Ηθικά/Περί του εμφαινομένου προσώπου τω κύκλω της σελήνης: Διαφορά μεταξύ των αναθεωρήσεων
< Ηθικά
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας |
wikify |

Γραμμή 1: | Γραμμή 1: | ||
{{Πολυτονικό}} |

{{Τίτλος2|Περί του εμφαινομένου προσώπου τω κύκλω της σελήνης|[[Πλούταρχος]]}} |

... Ὀ Σύλλας 'ταῦτ' εἶπε. 'τῷ γὰρ ἐμῷ μύ-

θῳ προσήκει κἀκεῖθέν ἐστι. ἀλλ' εἰ δή τι πρὸς τὰς ἀνὰ

χεῖρα ταύτας καὶ διὰ στόματος πᾶσι δόξας περὶ τοῦ προσ-

ώπου τῆς σελήνης προανεκρούσασθε, πρῶτον ἡδέως ἄν

μοι δοκῶ πυθέσθαι'. 'τί δ' οὐκ ἐμέλλομεν', εἶπον, 'ὑπὸ τῆς

ἐν τούτοις ἀπορίας ἐπ' ἐκεῖνα ἀπωσθέντες; ὡς γὰρ οἱ ἐν

νοσήμασι χρονίοις πρὸς τὰ κοινὰ βοηθήματα καὶ τὰς συν-

ήθεις διαίτας ἀπειπόντες ἐπὶ καθαρμοὺς καὶ περίαπτα

καὶ ὀνείρους τρέπονται, οὕτως ἀναγκαῖον ἐν δυσθεωρή-

τοις καὶ ἀπόροις σκέψεσιν, ὅταν οἱ κοινοὶ καὶ ἔνδοξοι καὶ

συνήθεις λόγοι μὴ πείθωσι, πειρᾶσθαι τῶν ἀτοπωτέρων

καὶ μὴ καταφρονεῖν ἀλλ' ἐπᾴδειν ἀτεχνῶς ἑαυτοῖς τὰ τῶν

παλαιῶν καὶ διὰ πάντων τἀληθὲς ἐξελέγχειν.

Ὁρᾷς γὰρ εὐθὺς ὡς ἄτοπος ὁ λέγων τὸ φαινόμενον

εἶδος ἐν τῇ σελήνῃ πάθος εἶναι τῆς ὄψεως ὑπεικούσης τῇ

λαμπρότητι δι' ἀσθένειαν, ὃ <μαρμαρυγὴν> καλοῦμεν, οὐ

συνορῶν ὅτι πρὸς τὸν ἥλιον ἔδει τοῦτο γίνεσθαι μᾶλλον

ὀξὺν ἀπαντῶντα καὶ πλήκτην_ὥς που καὶ Ἐμπεδοκλῆς

τὴν ἑκατέρων ἀποδίδωσιν οὐκ ἀηδῶς διαφοράν (B 40)

'Ἥλιος ὀξυβελὴς ἠδ' ἱλάειρα Σελήνη,'

τὸ ἐπαγωγὸν αὐτῆς καὶ ἱλαρὸν καὶ ἄλυπον οὕτως προσ-

αγορεύσασ_, ἔπειτα λόγον ἀποδιδούς, καθ' ὃν αἱ ἀμυ-

δραὶ καὶ ἀσθενεῖς ὄψεις οὐδεμίαν διαφορὰν ἐν τῇ σελήνῃ

μορφῆς ἐνορῶσιν, ἀλλὰ λεῖος αὐταῖς ἀντιλάμπει καὶ περί-

πλεως αὐτῆς ὁ κύκλος, οἱ δ' ὀξὺ καὶ σφοδρὸν ὁρῶντες

ἐξακριβοῦσι μᾶλλον καὶ διαστέλλουσιν ἐκτυπούμενα τὰ

εἴδη τοῦ προσώπου καὶ τῆς διαφορᾶς ἅπτονται σαφέστε-

ρον. ἔδει γὰρ οἶμαι τοὐναντίον, εἴπερ ἡττωμένου πά<θος>

ὄμματος ἐποίει τὴν φαντασίαν, ὅπου τὸ πάσχον ἀσθενέ-

στερον, <σαφέστερον> εἶναι τὸ φαινόμενον. ἡ δ' ἀνω-

μαλία καὶ παντάπασιν ἐλέγχει τὸν λόγον. οὐ γὰρ ἔστι

συνεχοῦς σκιᾶς καὶ συγκεχυμένης ὄψις, ἀλλ' οὐ φαύλως

ὑπογράφων ὁ Ἀγησιάναξ εἴρηκε

'πᾶσα μὲν ἥδε πέριξ πυρὶ λάμπεται, ἐν δ' ἄρα μέσσῃ

γλαυκότερον κυάνοιο φαείνεται ἠύτε κούρης

ὄμμα καὶ ὑγρὰ μέτωπα. τὰ δὲ ῥέθει ἄντα ἔοικεν.'

ὄντως γὰρ ὑποδύεται περιόντα τοῖς λαμπροῖς τὰ σκιερὰ

καὶ πιέζει <πιεζόμενα> πάλιν ὑπ' αὐτῶν καὶ ἀποκοπτό-

μενα, καὶ ὅλως πέπλεκται δι' ἀλλήλων, ... γραφικὴν τὴν

δια<τύπωσιν> εἶναι τοῦ σχήματος.

<Ταὐτὸ δὲ> καὶ πρὸς Κλέαρχον , ὦ Ἀριστότε-

λες, οὐκ ἀπιθάνως ἐδόκει λέγεσθαι τὸν ὑμέτερον. ὑμέ-

τερος γὰρ ἁνήρ, Ἀριστοτέλους τοῦ παλαιοῦ γεγονὼς συν-

ήθης, εἰ καὶ πολλὰ τοῦ Περιπάτου παρέτρεψεν.' ὑπο-

λαβόντος δὲ τοῦ Ἀπολλωνίδου τὸν λόγον καὶ τίς ἦν ἡ

δόξα τοῦ Κλεάρχου διαπυθομένου 'παντὶ μᾶλλον' ἔφην

'ἀγνοεῖν ἢ σοὶ προσῆκόν ἐστι λόγον ὥσπερ ἀφ' ἑστίας

τῆς γεωμετρίας ὁρμώμενον. λέγει γὰρ ἁνὴρ εἰκόνας ἐσοπ-

τρικὰς εἶναι καὶ εἴδωλα τῆς μεγάλης θαλάσσης ἐμφαι-

νόμενα τῇ σελήνῃ τὸ καλούμενον πρόσωπον. ἥ τε γὰρ

ἀκτὶς ἀνακλωμένη πολλαχόθεν ἅπτεσθαι τῶν οὐ κατ' εὐ-

θυωρίαν ὁρωμένων πέφυκεν, ἥ τε πανσέληνος αὐτὴ

πάντων ἐσόπτρων ὁμαλότητι καὶ στιλπνότητι κάλλιστόν

ἐστι καὶ καθαρώτατον. ὥσπερ οὖν τὴν ἶ<ριν> οἴεσθ'

ὑμεῖς ἀνακλωμένης ἐπὶ τὸν ἥλιον τῆς ὄψεως ἐνορᾶσθαι

τῷ νέφει λαβόντι νοτερὰν ἡσυχῇ λειότητα καὶ <πῆ>ξιν,

οὕτως ἐκεῖνος ἐνορᾶσθαι τῇ σελήνῃ τὴν ἔξω θάλασσαν

οὐκ ἐφ' ἧς ἐστι χώρας, ἀλλ' ὅθεν ἡ κλάσις ἐποίησε τῇ

ὄψει τὴν ἐπαφὴν αὐτῆς καὶ τὴν ἀνταύγειαν. ὥς που πά-

λιν ὁ Ἀγησιάναξ εἴρηκεν

'ἧ πόντου μέγα κῦμα καταντία κυμαίνοντος

δείκελον ἰνδάλλοιτο πυριφλεγέθοντος ἐσόπτρου.'

