Λόγοι/Ιεροί λόγοι γ΄: Διαφορά μεταξύ των αναθεωρήσεων
Χωρίς σύνοψη επεξεργασίας |
Χωρίς σύνοψη επεξεργασίας |
||
Γραμμή 28: | Γραμμή 28: | ||
{{float right|{{r|Αιλ. Αρ. Λογ. 25. 312|size=90%}}}} |
{{float right|{{r|Αιλ. Αρ. Λογ. 25. 312|size=90%}}}} |
||
ὅμως δὲ ἔδοξέ μοι διακαρτερεῖν καὶ παρέχειν τῷ φαρμάκῳ, εἰ ἄρα ἀλλὰ τῷ χρόνῳ τι ἀνύσειε. καὶ οὕτω δὴ τό τε στῆθος ψύχεται ψύξιν δεινὴν καὶ βὴξ ἐπιγίγνεται πυκνή τε καὶ ἰσχυρὰ, καὶ ἀπορίᾳ εἰχόμην, καὶ ὁ θεὸς σημαίνει φθόην εἶναι. καὶ τῆς ἐπιούσης οἱ κρόταφοι καὶ ὁ κύκλος τοῦ προσώπου ἅπας κατετείνετο, καὶ σιαγόνες συνεκέκλειντο καὶ θόρυβος ἦν εἴπερ ποτέ. |
|||
ὡς δὲ ἐχάλασα μικρόν τι, ἐνθύμιον γίγνεταί μοι χρήσασθαι τῷ θεῷ τῷ ἐν Κολοφῶνι καὶ περὶ τῶν παρόντων καὶ περὶ πάσης τῆς ἀσθενείας. ἀπέχει δὲ ἡ Κολοφὼν τῆς Λεβέδου οὐ πολὺ, καὶ ἡ νὺξ ἐτύγχανεν ἡ ἱερὰ ἐπικειμένη. δόξαν ταῦτα, πέμπω τὸν Ζώσιμον. ἐπελθούσης δὲ τῆς νυκτὸς τῷ μὲν Ζωσίμῳ γίγνεται τόδε τὸ μαντεῖον φέρον εἰς ἐμὲ |
|||
ἰήσεταί σε νοῦσον ἠδ᾽ ἀκέσσεται |
|||
<blockquote><poem>Ἀσκληπιὸς, πόλισμα Τηλέφου κλυτὸν |
|||
τιμῶν, Καίκου ναμάτων οὐ τηλόθεν.</poem></blockquote> |
|||
ἐμοὶ δὲ τῆς αὐτῆς νυκτὸς τάδε ἐγίγνετο, ὡς κεφαλαίων ἀπομνημονεῦσαι. ἐδόκουν ἐπὶ τῆς πατρῴας ἑστίας εἶναι, ἐν δὲ τῷ τοίχῳ οὗ τὰ ἕδη τῶν θεῶν ἐπιγράμματα εἶναι τοιάδε: οἱ δεῖνες σωθέντες ἐκ τῶν ἐσχάτων θεοῖς πᾶσι χαριστήρια: καὶ ἐφαίνετο δὴ τῶν θυσιῶν ἴχνη. καὶ ἐμοὶ μέν γε ἡ ὄψις αὕτη τῆς συνεχείας τῶν θυσιῶν ἦρξεν, οὐ μᾶλλόν τι πρὸς τὸ ὄναρ ἀφορῶντι, ἀλλ᾽ ἅμα μὲν τοιαῦτ᾽ ἦν τὰ γιγνόμενα ἐκ τῶν θεῶν, ἅμα δ᾽ ἡ γνώμη οὕτω κατεσκευάσθη. ἐκ δ᾽ οὖν τῆς Λεβέδου μετ᾽ εὐθυμίας ἀνεχωρήσαμεν, ἡνίκα ἐδόκει τῷ θεῷ, καὶ ῥᾳστώνης ἀπέλαυσα λόγου ἀξίας. ὃ δ᾽ εἶπον περὶ τῆς φθόης, ἐπεσημήνατο ὕστερον πρὸς τὸν νεωκόρον ὁ θεὸς, ὡς αὐτὸς ἐμοὶ διηγεῖτο ὁ Ἀσκληπιακὸς, οὐδὲν