν Κωφῆνα ποταμὸν αὐτοὶ μὲν ἐπὶ νεῶν, κάμηλοι δὲ πεζῇ τὸ ὕδωρ, ὁ γὰρ ποταμὸς οὔπω μέγας, ἐγένοντο ἐν τῇ βασιλευομένῃ ἠπείρῳ, ἐν ᾗ ἀνατεῖνον πεφύτευται Νῦσα ὄρος ἐς κορυφὴν ἄκραν, ὥσπερ ὁ ἐν Λυδίᾳ Τμῶλος, ἀναβαίνειν δ᾽ αὐτὸ ἔξεστιν, ὡδοποίηται γὰρ ὑπὸ τοῦ γεωργεῖσθαι. ἀνελθόντες οὖν ἱερῷ Διονύσου ἐντυχεῖν φασιν, ὃ δὴ Διόνυσον ἑαυτῷ φυτεῦσαι δάφναις περιεστηκυίαις κύκλῳ, τοσοῦτον περιεχούσαις τῆς γῆς, ὅσον ἀπόχρη νεῷ ξυμμέτρῳ, κιττόν τε περιβαλεῖν αὐτὸν καὶ ἀμπέλους ταῖς δάφναις, ἄγαλμά τε ἑαυτοῦ ἔνδον στήσασθαι γιγνώσκοντα ὡς ξυμφύσει τὰ δένδρα ὁ χρόνος καὶ δώσει τινὰ ἀπ᾽ αὐτῶν ὄροφον, ὃς οὕτω ξυμβέβληται νῦν, ὡς μήτε ὕεσθαι τὸ ἱερὸν μήτ᾽ ἀνέμῳ ἐσπνεῖσθαι. δρέπανα δὲ καὶ ἄρριχοι καὶ ληνοὶ καὶ τὰ ἀμφὶ ληνοὺς ἀνάκειται τῷ Διονύσῳ χρυσᾶ καὶ ἀργυρᾶ καθάπερ τρυγῶντι. τὸ δὲ ἄγαλμα εἴκασται μὲν ἐφήβῳ Ἰνδῷ, λίθου δὲ ἔξεσται λευκοῦ. ὀργιάζοντος δὲ αὐτοῦ καὶ σείοντος τὴν Νῦσαν ἀκούουσιν αἱ πόλεις αἱ ὑπὸ τῷ ὄρει καὶ ξυνεξαίρονται.

διαφέρονται δὲ περὶ τοῦ Διονύσου τούτου καὶ Ἕλληνες [p. 50] Ἰνδοῖς καὶ Ἰνδοὶ ἀλλήλοις· ἡμεῖς μὲν γὰρ τὸν Θηβαῖον ἐπ᾽ Ἰνδοὺς ἐλάσαι φαμὲν στρατεύοντά τε καὶ βακχεύοντα τεκμηρίοις χρώμενοι τοῖς τε ἄλλοις καὶ τῷ Πυθοῖ ἀναθήματι, ὃ δὴ ἀπόθετον οἱ ἐκεῖ θησαυροὶ ἴσχουσιν· ἔστι δὲ ἀργύρου Ἰνδικοῦ δίσκος, ᾧ ἐπιγέγραπται· ΔΙΟΝΥΣΟΣ Ο ΣΕΜΕΛΗΣ ΚΑΙ ΔΙΟΣ ΑΠΟ ΙΝΔΩΝ ΑΠΟΛΛΩΝΙ ΔΕΛΦΩΙ. Ἰνδῶν δὲ οἱ περὶ Καύκασον καὶ Κωφῆνα ποταμὸν ἐπηλύτην Ἀσσύριον αὐτόν φασιν ἐλθεῖν τὰ τοῦ Θηβαίου εἰδότα· οἱ δὲ τὴν Ἰνδοῦ τε καὶ Ὑδραώτου μέσην νεμόμενοι καὶ τὴν μετὰ ταῦτα ἤπειρον, ἣ δὴ ἐς ποταμὸν Γάγγην τελευτᾷ, Διόνυσον γενέσθαι ποταμοῦ παῖδα Ἰνδοῦ λέγουσιν, ᾧ φοιτήσαντα τὸν ἐκ Θηβῶν ἐκεῖνον θύρσου τε ἅψασθαι καὶ δοῦναι ὀργίοις, εἰπόντα δέ, ὡς εἴη Διὸς καὶ τῷ τοῦ πατρὸς ἐμβιῴη μηρῷ τόκου ἕνεκα, Μηρόν τε εὑρέσθαι παρ᾽ αὐτοῦ ὄρος, ᾧ προσβέβηκεν ἡ Νῦσα, καὶ τὴν Νῦσαν τῷ Διονύσῳ ἐκφυτεῦσαι ἀπάγοντα ἐκ Θηβῶν τὸ γόνυ τῆς ἀμπέλου, οὗ καὶ Ἀλέξανδρος ὀργιάσαι. οἱ δὲ τὴν Νῦσαν οἰκοῦντες οὔ φασι τὸν Ἀλέξανδρον ἀνελθεῖν ἐς τὸ ὄρος, ἀλλ᾽ ὁρμῆσαι μέν, ἐπειδὴ φιλότιμός τε ἦν καὶ ἀρχαιολογίας ἥττων, δείσαντα δὲ μὴ ἐς ἀμπέλους παρελθόντες οἱ Μακεδόνες, ἃς χρόνου ἤδη οὐχ ἑωράκεσαν, ἐς πόθον τῶν οἴκοι ἀπενεχθῶσιν ἢ ἐπιθυμίαν τινὰ οἴνου ἀναλάβωσιν εἰθισμένοι ἤδη τῷ ὕδατι, παρελάσαι τὴν Νῦσαν, εὐξάμενον τῷ Διονύσῳ καὶ θύσαντα ἐν τῇ ὑπωρείᾳ. καὶ γιγνώσκω μὲν οὐκ ἐς χάριν ταῦτα ἐνίοις γράφων, ἐπειδὴ οἱ ξὺν Ἀλεξάνδρῳ στρατεύσαντες οὐδὲ ταῦτα ἐς τὸ ἀληθὲς ἀνέγραψαν, δεῖ δὲ ἀληθείας ἐμοὶ γοῦν, ἣν εἰ κἀκεῖνοι ἐπῄνεσαν, οὐκ ἂν ἀφείλοντο καὶ τοῦδε τοῦ ἐγκωμίου τὸν Ἀλέξανδρον· τοῦ γὰρ ἀνελθεῖν [p. 51] ἐς τὸ ὄρος καὶ βακχεῦσαι αὐτόν, ἃ ἐκεῖνοι λέγουσι, μεῖζον, οἶμαι, τὸ ὑπὲρ καρτερίας τοῦ στρατοῦ μηδὲ ἀναβῆναι.

τὴν δὲ Ἄορνον πέτραν οὐ πολὺ ἀπέχουσαν τῆς Νύσης ἰδεῖν μὲν οὔ φησιν ὁ Δάμις, ἐν ἐκβολῇ γὰρ κεῖσθαι τῆς ὁδοῦ καὶ δεδιέναι τὸν ἡγεμόνα ἐκτρέπεσθαί ποι παρὰ τὸ εὐθύ, ἀκοῦσαι δέ, ὡς ἁλωτὸς μὲν Ἀλεξάνδρῳ γένοιτο, Ἄορνος δὲ ὀνομάζοιτο οὐκ ἐπειδὴ στάδια πεντεκαίδεκα ἀνέστηκε, πέτονται γὰρ καὶ ὑπὲρ τοῦτο οἱ ἱεροὶ ὄρνιθες, ἀλλ᾽ ἐν κορυφῇ τῆς πέτρας ῥῆγμα εἶναί φασι τοὺς ὑπερπετομένους τῶν ὀρνίθων ἐπισπώμενον, ὡς Ἀθήνησί τε ἰδεῖν ἐστιν ἐν προδόμῳ τοῦ Παρθενῶνος καὶ πολλαχοῦ τῆς Φρυγῶν καὶ Λυδῶν γῆς, ὑφ᾽ οὗ τὴν πέτραν Ἄορνον κεκλῆσθαί τε καὶ εἶναι.

ἐλαύνοντες δὲ ἐπὶ τὸν Ἰνδὸν παιδὶ ἐντυγχάνουσι τρισκαίδεκά που ἔτη γεγονότι ἐπ᾽ ἐλέφαντος ὀχουμένῳ καὶ παίοντι τὸ θηρίον. ἐπεὶ δὲ ἐθαύμασαν ὁρῶντες ‘τί ἔργον,’ ἔφη ‘ὦ Δάμι, ἀγαθοῦ ἱππέως;’ ‘τί δ᾽ ἄλλο γε,’ εἶπεν, ‘ἢ ἱζήσαντα ἐπὶ τοῦ ἵππου ἄρχειν τε αὐτοῦ καὶ τῷ χαλινῷ στρέφειν καὶ κολάζειν ἀτακτοῦντα καὶ προορᾶν, ὡς μὴ ἐς βόθρον ἢ τάφρον ἢ χάσμα κατενεχθείη ὁ ἵππος, ὅτε γε δι᾽ ἕλους ἢ πηλοῦ χωροίη;’ ‘ἄλλο δὲ οὐδέν, ὦ Δάμι, ἀπαιτήσομεν’ ἔφη ‘τὸν ἀγαθὸν ἱππέα;’ ‘νὴ Δί᾽,’ εἶπε ‘τό τε ἀναπηδῶντι μὲν τῷ ἵππῳ πρὸς τὸ σιμὸν ἐφεῖναι τὸν χαλινόν, κατὰ πρανοῦς δὲ ἰόντι οἱ μὴ ξυγχωρεῖν, ἀλλ᾽ ἀνθέλκειν, καὶ τὸ καταψῆσαι δὲ τὰ ὦτα ἢ τὴν χαίτην, καὶ μὴ ἀεὶ ἡ μάστιξ σοφοῦ ἔμοιγε δοκεῖ ἱππέως, καὶ ἐπαινοίην ἂν τὸν ὧδε ὀχούμενον.’ ‘τῷ δὲ δὴ μαχίμῳ τε καὶ πολεμιστηρίῳ τίνων δεῖ;’ ‘τῶν γε αὐτῶν,’ ἔφη ‘ὦ Ἀπολλώνιε, καὶ πρός γε [p. 52] τούτοις τοῦ βάλλειν τε καὶ φυλάττεσθαι, καὶ τὸ ἐπελάσαι δὲ καὶ τὸ ἀπελάσαι καὶ τὸ ἀνειλῆσαι πολεμίους καὶ μὴ ἐᾶν ἐκπλήττεσθαι τὸν ἵππον, ὅτε δουπήσειεν ἀσπὶς ἢ ἀστράψειαν αἱ κόρυθες ἢ παιανιζόντων τε καὶ ἀλαλαζόντων βοὴ γένοιτο, σοφίᾳ, οἶμαι, ἱππικῇ πρόσκειται.’ ‘τοῦτον οὖν’ ἔφη ‘τὸν ἐπὶ τοῦ ἐλέφαντος ἱππέα τί φήσεις;’ ‘πολλῷ’ ἔφη ‘θαυμασιώτερον, Ἀπολλώνιε, τὸ γὰρ θηρίῳ τηλικούτῳ ἐπιτετάχθαι τηλικόνδε ὄντα καὶ εὐθύνειν αὐτὸ καλαύροπι, ἣν ὁρᾷς αὐτὸν ἐμβαλόντα τῷ ἐλέφαντι, ὥσπερ ἄγκυραν, καὶ μήτε τὴν ὄψιν τοῦ θηρίου δεδιέναι μήτε τὸ ὕψος μήτε τὴν ῥώμην τοσαύτην οὖσαν, δαιμόνιον ἔμοιγε δοκεῖ, καὶ οὐδ᾽ ἂν ἐπίστευσα, μὰ τὴν Ἀθηνᾶν, εἰ ἑτέρου ἤκουσα.’ ‘τί οὖν,’ ἔφη ‘εἰ ἀποδόσθαι τις ἡμῖν τὸν παῖδα βούλοιτο, ὠνήσῃ αὐτόν, ὦ Δάμι;’ ‘νὴ Δί᾽,’ εἶπε ‘τῶν γε ἐμαυτοῦ πάντων. τὸ γὰρ ὥσπερ ἀκρόπολιν κατειληφότα δεσπόζειν θηρίου μεγίστου ὧν ἡ γῆ βόσκει, ἐλευθέρας ἔμοιγε δοκεῖ φύσεως καὶ λαμπρᾶς εἶναι.’ ‘τί οὖν χρήσῃ τῷ παιδί,’ ἔφη ‘εἰ μὴ καὶ τὸν ἐλέφαντα ὠνήσῃ;’ ‘τῇ τε οἰκίᾳ’ ἔφη ‘ἐπιστήσω τῇ ἐμαυτοῦ καὶ τοῖς οἰκέταις καὶ πολλῷ βέλτιον τούτων ἢ ἐγὼ ἄρξει.’ ‘σὺ δὲ οὐχ ἱκανὸς’ ἔφη ‘τῶν σεαυτοῦ ἄρχειν;’ ‘ὅν γε’ εἶπε ‘καὶ σὺ τρόπον, ὦ Ἀπολλώνιε· καταλιπὼν γὰρ τἀμὰ περίειμι, ὥσπερ σύ, φιλομαθῶν καὶ περιφρονῶν τὰ ἐν τῇ ξένῃ.’ ‘εἰ δὲ δὴ πρίαιο τὸν παῖδα, καὶ ἵππω σοι γενοίσθην ὁ μὲν ἁμιλλητήριος, ὁ δὲ πολεμικός, ἀναθήσῃ αὐτόν, ὦ Δάμι, ἐπὶ τοὺς ἵππους;’ ‘ἐπὶ μὲν τὸν ἁμιλλητήριον’ εἶπεν ‘ἴσως ἄν, ἐπειδὴ καὶ ἑτέρους ὁρῶ, τὸν δὲ μάχιμόν τε καὶ ὁπλιτεύοντα πῶς ἂν ἀναβαίνοι οὗτος; οὔτε γὰρ ἀσπίδα δύναιτ᾽ ἂν φέρειν, ἧς δεῖ τοῖς ἱππεύουσιν, [p. 53] οὔτ᾽ ἂν θώρακα ἢ κράνος, αἰχμὴν δὲ πῶς οὗτος, ὃς οὐδὲ ἄτρακτον βέλους ἢ τοξεύματος κραδαίνοι ἂν ψελλιζομένῳ ῾ἐς τὰ πολεμικἂ ἐοικὼς ἔτι;’ ‘ἕτερον οὖν τι,’ ἔφη ‘ὦ Δάμι, ἐστίν, ὃ τὸν ἐλέφαντα τοῦτον ἡνιοχεῖ καὶ πέμπει, καὶ οὐχ ὁ ἡνίοχος οὗτος, ὃν σὺ μονονοὺ προσκυνεῖς ὑπὸ θαύματος.’ τοῦ δὲ εἰπόντος ‘τί ἂν εἴη τοῦτο, Ἀπολλώνιε; ὁρῶ γὰρ ἐπὶ τοῦ θηρίου πλὴν τοῦ παιδὸς οὐδὲν ἕτερον.’ ‘τὸ θηρίον’ ἔφη ‘τοῦτο εὐπαίδευτόν τε παρὰ πάντα ἐστί, κἀπειδὰν ἅπαξ ἀναγκασθῇ ὑπὸ ἀνθρώπῳ ζῆν, ἀνέχεται τὰ ἐκ τοῦ ἀνθρώπου πάντα καὶ ὁμοήθειαν ἐπιτηδεύει τὴν πρὸς αὐτόν, χαίρει τε σιτούμενον ἀπὸ τῆς χειρός, ὥσπερ οἱ μικροὶ τῶν κυνῶν, προσιόντα τε τῇ προνομαίᾳ αἰκάλλει καὶ τὴν κεφαλὴν ἐς τὴν φάρυγγα ἐσωθοῦντα ἀνέχεται καὶ κέχηνεν ἐφ᾽ ὅσον τῷ ἀνθρώπῳ δοκεῖ, καθάπερ ἐν τοῖς νομάσιν ἑωρῶμεν. νύκτωρ δὲ λέγεται τὴν δουλείαν. ὀλοφύρεσθαι, μὰ Δί᾽, οὐ τετριγός, ὁποῖον εἴωθεν, ἀλλ᾽ οἰκτρόν τε καὶ ἐλεεινὸν ἀνακλᾶον, εἰ δὲ ἄνθρωπος ἐπισταίη ὀδυρομένῳ ταῦτα, ἴσχει τὸν θρῆνον ὁ ἐλέφας, ὥσπερ αἰδούμενος. αὐτὸς δὴ ἑαυτοῦ, ὦ Δάμι, ἄρχει καὶ ἡ πειθὼ αὐτὸν ἡ τῆς φύσεως ἄγει μᾶλλον ἢ ὁ ἐπικείμενός τε καὶ ἀπευθύνων.’

