Λόγοι/Ιεροί λόγοι γ΄: Διαφορά μεταξύ των αναθεωρήσεων

Από Βικιθήκη
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 45: Γραμμή 45:


{{float right|{{r|Αιλ. Αρ. Λογ. 25. 314|size=90%}}}}
{{float right|{{r|Αιλ. Αρ. Λογ. 25. 314|size=90%}}}}
ὕστερον. καὶ μεσημβρίας μοι δοκεῖν πάλιν προσβολή τις προσῄει, καὶ μετ᾽ οὐ πολὺ διεχώρει κάτω μέλαινα. καὶ καθημένῳ ἐπὶ τοῦ δίφρου ἐπιγίγνεται ἔκλυσις δεινὴ καὶ ἱδρὼς καὶ λειποθυμία. καὶ ὁ ἰατρὸς ἐτεθορύβητό τε καὶ τροφὴν ἠξίου προσφέρειν: τὸ δ᾽ οὐ τοιοῦτον ἄρα ἦν. νύξ τ᾽ ἐπιγίγνεται, οἷα δὴ ἐν κλυδωνίῳ καὶ σάλῳ, καὶ κατέδαρθον σχεδὸν ὅσον εἰς ὄναρ. καί μοι γίγνεται πρόσταγμα πορευθῆναι πρὸς τὴν τῶν τροφέων ἑστίαν, καὶ προσκυνῆσαι τὸ ἕδος τοῦ Διὸς πρὸς ᾧ ἐτρεφόμην: καὶ φωναί τινες, οἶμαι, καὶ ὁ τρόπος τῆς ἱκετείας διῄρητο. χιὼν δ᾽ ἦν οὐκ ὀλίγη καὶ δυσέξοδα παντελῶς, καὶ ἀπεῖχε τὸ οἰκίδιον τῆς οἰκίας πλέον ἢ στάδιον. ἀνέβην ἵππον καὶ ᾠχόμην, καὶ προσεκύνησα, καὶ οὐκ ἔφθην ἐπανελθὼν, καὶ πάντα ἐκεῖνα καθειστήκει. τὰ δ᾽ ὑπὲρ τὸν τράχηλον καὶ τὰς ἀπὸ τῶν νώτων κατατάσεις καὶ τὸν ἀκριβούμενον ὀπισθότονον ἤδη τόνδε τρόπον ἰάσατο εὐθὺς, ἐπειδὴ τὴν δύσπνοιαν ἐξιάσατο. χρῆμα ἔφη βασιλικὸν εἶναι: χρῆναι δ᾽ αὐτὸ λαβεῖν παρὰ τῆς γυναικός. καί πως ἐκ τούτων ἐφάνη διάκονος τῶν βασιλείων πρὸς τῷ τοῦ Τελεσφόρου νεῷ τε καὶ ἕδει, λευχείμων τε καὶ ἐζωσμένος, καὶ κατὰ τὰς θύρας, οὗ ἡ Ἄρτεμις, ᾔει ἔξω ὑπὸ κήρυκος, φέρων τῷ βασιλεῖ τὸ λοιπὸν τοῦ χρήματος. τὸ μὲν δὴ ὄναρ ὡς ἀμυδρῶς ἀπομνημονεῦσαι τοιοῦτον μάλιστα ἐγένετο. ἐπεὶ δ᾽ ἐλθὼν εἰς τὸ ἱερὸν γίγνομαι περιιὼν κατὰ τὸν Τελεσφόρον, ἐπέρχεται ὁ νεωκόρος ὁ Ἀσκληπιακὸς, καὶ ὡς ἔτυχεν ἑστὼς πρὸς τῷ ἕδει, φράζω πρὸς αὐτὸν τὴν ὄψιν τὴν γενομένην μοι, καὶ ἠρώτων τί ἂν εἴη τὸ χρῆμα, ἢ τίς ἂν χρήσαιτο. καὶ ὃς ἀκούσας καὶ θαυμάσας, ὥσπερ εἰώθει, Οὐ μακρὰ, ἔφη, ἡ ζήτησις οὐδ᾽ ὁδοῦ πολλῆς, ἀλλ᾽ ἐνθένδε σοι φέρω: κεῖται γὰρ παρὰ τοῖς ποσὶ τῆς Ὑγιείας, ἀρτίως γε θείσης Τύχης ταύτης, ἐπειδὴ τάχιστα ἀνεῴχθη τὸ ἱερόν. ἦν δὲ ἡ Τύχη γυνὴ τῶν ἐπιφανῶν. καὶ παρελθὼν εἰς Ὑγιείας κομίζει τὸ χρῆμα: καὶ χρίομαι ὡς ἔτυχον προσεστώς. ἦν δὲ καὶ τὸ χρῆμα τῆς εὐωδίας θαυμαστὸν οἷον καὶ ἡ δύναμις εὐθὺς ἐπίδηλος. θᾶττον γὰρ ἢ εἴρηκα ἀνείθη ἡ τάσις. ἐρωτήσας δ᾽ ὕστερον τὸν