ἡσθεὶς οὖν ὁ Ἀπολλωνίδης 'ὡς ἴδιον' εἶπε 'καὶ και-

νὸν ὅλως τὸ σκευώρημα τῆς δόξης, τόλμαν δέ τινα καὶ

μοῦσαν ἔχοντος ἀνδρός. ἀλλὰ πῆ τὸν ἔλεγχον αὐτῷ προσ-

ῆγε'; 'πρῶτον μέν' εἶπον, 'ἧ μία φύσις τῆς ἔξω θαλάσ-

σης ἐστί, σύῤῥουν καὶ συνεχὲς <κύκλῳ> πέλαγος, ἡ δ'

ἔμφασις οὐ μία τῶν ἐν τῇ σελήνῃ μελασμάτων, ἀλλ' οἷον

ἰσθμοὺς ἔχουσα, τοῦ λαμπροῦ διαιροῦντος καὶ διορίζοντος

τὸ σκιερόν. ὅθεν ἑκάστου τόπου χωρισθέντος καὶ πέρας

ἴδιον ἔχοντος αἱ τῶν φωτεινῶν ἐπιβολαὶ τοῖς σκοτεινοῖς

ὕψους εἰκόνα καὶ βάθους λαμβάνουσαι τὰς περὶ τὰ ὄμ-

ματα καὶ τὰ χείλη φαινομένας εἰκόνας ὁμοιότατα διετύ-

πωσαν. ὥστ' ἢ πλείονας ἔξω θαλάσσας ὑποληπτέον

ἰσθμοῖς τισι καὶ ἠπείροις ἀπολαμβανομένας, ὅπερ ἐστὶν

ἄτοπον καὶ ψεῦδος, ἢ μιᾶς οὔσης οὐ πιθανὸν εἰκόνα διε-

σπασμένην οὕτως ἐμφαίνεσθαι. ἐκεῖνο μὲν γὰρ ἐρω-

τῶν ἀσφαλέστερόν ἐστιν ἢ ἀποφαίνεσθαι σοῦ παρόντος,

εἰ τῆς οἰκουμένης εὖρος τοσαύτης καὶ μῆκος ἐνδέχεται

πᾶσιν ὡσαύτως ἀπὸ τῆς σελήνης ὄψιν ἀνακλωμένην ἐπι-

θιγγάνειν τῆς θαλάσσης, καὶ τοῖς ἐν αὐτῇ τῇ μεγάλῃ θα-

λάττῃ πλέουσι νὴ Δία καὶ οἰκοῦσιν, ὥσπερ Βρεττανοῖς,

καὶ ταῦτα μηδὲ τῆς γῆς, ὥς φατε, πρὸς τὴν σφαῖραν τῆς

σελήνης κέντρου λόγον ἐπεχούσης. τουτὶ μὲν οὖν' ἔφην

'σὸν ἔργον ἐπισκοπεῖν, τὴν δὲ πρὸς τὴν σελήνην [ἢ] τῆς

ὄψεως κλάσιν οὐκέτι σὸν οὐδ' Ἱππάρχου. καίτοι γε φι-

λοπράγμ<ων ἁνήρ>. ἀλλὰ πολλοῖς οὐκ ἀρέσκει φυσιολο-

γῶν περὶ τῆς ὄψεως. <ὡς> αὐτὴν ὁμοπαθῆ κρᾶσιν ἴσχειν

καὶ σύμπηξιν εἰκός ἐστι μᾶλλον ἢ πληγάς τινας καὶ ἀπο-

πηδήσεις, οἵας ἔπλαττε τῶν ἀτόμων Ἐπίκουρος. οὐκ ἐθε-

λήσει δ' οἶμαι τὴν σελήνην ἐμβριθὲς ὑποθέσθαι σῶμα

καὶ στερεὸν ὑμῖν ὁ Κλέαρχος, ἀλλ' ἄστρον αἰθέριον καὶ

φωσφόρον, ὥς φατε. τοιαύτῃ <δὲ> τὴν ὄψιν ἢ θραύειν

προσήκει ἢ ἀποστρέφειν, ὥστ' οἴχεσθαι τὴν ἀνάκλασιν.

εἰ δὲ προσαμυνεῖταί τις ἡμᾶς, ἐρησόμεθα πῶς μόνον

πρόσωπόν ἐστιν ἐν τῇ σελήνῃ τὸ τῆς θαλάσσης ἔσοπτρον,

ἄλλῳ δ' οὐδενὶ τῶν τοσούτων ἀστέρων ἐνορᾶται. καίτοι

τό γ' εἰκὸς ἀπαιτεῖ πρὸς ἅπαντας ἢ πρὸς μηθένα τοῦτο

πάσχειν τὴν ὄψιν. ἀλλ' ...' πρὸς τὸν Λεύκιον ἔφην ἀπο-

βλέψας, 'ὃ πρῶτον ἐλέχθη τῶν ἡμετέρων ὑπόμνησον.'