ἐπὶ δὲ τὸν Ἰνδὸν ἐλθόντες ἀγέλην ἐλεφάντων ἰδεῖν φασι περαιουμένους τὸν ποταμὸν καὶ τάδε ἀκοῦσαι περὶ τοῦ θηρίου· ὡς οἱ μὲν αὐτῶν ἕλειοι, οἱ δ᾽ αὖ ὄρειοι, καὶ τρίτον ἤδη γένος πεδινοί εἰσιν, ἁλίσκονταί τε ἐς τὴν τῶν πολεμικῶν χρείαν. μάχονται γὰρ δὴ ἐπεσκευασμένοι πύργους οἵους κατὰ δέκα καὶ πεντεκαίδεκα ὁμοῦ τῶν Ἰνδῶν δέξασθαι, ἀφ᾽ ὧν τοξεύουσί τε καὶ ἀκοντίζουσιν οἱ Ἰνδοί, καθάπερ ἐκ πυλῶν βάλλοντες. καὶ αὐτὸ δὲ τὸ θηρίον χεῖρα [p. 54] τὴν προνομαίαν ἡγεῖται καὶ χρῆται αὐτῇ ἐς τὸ ἀκοντίζειν. ὅσον δὲ ἵππου Νισαίου μείζων ὁ Λιβυκὸς ἐλέφας, τοσοῦτον τῶν ἐκ Λιβύης οἱ Ἰνδοὶ μείζους. περὶ δὲ ἡλικίας τοῦ ζῴου καὶ ὡς μακροβιώτατοι, εἴρηται μὲν καὶ ἑτέροις, ἐντυχεῖν δὲ καὶ οὗτοί φασιν ἐλέφαντι περὶ Τάξιλα μεγίστην τῶν ἐν Ἰνδοῖς πόλιν, ὃν μυρίζειν τε οἱ ἐπιχώριοι καὶ ταινιοῦν· εἶναι γὰρ δὴ τῶν πρὸς Ἀλέξανδρον ὑπὲρ Πώρου μεμαχημένων εἷς οὗτος, ὅν, ἐπειδὴ προθύμως ἐμεμάχητο, ἀνῆκεν ὁ Ἀλέξανδρος τῷ Ἡλίῳ. εἶναι δὲ αὐτῷ καὶ χρυσοῦ ἕλικας περὶ τοῖς εἴτ᾽ ὀδοῦσιν εἴτε κέρασι καὶ γράμματα ἐπ᾽ αὐτῶν Ἑλληνικὰ λέγοντα ΑΛΕΞΑΝΔΡΟΣ Ο ΔΙΟΣ ΤΟΝ ΑΙΑΝΤΑ ΤΩΙ ΗΛΙΩΙ. ὄνομα γὰρ τοῦτο τῷ ἐλέφαντι ἔθετο μεγάλου ἀξιώσας μέγαν. ξυνεβάλοντο δὲ οἱ ἐπιχώριοι πεντήκοντα εἶναι καὶ τριακόσια ἔτη μετὰ τὴν μάχην οὔπω λέγοντες καὶ ὁπόσα γεγονὼς ἐμάχετο.

Ἰόβας δέ, ὃς ἦρξέ ποτε τοῦ Λιβυκοῦ ἔθνους, φησὶ μὲν ξυμπεσεῖν ἀλλήλοις ἐπ᾽ ἐλεφάντων πάλαι Λιβυκοὺς ἱππέας — εἶναι δὲ τοῖς μὲν πύργον ἐς τοὺς ὀδόντας κεχαραγμένον, τοῖς δὲ οὐδέν — νυκτὸς δὲ ἐπιλαβούσης τὴν μάχην ἡττηθῆναι μὲν τοὺς ἐπισήμους φησί, φυγεῖν δὲ ἐς τὸν Ἄτλαντα τὸ ὄρος, αὐτὸς δὲ ἑλεῖν τετρακοσίων μήκει ἐτῶν ὕστερον τῶν διαφυγόντων ἕνα καὶ τοὐπίσημον εἶναι αὐτῷ κοῖλον καὶ οὔπω περιτετριμμένον ὑπὸ τοῦ χρόνου. οὗτος ὁ Ἰόβας τοὺς ὀδόντας κέρατα ἡγεῖται τῷ φύεσθαι μὲν αὐτοὺς ὅθεν περ οἱ κρόταφοι, παραθήγεσθαι δὲ μηδενὶ ἑτέρῳ, μένειν δ᾽ ὡς ἔφυσαν καὶ μή, ὅπερ οἱ ὀδόντες, ἐκπίπτειν εἶτ᾽ ἀναφύεσθαι· ἐγὼ δ᾽ οὐ προσδέχομαι τὸν λόγον· κέρατά τε γὰρ εἰ μὴ πάντα, τά γε τῶν ἐλάφων ἐκπίπτει καὶ ἀναφύεται, ὀδόντες δὲ οἱ μὲν τῶν ἀνθρώπων ἐκπεσοῦνται [p. 55] καὶ ἀναφύσονται πάντες, ζῴων δ᾽ ἂν οὐδενὶ ἑτέρῳ χαυλιόδους ἢ κυνόδους αὐτομάτως ἐκπέσοι, οὐδ᾽ ἂν ἐπανέλθοι ἐκπεσών, ὅπλου γὰρ ἕνεκα ἡ φύσις ἐμβιβάζει αὐτοὺς ἐς τὰς γένυς. καὶ ἄλλως τὰ κέρατα γραμμὴν ἀποτορνεύει κύκλῳ πρὸς τῇ ῥίζῃ κατ᾽ ἐνιαυτὸν ἕκαστον, ὡς αἶγές τε δηλοῦσι καὶ ποῖμναι καὶ βόες, ὀδοὺς δὲ λεῖος ἐκφύεται καὶ ἢν μὴ πηρώσῃ τι αὐτόν, τοιόσδε ἀεὶ μένει, μετέχει γὰρ τῆς λιθώδους ὕλης τε καὶ οὐσίας. καὶ μὴν καὶ τὸ κερασφορεῖν περὶ τὰ δίχηλα τῶν ζῴων μόνα ἕστηκε, τὸ δὲ ζῷον τοῦτο πεντώνυχον καὶ πολυσχιδὲς τὴν βάσιν, ἣ διὰ τὸ μὴ ἐσφίγχθαι χηλαῖς ὥσπερ ἐν ὑγρῷ ἕστηκε. καὶ τοῖς μὲν κερασφόροις ἅπασιν ὑποβάλλουσα ἡ φύσις ὀστᾶ σηραγγώδη περιφύει τὸ κέρας ἔξωθεν, τὸ δὲ τῶν ἐλεφάντων πλῆρες ἀποφαίνει καὶ ὅμοιον, ἀναπτύξαντι δὲ σύριγξ αὐτὸ λεπτὴ διέρπει μέσον, ὥσπερ τοὺς ὀδόντας. εἰσὶ δὲ οἱ μὲν τῶν ἑλείων ὀδόντες πελιδνοὶ καὶ μανοὶ μεταχειρίσασθαί τε ἄτοποι, πολλαχοῦ γὰρ αὐτῶν ὑποδεδύκασι σήραγγες, πολλαχοῦ δὲ ἀνεστᾶσι χάλαζαι μὴ ξυγχωροῦσαι τῇ τέχνῃ, οἱ δὲ τῶν ὀρείων μείους μὲν ἢ οὗτοι, λευκοὶ δὲ ἱκανῶς καὶ δύσεργον περὶ αὐτοὺς οὐδέν, ἄριστοι δὲ οἱ τῶν πεδινῶν ὀδόντες, μέγιστοί τε γὰρ καὶ λευκότατοι καὶ ἀναπτύξαι ἡδεῖς καὶ γίγνονται πᾶν ὅ τι θέλει ἡ χείρ. εἰ δὲ καὶ ἤθη ἐλεφάντων χρὴ ἀναγράφειν, τοὺς μὲν ἐκ τῶν ἑλῶν ἁλισκομένους ἀνοήτους ἡγοῦνται καὶ κούφους Ἰνδοί, τοὺς δὲ ἐκ τῶν ὀρῶν κακοήθεις τε καὶ ἐπιβουλευτὰς καὶ ἢν μὴ δέωνταί τινος, οὐ βεβαίους τοῖς ἀνθρώποις, οἱ πεδινοὶ δὲ χρηστοί τε εἶναι λέγονται καὶ εὐάγωγοι καὶ μιμήσεως ἐρασταί· γράφουσι γοῦν καὶ ὀρχοῦνται καὶ παρενσαλεύουσι πρὸς αὐλὸν καὶ πηδῶσιν ἀπὸ τῆς γῆς ἐκεῖνοι. [p. 56]

ἰδὼν δὲ τοὺς ἐλέφαντας ὁ Ἀπολλώνιος τὸν Ἰνδὸν περαιουμένους, ἦσαν δέ, οἶμαι, τριάκοντα, καὶ χρωμένους ἡγεμόνι τῷ σμικροτάτῳ σφῶν, καὶ τοὺς μείζους αὐτῶν ἀνειληφότας τοὺς αὑτῶν πώλους ἐπὶ τὰς τῶν ὀδόντων προβολὰς τάς τε προνομαίας ἐπεζευχότας δεσμοῦ ἕνεκα ‘ταῦτα μέν,’ ἔφη ‘ὦ Δάμι, οὐδὲ ἐπιτάττοντος οὐδενὸς αὐτοῖς ἀφ᾽ ἑαυτῶν οὗτοι διὰ ξύνεσίν τε καὶ σοφίαν πράττουσι, καὶ ὁρᾷς, ὡς παραπλησίως τοῖς σκευαγωγοῦσιν ἀνειλήφασι τοὺς πώλους καὶ καταδησάμενοι αὐτοὺς ἄγουσιν;’ ‘ὁρῶ,’ ἔφη ‘ὦ Ἀπολλώνιε, ὡς σοφῶς τε αὐτὸ καὶ ξυνετῶς πράττουσι. τί οὖν βούλεται τὸ εὔηθες ἐκεῖνο φρόντισμα τοῖς ἐρεσχελοῦσι φυσικὴν ἢ μὴ τὴν πρὸς τὰ τέκνα εἶναι εὔνοιαν; τουτὶ γὰρ καὶ ἐλέφαντες ἤδη βοῶσιν, ὡς παρὰ τῆς φύσεως αὐτοῖς ἥκει· οὐ γὰρ δὴ παρὰ ἀνθρώπων γε μεμαθήκασιν αὐτό, ὥσπερ τὰ ἄλλα, οἵ γε μηδὲ ξυμβεβιώκασί πω ἀνθρώποις, ἀλλὰ φύσει κεκτημένοι τὸ φιλεῖν, ἃ ἔτεκον, προκήδονταί τε αὐτῶν καὶ παιδοτροφοῦσι.’ ‘καὶ μὴ τοὺς ἐλέφαντας εἴπῃς, ὦ Δάμι· τοῦτο γὰρ τὸ ζῷον δεύτερον ἀνθρώπου τάττω κατὰ ξύνεσίν τε καὶ βουλάς, ἀλλὰ τάς τε ἄρκτους ἐνθυμοῦμαι μᾶλλον, ὡς ἀγριώταται θηρίων οὖσαι πάνθ᾽ ὑπὲρ τῶν σκύμνων πράττουσι, τούς τε λύκους, ὡς ἀεὶ προσκείμενοι τῷ ἁρπάζειν ἡ μὲν θήλεια φυλάττει, ἃ ἔτεκεν, ὁ δὲ ἄρρην ὑπὲρ σωτηρίας τῶν σκυλάκων ἀπάγει αὐτῇ σῖτον, τάς τε παρδάλεις ὡσαύτως, αἳ διὰ θερμότητα χαίρουσι τῷ γίγνεσθαι μητέρες, δεσπόζειν γὰρ δὴ τότε βούλονται τῶν ἀρρένων καὶ τοῦ οἴκου ἄρχειν, οἱ δὲ ἀνέχονται τὸ ἐξ αὐτῶν πᾶν ἡττώμενοι τοῦ τόκου. λέγεται δέ τις καὶ περὶ τῶν λεαινῶν λόγος, ὡς ἐραστὰς μὲν ποιοῦνται τοὺς παρδάλεις καὶ δέχονται αὐτοὺς ἐπὶ [p. 57] τὰς εὐνὰς τῶν λεόντων ἐς τὰ πεδία, τῆς δὲ γαστρὸς ὥραν ἀγούσης ἀναφεύγουσιν ἐς τὰ ὄρη καὶ τὰ τῶν παρδάλεων ἤθη, στικτὰ γὰρ τίκτουσιν, ὅθεν κρύπτουσιν αὐτὰ καὶ θηλάζουσιν ἐν σκολιαῖς λόχμαις πλασάμεναι ἀφημερεύειν πρὸς θήραν. εἰ γὰρ φωράσειαν τουτὶ οἱ λέοντες, διασπῶνται τοὺς σκύμνους καὶ ξαίνουσι τὴν σπορὰν ὡς νόθον. ἐνέτυχες δήπου καὶ τῶν Ὁμηρείων λεόντων ἑνί, ὡς ὑπὲρ τῶν ἑαυτοῦ σκύμνων δεινὸν βλέπει καὶ ῥώννυσιν ἑαυτὸν μάχης ἅπτεσθαι. καὶ τὴν τίγριν δὲ χαλεπωτάτην οὖσάν φασιν ἐν τῇδε τῇ χώρᾳ καὶ περὶ τὴν θάλατταν τὴν Ἐρυθρὰν ἐπὶ τὰς ναῦς ἵεσθαι, τοὺς σκύμνους ἀπαιτοῦσαν, καὶ ἀπολαβοῦσαν μὲν ἀπιέναι χαίρουσαν, εἰ δὲ ἀποπλεύσαιεν, ὠρύεσθαι αὐτὴν πρὸς τῇ θαλάττῃ καὶ ἀποθνήσκειν ἐνίοτε. τὰ δὲ τῶν ὀρνίθων τίς οὐκ οἶδεν; ὡς ἀετοὶ μὲν καὶ πελαργοὶ καλιὰς οὐκ ἂν πήξαιντο μὴ πρότερον αὐταῖς ἐναρμόσαντες ὁ μὲν τὸν ἀετίτην λίθον, ὁ δὲ τὸν λυχνίτην ὑπὲρ τῆς ᾠογονίας καὶ τοῦ μὴ πελάζειν σφίσι τοὺς ὄφεις. κἂν τὰ ἐν τῇ θαλάττῃ σκοπῶμεν, τοὺς μὲν δελφῖνας οὐκ ἂν θαυμάσαιμεν, εἰ χρηστοὶ ὄντες φιλοτεκνοῦσι, φαλαίνας δὲ καὶ φώκας καὶ τὰ ζῳοτόκα ἔθνη πῶς οὐ θαυμασόμεθα, εἰ φώκη μέν, ἣν εἶδον ἐγὼ ἐν Αἰγαῖς καθειργμένην ἐς κυνήγια, οὕτως ἐπένθησεν ἀποθανόντα τὸν σκύμνον, ὃν ἐν τῷ οἰκίσκῳ ἀπεκύησεν, ὡς μὴ προσδέξασθαι τριῶν ἡμερῶν σῖτον, καίτοι βορωτάτη θηρίων οὖσα, φάλαινα δὲ ἐς τοὺς χηραμοὺς τῆς φάρυγγος ἀναλαμβάνει τοὺς σκύμνους, ἐπειδὰν φεύγῃ τι ἑαυτῆς μεῖζον; καὶ ἔχιδνα ὤφθη ποτὲ τοὺς ὄφεις, οὓς ἀπέτεκε, λιχμωμένη καὶ θεραπεύουσα ἐκκειμένῃ τῇ γλώττῃ. μὴ γὰρ δεχώμεθα, ὦ Δάμι, τὸν εὐήθη λόγον, ὡς ἀμήτορες οἱ τῶν [p. 58] ἐχιδνῶν τίκτονται, τουτὶ γὰρ οὐδὲ ἡ φύσις ξυγκεχώρηκεν, οὔτε ἡ πεῖρα.’ ὑπολαβὼν οὖν ὁ Δάμις ‘ξυγχωρεῖς οὖν’ ἔφη ‘τὸν Εὐριπίδην ἐπαινεῖν ἐπὶ τῷ ἰαμβείῳ τούτῳ, ᾧ πεποίηται αὐτῷ ἡ Ἀνδρομάχη λέγουσα

ἅπασι δ᾽ ἀνθρώποις ἄρ᾽ ἦν
ψυχὴ τέκνα;

’ ‘ξυγχωρῶ,’ ἔφη ‘σοφῶς γὰρ καὶ δαιμονίως εἴρηται, πολλῷ δ᾽ ἂν σοφώτερον καὶ ἀληθέστερον εἶχεν, εἰ περὶ πάντων ζῴων ὕμνητο.’ ‘ἔοικας,’ ἔφη ‘Ἀπολλώνιε, μεταγράφειν τὸ ἰαμβεῖον, ἵν᾽ οὕτως ᾄδοιμεν·

ἅπασι δὲ ζῴοις ἄρ᾽ ἦν
ψυχὴ τέκνα.