{{float right|{{r|Αιλ. Αρ. Λογ. 25. 315|size=90%}}}}
{{float right|{{r|Αιλ. Αρ. Λογ. 25. 315|size=90%}}}}
νεωκόρον ἔγνων ὅτι εἴη κάθαρσις τριῶν, ὀποῦ τε ᾧ χριόμεθα καὶ μύρου ναρδίνου καὶ ἑτέρου μύρου τῶν πολυτελῶν, ἔστι δ᾽, οἶμαι, τοῦ φύλλου ἐπώνυμον. σκευάσας δὲ ἐχρώμην οὕτως τὸ λοιπὸν καὶ πάντα ἐκεῖνα ἐκεχάλαστο. ἐφάνη δὲ καὶ ὁ Τελεσφόρος νύκτωρ, χορεύων περὶ τὸν τράχηλόν μου, καὶ ἀπέλαμπεν ἐν τῷ καταντικρὺ τοίχῳ σέλας ὥσπερ ἐξ ἡλίου.


περὶ δὲ τὸν χρόνον τοῦτον ἅμα τοιόνδε ἦν μοι, εἴτε ἐμοῦντι τῆς ἑσπέρας ἤδη εἴτε καὶ οὔπω ἦσαν οἱ ἔμετοι. κάρυον καὶ ἰσχάδα καὶ φοίνικος βάλανον καὶ ἅμα ἄρτου τι πρὸς αὐτοῖς ἐσθίειν ἐδεῖτο ἐξ εὐνῆς. τούτοις δὲ ἐχρώμην τε ἐκ τοῦδε ἐπὶ τῷ χρήματι. στομάχου τε καὶ ὑποχονδρίων καὶ τοῦ περὶ ταῦτα τόπου φάρμακον δίδωσι καταπλαστὸν ἀνωτέρω μοι δοκεῖν τούτων. δίδωσι δὲ τοιαύτην δόξαν παραστήσας: Ἀσκληπιακὸν τὸν ἰατρὸν ἐδόκουν εἰσελθόντα ὡς ἐμὲ καὶ ἐπισκοποῦντα καταπλάττειν, διὰ δικτάμνου καλουμένῳ φαρμάκῳ, καὶ ἅμα προλέγειν τριάκονθ᾽ ἡμέρας χρήσασθαι. ἐχρώμην, καὶ ἥ τε δὴ τριακοστὴ νὺξ ἧκε καὶ τὸν Ἀσκληπιακὸν αὖθις ἐδόκουν ἐλθόντα ἀφαιρεῖν τὸ κατάπλασμα. χρόνῳ δὲ ὕστερον ἐκ τεττάρων τι συνθεὶς ἐπέθηκεν, ὧν τὰ μὲν δύο μέμνημαι, πίτταν ἐξ οἴνου καὶ οἴσυπον, τὼ δύο δὲ, εἰ φανείη τὰ ὀνείρατα, ἀναπληρώσομεν. καὶ μὴν περί γε τοῦ ὀνόματος τοῦ φαρμάκου τοῦ θηρείου τοιόνδε μέμνημαι. ἔτυχον μὲν ἅπας ἐσθίων καὶ πολὺ τῆς ἡμέρας ἀπολιπὼν, ὁ δὲ δειπνεῖν τε ἐπέταξε καὶ ἀναστάντα πιεῖν τοῦ φαρμάκου τούτου: καὶ εἰς πέντε ἑξῆς ἡμέρας ἐγένετο, οὗ τοὺς ἰατροὺς τἀναντία ᾔδειν κελεύοντας, ὁπότε τις μέλλοι πίεσθαι, μὴ δειπνεῖν, καὶ τέως εἰώθει. αὖθις δὲ ἐκέλευσε πρὸς ἄρτῳ φαγεῖν τοῦ αὐτοῦ τούτου φαρμάκου, καὶ ἔφαγον πρὸς τῷ τρίποδι τῷ ἱερῷ, ἀφορμήν τινα ταύτην ἀσφαλείας ποιούμενος. Φίλωνος δέ τις ἐστὶν, οἶμαι, κρᾶσις φάρμακον ἕτερον. ταύτης ἐγὼ μὲν οὐδ᾽ ὀσφρᾶσθαι οἷός τ᾽ ἦν πρὸ τοῦ, τοῦ δὲ θεοῦ σημήναντος χρῆσθαί τε καὶ ἅμα τὴν ὥραν ἣν ἔδει, οὐ μόνον εὐχερῶς ἔπιον, ἀλλὰ καὶ πιὼν ἡδίων καὶ ῥᾴων εὐθὺς ἦν. ἄλλα τοίνυν μυρία ἂν εἴη λέγειν


{{float right|{{r|Αιλ. Αρ. Λογ. 25. 316|size=90%}}}}
{{float right|{{r|Αιλ. Αρ. Λογ. 25. 316|size=90%}}}}