Καὶ ὁ Λεύκιος 'ἀλλὰ μὴ δόξωμεν' ἔφη 'κομιδῇ

προπηλακίζειν τὸν Φαρνάκην, οὕτω τὴν Στωικὴν δόξαν

ἀπροσαύδητον ὑπερβαίνοντες, εἰπὲ δή τι πρὸς τὸν

ἄνδρα, πα<γέ>ντος ἀέρος μῖγμα καὶ μαλακοῦ πυρὸς

ὑποτιθέμενον τὴν σελήνην, εἶθ' οἷον ἐν γαλήνῃ φρίκης

ὑποτρεχούσης φάσκοντα τοῦ ἀέρος διαμελαίνοντος ἔμ-

φασιν γίνεσθαι μορφοειδῆ ... .' 'χρηστῶς γ'' εἶπον

'ὦ Λεύκιε, τὴν ἀτοπίαν εὐφήμοις περιαμπέχεις ὀνό-

μασιν. οὐχ οὕτω δ' ὁ ἑταῖρος ἡμῶν, ἀλλ', ὅπερ

ἀληθὲς ἦν, ἔλεγεν ὑπωπιάζειν αὐτοὺς τὴν σελήνην, σπί-

λων καὶ μελασμῶν ἀναπιμπλάντας, ὁμοῦ μὲν Ἄρτε-

μιν καὶ Ἀθηνᾶν ἀνακαλοῦντας ὁμοῦ δὲ σύμμιγμα καὶ φύ-

ραμα ποιοῦντας ἀέρος ζοφεροῦ καὶ πυρὸς ἀνθρακώδους,

οὐκ ἔχουσαν ἔξαψιν οὐδ' αὐγὴν οἰκείαν, ἀλλὰ δυσκρινές

τι σῶμα τυφόμενον ἀεὶ καὶ πυρίκαυστον, ὥσπερ τῶν κε-

ραυνῶν τοὺς ἀλαμπεῖς καὶ 'ψολόεντας' ὑπὸ τῶν ποιητῶν

προσαγορευομένους. ὅτι μέντοι πῦρ ἀνθρακῶδες, οἷον

οὗτοι τὸ τῆς σελήνης ποιοῦσιν, οὐκ ἔχει διαμονὴν οὐδὲ

σύστασιν ὅλως, ἐὰν μὴ στερεᾶς ὕλης καὶ στεγούσης ἅμα

καὶ τρεφούσης ἐπιλάβηται, βέλτιον οἶμαι συνορᾶν ἐνίων

φιλοσόφων τοὺς ἐν παιδιᾷ λέγοντας τὸν Ἥφαιστον εἰρῆ-

σθαι χωλόν, ὅτι τὸ πῦρ ξύλου χωρὶς ὥσπερ οἱ χωλοὶ

βακτηρίας οὐ πρόεισιν. εἰ οὖν ἡ σελήνη πῦρ ἐστι, πό-

θεν αὐτῇ τοσοῦτος ἐγγέγονεν ἀήρ; ὁ γὰρ ἄνω καὶ κύκλῳ

φερόμενος οὑτοσὶ τόπος οὐκ ἀέρος, ἀλλὰ κρείττονος οὐ-

σίας καὶ πάντα λεπτύνειν καὶ συνεξάπτειν φύσιν ἐχούσης

ἐστίν. εἰ δ' ἐγγέγονε, πῶς οὐκ οἴχεται μεταβάλλων εἰς

ἕτερον εἶδος ὑπὸ τοῦ πυρὸς ἐξαιθερωθείς, ἀλλὰ σῴζεται

καὶ συνοικεῖ πυρὶ τοσοῦτον χρόνον, ὥσπερ ἥλοις ἀραρὼς

ἀεὶ τοῖς αὐτοῖς μέρεσι καὶ συγγεγομφωμένος; ἀραιῷ μὲν

γὰρ ὄντι καὶ συγκεχυμένῳ μὴ μένειν ἀλλὰ σφάλλεσθαι

προσήκει, συμπεπηγέναι δ' οὐ δυνατὸν ἀναμεμιγμένον

πυρὶ καὶ μήθ' ὑγροῦ μετέχοντα μήτε γῆς, οἷς μόνοις ἀὴρ

συμπήγνυσθαι πέφυκεν. ἡ δὲ ῥύμη καὶ τὸν ἐν λίθοις ἀέρα

καὶ τὸν ἐν ψυχρῷ μολίβδῳ συνεκκάει, μήτι γε δὴ τὸν

ἐν πυρὶ δινούμενον μετὰ τάχους τοσούτου. καὶ γὰρ Ἐμπε-

δοκλεῖ (α 60) δυσκολαίνουσι πάγον ἀέρος χαλαζώδη

ποιοῦντι τὴν σελήνην ὑπὸ τῆς τοῦ πυρὸς σφαίρας περι-

εχόμενον, αὐτοὶ δὲ τὴν σελήνην σφαῖραν οὖσαν πυρὸς ἀέρα

φασὶν ἄλλον ἄλλῃ διεσπασμένον περιέχειν, καὶ ταῦτα μή-

τε ῥήξεις ἔχουσαν ἐν ἑαυτῇ μήτε βάθη καὶ κοιλότητας,

ἅπερ οἱ γεώδη ποιοῦντες ἀπολείπουσιν, ἀλλ' ἐπιπολῆς δη-

λονότι τῇ κυρτότητι ἐπικείμενον. τοῦτο δ' ἐστὶ καὶ πρὸς

διαμονὴν ἄλογον καὶ πρὸς θέαν ἀδύνατον ἐν ταῖς πανσε-

λήνοις. διορίσασθαι γὰρ οὐκ ἔδει μέλανα <μένοντα> καὶ

σκιερόν, ἀλλ' ἀμαυροῦσθαι κρυπτόμενον ἢ συνεκλάμπειν

ὑπὸ τοῦ ἡλίου καταλαμβανομένης τῆς σελήνης. καὶ γὰρ

παρ' ἡμῖν ὁ μὲν ἐν βάθεσι καὶ κοιλώμασι τῆς γῆς, οὗ

μὴ δίεισιν αὐγή, διαμένει σκιώδης καὶ ἀφώτιστος, ὁ

δ' ἔξωθεν τῇ γῇ περικεχυμένος φέγγος ἴσχει καὶ χρόαν

αὐγοειδῆ. πρὸς πᾶσαν μὲν γάρ ἐστι ποιότητα καὶ δύνα-

μιν εὐκέραστος ὑπὸ μανότητος, μάλιστα δὲ φωτὸς ἂν ἐπι-

ψαύσῃ μόνον, ὥς φατε, καὶ θίγῃ, δι' ὅλου τρεπόμενος

ἐκφωτίζεται. ταὐτὸν οὖν τοῦτο καὶ τοῖς εἰς βάθη τινὰ

καὶ φάραγγας συνωθοῦσιν ἐν τῇ σελήνῃ τὸν ἀέρα κἂν

καλῶς ἔοικε βοηθεῖν, ὑμᾶς τε διεξελέγχει τοὺς ἐξ ἀέρος

καὶ πυρὸς οὐκ οἶδ' ὅπως μιγνύντας αὐτῆς καὶ συναρμό-

ζοντας τὴν σφαῖραν. οὐ γὰρ οἷόν τε λείπεσθαι σκιὰν ἐπὶ

τῆς ἐπιφανείας, ὅταν ὁ ἥλιος ἐπιλάμπῃ τῷ φωτὶ πᾶν

ὁπόσον καὶ ἡμεῖς ἀποτεμνόμεθα τῇ ὄψει τῆς σελήνης.'