καὶ ἕπομαί σοι, βέλτιον γάρ.’

‘ἀλλ᾽ ἐκεῖνο μοι εἰπέ· οὐκ ἐν ἀρχῇ τῶν λόγων ἔφαμεν σοφίαν εἶναι περὶ τοὺς ἐλέφαντας καὶ νοῦν περὶ ἃ πράττουσι;’ ‘καὶ εἰκότως,’ εἶπεν ‘ὦ Δάμι, ἔφαμεν, εἰ γὰρ μὴ νοῦς ἐκυβέρνα τόδε τὸ θηρίον, οὔτ᾽ ἂν αὐτὸ διεγίγνετο οὔτ᾽ ἂν τὰ ἔθνη, ἐν οἷς γίγνεται.’ ‘τί οὖν’ ἔφη ‘οὕτως ἀμαθῶς καὶ οὐ πρὸς τὸ χρήσιμον ἑαυτοῖς τὴν διάβασιν ποιοῦνται; ἡγεῖται μὲν γάρ, ὡς ὁρᾷς, ὁ μικρότατος, ἕπεται δὲ αὐτῷ τις ὀλίγῳ μείζων, εἶτα ὑπὲρ τοῦτον ἕτερος, καὶ οἱ μέγιστοι κατόπιν πάντες. ἔδει δέ που τὸν ἐναντίον τρόπον αὐτοὺς πορεύεσθαι καὶ τοὺς μεγίστους τείχη καὶ προβλήματα ἑαυτῶν ποιεῖσθαι.’ ‘ἀλλ᾽, ὦ Δάμι,’ ἔφη ‘πρῶτον μὲν ὑποφεύγειν ἐοίκασι δίωξιν ἀνθρώπων, οἷς που καὶ ἐντευξόμεθα ἑπομένοις τῷ ἴχνει, πρὸς δὲ τοὺς ἐπικειμένους δεῖ τὰ κατὰ νώτου πεφράχθαι μᾶλλον, ὥσπερ ἐν τοῖς πολέμοις, καὶ τοῦτο τακτικώτατον ἡγοῦ τῶν θηρίων, ἔπειτα ἡ διάβασις, εἰ μὲν προδιέβαινον οἱ μέγιστοι σφῶν, οὔπω τεκμαίρεσθαι παρεῖχον ἂν τοῦ [p. 59] ὕδατος εἰ διαβήσονται πάντες, τοῖς μὲν γὰρ εὔπορός τε καὶ ῥᾳδία ἡ περαίωσις ὑψηλοτάτοις οὖσι, τοῖς δὲ χαλεπή τε καὶ ἄπορος, μὴ ὑπεραίρουσι τοῦ ῥεύματος, διελθὼν δὲ ὁ σμικρότατος τὸ ἄλυπον ἤδη καὶ τοῖς λοιποῖς ἑρμηνεύει, καὶ ἄλλως οἱ μὲν μείζους προεμβαίνοντες κοιλότερον ἂν τὸν ποταμὸν ἀποφαίνοιεν τοῖς σμικροῖς, ἀνάγκη γὰρ συνιζάνειν τὴν ἰλὺν ἐς βόθρους διά τε βαρύτητα τοῦ θηρίου διά τε παχύτητα τῶν ποδῶν, οἱ δ᾽ ἐλάττους οὐδὲν ἂν βλάπτοιεν τὴν τῶν μειζόνων διαπορείαν ἧττον ἐμβοθρεύοντες.’

ἐγὼ δὲ εὗρον ἐν τοῖς Ἰόβα λόγοις, ὡς καὶ ξυλλαμβάνουσιν ἀλλήλοις ἐν τῇ θήρᾳ καὶ προΐστανται τοῦ ἀπειπόντος, κἂν ἐξέλωνται αὐτόν, τὸ δάκρυον τῆς ἀλόης ἐπαλείφουσι τοῖς τραύμασι περιεστῶτες ὥσπερ ἰατροί. πολλὰ τοιαῦτα ἐφιλοσοφεῖτο αὐτοῖς ἀφορμὰς ποιουμένοις τὰ λόγου ἄξια.

τὰ δὲ Νεάρχῳ τε καὶ Πυθαγόρᾳ περὶ τοῦ Ἀκεσίνου ποταμοῦ εἰρημένα, ὡς ἐσβάλλει μὲν ἐς τὸν Ἰνδὸν οὗτος, τρέφει δὲ ὄφεις ἑβδομήκοντα πηχῶν μῆκος, τοιαῦτα εἶναί φασιν, ὁποῖα εἴρηται, καὶ ἀνακείσθω μοι ὁ λόγος ἐς τοὺς δράκοντας, ὧν ὁ Δάμις ἀφηγεῖται τὴν θήραν. ἀφικόμενοι δὲ ἐπὶ τὸν Ἰνδὸν καὶ πρὸς διαβάσει τοῦ ποταμοῦ ὄντες ἤροντο τὸν Βαβυλώνιον, εἴ τι τοῦ ποταμοῦ οἶδε, διαβάσεως πέρι ἐρωτῶντες, ὁ δὲ οὔπω ἔφη πεπλευκέναι αὐτόν, οὐδὲ γιγνώσκειν, ὁπόθεν πλεῖται. ‘τί οὖν’ ἔφασαν ‘οὐκ ἐμισθώσω ἡγεμόνα;’ ‘ὅτι ἔστιν’ ἔφη ‘ὁ ἡγησόμενος’ καὶ ἅμα ἐδείκνυ τινὰ ἐπιστολὴν ὡς τοῦτο πράξουσαν, ὅτε δὴ καὶ τὸν Οὐαρδάνην τῆς τε φιλανθρωπίας καὶ τῆς ἐπιμελείας ἀγασθῆναί φασι· πρὸς γὰρ τὸν ἐπὶ τοῦ Ἰνδοῦ σατράπην ἔπεμψε τὴν ἐπιστολὴν ταύτην καίτοι μὴ ὑποκείμενον τῇ ἑαυτοῦ [p. 60] ἀρχῇ, εὐεργεσίας ἀναμιμνήσκων αὐτόν, καὶ χάριν μὲν οὐκ ἂν ἐπ᾽ ἐκείνῃ ἀπαιτῆσαι φάσκων — οὐ γὰρ εἶναι πρὸς τοῦ ἑαυτοῦ τρόπου τὸ ἀνταπαιτεῖν — Ἀπολλώνιον δὲ ὑποδεξαμένῳ καὶ πέμψαντι οἷ βούλεται χάριν ἂν γνῶναι. χρυσίον δὲ τῷ ἡγεμόνι ἔδωκεν, ἵν᾽ εἰ δεηθέντα τὸν Ἀπολλώνιον αἴσθοιτο, δοίη τοῦτο καὶ μὴ ἐς ἄλλου χεῖρα βλέψειεν. ἐπεὶ δὲ τὴν ἐπιστολὴν ὁ Ἰνδὸς ἔλαβε, μεγάλων τε ἀξιοῦσθαι ἔφη καὶ φιλοτιμήσεσθαι περὶ τὸν ἄνδρα μεῖον οὐδὲν ἢ εἰ ὁ βασιλεὺς τῶν Ἰνδῶν ὑπὲρ αὐτοῦ ἔγραφε, καὶ τήν τε ναῦν τὴν σατραπίδα ἔδωκεν αὐτῷ ἐμβῆναι πλοῖά τε ἕτερα, ἐφ᾽ ὧν αἱ κάμηλοι ἐκομίζοντο, ἡγεμόνα τε τῆς γῆς πάσης, ἣν ὁ Ὑδραώτης ὁρίζει, πρός τε τὸν βασιλέα τὸν ἑαυτοῦ ἔγραψε μὴ χείρω αὐτοῦ Οὐαρδάνου γενέσθαι περὶ ἄνδρα Ἕλληνά τε καὶ θεῖον.

τὸν μὲν δὴ Ἰνδὸν ὧδε ἐπεραιώθησαν σταδίους μάλιστα τεσσαράκοντα, τὸ γὰρ πλόιμον αὐτοῦ τοσοῦτον, περὶ δὲ τοῦ ποταμοῦ τούτου τάδε γράφουσι· τὸν Ἰνδὸν ἄρχεσθαι μὲν ἐκ τοῦ Καυκάσου μείζω αὐτόθεν ἢ οἱ κατὰ τὴν Ἀσίαν ποταμοὶ πάντες, προχωρεῖν δὲ πολλοὺς τῶν ναυσιπόρων ἑαυτοῦ ποιούμενον, ἀδελφὰ δὲ τῷ Νείλῳ πράττοντα τῇ τε Ἰνδικῇ ἐπιχεῖσθαι γῆν τε ἐπάγειν τῇ γῇ καὶ παρέχειν Ἰνδοῖς τὸν Αἰγυπτίων τρόπον σπείρειν. χιόσι δ᾽ Αἰθιόπων τε καὶ Καταδούπων ὀρῶν ἀντιλέγειν μὲν οὐκ ἀξιῶ διὰ τοὺς εἰπόντας, οὐ μὴν ξυντίθεμαί γε λογιζόμενος τὸν Ἰνδόν, ὡς ταὐτὸν τῷ Νείλῳ ἐργάζεται μὴ νιφομένης τῆς ὑπὲρ αὐτὸν χώρας, καὶ ἄλλως τὸν θεὸν οἶδα κέρατα τῆς γῆς ξυμπάσης Αἰθίοπάς τε καὶ Ἰνδοὺς ἀποφαίνοντα μελαίνοντά τε τοὺς μὲν ἀρχομένου ἡλίου, τοὺς δὲ λήγοντος, ὃ πῶς ἂν ξυνέβαινε [p. 61] περὶ τοὺς ἀνθρώπους, εἰ μὴ καὶ τὸν χειμῶνα ἐθέροντο; ἣν δὲ ἀνὰ πᾶν ἔτος θάλπει γῆν ἥλιος, πῶς ἄν τις ἡγοῖτο νίφεσθαι, πῶς δ᾽ ἂν τὴν χιόνα χορηγὸν τοῖς ἐκείνῃ ποταμοῖς γίγνεσθαι τοῦ ὑπεραίρειν τὰ σφῶν αὐτῶν μέτρα; εἰ δὲ καὶ φοιτᾶν χιόνα ἐς τὰ οὕτω πρόσειλα, πῶς ἂν αὐτὴν ἐς τοσόνδε ἀναχυθῆναι πέλαγος; πῶς δ᾽ ἂν ἀποχρῆσαι ποταμῷ βυθίζοντι

Αἴγυπτον; κομιζόμενοι δὲ διὰ τοῦ Ἰνδοῦ πολλοῖς μὲν ποταμίοις ἵπποις ἐντυχεῖν φασι, πολλοῖς δὲ κροκοδείλοις, ὥσπερ οἱ τὸν Νεῖλον πλέοντες, λέγουσι δὲ καὶ ἄνθη τῷ Ἰνδῷ εἶναι, οἷα τοῦ Νείλου ἀναφύεται, καὶ τὰς ὥρας, αἳ περὶ τὴν Ἰνδικήν εἰσι, χειμῶνος μὲν ἀλεεινὰς εἶναι, θέρους δὲ πνιγηράς, πρὸς δὲ τοῦτο ἄριστα μεμηχανῆσθαι τῷ δαίμονι, τὴν γὰρ χώραν αὐτοῖς θαμὰ ὕεσθαι. φασὶ δὲ καὶ ἀκοῦσαι τῶν Ἰνδῶν, ὡς ἀφικνοῖτο μὲν ὁ βασιλεὺς ἐπὶ τὸν ποταμὸν τοῦτον, ὅτε ἀναβιβάζοιεν αὐτὸν αἱ ὧραι, θύοι δὲ αὐτῷ ταύρους τε καὶ ἵππους μέλανας — τὸ γὰρ λευκὸν ἀτιμότερον Ἰνδοὶ τίθενται τοῦ μέλανος δἰ, οἶμαι, τὸ ἑαυτῶν χρῶμα — θύσαντα δὲ καταποντοῦν φασι τῷ ποταμῷ χρυσοῦν μέτρον, εἰκασμένον τῷ ἀπομετροῦντι τὸν σῖτον, καὶ ἐφ᾽ ὅτῳ μὲν τοῦτο πράττει ὁ βασιλεύς, οὐ ξυμβαλέσθαι τοὺς Ἰνδούς, αὐτοὶ δὲ τεκμαίρεσθαι τὸ μέτρον καταποντοῦσθαι τοῦτο ἢ ὑπὲρ ἀφθονίας καρπῶν, οὓς γεωργοὶ ἀπομετροῦσιν, ἢ ὑπὲρ ξυμμετρίας τοῦ ῥεύματος, ὡς μὴ κατακλύσειε τὴν γῆν πολὺς ἀφικόμενος.

πορευθέντας δὲ αὐτοὺς ὑπὲρ τὸν ποταμὸν ἦγεν ὁ παρὰ τοῦ σατράπου ἡγεμὼν εὐθὺ τῶν Ταξίλων, οὗ τὰ βασίλεια ἦν τῷ Ἰνδῷ. στολὴν δὲ εἶναι τοῖς μετὰ τὸν Ἰνδὸν λίνου φασὶν ἐγχωρίου καὶ ὑποδήματα βύβλου καὶ κυνῆν, ὅτε ὕοι, καὶ βύσσῳ δὲ τοὺς [p. 62] φανερωτέρους αὐτῶν φασιν ἐστάλθαι, τὴν δὲ βύσσον φύεσθαι δένδρου φασὶν ὁμοίου μὲν τῇ λεύκῃ τὴν βάσιν, παραπλησίου δὲ τῇ ἰτέᾳ τὰ πέταλα. καὶ ἡσθῆναι τῇ βύσσῳ φησὶν ὁ Ἀπολλώνιος, ἐπειδὴ ἔοικε φαιῷ τρίβωνι. καὶ ἐς Αἴγυπτον δὲ ἐξ Ἰνδῶν ἐς πολλὰ τῶν ἱερῶν φοιτᾷ ἡ βύσσος. τὰ δὲ Τάξιλα μέγεθος μὲν εἶναι κατὰ τὴν Νῖνον, τετειχίσθαι δὲ ξυμμέτρως, ὥσπερ αἱ Ἑλλάδες, βασίλεια δὲ εἶναι ἀνδρὸς τὴν Πώρου τότε ἀρχὴν ἄρχοντος, νεὼν δὲ πρὸ τοῦ τείχους ἰδεῖν φασιν οὐ παρὰ πολὺ τῶν ἑκατομπόδων λίθου κογχυλιάτου, καὶ κατεσκευάσθαι τι ἱερὸν ἐν αὐτῷ ἧττον μὲν ἢ κατὰ τὸν νεὼν τοσοῦτόν τε ὄντα καὶ περικίονα, θαυμάσαι δὲ ἄξιον· χαλκοῖ γὰρ πίνακες ἐγκεκρότηνται τοίχῳ ἑκάστῳ, γεγραμμένοι τὰ Πώρου τε καὶ Ἀλεξάνδρου ἔργα· γεγράφαται δὲ ὀρειχάλκῳ καὶ ἀργύρῳ καὶ χρυσῷ καὶ χαλκῷ μέλανι ἐλέφαντες ἵπποι στρατιῶται κράνη ἀσπίδες, λόγχαι δὲ καὶ βέλη καὶ ξίφη σιδήρου πάντα, καὶ ὥσπερ λόγος εὐδοκίμου γραφῆς, οἷον εἰ Ζεύξιδος εἴη τι ἢ Πολυγνώτου τε καὶ Εὐφράνορος, οἳ τὸ εὔσκιον ἠσπάσαντο καὶ τὸ ἔμπνουν καὶ τὸ ἐσέχον τε καὶ ἐξέχον, οὕτως, φασί, κἀκεῖ διαφαίνεται, καὶ ξυντετήκασιν αἱ ὕλαι καθάπερ χρώματα. ἡδὺ δὲ καὶ αὐτὸ τὸ ἦθος τῆς γραφῆς· ἀναθεὶς γὰρ ταῦτα μετὰ τὴν τοῦ Μακεδόνος τελευτὴν ὁ Πῶρος νικᾷ ἐν αὐτοῖς ὁ Μακεδὼν καὶ τὸν Πῶρον ἀνακτᾶται τετρωμένον καὶ δωρεῖται τὴν Ἰνδικὴν ἑαυτοῦ λοιπὸν οὖσαν. λέγεται δὲ καὶ πενθῆσαι τὸν Ἀλέξανδρον ἀποθανόντα ὁ Πῶρος ὀλοφύρασθαί τε ὡς γενναῖον καὶ χρηστὸν βασιλέα, ζῶντός τε Ἀλεξάνδρου μετὰ τὴν ἐκ τῆς Ἰνδικῆς ἀναχώρησιν μήτε εἰπεῖν τι ὡς βασιλεὺς καίτοι ξυγχωροῦντος, μήτε προστάξαι τοῖς Ἰνδοῖς, ἀλλ᾽ ὥσπερ [p. 63] σατράπης σωφροσύνης μεστὸς εἶναι καὶ πράττειν ἐς χάριν τὴν ἐκείνου πάντα.