Αναθεώρηση της 11:36, 9 Φεβρουαρίου 2015

Ἱεροὶ λόγοι γ΄
Συγγραφέας:
Aristides, Aelius. Aristides. ex recensione Guilielmi Dindorfii. Leipzig. Weidmann. 1829. 1-2


   Αιλ. Αρ. Λογ. 25. 309 ἔτυχον μὲν διατρίβων ἐν Ἀδριανοῖς, τοῦ θεοῦ πέμψαντος: ἦσαν δὲ αἱ πολλαὶ τότε καὶ συνεχεῖς ἀπορίαι, οὔτε γὰρ τρέφεσθαι δυνατὸν ἦν μοι οὔθ᾽ ὅ τι γευσαίμην κατέχειν τοῦτο, ἀλλ᾽ εὐθὺς συνίστατο σὺν πυρὶ πολλῷ καὶ τὴν φάρυγγα ἔκειρε καὶ τὸ πνεῦμα ἀπελάμβανε, καὶ σφάκελοι πυρώδεις ἐχώρουν εἰς κεφαλὴν ἄνω. καὶ

   Αιλ. Αρ. Λογ. 25. 310 πειρωμένῳ ἐμεῖν οὐκ ἀπήντα, ἀλλ᾽ ἦν καὶ ῥανὶς ἀντὶ τρικυμίας, διὰ τὸ ἐνίσχεσθαί τε καὶ πνιγμὸν φέρειν, μόλις δ᾽ ἂν καὶ μετὰ πολλοῦ θορύβου καὶ πολλῆς ἀπογνώσεως ἀπηλλάγην οὐκ ἀναιμωτὶ, ἀλλ᾽ ἀνεξαίνετο ἅπας ὁ πόρος καὶ καθίστατο ἀντ᾽ ἄλλου τραύματος. καὶ ὁ κάματος δὴ καὶ ἡ πᾶσα τοῦ σώματος ἀσθένεια καὶ κάθαρσις κατὰ λόγον τῶν συμβαινόντων ἦν. καὶ τῶν φίλων καὶ τῶν εἰωθότων παρῆν οὐδεὶς, ἀλλ᾽ ἀπεδήμουν ἄλλος ἄλλοσε, ὅτι μὴ εἷς τις ἔτυχε διαιτώμενος ἐν τοῖς ὕδασι τότε, ὃν ἐγὼ ἔτι πρόσθεν ἐδόκουν ὄναρ κειμένῳ μοι καθ᾽ ὁδὸν μόνῳ, τοῦ ἵππου ἐφ᾽ οὗ καθήμην πεπτωκότος, εἰπεῖν ὅτι καὶ τοῦτο παρὰ τῆς εἱμαρμένης συμβαίη, μόνον με ἀπολειφθῆναι. τοῦτο μὲν δὴ ἐν Περγάμῳ προγεγόνει πρὸ τῆς ἐξόδου μικρόν: τότε δὲ ἐν τοῖς Ἀδριανοῖς ἀπορουμένῳ μέμνημαι τοιοῦτον ὄναρ γενόμενον: ἐδόκουν ἐπὶ σχεδίας φέρεσθαι ἐν τῷ Αἰγυπτίῳ πελάγει μόνος, εἶναι δὲ τῆς σχεδίας ἐπ᾽ ἄκρῳ τε καὶ τῷ πρὸς τὴν γῆν: ἀποροῦντι δέ μοι προφανῆναι τὸν τροφέα Ζώσιμον ἵππον ἔχοντα ἐν τῇ γῇ, καί πως ἐκβῆναί τε καὶ λαβέσθαι ἀσμένως τοῦ ἵππου. καὶ τοῦτο μὲν οὕτως. ἐδόκουν δὲ καὶ διὰ τῆς Ἀλεξανδρείας διεξιὼν διδασκαλεῖα παίδων ὁρᾶν: οἱ δ᾽ ἀνεγίγνωσκόν τε καὶ ᾖδον τὰ ἔπη τάδε, ὑπηχοῦντες ὡς ἥδιστον

πολλοὺς δ᾽ ἐκ θανάτοιο ἐρύσατο δερκομένοιο
    ἀστραφέεσσι πύλῃσιν ἐπ᾽ αὐτῇσιν βεβαῶτας
    Ἀΐδεω.

ταῦτα δ᾽ ἐστὶ τῶν ἡμετέρων ἐπῶν, ἃ πρῶτα σχεδὸν ἐποιήσαμεν τῷ θεῷ. θαυμάζειν οὖν ὅπως ἤδη διαπεφοιτηκότα εἰς τὴν Αἴγυπτον εἴη καὶ χαίρειν ὑπερφυῶς, ὅτε δὴ τυγχάνοιμι κατειληφὼς ᾀδόμενα τἀμαυτοῦ.