Καὶ ὁ Φαρνάκης ἔτι μου λέγοντος 'τοῦτ' ἐκεῖνο πά-

λιν' εἶπεν 'ἐφ' ἡμᾶς ἀφῖκται τὸ περίακτον ἐκ τῆς Ἀκα-

δημείας, ἐν τῷ πρὸς ἑτέρους λέγειν διατρίβοντας ἑκάστο-

τε μὴ παρέχειν ἔλεγχον ὧν αὐτοὶ λέγουσιν, ἀλλ' ἀπολο-

γουμένοις ἀεὶ χρῆσθαι, μὴ κατηγοροῦσιν, ἂν ἐντυγχά-

νωσιν. ἐμὲ δ' οὖν οὐκ ἐξάξεσθε τήμερον εἰς τὸ διδόναι

λόγον ὧν ἐπικαλεῖτε τοῖς Στωικοῖς, πρὶν εὐθύνας λαβεῖν

παρ' ὑμῶν ἄνω τὰ κάτω τοῦ κόσμου ποιούντων.' καὶ ὁ

Λεύκιος γελάσας 'μόνον' εἶπεν 'ὦ τάν, μὴ κρίσιν ἡμῖν

ἀσεβείας ἐπαγγείλῃς, ὥσπερ Ἀρίσταρχον ὤετο δεῖν

Κλεάνθης τὸν Σάμιον ἀσεβείας προσκαλεῖσθαι τοὺς Ἕλ-

ληνας ὡς κινοῦντα τοῦ κόσμου τὴν ἑστίαν, ὅτι <τὰ> φαι-

νόμενα σῴζειν ἁνὴρ ἐπειρᾶτο μένειν τὸν οὐρανὸν ὑποτι-

θέμενος, ἐξελίττεσθαι δὲ κατὰ λοξοῦ κύκλου τὴν γῆν, ἅμα

καὶ περὶ τὸν αὑτῆς ἄξονα δινουμένην. ἡμεῖς μὲν οὖν οὐ-

δὲν αὐτοὶ παρ' αὑτῶν λέγομεν. οἱ δὲ γῆν ὑποτιθέμενοι

τὴν σελήνην, ὦ βέλτιστε, τί μᾶλλον ὑμῶν ἄνω τὰ κάτω

ποιοῦσι τὴν γῆν ἱδρυόντων ἐνταῦθα μετέωρον ἐν τῷ

ἀέρι, πολλῷ τινι μείζονα τῆς σελήνης οὖσαν, ὡς ἐν τοῖς

ἐκλειπτικοῖς πάθεσιν οἱ μαθηματικοὶ [καὶ] ταῖς διὰ τοῦ

σκιάσματος παρόδοις τῆς ἐποχῆς τὸ μέγεθος ἀναμετροῦ-

σιν; ἥ τε γὰρ σκιὰ τῆς γῆς ἐλάττων ὑπὸ μείζονος τοῦ

φωτίζοντος ἀνατείνει καὶ τῆς σκιᾶς αὐτῆς λεπτὸν ὂν τὸ

ἄνω καὶ στενὸν οὐδ' Ὅμηρον, ὥς φασιν, ἔλαθεν, ἀλλὰ

τὴν νύκτα 'θοήν' ὀξύτητι τῆς σκιᾶς προσηγόρευσεν. ὑπὸ

τούτου δ' ὅμως ἁλισκομένη ταῖς ἐκλείψεσιν ἡ σελήνη

τρισὶ μόλις τοῖς αὑτῆς μεγέθεσιν ἀπαλλάττεται. σκόπει

δὴ πόσων ἡ γῆ σεληνῶν ἐστιν, εἰ σκιὰν ἀφίησιν, ἧ βρα-

χυτάτη, πλάτος τρισέληνον. ἀλλ' ὅμως ὑπὲρ τῆς σε-

λήνης μὴ πέσῃ δεδοίκατε, περὶ δὲ τῆς γῆς ἴσως Αἰσχύλος

ὑμᾶς πέπεικεν ὡς ὁ Ἄτλας

'ἕστηκε κίον' οὐρανοῦ τε καὶ χθονὸς

ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.'

ἢ τῇ μὲν σελήνῃ κοῦφος ἀὴρ ὑποτρέχει καὶ στερεὸν ὄγκον

οὐκ ἐχέγγυος ἐνεγκεῖν, τὴν δὲ γῆν κατὰ Πίνδαρον

'ἀδαμαντοπέδιλοι κίονες' περιέχουσι, καὶ διὰ

τοῦτο Φαρνάκης αὐτὸς μὲν ἐν ἀδείᾳ τοῦ πεσεῖν τὴν γῆν

ἐστιν, οἰκτίρει δὲ τοὺς ὑποκειμένους τῇ μεταφορᾷ τῆς

σελήνης Αἰθίοπας ἢ Ταπροβηνούς, μὴ βάρος αὐτοῖς

ἐμπέσῃ τοσοῦτον; καίτοι τῇ μὲν σελήνῃ βοήθεια πρὸς τὸ

μὴ πεσεῖν ἡ κίνησις αὐτὴ καὶ τὸ ῥοιζῶδες τῆς περιαγω-

γῆς, ὥσπερ ὅσα ταῖς σφενδόναις ἐντεθέντα τῆς καταφο-

ρᾶς κώλυσιν ἴσχει τὴν κύκλῳ περιδίνησιν. ἄγει γὰρ ἕκα-

στον ἡ κατὰ φύσιν κίνησις, ἂν ὑπ' ἄλλου μηδενὸς ἀπο-

στρέφηται. διὸ τὴν σελήνην οὐκ ἄγει τὸ βάρος, ὑπὸ τῆς

περιφορᾶς τὴν ῥοπὴν ἐκκρουόμενον. ἀλλὰ μᾶλλον ἴσως

λόγον εἶχε θαυμάζειν μένουσαν αὐτὴν παντάπασιν ὥσπερ

ἡ γῆ καὶ ἀτρεμοῦσαν. νῦν δὲ σελήνη μὲν ἔχει μεγάλην

αἰτίαν τοῦ δεῦρο μὴ φέρεσθαι, τὴν δὲ γῆν ἑτέρας κινή-

σεως ἄμοιρον οὖσαν εἰκὸς ἦν μόνῳ τῷ βαρύνοντι κινεῖν.

βαρυτέρα δ' ἐστὶ τῆς σελήνης οὐχ ὅσῳ μείζων, ἀλλ' ἔτι

μᾶλλον, ἅτε δὴ διὰ θερμότητα καὶ πύρωσιν ἐλαφρᾶς γε-

γενημένης. ὅλως δ' ἔοικεν ἐξ ὧν λέγεις ἡ σελήνη

μᾶλλον, εἰ πῦρ ἐστι, γῆς δεῖσθαι καὶ ὕλης, ἐν ἧ βέβηκε

καὶ προσπέφυκε καὶ συνέχει καὶ ζωπυρεῖ τὴν δύναμιν

(οὐ γὰρ ἔστι πῦρ χωρὶς ὕλης διανοηθῆναι σῳζόμενον).

γῆν δέ φατε ὑμεῖς ἄνευ βάσεως καὶ ῥίζης διαμένειν.'

'Πάνυ μὲν οὖν' εἶπεν ὁ Φαρνάκης, 'τὸν οἰκεῖον καὶ

κατὰ φύσιν τόπον ἔχουσαν, ὥσπερ αὕτη, τὸν μέσον. οὗ-

τος γάρ ἐστι, περὶ ὃν ἀντερείδει πάντα τὰ βάρη ῥέποντα

καὶ φέρεται καὶ συννεύει πανταχόθεν. ἡ δ' ἄνω χώρα

πᾶσα, κἄν τι δέξηται γεῶδες ὑπὸ βίας ἀναῤῥιφέν, εὐθὺς

ἐκθλίβει δεῦρο, μᾶλλον δ' ἀφίησιν, ἧ πέφυκεν οἰκείᾳ ῥοπῇ

καταφερόμενον.' πρὸς τοῦτ' ἐγὼ τῷ Λευκίῳ χρόνον

ἐγγενέσθαι βουλόμενος ἀναμιμνησκομένῳ, τὸν Θέωνα

καλέσας 'τίς' ἔφην 'ὦ Θέων, εἴρηκε τῶν τραγικῶν ὡς

ἰατροί

'πικρὰν πικροῖς κλύζουσι φαρμάκοις χολήν;'