παρ᾽ ἐμοῦ προακηκοώς: ἔφη γὰρ ἀκοῦσαι τοῦ θεοῦ λέγοντος ὡς ἄρα φθόην μὲν καὶ κατάρρουν περιῃρηκὼς εἴη μου, τὸν δὲ στόμαχον ἰῷτο. ἐν δὲ δὴ καὶ Νηρίτῳ τῶν τροφέων ἑνὶ τῶν ἐμῶν περὶ τὸν αὐτὸν μάλιστα χρόνον θαυμαστὰ οἷα ἐνεδείξατο. οἶμαι γὰρ δόξαι τὸν θεὸν αὐτῷ λέγειν ἅμα τῷ Τελεσφόρῳ γενόμενον, βλέποντα εἰς ἐμὲ, ὡς ἄρα τούτου τά τε ὀστᾶ δέοι ἐξελεῖν καὶ νεῦρα ἐνθεῖναι, τὰ γὰρ ὄντα ἀπειρηκέναι: καὶ αὐτὸν μὲν δὴ ἐν παντὶ εἶναι καὶ ἀγωνιᾶν, ταῦτα |
|||
{{float right|{{r|Αιλ. Αρ. Λογ. 25. 313|size=90%}}}} |
{{float right|{{r|Αιλ. Αρ. Λογ. 25. 313|size=90%}}}} |
Αναθεώρηση της 11:34, 9 Φεβρουαρίου 2015
Ἱεροὶ λόγοι γ΄ Συγγραφέας: |
Aristides, Aelius. Aristides. ex recensione Guilielmi Dindorfii. Leipzig. Weidmann. 1829. 1-2 |
Αιλ. Αρ. Λογ. 25. 309 ἔτυχον μὲν διατρίβων ἐν Ἀδριανοῖς, τοῦ θεοῦ πέμψαντος: ἦσαν δὲ αἱ πολλαὶ τότε καὶ συνεχεῖς ἀπορίαι, οὔτε γὰρ τρέφεσθαι δυνατὸν ἦν μοι οὔθ᾽ ὅ τι γευσαίμην κατέχειν τοῦτο, ἀλλ᾽ εὐθὺς συνίστατο σὺν πυρὶ πολλῷ καὶ τὴν φάρυγγα ἔκειρε καὶ τὸ πνεῦμα ἀπελάμβανε, καὶ σφάκελοι πυρώδεις ἐχώρουν εἰς κεφαλὴν ἄνω. καὶ
Αιλ. Αρ. Λογ. 25. 310 πειρωμένῳ ἐμεῖν οὐκ ἀπήντα, ἀλλ᾽ ἦν καὶ ῥανὶς ἀντὶ τρικυμίας, διὰ τὸ ἐνίσχεσθαί τε καὶ πνιγμὸν φέρειν, μόλις δ᾽ ἂν καὶ μετὰ πολλοῦ θορύβου καὶ πολλῆς ἀπογνώσεως ἀπηλλάγην οὐκ ἀναιμωτὶ, ἀλλ᾽ ἀνεξαίνετο ἅπας ὁ πόρος καὶ καθίστατο ἀντ᾽ ἄλλου τραύματος. καὶ ὁ κάματος δὴ καὶ ἡ πᾶσα τοῦ σώματος ἀσθένεια καὶ κάθαρσις κατὰ λόγον τῶν συμβαινόντων ἦν. καὶ τῶν φίλων καὶ τῶν εἰωθότων παρῆν οὐδεὶς, ἀλλ᾽ ἀπεδήμουν ἄλλος ἄλλοσε, ὅτι μὴ εἷς τις ἔτυχε διαιτώμενος ἐν τοῖς ὕδασι τότε, ὃν ἐγὼ ἔτι πρόσθεν ἐδόκουν ὄναρ κειμένῳ μοι καθ᾽ ὁδὸν μόνῳ, τοῦ ἵππου ἐφ᾽ οὗ καθήμην πεπτωκότος, εἰπεῖν ὅτι καὶ τοῦτο παρὰ τῆς εἱμαρμένης συμβαίη, μόνον με ἀπολειφθῆναι. τοῦτο μὲν δὴ ἐν Περγάμῳ προγεγόνει πρὸ τῆς