καὶ τὰ μὲν κεφάλαια τῶν ἐνυπνίων τοιαῦτά ἐστιν. ἡμέρας δὲ γενομένης, ἔτυχε γάρ μοι παρὼν ἵππος, ἀναβαίνω τε εὐθὺς καὶ ὃν οὐδ᾽ ἂν εἷς ᾠήθη διαρκέσαι μέχρι τῆς πρώτης ἐξόδου, δρόμους τε ἀπελαύνω τὸν ἵππον καὶ γίγνομαι ῥᾴων θέοντος ἔτι, καὶ ἀπῄει τῶν ἄνω πολὺ τοῦ βάρους καί τις δύναμις ὡς ἐν τοιούτοις συνελέγη, καὶ ἦσαν πάλιν ἐλπίδες. ἐγένετο δέ μοι καὶ νύκτωρ φωνὴ λέγοντός του, τεθεράπευσαι, καὶ ταῦτα ἐν αὐτοῖς τοῖς ἀπορωτάτοις. ὃν μὲν οὖν τρόπον εἴς τε τὴν Πέργαμον

   Αιλ. Αρ. Λογ. 25. 311 πάλιν ἀπεσώθην καὶ τίν᾽ ἐφεξῆς δίαιταν διῃτώμην ἀνάγκη παραλιπεῖν διὰ πλῆθος τῶν τε λόγων καὶ τῶν πραγμάτων. ἑτέραν δὲ ἔξοδον ἐξῆλθον εἰς τὰ ὕδατα ἐν ἀκμῇ θέρους, καὶ προείρητο ἐπανήκειν εὐθέως λουσάμενον, κιννάμωμον κόψαντα καὶ πάσαντα τὸν τράχηλον κύκλῳ. τούτους αὖ σταδίους τετταράκοντα καὶ διακοσίους τὸ συναμφότερον ἤνυσα, πνίγους ὄντος θαυμαστοῦ, καὶ ῥᾷον ἤνεγκα τὸ δίψος ἤ τις ἂν ἐκ βαλανείου βαδίζων οἴκαδε. αὖθις αὖ πέμπει με προστάξας πιεῖν ψυχρὸν, καὶ ἔπιον τὸ σύμπαν. καὶ ταῦτα μὲν εἰς τοσοῦτον τὸ νῦν εἶναι. τὰ δ᾽ ἐν Λεβέδῳ συμβάντα, ἐπέμφθην μὲν ἀπὸ κατακλίσεως, ἣν ἐν Σωτήρων ἐγκατεκεκλίμην, αὐτοῦ καὶ τοῦτο ἐπιτάξαντος, οὕτως ἀπειρηκὼς ὥστ᾽ οὐδ᾽ ἐπὶ τῆς κλίνης οἴκοι εἶχον ἀνταρκεῖν. καὶ ἦν δὴ ὁ ἰατρὸς Σάτυρος ἐν Περγάμῳ κατὰ τοῦτον τὸν χρόνον σοφιστὴς, ὡς ἐλέγετο, οὐ τῶν ἀγεννῶν. οὗτος ἐμοὶ προσελθὼν κατακειμένῳ καὶ τοῦ τε θώρακος καὶ τῶν ὑποχονδρίων ἁψάμενος, ἐπειδὴ προϊόντος τοῦ λόγου τὰς καθάρσεις τοῦ αἵματος ἤκουσεν ὅσαι γεγόνασί μοι, τὸ μὲν αἷμα ἐπισχεῖν ἐκέλευε καὶ μὴ καταλύειν τὸ σῶμα: ἐγὼ δέ σοι, ἔφη, δώσω τι κατάπλασμα πάνυ κοῦφον καὶ ἁπλοῦν, ὃ συνθεῖναι ἐπὶ τοῦ στομάχου καὶ τῶν ὑποχονδρίων, καὶ εἴσει δὴ ὁπόσον τι ὀνήσει. ταῦτα συνεβούλευε, κἀγὼ τὸ μὲν τοῦ αἵματος οὐκ ἔφην εἶναι κύριος οὔτε οὕτως οὔτ᾽ ἐκείνως ποιεῖν, ἀλλ᾽ ἕως ἂν ὁ θεὸς προστάττῃ ἀφαιρεῖν, ὑπακούσεσθαι καὶ ἑκὼν καὶ ἄκων, μᾶλλον δὲ οὐδέποτε ἄκων: τὴν δόσιν δὲ οὐκ ἔφυγον τοῦ Σατύρου, ἀλλ᾽ ἐφύλαττον λαβών: τὸ δ᾽ ἦν ἄρα οὐκ Ἀμαλθείας κέρας. ὡς δ᾽ εἰς τὴν Λέβεδον κομίζομαι καὶ μάλ᾽ ἀπροσδοκήτως καὶ ἀγαπητῶς διαγενόμενος, τοῦτο μὲν ἤδη πᾶν ἐδόκει κέρδος εἶναι. ἐδεόμην δὲ συχνῆς τῆς βοηθείας, καὶ τοῖς ὕδασι μόλις τε καὶ πεφεισμένως ὡμίλουν. ἔδοξεν οὖν μοι τὸ τοῦ Σατύρου φάρμακον θεῖναι κατὰ τοῦ στομάχου τε καὶ τοῦ στήθους, ὥσπερ ὁ Σάτυρος παρηγγέλκει: πάντως δὲ οὐδὲν μέγα ἐκβαίνειν τῆς θεραπείας τῆς παρὰ τοῦ θεοῦ. εὐθὺς μὲν οὖν οὐ προσεῖτό με ἡ πρώτη προσβολὴ, ἀλλ᾽ ἐδόκει ψυχρότερον εἶναι:

   Αιλ. Αρ. Λογ. 25. 312 ὅμως δὲ ἔδοξέ μοι διακαρτερεῖν καὶ παρέχειν τῷ φαρμάκῳ, εἰ ἄρα ἀλλὰ τῷ χρόνῳ τι ἀνύσειε. καὶ οὕτω δὴ τό τε στῆθος ψύχεται ψύξιν δεινὴν καὶ βὴξ ἐπιγίγνεται πυκνή τε καὶ ἰσχυρὰ, καὶ ἀπορίᾳ εἰχόμην, καὶ ὁ θεὸς σημαίνει φθόην εἶναι. καὶ τῆς ἐπιούσης οἱ κρόταφοι καὶ ὁ κύκλος τοῦ προσώπου ἅπας κατετείνετο, καὶ σιαγόνες συνεκέκλειντο καὶ θόρυβος ἦν εἴπερ ποτέ.

ὡς δὲ ἐχάλασα μικρόν τι, ἐνθύμιον γίγνεταί μοι χρήσασθαι τῷ θεῷ τῷ ἐν Κολοφῶνι καὶ περὶ τῶν παρόντων καὶ περὶ πάσης τῆς ἀσθενείας. ἀπέχει δὲ ἡ Κολοφὼν τῆς Λεβέδου οὐ πολὺ, καὶ ἡ νὺξ ἐτύγχανεν ἡ ἱερὰ ἐπικειμένη. δόξαν ταῦτα, πέμπω τὸν Ζώσιμον. ἐπελθούσης δὲ τῆς νυκτὸς τῷ μὲν Ζωσίμῳ γίγνεται τόδε τὸ μαντεῖον φέρον εἰς ἐμὲ

ἰήσεταί σε νοῦσον ἠδ᾽ ἀκέσσεται

Ἀσκληπιὸς, πόλισμα Τηλέφου κλυτὸν
    τιμῶν, Καίκου ναμάτων οὐ τηλόθεν.

ἐμοὶ δὲ τῆς αὐτῆς νυκτὸς τάδε ἐγίγνετο, ὡς κεφαλαίων ἀπομνημονεῦσαι. ἐδόκουν ἐπὶ τῆς πατρῴας ἑστίας εἶναι, ἐν δὲ τῷ τοίχῳ οὗ τὰ ἕδη τῶν θεῶν ἐπιγράμματα εἶναι τοιάδε: οἱ δεῖνες σωθέντες ἐκ τῶν ἐσχάτων θεοῖς πᾶσι χαριστήρια: καὶ ἐφαίνετο δὴ τῶν θυσιῶν ἴχνη. καὶ ἐμοὶ μέν γε ἡ ὄψις αὕτη τῆς συνεχείας τῶν θυσιῶν ἦρξεν, οὐ μᾶλλόν τι πρὸς τὸ ὄναρ ἀφορῶντι, ἀλλ᾽ ἅμα μὲν τοιαῦτ᾽ ἦν τὰ γιγνόμενα ἐκ τῶν θεῶν, ἅμα δ᾽ ἡ γνώμη οὕτω κατεσκευάσθη. ἐκ δ᾽ οὖν τῆς Λεβέδου μετ᾽ εὐθυμίας ἀνεχωρήσαμεν, ἡνίκα ἐδόκει τῷ θεῷ, καὶ ῥᾳστώνης ἀπέλαυσα λόγου ἀξίας. ὃ δ᾽ εἶπον περὶ τῆς φθόης, ἐπεσημήνατο ὕστερον πρὸς τὸν νεωκόρον ὁ θεὸς, ὡς αὐτὸς ἐμοὶ διηγεῖτο ὁ Ἀσκληπιακὸς, οὐδὲν παρ᾽ ἐμοῦ προακηκοώς: ἔφη γὰρ ἀκοῦσαι τοῦ θεοῦ λέγοντος ὡς ἄρα φθόην μὲν καὶ κατάρρουν περιῃρηκὼς εἴη μου, τὸν δὲ στόμαχον ἰῷτο. ἐν δὲ δὴ καὶ Νηρίτῳ τῶν τροφέων ἑνὶ τῶν ἐμῶν περὶ τὸν αὐτὸν μάλιστα χρόνον θαυμαστὰ οἷα ἐνεδείξατο. οἶμαι γὰρ δόξαι τὸν θεὸν αὐτῷ λέγειν ἅμα τῷ Τελεσφόρῳ γενόμενον, βλέποντα εἰς ἐμὲ, ὡς ἄρα τούτου τά τε ὀστᾶ δέοι ἐξελεῖν καὶ νεῦρα ἐνθεῖναι, τὰ γὰρ ὄντα ἀπειρηκέναι: καὶ αὐτὸν μὲν δὴ ἐν παντὶ εἶναι καὶ ἀγωνιᾶν, ταῦτα