ἀποκριναμένου δὲ τοῦ Θέωνος ὅτι Σοφοκλῆς,

'καὶ δοτέον' εἶπον 'ὑπ' ἀνάγκης ἐκείνοις. φιλοσόφων

δ' οὐκ ἀκουστέον, ἂν τὰ παράδοξα παραδόξοις ἀμύνεσθαι

βούλωνται καὶ μαχόμενοι πρὸς τὰ θαυμάσια τῶν δογμά-

των ἀτοπώτερα καὶ θαυμασιώτερα πλάττωσιν, ὥσπερ

οὗτοι τὴν ἐπὶ τὸ μέσον φορὰν εἰσάγουσιν. ἧ τί παράδοξον

οὐκ ἔνεστιν; οὐχὶ τὴν γῆν σφαῖραν εἶναι, τηλικαῦτα βάθη

καὶ ὕψη καὶ ἀνωμαλίας ἔχουσαν; οὐκ ἀντίποδας οἰκεῖν

ὥσπερ θρῖπας ἢ γαλεώτας τραπέντα ἄνω τὰ κάτω τῇ γῇ

προσισχομένους; ἡμᾶς δ' αὐτοὺς μὴ πρὸς ὀρθὰς βεβηκό-

τας ἀλλὰ πλαγίους ἐπιμένειν ἀπονεύοντας, ὥσπερ οἱ με-

θύοντες; οὐ μύδρους χιλιοταλάντους διὰ βάθους τῆς γῆς

φερομένους, ὅταν ἐξίκωνται πρὸς τὸ μέσον, ἵστασθαι μη-

δενὸς ἀπαντῶντος μηδ' ὑπερείδοντος, εἰ δὲ ῥύμῃ κάτω

φερόμενοι τὸ μέσον ὑπερβάλλοιεν, αὖθις ὀπίσω στρέφε-

σθαι καὶ ἀνακάμπτειν ἀπ' αὐτῶν; οὐ τμήματα δοκῶν

ἀποπρισθέντα τῆς γῆς ἑκατέρωθεν μὴ φέρεσθαι κάτω

διὰ παντός, ἀλλὰ προσπίπτοντα πρὸς τὴν γῆν ἔξωθεν

εἴσω διωθεῖσθαι καὶ ἀποκρύπτεσθαι περὶ τὸ μέσον; οὐ

ῥεῦμα λάβρον ὕδατος κάτω φερόμενον εἰ πρὸς τὸ μέσον

ἔλθοι σημεῖον, ὅπερ αὐτοὶ λέγουσιν ἀσώματον, ἵστασθαι

περικορυσσόμενον <ἢ> κύκλῳ περιπολεῖν, ἄπαυστον αἰώ-

ραν καὶ ἀκατάπαυστον αἰωρούμενον; οὐδὲ γὰρ ψευδῶς

ἔνια τούτων βιάσαιτο ἄν τις αὑτὸν εἰς τὸ δυνατὸν τῇ ἐπι-

νοίᾳ καταστῆσαι. τοῦτο γάρ ἐστι τὰ ἄνω κάτω κἂν πάντα

τραπέμπαλιν εἶναι, τῶν ἄχρι τοῦ μέσου κάτω τῶν δ' ὑπὸ

τὸ μέσον αὖ πάλιν ἄνω γινομένων. ὥστ', εἴ τις συμπα-

θείᾳ τῆς γῆς τὸ μέσον αὐτῆς ἔχων σταίη περὶ τὸν ὀμφα-

λόν, ἅμα καὶ τὴν κεφαλὴν ἄνω καὶ τοὺς πόδας ἄνω ἔχειν

τὸν αὐτόν. κἂν μὲν διασκάπτῃ τις τὸν ἐπέκεινα τόπον,

ἀνακύπτον αὐτοῦ τὸ ... εἶναι καὶ κάτω ἄνωθεν ἕλκεσθαι

τὸν ἀνασκαπτόμενον, εἰ δὲ δὴ τούτῳ τις ἀντιβεβηκὼς

νοοῖτο, τοὺς ἀμφοτέρων ἅμα πόδας ἄνω γίνεσθαι καὶ

λέγεσθαι.

Τοιούτων μέντοι καὶ τοσούτων παραδοξολογιῶν οὐ

μὰ Δία πήραν, ἀλλὰ θαυματοποιοῦ τινος ἀποσκευὴν καὶ

πυλαίαν κατανωτισάμενοι καὶ παρέλκοντες ἑτέρους φασὶ

γελοιάζειν, ἄνω τὴν σελήνην γῆν οὖσαν ἐνιδρύοντας, οὐχ

ὅπου τὸ μέσον ἐστί. καίτοι γ' εἰ πᾶν σῶμα ἐμβριθὲς εἰς

τὸ αὐτὸ συννεύει καὶ πρὸς τὸ αὑτοῦ μέσον ἀντερείδει

πᾶσι τοῖς μορίοις, οὐχ ὡς μέσον οὖσα τοῦ παντὸς ἡ γῆ

μᾶλλον ἢ ὡς ὅλον οἰκειώσεται μέρη αὐτῆς ὄντα τὰ βάρη.

καὶ τεκμήριον ... ἔσται τῶν ῥεπόντων οὐ τῇ <γῇ> τῆς

μεσότητος πρὸς τὸν κόσμον, ἀλλὰ πρὸς τὴν γῆν κοινω-

νίας τινὸς καὶ συμφυίας τοῖς ἀπωσμένοις αὐτῆς εἶτα πά-

λιν καταφερομένοις. ὡς γὰρ ὁ ἥλιος εἰς ἑαυτὸν ἐπιστρέ-

φει τὰ μέρη ἐξ ὧν συνέστηκε, καὶ ἡ γῆ τὸν λίθον ὥσπερ

... προσήκοντα δέχεται καὶ φέρει προσκείμενον. ὅθεν

ἑνοῦται τῷ χρόνῳ καὶ συμφύεται πρὸς αὐτὴν τῶν τοιού-

των ἕκαστον. εἰ δέ τι τυγχάνει σῶμα τῇ γῇ μὴ προσνε-

νεμημένον ἀπ' ἀρχῆς μηδ' ἀπεσπασμένον, ἀλλά που καθ'

αὑτὸ σύστασιν ἔσχεν ἰδίαν καὶ φύσιν, ὡς φαῖεν ἂν ἐκεῖνοι

τὴν σελήνην, τί κωλύει χωρὶς εἶναι καὶ μένειν περὶ αὑτό,

τοῖς αὑτοῦ πεπιεσμένον μέρεσι καὶ συμπεπεδημένον; οὔ-

τε γὰρ ἡ γῆ μέσον οὖσα δείκνυται τοῦ παντὸς ἥ τε πρὸς

τὴν γῆν τῶν ἐνταῦθα συνέρεισις καὶ σύστασις ὑφηγεῖται

τὸν τρόπον, ᾧ μένειν τὰ ἐκεῖ συμπεσόντα πρὸς τὴν σε-

λήνην εἰκός ἐστιν. ὁ δὲ πάντα τὰ γεώδη καὶ βαρέα συν-

ελαύνων εἰς μίαν χώραν καὶ μέρη ποιῶν ἑνὸς σώματος

οὐχ ὁρῶ διὰ τί τοῖς κούφοις τὴν αὐτὴν ἀνάγκην οὐκ

ἀνταποδίδωσιν, ἀλλ' ἐᾷ χωρὶς εἶναι συστάσεις πυρὸς τοσ-

αύτας καὶ οὐ πάντας εἰς ταὐτὸ συνάγων τοὺς ἀστέρας

ἓν φῶς οἴεται δεῖν καὶ σῶμα κοινὸν εἶναι τῶν ἀνωφερῶν

καὶ φλογοειδῶν ἁπάντων.