οὐ ξυγχωρεῖ μοι ὁ λόγος παρελθεῖν, ἃ περὶ τοῦ Πώρου τούτου ἀναγράφουσι· πρὸς διαβάσει γὰρ τοῦ Μακεδόνος ὄντος καὶ ξυμβουλευόντων αὐτῷ ἐνίων τοὺς ὑπὲρ τὸν Ὕφασίν τε καὶ τὸν Γάγγην ποταμὸν ποιεῖσθαι ξυμμάχους, οὐ γὰρ ἂν πρὸς τὴν Ἰνδικὴν πᾶσαν ξυμφρονοῦσαν παρατάξεσθαί ποτε αὐτόν ‘εἰ τοιοῦτόν ἐστί μοι’ ἔφη ‘τὸ ὑπήκοον, ὡς μὴ σώζεσθαι ἄνευ ξυμμάχων, ἐμοὶ βέλτιον τὸ μὴ ἄρχειν.’ ἀπαγγείλαντος δὲ αὐτῷ τινος, ὅτι Δαρεῖον ᾕρηκε ‘βασιλέα,’ ἔφη ‘ἄνδρα δὲ οὔ.’ τὸν δὲ ἐλέφαντα, ἐφ᾽ οὗ μάχεσθαι ἔμελλε, κοσμήσαντος τοῦ ὀρεωκόμου καὶ εἰπόντος ‘οὗτος σέ, ὦ βασιλεῦ, οἴσει,’ ‘ἐγὼ μὲν οὖν’ ἔφη ‘τοῦτον, ἤν γε ἀνὴρ ἐμαυτῷ ὅμοιος γένωμαι.’ γνώμην δὲ ποιουμένων θῦσαι αὐτὸν τῷ ποταμῷ, ὡς μὴ δέξαιτο τὰς Μακεδόνων σχεδίας, μηδὲ εὔπορος τῷ Ἀλεξάνδρῳ γένοιτο, ‘οὐκ ἔστιν’ ἔφη ‘τῶν ὅπλα ἐχόντων τὸ καταρᾶσθαι.’ μετὰ δὲ τὴν μάχην, ὅτε καὶ τῷ Ἀλεξάνδρῳ θεῖός τε καὶ ὑπὲρ τὴν φύσιν τὴν ἀνθρωπείαν ἔδοξεν, εἰπόντος τῶν ξυγγενῶν τινος, ‘εἰ δὲ προσεκύνησας διαβάντα, ὦ Πῶρε, οὔτ᾽ ἂν ἡττήθης μαχόμενος οὔτ᾽ ἂν τοσοῦτοι Ἰνδῶν ἀπώλοντο, οὔτ᾽ ἂν αὐτὸς ἐτέτρωσο,’ ‘ἐγὼ τὸν Ἀλέξανδρον’ εἶπε ‘φιλοτιμότατον ἀκούων ξυνῆκα, ὅτι προσκυνήσαντα μὲν δοῦλόν με ἡγήσεται, πολεμήσαντα δὲ βασιλέα, καὶ θαυμάζεσθαι μᾶλλον ἠξίουν ἢ ἐλεεῖσθαι, καὶ οὐκ ἐψεύσθην· παρασχὼν γὰρ ἐμαυτόν, οἷον Ἀλέξανδρος εἶδε, πάντα ἐν ἡμέρᾳ μιᾷ καὶ ἀπώλεσα καὶ ἐκτησάμην.’ τοιοῦτον μὲν τὸν Ἰνδὸν τοῦτον ἐξιστοροῦσι, γενέσθαι δέ φασιν αὐτὸν κάλλιστον Ἰνδῶν καὶ μῆκος, ὅσον οὔπω τινὰ ἀνθρώπων τῶν μετὰ τοὺς [p. 64] Τρωικοὺς ἄνδρας, εἶναι δὲ κομιδῇ νέον, ὅτε τῷ Ἀλεξάνδρῳ ἐπολέμει.

ὃν δὲ διέτριβεν ἐν τῷ ἱερῷ χρόνον, πολὺς δὲ οὗτος ἐγένετο, ἔστ᾽ ἂν ἀγγελθῇ τῷ βασιλεῖ ξένους ἥκειν, ‘ὦ Δάμι’ ἔφη ὁ Ἀπολλώνιος, ‘ἔστι τι γραφική;’ ‘εἴ γε’ εἶπε ‘καὶ ἀλήθεια.’ ‘πράττει δὲ τί ἡ τέχνη αὕτη;’ ‘τὰ χρώματα’ ἔφη ‘ξυγκεράννυσιν, ὁπόσα ἐστί, τὰ κυανᾶ τοῖς βατραχείοις καὶ τὰ λευκὰ τοῖς μέλασι καὶ τὰ πυρσὰ τοῖς ὠχροῖς.’ ‘ταυτὶ δὲ’ ἦ δ᾽ ὃς ‘ὑπὲρ τίνος μίγνυσιν; οὐ γὰρ ὑπὲρ μόνου τοῦ ἄνθους, ὥσπερ αἱ κήριναι.’ ‘ὑπὲρ μιμήσεως’ ἔφη ‘καὶ τοῦ κύνα τε ἐξεικάσαι καὶ ἵππον καὶ ἄνθρωπον καὶ ναῦν καὶ ὁπόσα ὁρᾷ ὁ ἥλιος· ἤδη δὲ καὶ τὸν ἥλιον αὐτὸν ἐξεικάζει τοτὲ μὲν ἐπὶ τεττάρων ἵππων, οἷος ἐνταῦθα λέγεται φαίνεσθαι, τοτὲ δ᾽ αὖ καὶ διαπυρσεύοντα τοῦ οὐρανοῦ, ἐπειδὰν αἰθέρα ὑπογράφῃ καὶ θεῶν οἶκον.’ ‘μίμησις οὖν ἡ γραφική, ὦ Δάμι;’ ‘τί δὲ ἄλλο;’ εἶπεν ‘εἰ γὰρ μὴ τοῦτο πράττοι, γελοία δόξει χρώματα ποιοῦσα εὐήθως.’ ‘τὰ δ᾽ ἐν τῷ οὐρανῷ’ ἔφη ‘βλεπόμενα, ἐπειδὰν αἱ νεφέλαι διασπασθῶσιν ἀπ᾽ ἀλλήλων, τοὺς κενταύρους καὶ τραγελάφους καὶ, νὴ Δί᾽, οἱ λύκοι τε καὶ οἱ ἵπποι, τί φήσεις; ἆρ᾽ οὐ μιμητικῆς εἶναι ἔργα;’ ‘ἔοικεν,’ ἔφη. ‘ζωγράφος οὖν ὁ θεός, ὦ Δάμι, καὶ καταλιπὼν τὸ πτηνὸν ἅρμα, ἐφ᾽ οὗ πορεύεται διακοσμῶν τὰ θεῖά τε καὶ ἀνθρώπεια, κάθηται τότε ἀθύρων τε καὶ γράφων ταῦτα, ὥσπερ οἱ παῖδες ἐν τῇ ψάμμῳ;’ ἠρυθρίασεν ὁ Δάμις ἐς οὕτως ἄτοπον ἐκπεσεῖν δόξαντος τοῦ λόγου. οὐχ ὑπεριδὼν οὖν αὐτὸν ὁ Ἀπολλώνιος, οὐδὲ γὰρ πικρὸς πρὸς τὰς ἐλέγξεις ἦν, ‘ἀλλὰ μὴ τοῦτο’ ἔφη ‘βούλει λέγειν, ὦ Δάμι, τὸ ταῦτα μὲν ἄσημά τε καὶ ὡς ἔτυχε [p. 65] διὰ τοῦ οὐρανοῦ φέρεσθαι τόγε ἐπὶ τῷ θεῷ, ἡμᾶς δὲ φύσει τὸ μιμητικὸν ἔχοντας ἀναρρυθμίζειν τε αὐτὰ καὶ ποιεῖν;’ ‘μᾶλλον’ ἔφη ‘τοῦτο ἡγώμεθα, ὦ Ἀπολλώνιε, πιθανώτερον γὰρ καὶ πολλῷ βέλτιον.’ ‘διττὴ ἄρα ἡ μιμητική, ὦ Δάμι, καὶ τὴν μὲν ἡγώμεθα οἵαν τῇ χειρὶ ἀπομιμεῖσθαι καὶ τῷ νῷ, γραφικὴν δὲ εἶναι ταύτην, τὴν δ᾽ αὖ μόνῳ τῷ νῷ εἰκάζειν.’ ‘οὐ διττήν,’ ἔφη ὁ Δάμις ‘ἀλλὰ τὴν μὲν τελεωτέραν ἡγεῖσθαι προσήκει γραφικήν γε οὖσαν, ἣ δύναται καὶ τῷ νῷ καὶ τῇ χειρὶ ἐξεικάσαι, τὴν δὲ ἑτέραν ἐκείνης μόριον, ἐπειδὴ ξυνίησι μὲν καὶ μιμεῖται τῷ νῷ καὶ μὴ γραφικός τις ὤν, τῇ χειρὶ δὲ οὐκ ἂν ἐς τὸ γράφειν αὐτὰ χρήσαιτο.’ ‘ἆρα,’ ἔφη ‘ὦ Δάμι, πεπηρωμένος τὴν χεῖρα ὑπὸ πληγῆς τινος ἢ νόσου;’ ‘μὰ Δί᾽’ εἶπεν ‘ἀλλ᾽ ὑπὸ τοῦ μήτε γραφίδος τινὸς ἧφθαι, μήτε ὀργάνου τινὸς ἢ χρώματος, ἀλλ᾽ ἀμαθῶς ἔχειν τοῦ γράφειν.’ ‘οὐκοῦν,’ ἔφη ‘ὦ Δάμι, ἄμφω ὁμολογοῦμεν μιμητικὴν μὲν ἐκ φύσεως τοῖς ἀνθρώποις ἥκειν, τὴν γραφικὴν δὲ ἐκ τέχνης. τουτὶ δ᾽ ἂν καὶ περὶ τὴν πλαστικὴν φαίνοιτο. τὴν δὲ δὴ ζωγραφίαν αὐτὴν οὔ μοι δοκεῖς μόνον τὴν διὰ τῶν χρωμάτων ἡγεῖσθαι, καὶ γὰρ ἓν χρῶμα ἐς αὐτὴν ἤρκεσε τοῖς γε ἀρχαιοτέροις τῶν γραφέων καὶ προϊοῦσα τεττάρων εἶτα πλειόνων ἥψατο, ἀλλὰ καὶ γραμμὴν καὶ τὸ ἄνευ χρώματος, ὃ δὴ σκιᾶς τε ξύγκειται καὶ φωτός, ζωγραφίαν προσήκει καλεῖν· καὶ γὰρ ἐν αὐτοῖς ὁμοιότης τε ὁρᾶται εἶδός τε καὶ νοῦς καὶ αἰδὼς καὶ θρασύτης, καίτοι χηρεύει χρωμάτων ταῦτα, καὶ οὔτε αἷμα ἐνσημαίνει οὔτε κόμης τινὸς ἢ ὑπήνης ἄνθος, ἀλλὰ μονοτρόπως ξυντιθέμενα τῷ τε ξανθῷ ἀνθρώπῳ ἔοικε καὶ τῷ λευκῷ, κἂν τούτων τινὰ τῶν Ἰνδῶν λευκῇ τῇ γραμμῇ γράψωμεν, [p. 66] μέλας δήπου δόξει, τὸ γὰρ ὑπόσιμον τῆς ῥινὸς καὶ οἱ ὀρθοὶ βόστρυχοι καὶ ἡ περιττὴ γένυς καὶ ἡ περὶ τοῖς ὀφθαλμοῖς οἷον ἔκπληξις μελαίνει τὰ ὁρώμενα καὶ Ἰνδὸν ὑπογράφει τοῖς γε μὴ ἀνοήτως ὁρῶσιν. ὅθεν εἴποιμ᾽ ἂν καὶ τοὺς ὁρῶντας τὰ τῆς γραφικῆς ἔργα μιμητικῆς δεῖσθαι· οὐ γὰρ ἂν ἐπαινέσειέ τις τὸν γεγραμμένον ἵππον ἢ ταῦρον μὴ τὸ ζῷον ἐνθυμηθείς, ᾧ εἴκασται, οὐδ᾽ ἂν τὸν Αἴαντά τις τὸν Τιμομάχου ἀγασθείη, ὃς δὴ ἀναγέγραπται αὐτῷ μεμηνώς, εἰ μὴ ἀναλάβοι τι ἐς τὸν νοῦν Αἴαντος εἴδωλον καὶ ὡς εἰκὸς αὐτὸν ἀπεκτονότα τὰ ἐν τῇ Τροίᾳ βουκόλια καθῆσθαι ἀπειρηκότα, βουλὴν ποιούμενον καὶ ἑαυτὸν κτεῖναι. ταυτὶ δέ, ὦ Δάμι, τὰ τοῦ Πώρου δαίδαλα μήτε χαλκευτικῆς μόνον ἀποφαινώμεθα, γεγραμμένοις γὰρ εἴκασται, μήτε γραφικῆς, ἐπειδὴ ἐχαλκεύθη, ἀλλ᾽ ἡγώμεθα σοφίσασθαι αὐτὰ γραφικόν τε καὶ χαλκευτικὸν ἕνα ἄνδρα, οἷον δή τι παρ᾽ Ὁμήρῳ τὸ τοῦ Ἡφαίστου περὶ τὴν τοῦ Ἀχιλλέως ἀσπίδα ἀναφαίνεται. μεστὰ γὰρ καὶ ταῦτα ὀλλύντων τε καὶ ὀλλυμένων, καὶ τὴν γῆν ᾑματῶσθαι φήσεις χαλκῆν οὖσαν.’

τοιαῦτα σπουδάζοντι τῷ ἀνδρὶ ἐφίστανται παρὰ τοῦ βασιλέως ἄγγελοι καὶ ἑρμηνεύς, ὡς ποιοῖτο αὐτὸν ὁ βασιλεὺς ξένον ἐς τρεῖς ἡμέρας, μὴ γὰρ πλειόνων νενομίσθαι τοὺς ξένους ἐνομιλεῖν τῇ πόλει, καὶ ἡγοῦντο αὐτῷ ἐς τὰ βασίλεια. ἡ πόλις δ᾽ ὡς μὲν ἔχει τοῦ τείχους, εἴρηκα, φασὶ δ᾽ ὡς ἀτάκτως τε καὶ Ἀττικῶς τοὺς στενωποὺς τέτμηται κατεσκεύασταί τε οἰκίαις, εἰ μὲν ἔξωθεν ὁρῴη τις αὐτάς, ἕνα ἐχούσαις ὄροφον, εἰ δ᾽ ἔσω παρέλθοι τις, ὑπογείοις ἤδη καὶ παρεχομέναις ἴσα τοῖς ἄνω τὰ ὑπὸ τῇ γῇ.