   Αιλ. Αρ. Λογ. 25. 313 ἀκούοντα περὶ ἐμοῦ, τὸν δὲ θεὸν φάναι παραμυθούμενον καὶ διδάσκοντα ὡς ἄρα οὐκ ἄντικρυς ἐκκόψαι τὰ ὀστᾶ οὐδὲ τὰ νεῦρα τὰ ὄντα ἐκτεμεῖν, ἀλλὰ δεῖν οἷον ἀλλοίωσίν τινα τῶν ὄντων γίγνεσθαι, οὕτω πολλῆς καὶ ἀτόπου δεῖν τῆς ἐπανορθώσεως. καὶ δίδωσιν ἴαμα τῷ Νηρίτῳ φράζειν ἐμοὶ, τῆς ἡμέρας εἰς τρὶς ἐλαίῳ ἁλῶν οὐκ ἔχοντι: καὶ ἐποίουν ἐξ ἐκείνου οὕτως, καὶ πειρωμένῳ συνέφερεν ἐπὶ τὸ βέλτιον. ταυτὶ δὲ ἕτερα ἐπὶ τῆς πατρῴας ἑστίας συνέβη μοι, κατ᾽ αὐτὴν ἀκμὴν χειμῶνός τε καὶ ἅμα τῆς νόσου. κατεκείμην ἐπ᾽ ἀρίστῳ, καὶ ἐπῆλθε τῆς κεφαλῆς ἀλγήματα ἰσχυρὰ καὶ δεινὰ, καὶ τὸ πρόσωπον κατετείνετο, καὶ τὰ χείλη συνεκέκλειτο, καὶ ἦν ἀπορία πολλή. συσπειραθεὶς δὲ ὡς εἶχον εἰσῇξα εἰς τὸ δωμάτιον οὗ κάθευδον, καὶ κατακλίνομαι ὅντινα δὴ τρόπον, καὶ πῦρ ἐπιγίγνεται πολὺ καὶ σφοδρόν: καὶ ὅπως ἀναπνεύσαιμι οὐκ εἶχον, ἀλλ᾽ ἦν οἰμωγὴ τῆς τε μητρὸς καὶ τροφοῦ καὶ τῶν ἄλλων οἰκετῶν, καὶ ὅτε δὴ Ζώσιμος συνετετάρακτο, καί πως ἔνευσα τοῖς πλείοσιν ἔξοδον καὶ παρετετάγμην πρὸς τὸ συμβησόμενον. καὶ δὴ μετὰ τοῦτο ἡλίου τε ἦν δύσις, ἢ καὶ ἔτι πορρωτέρω, καὶ ἐπιγίγνεται σπασμὸς ἐπὶ τῷ πυρετῷ οὔτε τις ῥητὸς οὔθ᾽ οἷον ἄν τις καὶ διανοηθείη, ἀλλ᾽ εἵλκετο πάσας ἕλξεις τὸ σῶμα, καὶ τὰ μὲν γόνατα ἄνω πρὸς τὴν κεφαλὴν ἐφέρετο, καὶ προσερρήγνυτο, τὰς δὲ χεῖρας οὐχ οἷόν τ᾽ ἦν κατέχειν, ἀλλ᾽ εἰς τὸν τράχηλον καὶ τὸ πρόσωπον ἐνέπιπτον: τὸ δὲ στῆθος ἔξω προεωθεῖτο καὶ τὸ νῶτον εἰς τοὔπισθεν ἀντεσπᾶτο ὥσπερ ἱστίον ἐξ ἀνέμου κεκυρτωκός. ἠρέμει δὲ οὐδὲν τοῦ σώματος οὐδὲ μικρόν τι παρήλλαττε τοῦ κατὰ φύσιν, ἀλλ᾽ ἦν ἐπὶ πλεῖστον ἡ κίνησις καὶ ἡ τῶν ὀδυνῶν κατάτασις ἄρρητος, οὔτε σιωπᾶν ἐῶσα καὶ πρὸς τὴν φωνὴν ἔτι μεῖζον ἀπαντῶσα.