ἐξόδου μικρόν: τότε δὲ ἐν τοῖς Ἀδριανοῖς ἀπορουμένῳ μέμνημαι τοιοῦτον ὄναρ γενόμενον: ἐδόκουν ἐπὶ σχεδίας φέρεσθαι ἐν τῷ Αἰγυπτίῳ πελάγει μόνος, εἶναι δὲ τῆς σχεδίας ἐπ᾽ ἄκρῳ τε καὶ τῷ πρὸς τὴν γῆν: ἀποροῦντι δέ μοι προφανῆναι τὸν τροφέα Ζώσιμον ἵππον ἔχοντα ἐν τῇ γῇ, καί πως ἐκβῆναί τε καὶ λαβέσθαι ἀσμένως τοῦ ἵππου. καὶ τοῦτο μὲν οὕτως. ἐδόκουν δὲ καὶ διὰ τῆς Ἀλεξανδρείας διεξιὼν διδασκαλεῖα παίδων ὁρᾶν: οἱ δ᾽ ἀνεγίγνωσκόν τε καὶ ᾖδον τὰ ἔπη τάδε, ὑπηχοῦντες ὡς ἥδιστον
πολλοὺς δ᾽ ἐκ θανάτοιο ἐρύσατο δερκομένοιο
ἀστραφέεσσι πύλῃσιν ἐπ᾽ αὐτῇσιν βεβαῶτας
Ἀΐδεω.
ταῦτα δ᾽ ἐστὶ τῶν ἡμετέρων ἐπῶν, ἃ πρῶτα σχεδὸν ἐποιήσαμεν τῷ θεῷ. θαυμάζειν οὖν ὅπως ἤδη διαπεφοιτηκότα εἰς τὴν Αἴγυπτον εἴη καὶ χαίρειν ὑπερφυῶς, ὅτε δὴ τυγχάνοιμι κατειληφὼς ᾀδόμενα τἀμαυτοῦ.
καὶ τὰ μὲν κεφάλαια τῶν ἐνυπνίων τοιαῦτά ἐστιν. ἡμέρας δὲ γενομένης, ἔτυχε γάρ μοι παρὼν ἵππος, ἀναβαίνω τε εὐθὺς καὶ ὃν οὐδ᾽ ἂν εἷς ᾠήθη διαρκέσαι μέχρι τῆς πρώτης ἐξόδου, δρόμους τε ἀπελαύνω τὸν ἵππον καὶ γίγνομαι ῥᾴων θέοντος ἔτι, καὶ ἀπῄει τῶν ἄνω πολὺ τοῦ βάρους καί τις δύναμις ὡς ἐν τοιούτοις συνελέγη, καὶ ἦσαν πάλιν ἐλπίδες. ἐγένετο δέ μοι καὶ νύκτωρ φωνὴ λέγοντός του, τεθεράπευσαι, καὶ ταῦτα ἐν αὐτοῖς τοῖς ἀπορωτάτοις. ὃν μὲν οὖν τρόπον εἴς τε τὴν Πέργαμον
Αιλ. Αρ. Λογ. 25. 311 πάλιν ἀπεσώθην καὶ τίν᾽ ἐφεξῆς δίαιταν διῃτώμην ἀνάγκη παραλιπεῖν διὰ πλῆθος τῶν τε λόγων καὶ τῶν πραγμάτων. ἑτέραν δὲ ἔξοδον ἐξῆλθον εἰς τὰ ὕδατα ἐν ἀκμῇ θέρους, καὶ προείρητο ἐπανήκειν εὐθέως λουσάμενον, κιννάμωμον κόψαντα καὶ πάσαντα τὸν τράχηλον κύκλῳ. τούτους αὖ σταδίους τετταράκοντα καὶ διακοσίους τὸ συναμφότερον ἤνυσα, πνίγους ὄντος θαυμαστοῦ, καὶ ῥᾷον ἤνεγκα τὸ δίψος ἤ τις ἂν ἐκ βαλανείου βαδίζων οἴκαδε. αὖθις αὖ πέμπει με προστάξας πιεῖν ψυχρὸν, καὶ ἔπιον τὸ σύμπαν. καὶ ταῦτα μὲν εἰς τοσοῦτον τὸ νῦν