ἱερὸν δὲ ἰδεῖν Ἡλίου φασίν, ᾧ ἀνεῖτο Αἴας ἐλέφας, [p. 67] καὶ ἀγάλματα Ἀλεξάνδρου χρυσᾶ καὶ Πώρου ἕτερα, χαλκοῦ δ᾽ ἦν ταῦτα μέλανος. οἱ δὲ τοῦ ἱεροῦ τοῖχοι, πυρσαῖς λίθοις ὑπαστράπτει χρυσὸς αὐγὴν ἐκδιδοὺς ἐοικυῖαν ἀκτῖνι. τὸ δὲ ἕδος αὐτὸ μαργαρίτιδος ξύγκειται ξυμβολικὸν τρόπον, ᾧ βάρβαροι πάντες ἐς τὰ ἱερὰ χρῶνται.

περὶ δὲ τὰ βασίλεια οὔτε ὄγκον ἰδεῖν φασιν οἰκοδομημάτων, οὔτε δορυφόρους ἢ φύλακας, ἀλλ᾽ οἷα περὶ τὰς τῶν λαμπρῶν οἰκίας, ὀλίγους οἰκέτας καὶ διαλεχθῆναι τῷ βασιλεῖ δεομένους τρεῖς, οἶμαι, ἢ τέτταρας καὶ τὸν κόσμον τοῦτον ἀγασθῆναι μᾶλλον ἢ τὰ ἐν Βαβυλῶνι φλεγμαίνοντα, καὶ πολλῷ πλέον ἔσω παρελθόντες· καὶ γὰρ τοὺς ἀνδρῶνας καὶ τὰς στοὰς καὶ τὴν αὐλὴν πᾶσαν κεκολάσθαι φασίν.

ἔδοξεν οὖν τῷ Ἀπολλωνίῳ φιλοσοφεῖν ὁ Ἰνδὸς καὶ παραστησάμενος τὸν ἑρμηνέα ‘χαίρω,’ εἶπεν ‘ὦ βασιλεῦ, φιλοσοφοῦντά σε ὁρῶν.’ ‘ἐγὼ δὲ ὑπερχαίρω’ ἔφη ‘ἐπειδὴ οὕτω περὶ ἐμοῦ οἴει.’ ‘τουτὶ δὲ νενόμισται παρ᾽ ὑμῖν,’ εἶπεν ‘ἢ σὺ πρὸς τὸ ἐπιεικὲς τοῦτο τὴν ἀρχὴν κατεστήσω;’ ‘σωφρόνως’ ἔφη ‘νενομισμένῳ σωφρονέστερον χρῶμαι, καὶ πλεῖστα μὲν ἔχω ἀνθρώπων, δέομαι δὲ ὀλίγων, τὰ γὰρ πολλὰ τῶν φίλων τῶν ἐμαυτοῦ ἡγοῦμαι.’ ‘μακάριε τοῦ θησαυροῦ,’ εἶπεν ‘εἰ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύῃ τοὺς φίλους, ἐξ ὧν ἀναφύεταί σοι πολλά τε καὶ ἀγαθά.’ ‘καὶ μὴν καὶ τοῖς ἐχθροῖς’ ἔφη ‘κοινωνῶ τοῦ πλούτου. τοὺς γὰρ ἀεί ποτε διαφόρους τῇ χώρᾳ ταύτῃ βαρβάρους προσοικοῦντας καὶ καταδρομαῖς χρωμένους ἐς τἀμὰ ὅρια ὑποποιοῦμαι τουτοισὶ τοῖς χρήμασι καὶ δορυφορεῖταί μοι ὑπ᾽ αὐτῶν ἡ χώρα, καὶ οὔτε αὐτοὶ ἐπὶ τἀμὰ φοιτῶσι τούς τε ὁμόρους αὐτοῖς βαρβάρους ἀνείργουσι, χαλεποὺς [p. 68] ὄντας.’ ἐρομένου δὲ αὐτὸν τοῦ Ἀπολλωνίου, εἰ καὶ Πῶρος αὐτοῖς ἐτέλει χρήματα, ‘Πῶρος’ εἶπε ‘πολέμου ἤρα, ἐγὼ δὲ εἰρήνης.’ πάνυ τοῖς λόγοις τούτοις ἐχειροῦτο τὸν Ἀπολλώνιον καὶ οὕτως αὐτοῦ ἡττήθη, ὡς Εὐφράτῃ ποτὲ ἐπιπλήττων μὴ φιλοσοφοῦντι ‘ἡμεῖς δὲ ἀλλὰ τὸν Ἰνδὸν Φραώτην αἰδώμεθα,’ φάναι, ὄνομα γὰρ τῷ Ἰνδῷ τοῦτο ἦν. σατράπου δέ, ἐπειδὴ μεγάλων παρ᾽ αὐτοῦ ἠξιώθη, βουληθέντος αὐτὸν ἀναδῆσαι μίτρᾳ χρυσῇ κεκοσμημένῃ λίθοις ποικίλοις ‘ἐγώ,’ ἔφη ‘εἰ καὶ τῶν ζηλούντων τὰ τοιαῦτα ἦν, παρῃτησάμην ἂν αὐτὰ νῦν καὶ ἀπέρριψα τῆς κεφαλῆς Ἀπολλωνίῳ ἐντυχών, οἷς δὲ μήπω πρότερον ἀναδεῖσθαι ἠξίωσα, πῶς ἂν νῦν κοσμοίμην τὸν μὲν ξένον ἀγνοήσας, ἐμαυτοῦ δὲ ἐκλαθόμενος;’ ἤρετο αὐτὸν καὶ περὶ διαίτης ὁ Ἀπολλώνιος, ὁ δὲ ‘οἴνου μὲν’ ἔφη ‘πίνω τοσοῦτον, ὅσον τῷ Ἡλίῳ σπένδω, ἃ δ᾽ ἂν ἐν θήρᾳ λάβω, ταῦτα σιτοῦνται ἕτεροι, ἐμοὶ δ᾽ ἀπόχρη τὸ γεγυμνάσθαι. τὰ δὲ ἐμὰ σιτία λάχανα καὶ φοινίκων ἐγκέφαλοι καὶ ὁ καρπὸς τῶν φοινίκων καὶ ὁπόσα ὁ ποταμὸς κηπεύει. πολλὰ δέ μοι καὶ ἀπὸ δένδρων φύεται, ὧν γεωργοὶ αἵδε αἱ χεῖρες.’ ταῦτα ἀκούων ὁ Ἀπολλώνιος ὑπερήδετό τε καὶ ἐς τὸν Δάμιν θαμὰ ἑώρα.

ἐπεὶ δὲ ἱκανῶς διελέχθησαν περὶ τῆς ὁδοῦ τῆς παρὰ τοὺς Βραχμᾶνας, τὸν μὲν παρὰ τοῦ Βαβυλωνίου ἡγεμόνα ἐκέλευσε ξενίζειν, ὥσπερ εἰώθει τοὺς ἐκ Βαβυλῶνος ἥκοντας, τὸν δὲ παρὰ τοῦ σατράπου ἀπιέναι λαβόντα ἐφόδια, αὐτὸς δὲ λαβόμενος τῆς τοῦ Ἀπολλωνίου χειρός, καὶ κελεύσας ἀπελθεῖν τὸν ἑρμηνέα ‘ἆρ᾽ ἂν’ ἔφη ‘ποιήσαιό με συμπότην;’ ἤρετο δ᾽ αὐτὸν φωνῇ Ἑλλάδι. ἐκπλαγέντος δὲ τοῦ Ἀπολλωνίου καὶ ‘τοῦ χάριν οὐκ ἐξ ἀρχῆς οὕτω [p. 69] διελέγου;’ φήσαντος ‘ἔδεισα’ ἔφη ‘θρασὺς δόξαι μὴ γιγνώσκων ἐμαυτόν, μηδ᾽ ὅτι βάρβαρον εἶναί με δοκεῖ τῇ τύχῃ, σοῦ δὲ ἡττηθείς, ἐπειδὴ καὶ σὲ ὁρῶ ἐμοὶ χαίροντα, οὐκ ἠδυνήθην ἐμαυτὸν κρύπτειν, ὡς δὲ μεστός εἰμι τῆς Ἑλλήνων φωνῆς, ἐν πολλοῖς δηλώσω.’ ‘τί οὖν’ εἶπεν ‘οὐκ αὐτὸς ἐπήγγειλας ἐμοὶ τὸ συμπόσιον, ἀλλ᾽ ἐμέ σοι κελεύεις ἐπαγγέλλειν;’ ‘ὅτι σε’ ἔφη ‘βελτίω ἐμαυτοῦ ἡγοῦμαι, τὸ γὰρ βασιλικώτερον σοφία ἔχει.’ καὶ ἅμα ἦγεν αὐτόν τε καὶ τοὺς ἀμφ᾽ αὐτόν, οὗπερ εἰώθει λοῦσθαι. τὸ δὲ βαλανεῖον παράδεισος ἦν σταδίου μῆκος, ᾧ μέση κολυμβήθρα ἐνωρώρυκτο πηγὰς ἐκδεχομένη ποτίμου τε καὶ ψυχροῦ ὕδατος, τὰ δὲ ἐφ᾽ ἑκάτερα δρόμοι ἦσαν, ἐν οἷς ἀκοντίῳ τε καὶ δίσκῳ τὸν Ἑλληνικὸν τρόπον ἑαυτὸν ἐξήσκει, καὶ γὰρ τὸ σῶμα ἔρρωτο ὑπό τε ἡλικίας — ἑπτὰ γὰρ καὶ εἴκοσιν ἔτη γεγονὼς ἦν — ὑπό τε τοῦ ὧδε γυμνάζεσθαι. ἐπεὶ δὲ ἱκανῶς ἔχοι, ἐπήδα ἐς τὸ ὕδωρ καὶ ἐγύμναζεν ἑαυτὸν τῷ νεῖν. ὡς δὲ ἐλούσαντο, ἐβάδιζον ἐς τὸ συσσίτιον ἐστεφανωμένοι, τουτὶ δὲ νενόμισται Ἰνδοῖς, ἐπειδὰν ἐς τοῦ βασιλέως πίνωσιν.

ἄξιον δὲ μηδὲ τὸ σχῆμα παραλιπεῖν τοῦ πότου σαφῶς γε ἀναγεγραμμένον ὑπὸ τοῦ Δάμιδος· εὐωχεῖται μὲν γὰρ ἐπὶ στιβάδος ὁ βασιλεὺς καὶ τῶν ξυγγενῶν μέχρι πέντε οἱ ἐγγύς, οἱ δὲ λοιποὶ πάντες ἐν θάκοις συσσιτοῦσι. τράπεζα δέ, ὥσπερ βωμὸς ὕψος ἐς γόνυ ἀνδρὸς ἐξῳκοδόμηται μέση, κύκλον ἐπέχουσα χοροῦ ξυμβεβλημένου ἀνδρῶν τριάκοντα, ἐφ᾽ ἧς δάφναι τε διαστρώννυνται καὶ κλῶνες ἕτεροι παραπλήσιοι μὲν τῇ μυρρίνῃ, φέροντες δὲ Ἰνδοῖς μύρον. ἐνταῦθα διάκεινται ἰχθῦς μὲν καὶ ὄρνιθες, διάκεινται δὲ λέοντές τε ὅλοι καὶ δορκάδες καὶ σύες [p. 70] καὶ τίγρεων ὀσφύες, τὰ γὰρ λοιπὰ τοῦ θηρίου παραιτοῦνται ἐσθίειν, ἐπειδὴ τὸ ζῷον τοῦτό φασιν, ὅταν πρῶτον γένηται, τοὺς ἐμπροσθίους τῶν ποδῶν ἀνίσχοντι αἴρειν τῷ Ἡλίῳ. καὶ ἀνιστάμενος ὁ δαιτυμὼν φοιτᾷ πρὸς τὴν τράπεζαν καὶ τὰ μὲν ἀνελόμενος τούτων, τὰ δὲ ἀποτεμὼν ἀπελθὼν ἐς τὸν ἑαυτοῦ θᾶκον ἐμπίπλαται θαμινὰ ἐπεσθίων τοῦ ἄρτου. ἐπειδὰν δὲ ἱκανῶς ἔχωσιν, ἐσφέρονται κρατῆρες ἀργυροῖ τε καὶ χρυσοῖ, δέκα συμπόταις ἀποχρῶν εἷς, ἀφ᾽ ὧν πίνουσι κύψαντες, ὥσπερ ποτιζόμενοι. μεταξὺ δὲ πίνοντες ἐπεσάγονται ἀγερωχίας ἐπικινδύνους καὶ οὐκ ἔξω τοῦ σπουδάζειν· παῖς γάρ τις, ὥσπερ ὁ τῶν ὀρχηστρίδων, ἀνερριπτεῖτο κούφως συναφιεμένου αὐτῷ βέλους ἐς τὸ ἄνω, καὶ ἐπειδὴ πολὺ ἀπὸ τῆς γῆς γένοιτο, ἐκυβίστα ὁ παῖς ὑπεραίρων ἑαυτὸν τοῦ βέλους, καὶ ἁμαρτόντι τοῦ κυβιστᾶν ἕτοιμα ἦν βεβλῆσθαι· ὁ γὰρ τοξότης πρὶν ἀφιέναι περιῄει τοὺς ξυμπότας ἐπιδεικνὺς τὴν ἀκίδα καὶ διδοὺς ἔλεγχον τοῦ βέλους. καὶ τὸ διὰ σφενδόνης δὲ τοξεῦσαι καὶ τὸ ἐς τρίχα ἱέναι καὶ τὸν υἱὸν τὸν ἑαυτοῦ σκιαγραφῆσαι βέλεσιν ἀνεστῶτα πρὸς σανίδα σπουδάζουσιν ἐν τοῖς πότοις καὶ κατορθοῦσιν αὐτὰ μεθύοντες.

οἱ μὲν δὴ περὶ τὸν Δάμιν ἐξεπλήττοντο αὐτὰ ὡς εὔσκοπα καὶ τὴν ξυμμετρίαν τῆς τοξείας ἐθαύμαζον, ὁ δὲ Ἀπολλώνιος, ξυνεσίτει γὰρ τῷ βασιλεῖ ὁμοδιαίτῳ ὄντι, τούτοις μὲν ἧττον προσεῖχε, πρὸς δὲ τὸν βασιλέα ‘εἰπέ μοι, ὦ βασιλεῦ,’ ἔφη ‘πόθεν οὕτως ἔχεις φωνῆς Ἑλλάδος φιλοσοφία τε ἡ περὶ σὲ πόθεν ἐνταῦθα; οὐ γὰρ ἐς διδασκάλους γε οἶμαι ἀναφέρειν, ἐπεὶ μηδὲ εἶναί τινας ἐν Ἰνδοῖς εἰκὸς διδασκάλους τούτου.’ γελάσας οὖν ὁ βασιλεὺς ‘οἱ μὲν παλαιοὶ’ ἔφη ‘τὰς ἐρωτήσεις τῶν καταπλεόντων [p. 71] ἐποιοῦντο, εἰ λῃσταί εἰσιν, οὕτως αὐτὸ καίτοι χαλεπὸν ὂν κοινὸν ἡγοῦντο, ὑμεῖς δέ μοι δοκεῖτε τοὺς ἐπιφοιτῶντας ὑμῖν ἐρωτᾶν, μὴ φιλόσοφοί εἰσιν, οὕτως αὐτὸ καίτοι θειότατον τῶν κατ᾽ ἀνθρώπους ὂν καὶ τοῖς ἐπιτυχοῦσιν ὑπάρχειν οἴεσθε. καὶ ὅτι μὲν παρ᾽ ὑμῖν ταὐτὸν τῷ λῃστεύειν ἐστίν, οἶδα, ὁμοίῳ μὲν γὰρ σοὶ ἀνδρὶ οὔ φασιν εἶναι ἐντυχεῖν, τοὺς δὲ πολλοὺς, ὥσπερ σκυλεύσαντας αὐτὸ ἑτέρων περιβεβλῆσθαί τε ἀναρμόστως καὶ σοβεῖν ἀλλοτρίαν ἐσθῆτα ἐπισύροντας· καὶ νὴ Δί᾽, ὥσπερ οἱ λῃσταὶ τρυφῶσιν εἰδότες ὅτι ὑπὸ τῇ δίκῃ κεῖνται, οὕτω κἀκείνους φασὶ γαστρί τε διδόναι καὶ ἀφροδισίοις καὶ ἀμπεχόνῃ λεπτῇ. τὸ δὲ αἴτιον· νόμοι ὑμῖν, οἶμαι, εἰσίν, εἰ μὲν τὸ νόμισμα παραφθείροι τις, ἀποθνήσκειν αὐτόν, καὶ παιδίον εἴ τις παρεγγράφοι, ἢ οὐκ οἶδ᾽ ὅ τι ἐπὶ τούτῳ, τοὺς δὲ τὴν φιλοσοφίαν ὑποβαλλομένους ἢ παραφθείροντας οὐδείς, οἶμαι, νόμος παρ᾽ ὑμῖν ἴσχει, οὐδὲ ἀρχή τις ἐπ᾽ αὐτοὺς τέτακται.’