ταῦτα δ᾽ ἐγίγνετο καὶ εἰς μέσας νύκτας καὶ πρόσω μηδὲ μικρὸν ἀνιέντα: ἔπειτα τῆς μὲν ἀκμῆς ἀφεῖλέ τι, οὐ μὴν παντάπασί γε ἐπαύσατο. ἐρίων δ᾽ ἦν θερμῶν ὑποβολή τε καὶ περιβολὴ συνεχὴς καὶ πυρίας πᾶσα ἰδέα, καὶ μόλις οὕτω διαγίγνομαι. καὶ πρὶν ἡμέραν εἶναι, ἔθει τις ἰατρὸν καλῶν. ἧκεν εἴτε δὴ τῆς ἐπιούσης εἴτε καὶ ἡμέρᾳ

   Αιλ. Αρ. Λογ. 25. 314 ὕστερον. καὶ μεσημβρίας μοι δοκεῖν πάλιν προσβολή τις προσῄει, καὶ μετ᾽ οὐ πολὺ διεχώρει κάτω μέλαινα. καὶ καθημένῳ ἐπὶ τοῦ δίφρου ἐπιγίγνεται ἔκλυσις δεινὴ καὶ ἱδρὼς καὶ λειποθυμία. καὶ ὁ ἰατρὸς ἐτεθορύβητό τε καὶ τροφὴν ἠξίου προσφέρειν: τὸ δ᾽ οὐ τοιοῦτον ἄρα ἦν. νύξ τ᾽ ἐπιγίγνεται, οἷα δὴ ἐν κλυδωνίῳ καὶ σάλῳ, καὶ κατέδαρθον σχεδὸν ὅσον εἰς ὄναρ. καί μοι γίγνεται πρόσταγμα πορευθῆναι πρὸς τὴν τῶν τροφέων ἑστίαν, καὶ προσκυνῆσαι τὸ ἕδος τοῦ Διὸς πρὸς ᾧ ἐτρεφόμην: καὶ φωναί τινες, οἶμαι, καὶ ὁ τρόπος τῆς ἱκετείας διῄρητο. χιὼν δ᾽ ἦν οὐκ ὀλίγη καὶ δυσέξοδα παντελῶς, καὶ ἀπεῖχε τὸ οἰκίδιον τῆς οἰκίας πλέον ἢ στάδιον. ἀνέβην ἵππον καὶ ᾠχόμην, καὶ προσεκύνησα, καὶ οὐκ ἔφθην ἐπανελθὼν, καὶ πάντα ἐκεῖνα καθειστήκει. τὰ δ᾽ ὑπὲρ τὸν τράχηλον καὶ τὰς ἀπὸ τῶν νώτων κατατάσεις καὶ τὸν ἀκριβούμενον ὀπισθότονον ἤδη τόνδε τρόπον ἰάσατο εὐθὺς, ἐπειδὴ τὴν δύσπνοιαν ἐξιάσατο. χρῆμα ἔφη βασιλικὸν εἶναι: χρῆναι δ᾽ αὐτὸ λαβεῖν παρὰ τῆς γυναικός. καί πως ἐκ τούτων ἐφάνη διάκονος τῶν βασιλείων πρὸς τῷ τοῦ Τελεσφόρου νεῷ τε καὶ ἕδει, λευχείμων τε καὶ ἐζωσμένος, καὶ κατὰ τὰς θύρας, οὗ ἡ Ἄρτεμις, ᾔει ἔξω ὑπὸ κήρυκος, φέρων τῷ βασιλεῖ τὸ λοιπὸν τοῦ χρήματος. τὸ μὲν δὴ ὄναρ ὡς ἀμυδρῶς ἀπομνημονεῦσαι τοιοῦτον μάλιστα ἐγένετο. ἐπεὶ δ᾽ ἐλθὼν εἰς τὸ ἱερὸν γίγνομαι περιιὼν κατὰ τὸν Τελεσφόρον, ἐπέρχεται ὁ νεωκόρος ὁ Ἀσκληπιακὸς, καὶ ὡς ἔτυχεν ἑστὼς πρὸς τῷ ἕδει, φράζω πρὸς αὐτὸν τὴν ὄψιν τὴν γενομένην μοι, καὶ ἠρώτων τί ἂν εἴη τὸ χρῆμα, ἢ τίς ἂν χρήσαιτο. καὶ ὃς ἀκούσας καὶ θαυμάσας, ὥσπερ εἰώθει, Οὐ μακρὰ, ἔφη, ἡ ζήτησις οὐδ᾽ ὁδοῦ πολλῆς, ἀλλ᾽ ἐνθένδε σοι φέρω: κεῖται γὰρ παρὰ τοῖς ποσὶ τῆς Ὑγιείας, ἀρτίως γε θείσης Τύχης ταύτης, ἐπειδὴ τάχιστα ἀνεῴχθη τὸ ἱερόν. ἦν δὲ ἡ Τύχη γυνὴ τῶν ἐπιφανῶν. καὶ παρελθὼν εἰς Ὑγιείας κομίζει τὸ χρῆμα: καὶ χρίομαι ὡς ἔτυχον προσεστώς. ἦν δὲ καὶ τὸ χρῆμα τῆς εὐωδίας θαυμαστὸν οἷον καὶ ἡ δύναμις εὐθὺς ἐπίδηλος. θᾶττον γὰρ ἢ εἴρηκα ἀνείθη ἡ τάσις. ἐρωτήσας δ᾽ ὕστερον τὸν