εἶναι. τὰ δ᾽ ἐν Λεβέδῳ συμβάντα, ἐπέμφθην μὲν ἀπὸ κατακλίσεως, ἣν ἐν Σωτήρων ἐγκατεκεκλίμην, αὐτοῦ καὶ τοῦτο ἐπιτάξαντος, οὕτως ἀπειρηκὼς ὥστ᾽ οὐδ᾽ ἐπὶ τῆς κλίνης οἴκοι εἶχον ἀνταρκεῖν. καὶ ἦν δὴ ὁ ἰατρὸς Σάτυρος ἐν Περγάμῳ κατὰ τοῦτον τὸν χρόνον σοφιστὴς, ὡς ἐλέγετο, οὐ τῶν ἀγεννῶν. οὗτος ἐμοὶ προσελθὼν κατακειμένῳ καὶ τοῦ τε θώρακος καὶ τῶν ὑποχονδρίων ἁψάμενος, ἐπειδὴ προϊόντος τοῦ λόγου τὰς καθάρσεις τοῦ αἵματος ἤκουσεν ὅσαι γεγόνασί μοι, τὸ μὲν αἷμα ἐπισχεῖν ἐκέλευε καὶ μὴ καταλύειν τὸ σῶμα: ἐγὼ δέ σοι, ἔφη, δώσω τι κατάπλασμα πάνυ κοῦφον καὶ ἁπλοῦν, ὃ συνθεῖναι ἐπὶ τοῦ στομάχου καὶ τῶν ὑποχονδρίων, καὶ εἴσει δὴ ὁπόσον τι ὀνήσει. ταῦτα συνεβούλευε, κἀγὼ τὸ μὲν τοῦ αἵματος οὐκ ἔφην εἶναι κύριος οὔτε οὕτως οὔτ᾽ ἐκείνως ποιεῖν, ἀλλ᾽ ἕως ἂν ὁ θεὸς προστάττῃ ἀφαιρεῖν, ὑπακούσεσθαι καὶ ἑκὼν καὶ ἄκων, μᾶλλον δὲ οὐδέποτε ἄκων: τὴν δόσιν δὲ οὐκ ἔφυγον τοῦ Σατύρου, ἀλλ᾽ ἐφύλαττον λαβών: τὸ δ᾽ ἦν ἄρα οὐκ Ἀμαλθείας κέρας. ὡς δ᾽ εἰς τὴν Λέβεδον κομίζομαι καὶ μάλ᾽ ἀπροσδοκήτως καὶ ἀγαπητῶς διαγενόμενος, τοῦτο μὲν ἤδη πᾶν ἐδόκει κέρδος εἶναι. ἐδεόμην δὲ συχνῆς τῆς βοηθείας, καὶ τοῖς ὕδασι μόλις τε καὶ πεφεισμένως ὡμίλουν. ἔδοξεν οὖν μοι τὸ τοῦ Σατύρου φάρμακον θεῖναι κατὰ τοῦ στομάχου τε καὶ τοῦ στήθους, ὥσπερ ὁ Σάτυρος παρηγγέλκει: πάντως δὲ οὐδὲν μέγα ἐκβαίνειν τῆς θεραπείας τῆς παρὰ τοῦ θεοῦ. εὐθὺς μὲν οὖν οὐ προσεῖτό με ἡ πρώτη προσβολὴ, ἀλλ᾽ ἐδόκει ψυχρότερον εἶναι:
Αιλ. Αρ. Λογ. 25. 312 ὅμως δὲ ἔδοξέ μοι διακαρτερεῖν καὶ παρέχειν τῷ φαρμάκῳ, εἰ ἄρα ἀλλὰ τῷ χρόνῳ τι ἀνύσειε. καὶ οὕτω δὴ τό τε στῆθος ψύχεται ψύξιν δεινὴν καὶ βὴξ ἐπιγίγνεται πυκνή τε καὶ ἰσχυρὰ, καὶ ἀπορίᾳ εἰχόμην, καὶ ὁ θεὸς σημαίνει φθόην εἶναι. καὶ τῆς ἐπιούσης οἱ κρόταφοι καὶ ὁ κύκλος τοῦ προσώπου ἅπας κατετείνετο, καὶ σιαγόνες συνεκέκλειντο καὶ θόρυβος ἦν εἴπερ ποτέ.