‘παρ᾽ ἡμῖν δὲ ὀλίγοι μὲν τοῦ φιλοσοφεῖν ἅπτονται, δοκιμάζονται δὲ ὧδε· χρὴ τὸν νέον, ἐπειδὰν ὀκτωκαίδεκα ἔτη γεγονὼς τύχῃ, τουτὶ δ᾽, οἶμαι, καὶ παρ᾽ ὑμῖν ἐφήβου μέτρον, ὑπὲρ τὸν Ὕφασιν ποταμὸν ἐλθεῖν παρὰ τοὺς ἄνδρας, οὓς σὺ ὥρμηκας, εἰπόντα δημοσίᾳ πρότερον ὅτι φιλοσοφήσοι, ἵν᾽ ᾖ τοῖς βουλομένοις ἐξείργειν αὐτόν, εἰ μὴ καθαρὸς φοιτῴη. καθαρὸν δὲ λέγω πρῶτον μὲν τὸ ἐς πατέρα καὶ μητέρα ἧκον, μὴ περὶ αὐτοὺς ὄνειδός τι ἀναφαίνοιτο, εἶθ᾽ οἱ τούτων γονεῖς καὶ τρίτον γένος ἐς ἄνω, μὴ ὑβριστής τις ἢ ἀκρατὴς ἢ χρηματιστὴς ἄδικος. ὅταν δὲ μηδεμία οὐλὴ περὶ τούτους ἀναφαίνηται, μηδὲ στίγμα ὅλως μηδέν, αὐτὸν ἤδη διορᾶν τὸν νέον καὶ βασανίζειν, πρῶτον μέν, εἰ μνημονικός, εἶτα, εἰ [p. 72] κατὰ φύσιν αἰδήμων, ἀλλὰ μὴ πλαττόμενος τοῦτο, μὴ μεθυστικὸς μὴ λίχνος μὴ ἀλαζὼν μὴ φιλόγελως μὴ θρασὺς μὴ φιλολοίδορος, εἰ πατρὸς ὑπήκοος εἰ μητρὸς εἰ διδασκάλων εἰ παιδαγωγῶν, ἐπὶ πᾶσιν, εἰ μὴ κακὸς περὶ τὴν ἑαυτοῦ ὥραν. τὰ μὲν δὴ τῶν γειναμένων αὐτὸν καὶ οἳ ἐκείνους ἐγείναντο, ἐκ μαρτύρων ἀναλέγονται καὶ γραμμάτων, ἃ δημοσίᾳ κεῖται. ἐπειδὰν γὰρ τελευτήσῃ ὁ Ἰνδός, φοιτᾷ ἐπὶ θύρας αὐτοῦ μία ἀρχὴ τεταγμένη ὑπὸ τῶν νόμων ἀναγράφειν αὐτόν, ὡς ἐβίω, καὶ ψευσαμένῳ ἢ ψευσθέντι τῷ ἄρχοντι ἐπιτιμῶσιν οἱ νόμοι μὴ ἄρξαι αὐτὸν ἔτι ἀρχὴν μηδεμίαν, ὡς παραποιήσαντα βίον ἀνθρώπου, τὰ δὲ τῶν ἐφήβων ἐς αὐτοὺς ὁρῶντες ἀναμανθάνουσι· πολλὰ μὲν γὰρ ὀφθαλμοὶ τῶν ἀνθρωπείων ἠθῶν ἑρμηνεύουσι, πολλὰ δ᾽ ἐν ὀφρύσι καὶ παρειαῖς κεῖται γνωματεύειν τε καὶ θεωρεῖν, ἀφ᾽ ὧν σοφοί τε καὶ φυσικοὶ ἄνδρες, ὥσπερ ἐν κατόπτρῳ εἴδωλα, τοὺς νοῦς τῶν ἀνθρώπων διαθεῶνται. μεγάλων γὰρ δὴ ἀξιουμένης φιλοσοφίας ἐνταῦθα καὶ τιμὴν τούτου παρ᾽ Ἰνδοῖς ἔχοντος ἀνάγκη πᾶσα ἐκβασανίζεσθαί τε τοὺς ἐπ᾽ αὐτὴν ἰόντας ἐλέγχοις τε ὑποβεβλῆσθαι μυρίοις. ὡς μὲν δὴ ἐπὶ διδασκάλοις αὐτὸ ποιούμεθα καὶ ἐς δοκιμασίαν ἡμῖν τὸ φιλοσοφεῖν ἥκει, σαφῶς εἴρηκα, τοὐμὸν δὲ ὧδε ἔχει·’

‘ἐγὼ μὲν πάππου βασιλέως ἐγενόμην, ὃς ἦν μοι ὁμώνυμος, πατρὸς δὲ ἰδιώτου· καταλειφθεὶς γὰρ κομιδῇ νέος ἐπίτροποι μὲν αὐτῷ ἐγένοντο δύο τῶν ξυγγενῶν κατὰ τοὺς τῶν Ἰνδῶν νόμους, ἔπραττον δὲ ὑπὲρ αὐτοῦ τὰ βασιλικὰ οὐ χρηστῶς, μὰ τὸν Ἥλιον, οὐδὲ ξυμμέτρως, ὅθεν βαρεῖς τοῖς ὑπηκόοις ἐφαίνοντο καὶ ἡ ἀρχὴ κακῶς ἤκουε. ξυστάντες οὖν ἐπ᾽ αὐτοὺς τῶν δυνατῶν τινες ἐπιτίθενταί σφισιν ἐν ἑορτῇ καὶ [p. 73] κτείνουσι τῷ Ἰνδῷ θύοντας, αὐτοί τε ἐπεσπηδήσαντες τῷ ἄρχειν ξυνέσχον τὰ κοινά. δείσαντες οὖν οἱ ξυγγενεῖς περὶ τῷ πατρὶ μήπω ἑκκαίδεκα ἔτη γεγονότι πέμπουσιν αὐτὸν ὑπὲρ τὸν Ὕφασιν παρὰ τὸν ἐκεῖ βασιλέα. πλειόνων δὲ ἢ ἐγὼ ἄρχει καὶ εὐδαίμων ἡ χώρα παρὰ πολὺ τῆς ἐνταῦθα. βουλομένου δ᾽ αὐτὸν τοῦ βασιλέως παῖδα ποιεῖσθαι, τουτὶ μὲν παρῃτήσατο φήσας μὴ φιλονεικεῖν τῇ τύχῃ ἀφῃρημένῃ αὐτὸν τὸ ἄρχειν, ἐδεήθη δ᾽ αὐτοῦ ξυγχωρῆσαί οἱ φιλοσοφῆσαι βαδίσαντι παρὰ τοὺς σοφούς, καὶ γὰρ ἂν καὶ ῥᾷον καρτερῆσαι τὰ οἴκοι κακά. βουλομένου δὲ τοῦ βασιλέως καὶ κατάγειν αὐτὸν ἐπὶ τὴν πατρῴαν ἀρχήν ‘εἰ γνησίως’ ἔφη ‘φιλοσοφοῦντα αἴσθοιο, κάταγε, εἰ δὲ μή, ἔα με οὕτως ἔχειν.’ αὐτὸς οὖν ὁ βασιλεὺς ἥκων παρὰ τοὺς σοφοὺς μεγάλων ἂν ἔφη παρ᾽ αὐτῶν τυχεῖν, εἰ τοῦ παιδὸς ἐπιμεληθεῖεν γενναίου τὴν φύσιν ἤδη ὄντος, οἱ δὲ κατιδόντες τι ἐν αὐτῷ πλέον ἠσπάσαντο προσδοῦναί οἱ τῆς αὑτῶν σοφίας καὶ προθύμως ἐπαίδευον προσκείμενον πάνυ τῷ μανθάνειν. ἑβδόμῳ δὲ ἔτει νοσῶν ὁ βασιλεύς, ὅτε δὴ καὶ ἐτελεύτα, μεταπέμπεται αὐτὸν καὶ κοινωνὸν τῆς ἀρχῆς ἀποφαίνει τῷ υἱῷ τήν τε θυγατέρα ὁμολογεῖ πρὸς ὥραν οὖσαν, ὁ δέ, ἐπειδὴ τὸν τοῦ βασιλέως υἱὸν εἶδε κολάκων καὶ οἴνου καὶ τῶν τοιούτων κακῶν ἥττω μεστόν τε ὑποψιῶν πρὸς αὐτόν, ‘σὺ μὲν’ ἔφη ‘ταῦτ᾽ ἔχε καὶ τῆς ἀρχῆς ἁπάσης ἐμφοροῦ, καὶ γὰρ εὔηθες μηδὲ τὴν προσήκουσαν ἑαυτῷ βασιλείαν κτήσασθαι δυνηθέντα θρασέως δοκεῖν ἐπὶ τὴν μὴ προσήκουσαν ἥκειν, ἐμοὶ δὲ τὴν ἀδελφὴν δίδου, τουτὶ γὰρ μόνον ἀπόχρη μοι τῶν σῶν.’ καὶ λαβὼν τὸν γάμον ἔζη πλησίον τῶν σοφῶν ἐν κώμαις ἑπτὰ εὐδαίμοσιν, ἃς ἐπέδωκε τῇ ἀδελφῇ ὁ βασιλεὺς [p. 74] ἐς ζώνην. γίγνομαι τοίνυν ἐγὼ τοῦ γάμου τούτου καί με ὁ πατὴρ τὰ Ἑλλήνων παιδεύσας ἄγει παρὰ τοὺς σοφοὺς πρὸ ἡλικίας ἴσως, δώδεκα γάρ μοι τότε ἦν ἔτη, οἱ δὲ ἔτρεφον ἴσα καὶ ἑαυτῶν παῖδα, οὓς γὰρ ἂν ὑποδέξωνται τὴν Ἑλλήνων φωνὴν εἰδότας, ἀγαπῶσι μᾶλλον, ὡς ἐς τὸ ὁμόηθες αὐτοῖς ἤδη προσήκοντας.’

‘ ἀποθανόντων δέ μοι καὶ τῶν γονέων οὐ μεταπολὺ ἀλλήλων αὐτοί με βαδίσαντα ἐπὶ τὰς κώμας ἐκέλευσαν ἐπιμεληθῆναι τῶν ἐμαυτοῦ γεγονότα ἐννεακαίδεκα ἔτη. τὰς μὲν οὖν κώμας ἀφῄρητό με ἤδη ὁ χρηστὸς θεῖος καὶ οὐδὲ τὰ γῄδιά μοι ὑπέλιπε τὰ κεκτημένα τῷ πατρί, πάντα γὰρ τῇ ἑαυτοῦ ἀρχῇ προσήκειν αὐτά, ἐμὲ δ᾽ ἂν μεγάλων παρ᾽ αὐτοῦ τυχεῖν, εἴ με ἐῴη ζῆν. ἔρανον οὖν ξυλλεξάμενος παρὰ τῶν τῆς μητρὸς ἀπελευθέρων ἀκολούθους εἶχον τέτταρας. καί μοι ἀναγιγνώσκοντι τοὺς Ἡρακλείδας τὸ δρᾶμα ἐπέστη τις ἐντεῦθεν ἐπιστολὴν φέρων παρὰ ἀνδρὸς ἐπιτηδείου τῷ πατρί, ὅς με ἐκέλευσε διαβάντα τὸν Ὑδραώτην ποταμὸν ξυγγίγνεσθαί οἱ περὶ τῆς ἀρχῆς τῆς ἐνταῦθα, πολλὰς γὰρ ἐλπίδας εἶναί μοι ἀνακτήσασθαι αὐτὴν μὴ ἐλινύοντι. τὸ μὲν δὴ δρᾶμα θεῶν τις οἶμαι ἐπὶ νοῦν ἤγαγε καὶ εἱπόμην τῇ φήμῃ, διαβὰς δὲ τὸν ποταμὸν τὸν μὲν ἕτερον τῶν βεβιασμένων ἐς τὴν ἀρχὴν τεθνάναι ἤκουσα, τὸν δὲ ἕτερον ἐν τοῖς βασιλείοις πολιορκεῖσθαι τούτοις. ἐχώρουν δὴ ξυντείνων καὶ βοῶν πρὸς τοὺς ἐν ταῖς κώμαις, δἰ ὧν ἔστειχον, ὡς ὁ τοῦ δεῖνος εἴην υἱὸς καὶ ἐπὶ τὴν ἀρχὴν τὴν ἐμαυτοῦ ἴοιμι, οἱ δὲ χαίροντές τε καὶ ἀσπαζόμενοί με προὔπεμπον παραπλήσιον ἡγούμενοι τῷ πάππῳ, ἐγχειρίδιά τε ἦν αὐτοῖς καὶ τόξα καὶ πλείους ἀεὶ ἐγιγνόμεθα, καὶ προσελθόντα ταῖς πύλαις οὕτω τι ἄσμενοι ἐδέξαντο οἱ ἐνταῦθα, ὡς ἀπὸ [p. 75] τοῦ βωμοῦ τοῦ Ἡλίου δᾷδας ἁψάμενοι πρὸ πυλῶν τε ἥκειν καὶ ἡγεῖσθαι δεῦρο ἐφυμνοῦντες πολλὰ τῷ πατρὶ καὶ τῷ πάππῳ, τὸν δὲ ἔσω κηφῆνα πέριξ τὸ τεῖχος ἔκλῃσαν καίτοι ἐμοῦ παραιτουμένου μὴ τοιῷδε τρόπῳ ἀποθανεῖν αὐτόν.’

ὑπολαβὼν οὖν ὁ Ἀπολλώνιος ‘Ἡρακλειδῶν’ ἔφη ‘κάθοδον ἀτεχνῶς διελήλυθας, καὶ ἐπαινετέοι οἱ θεοὶ τῆς διανοίας, ὅτι γενναίῳ ἀνδρὶ ἐπὶ τὰ ἑαυτοῦ στείχοντι ξυνήραντο τῆς καθόδου. ἀλλ᾽ ἐκεῖνό μοι περὶ τῶν σοφῶν εἰπέ· οὐ καὶ ὑπὸ Ἀλεξάνδρῳ ποτὲ ἐγένοντο οὗτοι καὶ ἀναχθέντες αὐτῷ περὶ τοῦ οὐρανοῦ ἐφιλοσόφησαν;’ ‘Ὀξυδράκαι’ ἔφη ‘ἐκεῖνοι ἦσαν, τὸ δὲ ἔθνος τοῦτο ἐλευθεριάζει τε ἀεὶ καὶ πολεμικῶς ἐξήρτυται, σοφίαν τε μεταχειρίζεσθαί φασιν οὐδὲν χρηστὸν εἰδότες· οἱ δὲ ἀτεχνῶς σοφοὶ κεῖνται μὲν τοῦ Ὑφάσιδος καὶ τοῦ Γάγγου μέσοι, τὴν δὲ χώραν ταύτην οὐδὲ ἐπῆλθεν ὁ Ἀλέξανδρος, οὔτι που τὰ ἐν αὐτῇ δείσας, ἀλλ᾽, οἶμαι, τὰ ἱερὰ ἀπεσήμηνεν αὐτῷ. εἰ δὲ καὶ διέβη τὸν Ὕφασιν καὶ τὴν περὶ αὐτοὺς γῆν ἠδυνήθη ἑλεῖν, ἀλλὰ τήν γε τύρσιν, ἣν ἐκεῖνοι κατοικοῦσιν, οὐδ᾽ ἂν μυρίους μὲν Ἀχιλλέας, τρισμυρίους δὲ Αἴαντας ἄγων ποτὲ ἐχειρώσατο· οὐ γὰρ μάχονται τοῖς προσελθοῦσιν, ἀλλὰ διοσημίαις τε καὶ σκηπτοῖς βάλλοντες ἀποκρούονται σφᾶς ἱεροὶ καὶ θεοφιλεῖς ὄντες· τὸν γοῦν Ἡρακλέα τὸν Αἰγύπτιον καὶ τὸν Διόνυσον ξὺν ὅπλοις διαδραμόντας τὸ Ἰνδῶν ἔθνος φασὶ μέν ποτε ἐλάσαι ἐπ᾽ αὐτοὺς ἅμα μηχανάς τε παλαμήσασθαι καὶ τοῦ χωρίου ἀποπειρᾶσθαι, οἱ δὲ ἀντιπράττειν οὐδέν, ἀλλ᾽ ἀτρεμεῖν, ὡς ἐκείνοις ἐφαίνοντο, ἐπεὶ δ᾽ αὐτοὶ προσῄεσαν, πρηστῆρες αὐτοὺς ἀπεώσαντο καὶ βρονταὶ κάτω στρεφόμεναι καὶ ἐμπίπτουσαι τοῖς ὅπλοις, τήν τε ἀσπίδα χρυσῆν οὖσαν ἀποβαλεῖν ἐκεῖ [p. 76] λέγεται ὁ Ἡρακλῆς, καὶ πεποίηνται αὐτὴν ἀνάθημα οἱ σοφοὶ διά τε τὴν τοῦ Ἡρακλέους δόξαν, διά τε τὸ ἐκτύπωμα τῆς ἀσπίδος· αὐτὸς γὰρ πεποίηται ὁ Ἡρακλῆς ὁρίζων τὰ Γάδειρα καὶ τὰ ὄρη στήλας ποιούμενος τόν τε Ὠκεανὸν ἐς τὰ ἔσω ἐπισπώμενος, ὅθεν δηλοῦται μὴ τὸν Θηβαῖον Ἡρακλέα, τὸν δὲ Αἰγύπτιον ἐπὶ τὰ Γάδειρα ἐλθεῖν καὶ ὁριστὴν γενέσθαι τῆς γῆς.’