Ἀλλ' ἥλιον μὲν ἀπλέτους μυριάδας ἀπέχειν τῆς ἄνω

περιφορᾶς φατε' εἶπον, 'ὦ φίλε Ἀπολλωνίδη, καὶ φωσ-

φόρον ἐπ' αὐτῷ καὶ στίλβοντα καὶ τοὺς ἄλλους πλάνη-

τας ὑφιεμένους τε τῶν ἀπλανῶν καὶ πρὸς ἀλλήλους ἐν

διαστάσεσι μεγάλαις φέρεσθαι, τοῖς δὲ βαρέσι καὶ γεώ-

δεσιν οὐδεμίαν οἴεσθε τὸν κόσμον εὐρυχωρίαν παρέχειν

ἐν ἑαυτῷ καὶ διάστασιν; ὁρᾶτε ὅτι γελοῖόν ἐστιν, εἰ γῆν

οὐ φήσομεν εἶναι τὴν σελήνην, ὅτι τῆς κάτω χώρας ἀφέ-

στηκεν, ἄστρον δὲ φήσομεν, ὁρῶντες ἀπωσμένην τῆς ἄνω

περιφορᾶς μυριάσι σταδίων τοσαύταις ὥσπερ <εἰς> βυ-

θόν τινα καταδεδυκυῖαν. τῶν μέν γ' ἄστρων κατωτέρω

τοσοῦτόν ἐστιν, ὅσον οὐκ ἄν τις εἴποι μέτρον, ἀλλ' ἐπι-

λείπουσιν ὑμᾶς τοὺς μαθηματικοὺς ἐκλογιζομένους οἱ ἀρι-

θμοί, τῆς δὲ γῆς τρόπον τινὰ ψαύει καὶ περιφερομένη

πλησίον, 'ἅρματος ὡς πέρι χνοίη ἑλίσσεται' φησὶν Ἐμπε-

δοκλῆς, 'ἥ τε περὶ ἄκραν ... .' οὐδὲ γὰρ τὴν σκιὰν

αὐτῆς ὑπερβάλλει πολλάκις ἐπὶ μικρὸν αἰρομένην τῷ παμ-

μέγεθες εἶναι τὸ φωτίζον, ἀλλ' οὕτως ἔοικεν ἐν χρῷ καὶ

σχεδὸν ἐν ἀγκάλαις τῆς γῆς περιπολεῖν, ὥστ' ἀντιφράτ-

τεσθαι πρὸς τὸν ἥλιον ὑπ' αὐτῆς, μὴ ὑπεραίρουσα τὸν

σκιερὸν καὶ χθόνιον καὶ νυκτέριον τοῦτον τόπον, ὃς γῆς

κλῆρός ἐστι. διὸ λεκτέον οἶμαι θαῤῥοῦντας ἐν τοῖς γῆς

ὅροις εἶναι τὴν σελήνην ὑπὸ τῶν ἄκρων αὐτῆς ἐπιπροσ-

θουμένην. σκόπει δὲ τοὺς ἄλλους ἀφεὶς ἀπλανεῖς

καὶ πλάνητας, ἃ δείκνυσιν Ἀρίσταρχος ἐν τῷ Περὶ με-

γεθῶν καὶ ἀποστημάτων, ὅτι

τὸ τοῦ ἡλίου ἀπόστημα τοῦ ἀποστήματος τῆς σελήνης ὃ

ἀφέστηκεν ἡμῶν πλέον μὲν ἢ ὀκτωκαιδεκαπλάσιον ἔλατ-

τον δ' ἢ εἰκοσαπλάσιόν ἐστι. καίτοι ὁ τὴν σελήνην ἐπὶ

μήκιστον αἴρων ἀπέχειν φησὶν ἡμῶν ἓξ καὶ πεντηκοντα-

πλάσιον τῆς ἐκ τοῦ κέντρου τῆς γῆς. αὕτη δ' ἐστὶ τεσ-

σάρων μυριάδων καὶ κατὰ τοὺς μέσως ἀναμετροῦντας.

καὶ ἀπὸ ταύτης συλλογιζομένοις ἀπέχει ὁ ἥλιος τῆς σε-

λήνης πλέον ἢ τετρακισχιλίας τριάκοντα μυριάδας. οὕτως

ἀπῴκισται τοῦ ἡλίου διὰ βάρος καὶ τοσοῦτο τῇ γῇ προσ-

κεχώρηκεν. ὥστε, εἰ τοῖς τόποις τὰς οὐσίας διαιρετέον,

ἡ γῆς μοῖρα καὶ χώρα προσκαλεῖται σελήνην, καὶ τοῖς

περὶ γῆν πράγμασι καὶ σώμασιν ἐπίδικός ἐστι κατ' ἀγχι-

στείαν καὶ γειτνίασιν. καὶ οὐδὲν οἶμαι πλημμελοῦμεν,

ὅτι τοῖς ἄνω προσαγορευομένοις βάθος τοσοῦτο καὶ διά-

στημα διδόντες ἀπολείπομέν τινα καὶ τῷ κάτω περιδρο-

μὴν καὶ πλάτος, ὅσον ἐστὶν ἀπὸ γῆς ἐπὶ σελήνην. οὔτε

γὰρ ὁ τὴν ἄκραν ἐπιφάνειαν τοῦ οὐρανοῦ μόνην ἄνω

τἄλλα δὲ κάτω προσαγορεύων ἅπαντα μέτριός ἐστιν, οὔθ'

ὁ τῇ γῇ μᾶλλον δ' ὁ τῷ κέντρῳ τὸ κάτω περιγράφων

ἀνεκτός. ἀλλὰ καὶ κινητικὸ<ν> ταύτῃ διάστημα δοτέον

ἐπιχωροῦντος τοῦ κόσμου διὰ μέγεθος. πρὸς δὲ τὸν

ἀξιοῦντα πᾶν εὐθὺς ἄνω καὶ μετέωρον εἶναι τὸ ἀπὸ τῆς

γῆς ἕτερος ἀντηχεῖ πάλιν εὐθὺς εἶναι κάτω τὸ ἀπὸ τῆς

ἀπλανοῦς περιφορᾶς.

Ὅλως δὲ πῶς λέγεται καὶ τίνος ἡ γῆ μέση κεῖ-

σθαι; τὸ γὰρ πᾶν ἄπειρόν ἐστι, τῷ δ' ἀπείρῳ μήτ' ἀρχὴν

ἔχοντι μήτε πέρας οὐ προσήκει μέσον ἔχειν. πέρας γάρ

τι καὶ τὸ μέσον, ἡ δ' ἀπειρία περάτων στέρησις. ὁ

δὲ μὴ τοῦ παντὸς ἀλλὰ τοῦ κόσμου μέσην εἶναι τὴν γῆν

ἀποφαινόμενος ἡδύς ἐστιν, εἰ μὴ καὶ τὸν κόσμον αὐτὸν

ἐνέχεσθαι ταῖς αὐταῖς ἀπορίαις νομίζει. τὸ γὰρ πᾶν οὐδὲ

τούτῳ μέσον ἀπέλιπεν, ἀλλ' ἀνέστιος καὶ ἀνίδρυτός ἐστιν

ἐν ἀπείρῳ κενῷ φερόμενος πρὸς οὐδὲν οἰκεῖον. εἰ <δ'>

ἄλλην τινὰ τοῦ μένειν εὑράμενος αἰτίαν ἕστηκεν, οὐ κατὰ

τὴν τοῦ τόπου φύσιν, ὅμοια καὶ περὶ γῆς καὶ περὶ σε-

λήνης εἰκάζειν τινὶ πάρεστιν, ὡς ἑτέρᾳ τινὶ τύχῃ καὶ φύ-

σει μᾶλλον <ἢ τόπου> διαφορᾷ τῆς μὲν ἀτρεμούσης ἐν-

ταῦθα τῆς δ' ἐκεῖ φερομένης. ἄνευ δὲ τούτων, ὅρα

μὴ μέγα τι λέληθεν αὐτούς. εἰ γάρ, καὶ ὁπωσοῦν ὅ τι

ἂν ἐκτὸς γένηται τοῦ κέντρου τῆς γῆς, ἄνω ἐστίν, οὐθέν

ἐστι τοῦ κόσμου κάτω μέρος, ἀλλ' ἄνω καὶ ἡ γῆ καὶ τὰ

ἐπὶ γῆς, καὶ πᾶν ἁπλῶς σῶμα τὸ κέντρῳ περιεστηκὸς ἢ

περικείμενον ἄνω γίνεται, κάτω δὲ μόνον [ὂν] ἕν, τὸ

ἀσώματον σημεῖον ἐκεῖνο, ὃ πρὸς πᾶσαν ἀντικεῖσθαι τὴν

τοῦ κόσμου φύσιν ἀναγκαῖον, εἴ γε δὴ τὸ κάτω πρὸς τὸ

ἄνω κατὰ φύσιν ἀντίκειται. καὶ οὐ τοῦτο μόνον τὸ ἄτο-

πον, ἀλλὰ καὶ τὴν αἰτίαν ἀπόλλυσι τὰ βάρη, δι' ἣν δεῦρο

καταῤῥέπει καὶ φέρεται. σῶμα μὲν γὰρ οὐθέν ἐστι κάτω

πρὸς ὃ κινεῖται, τὸ δ' ἀσώματον οὔτ' εἰκὸς οὔτε βού-

λονται τοσαύτην ἔχειν δύναμιν, ὥστε πάντα κατατείνειν

ἐφ' ἑαυτὸ καὶ περὶ αὑτὸ συνέχειν. ἀλλ' ὅλως ἄλογον εὑ-

ρίσκεται καὶ μαχόμενον τοῖς πράγμασι τὸ ἄνω τὸν κό-

σμον ὅλον εἶναι, τὸ δὲ κάτω μηθὲν ἀλλ' ἢ πέρας ἀσώ-

ματον καὶ ἀδιάστατον. ἐκεῖνο δ' εὔλογον, ὡς λέγομεν

ἡμεῖς, τῷ τ' ἄνω χώραν καὶ τῷ κάτω πολλὴν καὶ πλά-

τος ἔχουσαν διῃρῆσθαι.