   Αιλ. Αρ. Λογ. 25. 315 νεωκόρον ἔγνων ὅτι εἴη κάθαρσις τριῶν, ὀποῦ τε ᾧ χριόμεθα καὶ μύρου ναρδίνου καὶ ἑτέρου μύρου τῶν πολυτελῶν, ἔστι δ᾽, οἶμαι, τοῦ φύλλου ἐπώνυμον. σκευάσας δὲ ἐχρώμην οὕτως τὸ λοιπὸν καὶ πάντα ἐκεῖνα ἐκεχάλαστο. ἐφάνη δὲ καὶ ὁ Τελεσφόρος νύκτωρ, χορεύων περὶ τὸν τράχηλόν μου, καὶ ἀπέλαμπεν ἐν τῷ καταντικρὺ τοίχῳ σέλας ὥσπερ ἐξ ἡλίου.

περὶ δὲ τὸν χρόνον τοῦτον ἅμα τοιόνδε ἦν μοι, εἴτε ἐμοῦντι τῆς ἑσπέρας ἤδη εἴτε καὶ οὔπω ἦσαν οἱ ἔμετοι. κάρυον καὶ ἰσχάδα καὶ φοίνικος βάλανον καὶ ἅμα ἄρτου τι πρὸς αὐτοῖς ἐσθίειν ἐδεῖτο ἐξ εὐνῆς. τούτοις δὲ ἐχρώμην τε ἐκ τοῦδε ἐπὶ τῷ χρήματι. στομάχου τε καὶ ὑποχονδρίων καὶ τοῦ περὶ ταῦτα τόπου φάρμακον δίδωσι καταπλαστὸν ἀνωτέρω μοι δοκεῖν τούτων. δίδωσι δὲ τοιαύτην δόξαν παραστήσας: Ἀσκληπιακὸν τὸν ἰατρὸν ἐδόκουν εἰσελθόντα ὡς ἐμὲ καὶ ἐπισκοποῦντα καταπλάττειν, διὰ δικτάμνου καλουμένῳ φαρμάκῳ, καὶ ἅμα προλέγειν τριάκονθ᾽ ἡμέρας χρήσασθαι. ἐχρώμην, καὶ ἥ τε δὴ τριακοστὴ νὺξ ἧκε καὶ τὸν Ἀσκληπιακὸν αὖθις ἐδόκουν ἐλθόντα ἀφαιρεῖν τὸ κατάπλασμα. χρόνῳ δὲ ὕστερον ἐκ τεττάρων τι συνθεὶς ἐπέθηκεν, ὧν τὰ μὲν δύο μέμνημαι, πίτταν ἐξ οἴνου καὶ οἴσυπον, τὼ δύο δὲ, εἰ φανείη τὰ ὀνείρατα, ἀναπληρώσομεν. καὶ μὴν περί γε τοῦ ὀνόματος τοῦ φαρμάκου τοῦ θηρείου τοιόνδε μέμνημαι. ἔτυχον μὲν ἅπας ἐσθίων καὶ πολὺ τῆς ἡμέρας ἀπολιπὼν, ὁ δὲ δειπνεῖν τε ἐπέταξε καὶ ἀναστάντα πιεῖν τοῦ φαρμάκου τούτου: καὶ εἰς πέντε ἑξῆς ἡμέρας ἐγένετο, οὗ τοὺς ἰατροὺς τἀναντία ᾔδειν κελεύοντας, ὁπότε τις μέλλοι πίεσθαι, μὴ δειπνεῖν, καὶ τέως εἰώθει. αὖθις δὲ ἐκέλευσε πρὸς ἄρτῳ φαγεῖν τοῦ αὐτοῦ τούτου φαρμάκου, καὶ ἔφαγον πρὸς τῷ τρίποδι τῷ ἱερῷ, ἀφορμήν τινα ταύτην ἀσφαλείας ποιούμενος. Φίλωνος δέ τις ἐστὶν, οἶμαι, κρᾶσις φάρμακον ἕτερον. ταύτης ἐγὼ μὲν οὐδ᾽ ὀσφρᾶσθαι οἷός τ᾽ ἦν πρὸ τοῦ, τοῦ δὲ θεοῦ σημήναντος χρῆσθαί τε καὶ ἅμα τὴν ὥραν ἣν ἔδει, οὐ μόνον εὐχερῶς ἔπιον, ἀλλὰ καὶ πιὼν ἡδίων καὶ ῥᾴων εὐθὺς ἦν. ἄλλα τοίνυν μυρία ἂν εἴη λέγειν

   Αιλ. Αρ. Λογ. 25. 316


   Αιλ. Αρ. Λογ. 25. 317


   Αιλ. Αρ. Λογ. 25. 318


   Αιλ. Αρ. Λογ. 25. 319


   Αιλ. Αρ. Λογ. 25. 320