ὡς δὲ ἐχάλασα μικρόν τι, ἐνθύμιον γίγνεταί μοι χρήσασθαι τῷ θεῷ τῷ ἐν Κολοφῶνι καὶ περὶ τῶν παρόντων καὶ περὶ πάσης τῆς ἀσθενείας. ἀπέχει δὲ ἡ Κολοφὼν τῆς Λεβέδου οὐ πολὺ, καὶ ἡ νὺξ ἐτύγχανεν ἡ ἱερὰ ἐπικειμένη. δόξαν ταῦτα, πέμπω τὸν Ζώσιμον. ἐπελθούσης δὲ τῆς νυκτὸς τῷ μὲν Ζωσίμῳ γίγνεται τόδε τὸ μαντεῖον φέρον εἰς ἐμὲ
ἰήσεταί σε νοῦσον ἠδ᾽ ἀκέσσεται
Ἀσκληπιὸς, πόλισμα Τηλέφου κλυτὸν
τιμῶν, Καίκου ναμάτων οὐ τηλόθεν.
ἐμοὶ δὲ τῆς αὐτῆς νυκτὸς τάδε ἐγίγνετο, ὡς κεφαλαίων ἀπομνημονεῦσαι. ἐδόκουν ἐπὶ τῆς πατρῴας ἑστίας εἶναι, ἐν δὲ τῷ τοίχῳ οὗ τὰ ἕδη τῶν θεῶν ἐπιγράμματα εἶναι τοιάδε: οἱ δεῖνες σωθέντες ἐκ τῶν ἐσχάτων θεοῖς πᾶσι χαριστήρια: καὶ ἐφαίνετο δὴ τῶν θυσιῶν ἴχνη. καὶ ἐμοὶ μέν γε ἡ ὄψις αὕτη τῆς συνεχείας τῶν θυσιῶν ἦρξεν, οὐ μᾶλλόν τι πρὸς τὸ ὄναρ ἀφορῶντι, ἀλλ᾽ ἅμα μὲν τοιαῦτ᾽ ἦν τὰ γιγνόμενα ἐκ τῶν θεῶν, ἅμα δ᾽ ἡ γνώμη οὕτω κατεσκευάσθη. ἐκ δ᾽ οὖν τῆς Λεβέδου μετ᾽ εὐθυμίας ἀνεχωρήσαμεν, ἡνίκα ἐδόκει τῷ θεῷ, καὶ ῥᾳστώνης ἀπέλαυσα λόγου ἀξίας. ὃ δ᾽ εἶπον περὶ τῆς φθόης, ἐπεσημήνατο ὕστερον πρὸς τὸν νεωκόρον ὁ θεὸς, ὡς αὐτὸς ἐμοὶ διηγεῖτο ὁ Ἀσκληπιακὸς, οὐδὲν παρ᾽ ἐμοῦ προακηκοώς: ἔφη γὰρ ἀκοῦσαι τοῦ θεοῦ λέγοντος ὡς ἄρα φθόην μὲν καὶ κατάρρουν περιῃρηκὼς εἴη μου, τὸν δὲ στόμαχον ἰῷτο. ἐν δὲ δὴ καὶ Νηρίτῳ τῶν τροφέων ἑνὶ τῶν ἐμῶν περὶ τὸν αὐτὸν μάλιστα χρόνον θαυμαστὰ οἷα ἐνεδείξατο. οἶμαι γὰρ δόξαι τὸν θεὸν αὐτῷ λέγειν ἅμα τῷ Τελεσφόρῳ γενόμενον, βλέποντα εἰς ἐμὲ, ὡς ἄρα τούτου τά τε ὀστᾶ δέοι ἐξελεῖν καὶ νεῦρα ἐνθεῖναι, τὰ γὰρ ὄντα ἀπειρηκέναι: καὶ αὐτὸν μὲν δὴ ἐν παντὶ εἶναι καὶ ἀγωνιᾶν, ταῦτα