Οὐ μὴν ἀλλὰ θέντες, εἰ βούλει, παρὰ φύσιν ἐν

οὐρανῷ τοῖς γεώδεσι τὰς κινήσεις ὑπάρχειν, ἀτρέμα, μὴ

τραγικῶς ἀλλὰ πράως σκοπῶμεν, ὅτι τοῦτο τὴν σελήνην

οὐ δείκνυσι γῆν μὴ οὖσαν ἀλλὰ γῆν ὅπου μὴ πέφυκεν

οὖσαν. ἐπεὶ καὶ τὸ πῦρ τὸ Αἰτναῖον ὑπὸ γῆν παρὰ φύσιν

ἐστίν, ἀλλὰ πῦρ ἐστι, καὶ τὸ πνεῦμα τοῖς ἀσκοῖς περι-

ληφθὲν ἔστι μὲν ἀνωφερὲς φύσει καὶ κοῦφον, ἥκει δ' ὅπου

μὴ πέφυκεν ὑπ' ἀνάγκης. αὐτὴ δ' ἡ ψυχή, πρὸς Διός'

εἶπον 'οὐ παρὰ φύσιν τῷ σώματι συνεῖρκται βραδεῖ τα-

χεῖα καὶ ψυχρῷ πυρώδης, ὥσπερ ὑμεῖς φατε, καὶ ἀόρα-

τος αἰσθητῷ διὰ τοῦτ' οὖν σώματι ψυχὴν μὴ λέγωμεν

<ἐν>εῖναι μηδὲ νοῦ<ν>, χρῆμα θεῖον, <ἀήττητον> ὑπὸ

βρίθους καὶ πάχους οὐρανόν τε πάντα καὶ γῆν καὶ

θάλασσαν ἐν ταὐτῷ περιπολοῦντα καὶ διιπτάμενον, εἰς

σάρκας ἥκειν καὶ νεῦρα καὶ μυελοὺς καὶ παθέων μυρίων

μεστὰς ὑγρότητας; ὁ δὲ Ζεὺς ὑμῖν οὗτος οὐ τῇ μὲν αὑ-

τοῦ φύσει χρώμενος ἕν ἐστι μέγα πῦρ καὶ συνεχές, νυνὶ

δ' ὑφεῖται καὶ κέκαμπται καὶ διεσχημάτισται, πᾶν χρῶμα

γεγονὼς καὶ γινόμενος ἐν ταῖς μεταβολαῖς; ὥσθ' ὅρα

καὶ σκόπει, δαιμόνιε, μὴ μεθιστὰς καὶ ἀπάγων ἕκαστον,

ὅπου πέφυκεν εἶναι, διάλυσίν τινα κόσμου φιλοσοφῇς καὶ

τὸ νεῖκος ἐπάγῃς τὸ Ἐμπεδοκλέους τοῖς πράγμασι, μᾶλ-

λον δὲ τοὺς παλαιοὺς κινῇς Τιτᾶνας ἐπὶ τὴν φύσιν καὶ

Γίγαντας καὶ τὴν μυθικὴν ἐκείνην καὶ φοβερὰν ἀκοσμίαν

καὶ πλημμέλειαν ἐπιδεῖν ποθῇς, χωρὶς τὸ βαρὺ πᾶν καὶ

χωρὶς ... τὸ κοῦφον

'ἔνθ' οὔτ' ἠελίοιο δεδίσκεται ἀγλαὸν εἶδος,

οὐδὲ μὲν οὐδ' αἴης λάσιον γένος, οὐδὲ θάλασσα',

ὥς φησιν Ἐμπεδοκλῆς (B 27), οὐ γῆ θερμότητος μετεῖ-

χεν, οὐχ ὕδωρ πνεύματος, οὐκ ἄνω τι τῶν βαρέων, οὐ

κάτω τι τῶν κούφων. ἀλλ' ἄκρατοι καὶ ἄστοργοι καὶ μο-

νάδες αἱ τῶν ὅλων ἀρχαί, μὴ προσιέμεναι σύγκρισιν ἑτέ-

ρου πρὸς ἕτερον μηδὲ κοινωνίαν, ἀλλὰ φεύγουσαι καὶ ἀπο-

στρεφόμεναι καὶ φερόμεναι φορὰς ἰδίας καὶ αὐθάδεις οὕ-

τως εἶχον ὡς ἔχει πᾶν οὗ θεὸς ἄπεστι κατὰ Πλάτωνα,

τουτέστιν, ὡς ἔχει τὰ σώματα νοῦ καὶ ψυχῆς

ἀπολιπούσης, ἄχρις οὗ τὸ ἱμερτὸν ἧκεν ἐπὶ τὴν φύσιν

ἐκ προνοίας, Φιλότητος ἐγγενομένης καὶ Ἀφροδίτης καὶ

Ἔρωτος, ὡς Ἐμπεδοκλῆς λέγει καὶ Παρμενίδης καὶ

Ἡσίδος, ἵνα καὶ τόπους ἀμείψαντα καὶ δυνάμεις ἀπ' ἀλ-

λήλων μεταλαβόντα καὶ τὰ μὲν κινήσεως τὰ δὲ μονῆς

ἀνάγκαις ἐνδεθέντα καὶ καταβιασθέντα πρὸς τὸ βέλτιον,

ἐξ οὗ πέφυκεν, ἐνδοῦναι καὶ μεταστῆναι ... ἁρμονίαν

καὶ κοινωνίαν ἀπεργάσηται τοῦ παντός.

Εἰ μὲν γὰρ οὐδ' ἄλλο τι τῶν τοῦ κόσμου μερῶν

παρὰ φύσιν ἔσχεν, ἀλλ' ἕκαστον ἧ πέφυκε κεῖται, μηδε-

μιᾶς μεθιδρύσεως μηδὲ μετακοσμήσεως δεόμενον μηδ' ἐν

ἀρχῇ δεηθέν, ἀπορῶ τί τῆς προνοίας ἔργον ἐστὶν ἢ τίνος

γέγονε ποιητὴς καὶ πατὴρ δημιουργὸς ὁ Ζεὺς 'ὁ ἀριστο-

τέχνας.' οὐ γὰρ ἐν στρατοπέδῳ τακτικῶν ὄφελος, εἴπερ

εἰδείη τῶν στρατιωτῶν ἕκαστος ἀφ' ἑαυτοῦ τάξιν τε καὶ

χώραν κατὰ καιρὸν οὗ δεῖ λαβεῖν καὶ διαφυλάσσειν, οὐδὲ

κηπουρῶν οὐδ' οἰκοδόμων, εἰ πῆ μὲν αὐτὸ τὸ ὕδωρ

ἀφ' αὑτοῦ πέφυκεν ἐπιέναι τοῖς δεομένοις καὶ κατάρδειν

ἐπιῤῥέον, πῆ δὲ πλίνθοι καὶ ξύλα καὶ λίθοι ταῖς κατὰ

φύσιν χρώμενα ῥοπαῖς καὶ νεύσεσιν ἐξ ἑαυτῶν καταλαμβά-

νειν τὴν προσήκουσαν ἁρμονίαν καὶ χώραν. εἰ δ' οὗ-

τος μὲν ἄντικρυς ἀναιρεῖ τὴν πρόνοιαν ὁ λόγος, τῷ θεῷ

δ' ἡ τάξις τῶν ὄντων προσήκει καὶ <τὸ> διαιρεῖν, τί θαυ-

μαστὸν οὕτως τετάχθαι καὶ διηρμόσθαι τὴν φύσιν, ὡς

ἐνταῦθα μὲν πῦρ ἐκεῖ δ' ἄστρα, καὶ πάλιν ἐνταῦθα μὲν

γῆν ἄνω δὲ σελήνην ἱδρῦσθαι, βεβαιοτέρῳ τοῦ κατὰ φύ-

σιν τῷ κατὰ λόγον δεσμῷ περιληφθεῖσαν; ὡς, εἴ γε

πάντα δεῖ ταῖς κατὰ φύσιν ῥοπαῖς χρῆσθαι καὶ φέρεσθαι

καθ' ὃ πέφυκε, μήθ' ἥλιος κυκλοφορείσθω μήτε φωσφό-

ρος μηδὲ τῶν ἄλλων ἀστέρων μηδείς. ἄνω γάρ, οὐ κύ-

κλῳ τὰ κοῦφα καὶ πυροειδῆ κινεῖσθαι πέφυκεν. εἰ δὲ

τοιαύτην ἐξαλλαγὴν ἡ φύσις ἔχει παρὰ τὸν τόπον, ὥστ'