τοιαῦτα διαλεγομένων αὐτῶν ἐπῆλθεν ὁ ὕμνος αὐλῷ ἅμα, ἐρομένου δὲ τοῦ Ἀπολλωνίου τὸν βασιλέα, ὅ τι ἐθέλοι ὁ κῶμος, ‘Ἰνδοὶ’ ἔφη ‘παραινέσεις τῷ βασιλεῖ ᾄδουσιν, ἐπειδὰν πρὸς τῷ καθεύδειν γίγνηται, ὀνείρασί τε ἀγαθοῖς χρῆσθαι χρηστόν τε ἀνίστασθαι καὶ εὐξύμβολον τοῖς ὑπηκόοις.’ ‘πῶς οὖν,’ ἔφη ‘ὦ βασιλεῦ, διάκεισαι πρὸς ταῦτα; σὲ γάρ που αὐλοῦσιν.’ ‘οὐ καταγελῶ,’᾿ ἔφη ‘δεῖ γὰρ προσίεσθαι αὐτὰ τοῦ νόμου ἕνεκεν, παραινέσεως μέντοι μηδεμιᾶς δεῖσθαι, ὅσα γὰρ ἂν ὁ βασιλεὺς μετρίως τε καὶ χρηστῶς πράττῃ, ταῦτα ἑαυτῷ δήπου χαριεῖται μᾶλλον ἢ τοῖς ὑπηκόοις.’

τοιαῦτα διαλεχθέντες, ἀνεπαύσαντο, ἐπεὶ δὲ ἡμέρα ὑπεφαίνετο, αὐτὸς ὁ βασιλεὺς ἀφίκετο ἐς τὸ δωμάτιον, ᾧ ἐνεκάθευδον οἱ περὶ τὸν Ἀπολλώνιον, καὶ τὸν σκίμποδα ἐπιψηλαφήσας προσεῖπέ τε τὸν ἄνδρα, καὶ ἤρετο αὐτόν, ὅ τι ἐνθυμοῖτο, ‘οὐ γάρ που καθεύδεις’ εἶπεν ‘ὕδωρ πίνων καὶ καταγελῶν τοῦ οἴνου.’ ‘οὐ γὰρ καθεύδειν ἡγῇ’ ἔφη ‘τοὺς τὸ ὕδωρ πίνοντας;’ ‘καθεύδειν μέν,’ ἔφη ‘λεπτὸν δὲ ὕπνον, ὅνπερ ἄκροις αὐτῶν τοῖς ὀφθαλμοῖς ἐφιζάνειν φῶμεν, οὐ τῷ νῷ.’ ‘ἀμφοτέροις’ εἶπε, ‘καὶ ἴσως τῷ νῷ μᾶλλον· εἰ γὰρ μὴ ἀτρεμήσει ὁ νοῦς, οὐδὲ ὑποδέξονται οἱ ὀφθαλμοὶ τὸν ὕπνον· οἱ γοῦν μεμηνότες οὐδὲ καθεύδειν δύνανται διὰ τὴν τοῦ νοῦ [p. 77] πήδησιν, ἀλλ᾽ ἐς ἄλλα καὶ ἄλλα ἀπιούσης τῆς ἐννοίας γοργότερόν τε ἀναβλέπουσι καὶ ἀναιδέστερον, ὥσπερ οἱ ἄυπνοι τῶν δρακόντων.’ ‘ἐπεὶ τοίνυν, ὦ βασιλεῦ,’ εἶπε ‘σαφῶς ἡρμήνευται τὸ τοῦ ὕπνου ἔργον καὶ ἅττα δηλοῦται ῾αὐτᾦ τοῖς ἀνθρώποις, σκεψώμεθα, τί μειονεκτήσει ἐν τῷ ὕπνῳ τοῦ μεθύοντος ὁ τὸ ὕδωρ πίνων.’ ‘μὴ σοφίζου,’ ἔφη ὁ βασιλεὺς ‘εἰ γὰρ μεθύοντα ὑποθήσῃ, οὐ καθευδήσει τοῦτο, βακχεύουσα γὰρ ἡ γνώμη στροβήσει τε αὐτὸν καὶ ταραχῆς ἐμπλήσει· δοκοῦσί τοι πάντες οἱ ἐκ μέθης καταδαρθεῖν πειρώμενοι ἀναπέμπεσθαί τε ἐς τὸν ὄροφον, καὶ αὖ ὑπόγειοι εἶναι δίνην τε ἐμπεπτωκέναι σφίσιν, οἵα δὴ περὶ τὸν Ἰξίονα λέγεται ξυμβαίνειν. οὔκουν ἀξιῶ τὸν μεθύοντα, ἀλλὰ τὸν πεπωκότα μὲν τοῦ οἴνου, νήφοντα δὲ θεωρεῖν, ὡς καθευδήσει, καὶ ὡς πολλῷ βέλτιον τοῦ ἀοίνου.’

καλέσας οὖν ὁ Ἀπολλώνιος τὸν Δάμιν ‘πρὸς δεινὸν ἄνδρα’ ἔφη ‘ὁ λόγος καὶ σφόδρα γεγυμνασμένον τοῦ διαλέγεσθαι.’ ‘ὁρῶ,’ ἔφη ‘καὶ τοῦτ᾽ ἴσως ἦν τὸ μελαμπύγου τυχεῖν. κἀμὲ δὲ πάνυ αἱρεῖ ὁ λόγος, ὃν εἴρηκεν· ὥρα οὖν σοι ἀφυπνίσαντι ἀποτελεῖν αὐτόν.’ ἀνακουφίσας οὖν τὴν κεφαλὴν ὁ Ἀπολλώνιος ‘καὶ μὴν ὅσον’ ἔφη ‘πλεονεκτοῦμεν οἱ τὸ ὕδωρ πίνοντες πρὸς τὸ καθεύδειν ἥδιον, ἐγὼ δηλώσω τοῦ γε σοῦ λόγου ἐχόμενος· ὡς μὲν γὰρ τετάρακται ἡ γνώμη τοῖς μεθύουσι καὶ μανικώτερον διάκεινται, σαφῶς εἴρηκας, ὁρῶμεν γὰρ τοὺς μέθῃ κατεσχημένους διττὰς μὲν σελήνας δοκοῦντας βλέπειν, διττοὺς δὲ ἡλίους, τοὺς δὲ ἧττον πεπωκότας, κἂν πάνυ νήφωσιν, οὐδὲν μὲν τούτων ἡγουμένους, μεστοὺς δὲ εὐφροσύνης καὶ ἡδονῆς, ἣ δὴ προσπίπτει σφίσιν οὐδὲ ἐξ εὐπραγίας πολλάκις, καὶ μελετῶσι δὲ οἱ τοιοῦτοι δίκας οὐδὲ φθεγξάμενοί [p. 78] πω ἐν δικαστηρίῳ καὶ πλουτεῖν φασιν οὐδὲ δραχμῆς αὐτοῖς ἔνδον οὔσης. ταῦτα δέ, ὦ βασιλεῦ, μανικὰ πάθη· καὶ γὰρ αὐτὸ τὸ ἥδεσθαι διακινεῖ τὴν γνώμην καὶ πολλοὺς οἶδα τῶν σφόδρα ἡγουμένων εὖ πράττειν οὐδὲ καθεύδειν δυναμένους, ἀλλ᾽ ἐκπηδῶντας τοῦ ὕπνου, καὶ τοῦτ᾽ ἂν εἴη τὸ παρέχειν φροντίδας καὶ τἀγαθά. ἔστι δὲ καὶ φάρμακα ὕπνου μεμηχανημένα τοῖς ἀνθρώποις, ὧν πιόντες τε καὶ ἀλειψάμενοι καθεύδουσιν ἐκτείναντες αὑτοὺς ὥσπερ ἀποθανόντες, ὅθεν μετά τινος λήθης ἀνίστανται καὶ ἄλλοσέ ποι μᾶλλόν εἰσιν ἢ οὗπερ εἶναι δοκοῦσιν. ὅτι μὲν δὴ τὰ πινόμενα, μᾶλλον δὲ τὰ ἐπαντλούμενα τῇ ψυχῇ καὶ τῷ σώματι οὐ γνήσιον οὐδὲ οἰκεῖον ἐπεσάγεται τὸν ὕπνον, ἀλλ᾽ ἢ βαθὺν καὶ ἡμιθνῆτα ἢ βραχὺν καὶ διασπώμενον ὑπὸ τῶν ἐντρεχόντων, κἂν χρηστὰ ᾖ, ξυνθήσῃ τάχα, εἰ μὴ τὸ δύσερι μᾶλλον ἢ τὸ ἐριστικὸν σπουδάζεις. οἱ δὲ ἐμοὶ ξυμπόται τὰ μὲν ὄντα ὁρῶσιν ὡς ὄντα, τὰ δὲ οὐκ ὄντα οὔτ᾽ ἀναγράφουσιν αὑτοῖς οὔθ᾽ ὑποτυποῦνται, κοῦφοί τε οὔπω ἔδοξαν, οὐδὲ μεστοὶ βλακείας οὐδὲ εὐηθείας ἢ ἱλαρώτεροι τοῦ προσήκοντος, ἀλλ᾽ ἐφεστηκότες εἰσὶ καὶ λογισμοῦ πλέῳ, παραπλήσιοι δείλης τε καὶ ὁπότε ἀγορὰ πλήθει, οὐ γὰρ νυστάζουσιν οὗτοι, κἂν πόρρω τῶν νυκτῶν σπουδάζωσιν. οὐ γὰρ ἐξωθεῖ αὐτοὺς ὁ ὕπνος ὥσπερ δεσπότης βρίσας ἐς τὸν αὐχένα δεδουλωμένον ὑπὸ τοῦ οἴνου, ἀλλ᾽ ἐλεύθεροί τε καὶ ὀρθοὶ φαίνονται, καταδαρθέντες δὲ καθαρᾷ τῇ ψυχῇ δέχονται τὸν ὕπνον οὔτε ὑπὸ τῶν εὐπραγιῶν ἀνακουφιζόμενοι αὐτοῦ οὔτε ὑπὸ κακοπραγίας τινὸς ἐκθρώσκοντες. ξύμμετρος γὰρ πρὸς ἄμφω ταῦτα ψυχὴ νήφουσα καὶ οὐδετέρου τῶν παθῶν ἥττων, ὅθεν καθεύδει ἥδιστα καὶ ἀλυπότατα μὴ ἐξισταμένη τοῦ ὕπνου.’ [p. 79]

‘καὶ μὴν καὶ τὸ μαντικὸν τὸ ἐκ τῶν ὀνειράτων, ὃ θειότατον τῶν ἀνθρωπίνων δοκεῖ, ῥᾷον διορᾷ μὴ ξυντεθολωμένη ὑπὸ τοῦ οἴνου, ἀλλ᾽ ἀκήρατος δεχομένη αὐτὸ καὶ περιαθροῦσα· οἱ γοῦν ἐξηγηταὶ τῶν ὄψεων, οὓς ὀνειροπόλους οἱ ποιηταὶ καλοῦσιν, οὐκ ἂν ὑποκρίνοιντο ὄψιν οὐδεμίαν μὴ πρότερον ἐρόμενοι τὸν καιρόν, ἐν ᾧ εἶδεν. ἂν μὲν γὰρ ἑῷος ᾖ καὶ τοῦ περὶ τὸν ὄρθρον ὕπνου, ξυμβάλλονται αὐτὴν ὡς ὑγιῶς μαντευομένης τῆς ψυχῆς, ἐπειδὰν ἀπορρύψηται τὸν οἶνον, εἰ δ᾽ ἀμφὶ πρῶτον ὕπνον ἢ μέσας νύκτας, ὅτε βεβύθισταί τε καὶ ξυντεθόλωται ἔτι ὑπὸ τοῦ οἴνου, παραιτοῦνται τὴν ὑπόκρισιν σοφοὶ ὄντες. ὡς δὲ καὶ τοῖς θεοῖς δοκεῖ ταῦτα καὶ τὸ χρησμῶδες ἐν ταῖς νηφούσαις ψυχαῖς τίθενται, σαφῶς δηλώσω· ἐγένετο, ὦ βασιλεῦ, παρ᾽ Ἕλλησιν Ἀμφιάρεως ἀνὴρ μάντις.’ ‘οἶδα,’ εἶπε ‘λέγεις γάρ που τὸν τοῦ Οἰκλέους, ὃν ἐκ Θηβῶν ἐπανιόντα ἐπεσπάσατο ἡ γῆ ζῶντα.’ ‘οὗτος, ὦ βασιλεῦ,’ ἔφη ‘μαντευόμενος ἐν τῇ Ἀττικῇ νῦν ὀνείρατα ἐπάγει τοῖς χρωμένοις, καὶ λαβόντες οἱ ἱερεῖς τὸν χρησόμενον σίτου τε εἴργουσι μίαν ἡμέραν καὶ οἴνου τρεῖς, ἵνα διαλαμπούσῃ τῇ ψυχῇ τῶν λογίων σπάσῃ· εἰ δὲ ὁ οἶνος ἀγαθὸν ἦν τοῦ ὕπνου φάρμακον, ἐκέλευσεν ἂν ὁ σοφὸς Ἀμφιάρεως τοὺς θεωροὺς τὸν ἐναντίον ἐσκευασμένους τρόπον καὶ οἴνου μεστούς, ὥσπερ ἀμφορέας, ἐς τὸ ἄδυτον αὐτῷ φέρεσθαι. πολλὰ δὲ καὶ μαντεῖα λέγοιμ᾽ ἂν εὐδόκιμα παρ᾽ Ἕλλησί τε καὶ βαρβάροις, ἐν οἷς ὁ ἱερεὺς ὕδατος, ἀλλ᾽ οὐχὶ οἴνου σπάσας ἀποφθέγγεται τὰ ἐκ τοῦ τρίποδος. θεοφόρητον δὴ κἀμὲ ἡγοῦ καὶ πάντας, ὦ βασιλεῦ, τοὺς τὸ ὕδωρ πίνοντας· νυμφόληπτοι γὰρ ἡμεῖς καὶ βάκχοι τοῦ νήφειν.’ ‘ποιήσῃ οὖν,’ ἔφη ‘ὦ [p. 80] Ἀπολλώνιε, κἀμὲ θιασώτην;’ ‘εἴπερ μὴ φορτικὸς’ εἶπε ‘τοῖς ὑπηκόοις δόξεις· φιλοσοφία γὰρ περὶ βασιλεῖ ἀνδρὶ ξύμμετρος μὲν καὶ ὑπανειμένη θαυμαστὴν ἐργάζεται κρᾶσιν, ὥσπερ ἐν σοὶ διαφαίνεται, ἡ δ᾽ ἀκριβὴς καὶ ὑπερτείνουσα φορτική τε, ὦ βασιλεῦ, καὶ ταπεινοτέρα τῆς ὑμετέρας σκηνῆς φαίνεται καὶ τύφου δὲ αὐτό τι ἂν ῾ἔχειν᾽ ἡγοῖντο βάσκανοι.’

ταῦτα διαλεχθέντες, καὶ γὰρ ἡμέρα ἤδη ἐτύγχανεν, ἐς τὸ ἔξω προῆλθον. καὶ ξυνεὶς ὁ Ἀπολλώνιος, ὡς χρηματίζειν δέοι τὸν βασιλέα πρεσβείαις τε καὶ τοῖς τοιούτοις ‘σὺ μέν,’ ἔφη ‘ὦ βασιλεῦ, τὰ προσήκοντα τῇ ἀρχῇ πρᾶττε, ἐμὲ δὲ τὸν καιρὸν τοῦτον ἄνες τῷ Ἡλίῳ, δεῖ γάρ με τὴν εἰθισμένην εὐχὴν εὔξασθαι.’ ‘καὶ ἀκούοι γε εὐχομένου,’ ἔφη ‘χαριεῖται γὰρ πᾶσιν, ὁπόσοι τῇ σοφίᾳ τῇ σῇ χαίρουσιν· ἐγὼ δὲ περιμενῶ σε ἐπανιόντα, καὶ γὰρ δικάσαι τινὰς χρὴ δίκας, αἷς παρατυχὼν τὰ μέγιστά με ὀνήσεις.’

ἐπανελθὼν οὖν προκεχωρηκυίας ἤδη τῆς ἡμέρας ἠρώτα περὶ ὧν ἐδίκασεν, ὁ δὲ ‘τήμερον’ ἔφη ‘οὐκ ἐδίκασα, τὰ γὰρ ἱερὰ οὐ ξυνεχώρει μοι.’ ὑπολαβὼν οὖν ὁ Ἀπολλώνιος ‘ἐφ᾽ ἱεροῖς οὖν’ ἔφη ‘ποιεῖσθε καὶ ταύτας, ὥσπερ τὰς ἐξόδους τε καὶ τὰς στρατείας;’ ‘νὴ Δί᾽’ εἶπε ‘καὶ γὰρ ἐνταῦθα κίνδυνος, εἰ ὁ δικάζων ἀπενεχθείη τοῦ εὐθέος.’ εὖ λέγειν τῷ Ἀπολλωνίῳ ἔδοξε, καὶ ἤρετο αὐτὸν πάλιν, τίς εἴη, ἣν δικάσοι δίκην, ‘ὁρῶ γὰρ’ εἶπεν ‘ἐφεστηκότα σε καὶ ἀποροῦντα, ὅπη ψηφίσαιο.’ ‘ὁμολογῶ’ ἔφη ‘ἀπορεῖν, ὅθεν ξύμβουλον ποιοῦμαί σε· ἀπέδοτο μὲν γάρ τις ἑτέρῳ γῆν, ἐν ᾗ θησαυρὸς ἀπέκειτό τις οὔπω δῆλος, χρόνῳ δὲ ὕστερον ἡ γῆ ῥαγεῖσα χρυσοῦ τινα ἀνέδειξε θήκην, ἥν φησι μὲν ἑαυτῷ προσήκειν μᾶλλον ὁ τὴν γῆν ἀποδόμενος, καὶ γὰρ οὐδ᾽ [p. 81] ἂν ἀποδόσθαι τὴν γῆν, εἰ προὔμαθεν, ὅτι βίον ἐπ᾽ αὐτῇ ἔχοι, ὁ πριάμενος δὲ αὐτὸς ἀξιοῖ πεπᾶσθαι, ἃ ἐν τῇ λοιπὸν ἑαυτοῦ γῇ εὗρε· καὶ δίκαιος μὲν ὁ ἀμφοῖν λόγος, εὐήθης δ᾽ ἂν ἐγὼ φαινοίμην, εἰ κελεύσαιμι ἄμφω νείμασθαι τὸ χρυσίον, τουτὶ γὰρ ἂν καὶ γραῦς διαιτῴη.’ ὑπολαβὼν οὖν ὁ Ἀπολλώνιος ‘ὡς μὲν οὐ φιλοσόφω’ ἔφη ‘τὼ ἄνδρε, δηλοῖ τὸ περὶ χρυσίου διαφέρεσθαι σφᾶς, ἄριστα δ᾽ ἄν μοι δικάσαι δόξεις ὧδε ἐνθυμηθείς, ὡς οἱ θεοὶ πρῶτον μὲν ἐπιμέλειαν ποιοῦνται τῶν ξὺν ἀρετῇ φιλοσοφούντων, δεύτερον δὲ τῶν ἀναμαρτήτων τε καὶ μηδὲν πώποτε ἀδικεῖν δοξάντων. διδόασι δὲ τοῖς μὲν φιλοσοφοῦσι διαγιγνώσκειν εὖ τὰ θεῖά τε καὶ τὰ ἀνθρώπεια, τοῖς δ᾽ ἄλλως χρηστοῖς βίον ἀποχρῶντα, ὡς μὴ χήτει ποτὲ τῶν ἀναγκαίων ἄδικοι γένωνται· δοκεῖ δή μοι, βασιλεῦ, καθάπερ ἐπὶ τρυτάνης ἀντικρῖναι τούτους καὶ τὸν ἀμφοῖν ἀναθεωρῆσαι βίον, οὐ γὰρ ἄν μοι δοκοῦσιν οἱ θεοὶ τὸν μὲν ἀφελέσθαι καὶ τὴν γῆν, εἰ μὴ φαῦλος ἦν, τῷ δ᾽ αὖ καὶ τὰ ὑπὸ τῇ γῇ δοῦναι, εἰ μὴ βελτίων ἦν τοῦ ἀποδομένου.’ ἀφίκοντο ἐς τὴν ὑστεραίαν δικασόμενοι ἄμφω, καὶ ὁ μὲν ἀποδόμενος ὑβριστής τε ἠλέγχετο καὶ θυσίας ἐκλελοιπώς. ἃς ἔδει τοῖς ἐν τῇ γῇ θεοῖς θύειν, ὁ δὲ ἐπιεικής τε ἐφαίνετο καὶ ὁσιώτατα θεραπεύων τοὺς θεούς. ἐκράτησεν οὖν ἡ τοῦ Ἀπολλωνίου γνώμη καὶ ἀπῆλθεν ὁ χρηστὸς ὡς παρὰ τῶν θεῶν ταῦτα ἔχων.

ἐπεὶ δὲ τὰ τῆς δίκης ὧδε ἔσχε, προσελθὼν ὁ Ἀπολλώνιος τῷ Ἰνδῷ ‘τήμερον’ εἶπεν ‘ἡ τρίτη τῶν ἡμερῶν, ἐν αἷς ἐποιοῦ με, ὦ βασιλεῦ, ξένον, τῆς δ᾽ ἐπιούσης ἕω χρὴ ἐξελαύνειν ἑπόμενον τῷ νόμῳ.’ ‘ἀλλ᾽ οὐδὲ ὁ νόμος’ εἶπεν ‘ἤδη διαλέγεταί σοι, καὶ γὰρ τῇ αὔριον μένειν ἔξεστιν, ἐπειδὴ μετὰ [p. 82] μεσημβρίαν ἀφίκου.’ ‘χαίρω’ ἔφη ‘τῷ ξενίῳ, καὶ γάρ μοι δοκεῖς καὶ σοφίζεσθαι τὸν νόμον δι᾽ ἐμέ.’ ‘εἰ γὰρ καὶ λῦσαι αὐτὸν ἠδυνάμην’ εἶπε ‘τό γε ὑπὲρ σοῦ. ἀλλ᾽ ἐκεῖνό μοι εἰπέ, Ἀπολλώνιε, αἱ κάμηλοι, ἐφ᾽ ὧν ὀχεῖσθαί σέ φασιν, οὐκ ἐκ Βαβυλῶνος ἄγουσιν ὑμᾶς;’ ‘ἐκεῖθεν’ ἔφη ‘δόντος γε αὐτὰς Οὐαρδάνου.’ ‘ἔτ᾽ οὖν ὑμᾶς ἀπάγειν δυνήσονται, τοσαῦτα ἤδη στάδια ἐκ Βαβυλῶνος ἥκουσαι;’ ἐσιώπησε μὲν ὁ Ἀπολλώνιος, ὁ δὲ Δάμις ‘οὔπω συνίησιν,’ ἔφη ‘ὦ βασιλεῦ, τῆς ἀποδημίας ὁ ἀνὴρ οὗτος, οὐδὲ τῶν ἐθνῶν, ἐν οἷς λοιπόν ἐσμεν, ἀλλ᾽ ὡς πανταχοῦ σέ τε καὶ Οὐαρδάνην ἕξων παιδιὰν ἡγεῖται τὸ ἐς Ἰνδοὺς παρελθεῖν. τό τοι τῶν καμήλων οὐ διομολογεῖται πρὸς σέ, ὃν ἔχει τρόπον· διάκεινται γὰρ οὕτω κακῶς, ὡς αὐταὶ μᾶλλον ὑφ᾽ ἡμῶν φέρεσθαι, καὶ δεῖ ἑτέρων. ἂν γὰρ ὀκλάσωσιν ἐν ἐρήμῳ που τῆς Ἰνδικῆς, ἡμεῖς μὲν’ ἔφη ‘καθεδούμεθα τοὺς γῦπάς τε καὶ τοὺς λύκους ἀποσοβοῦντες τῶν καμήλων, ἡμῶν δὲ οὐδεὶς ἀποσοβήσει, προσαπολούμεθα γάρ.’ ὑπολαβὼν οὖν ὁ βασιλεὺς ‘ἐγὼ’ ἔφη ‘τοῦτο ἰάσομαι, ὑμῖν τε γὰρ ἑτέρας δώσω — τεττάρων, οἶμαι, δεῖσθε — καὶ ὁ σατράπης δὲ ὁ ἐπὶ τοῦ Ἰνδοῦ πέμψει ἐς Βαβυλῶνα ἑτέρας τέτταρας. ἔστι δέ μοι ἀγέλη καμήλων ἐπὶ τῷ Ἰνδῷ, λευκαὶ πᾶσαι.’ ‘ἡγεμόνα δὲ’ εἶπεν ὁ Δάμις ‘οὐκ ἄν, ὦ βασιλεῦ, δοίης;’ ‘καὶ κάμηλόν γε’ ἔφη ‘τῷ ἡγεμόνι δώσω καὶ ἐφόδια, ἐπιστελῶ δὲ καὶ Ἰάρχᾳ τῷ πρεσβυτάτῳ τῶν σοφῶν, ἵν᾽ Ἀπολλώνιον μὲν ὡς μηδὲν κακίω ἑαυτοῦ δέξηται, ὑμᾶς δὲ ὡς φιλοσόφους τε καὶ ὀπαδοὺς ἀνδρὸς θείου.’ καὶ χρυσίον δὲ ἐδίδου ὁ Ἰνδὸς καὶ ψήφους καὶ ὀθόνας καὶ μυρία τοιαῦτα· ὁ δὲ Ἀπολλώνιος ‘χρυσίον μὲν’ ἔφη ‘ἱκανὸν ἑαυτῷ εἶναι [p. 83] δόντος γε Οὐαρδάνου τῷ ἡγεμόνι ἀφανῶς αὐτό, τὰς δὲ ὀθόνας λαμβάνειν, ἐπειδὴ ἐοίκασι τρίβωνι τῶν ἀρχαίων τε καὶ πάνυ Ἀττικῶν.’ μίαν δέ τινα τῶν ψήφων ἀνελόμενος ‘ὦ βελτίστη’ εἶπεν ‘ὡς ἐς καιρόν σε καὶ οὐκ ἀθεεὶ εὕρηκα’ ἰσχύν, οἶμαί, τινα ἐν αὐτῇ καθεωρακὼς ἀπόρρητόν τε καὶ θείαν. οἱ δὲ ἀμφὶ τὸν Δάμιν χρυσίον μὲν οὐδ᾽ αὐτοὶ προσίεντο, τῶν ψήφων δὲ ἱκανῶς ἐδράττοντο, ὡς θεοῖς ἀναθήσοντες, ὅτε ἐπανέλθοιεν ἐς τὰ ἑαυτῶν ἤθη.

Καταμείνασι δὲ αὐτοῖς καὶ τὴν ἐπιοῦσαν, οὐ γὰρ μεθίετο σφῶν ὁ Ἰνδός, δίδωσι τὴν πρὸς τὸν Ἰάρχαν ἐπιστολὴν γεγραμμένην ὧδε· ‘βασιλεὺς Φραώτης Ἰάρχᾳ διδασκάλῳ καὶ τοῖς περὶ αὐτὸν χαίρειν. Ἀπολλώνιος ἀνὴρ σοφώτατος σοφωτέρους ὑμᾶς ἑαυτοῦ ἡγεῖται καὶ μαθησόμενος ἥκει τὰ ὑμέτερα πέμπετε οὖν αὐτὸν εἰδότα ὁπόσα ἴστε· ὡς ἀπολεῖται οὐδὲν τῶν μαθημάτων ὑμῖν, καὶ γὰρ λέγει ἄριστα ἀνθρώπων καὶ μέμνηται. ἰδέτω δὲ καὶ τὸν θρόνον, ἐφ᾽ οὗ καθίσαντί μοι τὴν βασιλείαν ἔδωκας, Ἰάρχα πάτερ. καὶ οἱ ἑπόμενοι δὲ αὐτῷ ἄξιοι ἐπαίνου, ὅτι τοιοῦδε ἀνδρὸς ἥττηνται. εὐτύχει καὶ εὐτυχεῖτε.’

ἐξελάσαντες δὲ τῶν Ταξίλων καὶ δύο ἡμερῶν ὁδὸν διελθόντες ἀφίκοντο ἐς τὸ πεδίον, ἐν ᾧ λέγεται πρὸς Ἀλέξανδρον ἀγωνίσασθαι Πῶρος, καὶ πύλας ἐν αὐτῷ ἰδεῖν φασι ξυγκλειούσας οὐδέν, ἀλλὰ τροπαίων ἕνεκα ᾠκοδομημένας. ἀνακεῖσθαι γὰρ ἐπ᾽ αὐτῶν τὸν Ἀλέξανδρον ἐφεστηκότα τετραρρύμοις ἅρμασιν, οἷος ἐπὶ τοῖς Δαρείου σατράπαις ἐν Ἰσσοῖς ἕστηκε. διαλείπουσαι δ᾽ οὐ πολὺ ἀλλήλων δύο ἐξῳκοδομῆσθαι λέγονται πύλαι, καὶ φέρειν ἡ μὲν Πῶρον, ἡ δὲ Ἀλέξανδρον, ξυμβεβηκότε, οἶμαι, μετὰ [p. 84] τὴν μάχην, ὁ μὲν γὰρ ἀσπαζομένῳ ἔοικεν, ὁ δὲ προσκυνοῦντι.

ποταμὸν δὲ Ὑδραώτην ὑπερβάντες καὶ πλείω ἔθνη ἀμείψαντες ἐγένοντο πρὸς τῷ Ὑφάσιδι, στάδια δὲ ἀπέχοντες τούτου τριάκοντα βωμοῖς τε ἐνέτυχον, οἷς ἐπεγέγραπτο ΠΑΤΡΙ ΑΜΜΩΝΙ ΚΑΙ ΗΡΑΚΛΕΙ ΑΔΕΛΦΩΙ ΚΑΙ ΑΘΗΝΑΙ ΠΡΟΝΟΙΑΙ ΚΑΙ ΔΙΙ ΟΛΥΜΠΙΩΙ ΚΑΙ ΣΑΜΟΘΡΑΙΞΙ ΚΑΒΕΙΡΟΙΣ ΚΑΙ ΙΝΔΩΙ ΗΛΙΩΙ ΚΑΙ ΔΕΛΦΩΙ ΑΠΟΛΛΩΝΙ, φασὶ δὲ καὶ στήλην ἀνακεῖσθαι χαλκῆν, ᾗ ἐπιγεγράφθαι ΑΛΕΞΑΝΔΡΟΣ ΕΝΤΑΥΘΑ ΕΣΤΗ. τοὺς μὲν δὴ βωμοὺς Ἀλεξάνδρου ἡγώμεθα τὸ τῆς ἑαυτοῦ ἀρχῆς τέρμα τιμῶντος, τὴν δὲ στήλην τοὺς μετὰ τὸν Ὕφασιν Ἰνδοὺς ἀναθεῖναι δοκῶ μοι λαμπρυνομένους ἐπὶ τῷ Ἀλέξανδρον μὴ προελθεῖν πρόσω.