ἐνταῦθα μὲν ἄνω φαίνεσθαι φερόμενον τὸ πῦρ, ὅταν δ' εἰς

τὸν οὐρανὸν παραγένηται, τῇ δίνῃ συμπεριστρέφεσθαι, τί

θαυμαστὸν εἰ καὶ τοῖς βαρέσι καὶ γεώδεσιν ἐκεῖ γενο-

μένοις συμβέβηκεν ὡσαύτως εἰς ἄλλο κινήσεως εἶδος ὑπὸ

τοῦ περιέχοντος ἐκνενικῆσθαι; οὐ γὰρ δὴ τῶν μὲν ἐλα-

φρῶν τὴν ἄνω φορὰν ἀφαιρεῖσθαι τῷ οὐρανῷ κατὰ φύσιν

ἐστί, τῶν δὲ βαρέων καὶ κάτω ῥεπόντων οὐ δύναται κρα-

τεῖν, ἀλλ' <ἧ> ποτ' ἐκεῖνα δυνάμει, καὶ ταῦτα μετακο-

σμήσας ἐχρήσατο τῇ φύσει αὐτῶν ἐπὶ τὸ βέλτιον.

Οὐ μὴν ἀλλ' εἴ γε δεῖ τὰς καταδεδουλωμένας

ἕξεισ... δόξας ἀφέντας ἤδη τὸ φαινόμενον ἀδεῶς λέγειν,

οὐδὲν ἔοικεν ὅλου μέρος αὐτὸ καθ' ἑαυτὸ τάξιν ἢ θέσιν

ἢ κίνησιν ἰδίαν ἔχειν, ἣν ἄν τις ἁπλῶς κατὰ φύσιν προσ-

αγορεύσειεν. ἀλλ' ὅταν ἕκαστον, οὗ χάριν γέγονε καὶ πρὸς

ὃ πέφυκεν ἢ πεποίηται, τούτῳ <μέλλῃ> παρέχειν χρη-

σίμως καὶ οἰκείως κινούμενον ἑαυτὸ καὶ πάσχον ἢ ποιοῦν

ἢ διακείμενον, ὡς ἐκείνῳ πρὸς σωτηρίαν ἢ κάλλος ἢ δύ-

ναμιν ἐπιτήδειόν ἐστι, τότε δοκεῖ τὴν κατὰ φύσιν χώραν

ἔχειν καὶ κίνησιν καὶ διάθεσιν. ὁ γοῦν ἄνθρωπος, ὡς εἴ

τι τῶν ὄντων ἕτερον κατὰ φύσιν γεγονώς, ἄνω μὲν ἔχει

τὰ ἐμβριθῆ καὶ γεώδη μάλιστα περὶ τὴν κεφαλήν, ἐν δὲ

τοῖς μέσοις τὰ θερμὰ καὶ πυρώδη. τῶν δ' ὀδόντων οἱ

μὲν ἄνωθεν οἱ δὲ κάτωθεν ἐκφύονται καὶ οὐδέτεροι παρὰ

φύσιν ἔχουσιν. οὐδὲ τοῦ πυρὸς τὸ μὲν ἄνω περὶ τὰ ὄμ-

ματα ἀποστίλβον κατὰ φύσιν ἐστὶ τὸ δ' ἐν κοιλίᾳ καὶ

καρδίᾳ παρὰ φύσιν, ἀλλ' ἕκαστον οἰκείως καὶ χρησίμως

τέτακται. 'ναὶ μὴν κηρύκων τε λιθοῤῥίνων' χελωνῶν τε

καὶ παντὸς ὀστρέου φύσιν, ὥς φησιν ὁ Ἐμπεδοκλῆς

(B 76), καταμανθάνων

'ἔνθ' ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν',

καὶ οὐ πιέζει τὸ λιθῶδες οὐδὲ καταθλίβει τὴν ἕξιν ἐπι-

κείμενον, οὐδέ γε πάλιν τὸ θερμὸν ὑπὸ κουφότητος εἰς

τὴν ἄνω χώραν ἀποπτάμενον οἴχεται, μέμικται δέ πως

πρὸς ἄλληλα καὶ συντέτακται κατὰ τὴν ἑκάστου φύσιν.

ὥσπερ εἰκὸς ἔχειν καὶ τὸν κόσμον, εἴ γε δὴ

ζῷόν ἐστι, πολλαχοῦ γῆν ἔχοντα πολλαχοῦ δὲ πῦρ καὶ

ὕδωρ καὶ πνεῦμα, οὐκ ἐξ ἀνάγκης ἀποτεθλιμμένον ἀλλὰ

λόγῳ διακεκοσμημένον. οὐδὲ γὰρ ὀφθαλμὸς ἐνταῦθα

τοῦ σώματός ἐστιν ὑπὸ κουφότητος ἐκπιεσθείς, οὐδ' ἡ

καρδία τῷ βάρει ὀλισθοῦσα πέπτωκεν εἰς τὸ στῆθος, ἀλλ'

ὅτι βέλτιον ἦν οὕτως ἑκάτερον τετάχθαι. μὴ τοίνυν μηδὲ

τῶν τοῦ κόσμου μερῶν νομίζωμεν μήτε γῆν ἐνταῦθα κεῖ-

σθαι συμπεσοῦσαν διὰ βάρος, μήτε τὸν ἥλιον, ὡς ὤετο

Μητρόδωρος ὁ Χῖος, εἰς τὴν ἄνω χώραν ἀσκοῦ δίκην

ὑπὸ κουφότητος ἐκτεθλῖφθαι, μήτε τοὺς ἄλλους ἀστέρας

ὥσπερ ἐν ζυγῷ σταθμοῦ διαφορᾷ ῥέψαντας ἐν οἷς εἰσι γε-

γονέναι τόποις. ἀλλὰ τοῦ κατὰ λόγον κρατοῦντος οἱ μὲν

ὥσπερ 'ὄμματα φωσφόρα' τῷ προσώπῳ τοῦ παντὸς

'ἐνδεδεμένοι' περιπολοῦσιν, ἥλιος δὲ καρδίας ἔχων δύ-

ναμιν ὥσπερ αἷμα καὶ πνεῦμα διαπέμπει καὶ διασκεδάν-

νυσιν ἐξ ἑαυτοῦ θερμότητα καὶ φῶς, γῇ δὲ καὶ θαλάσσῃ

χρῆται κατὰ φύσιν ὁ κόσμος, ὅσα κοιλίᾳ καὶ κύστει ζῷον.

σελήνη δ' ἡλίου μεταξὺ καὶ γῆς ὥσπερ καρδίας καὶ κοι-

λίας ἧπαρ ἤ τι μαλθακὸν ἄλλο σπλάγχνον ἐγκειμένη τήν

τ' ἄνωθεν ἀλέαν ἐνταῦθα διαπέμπει καὶ τὰς ἐντεῦθεν

ἀναθυμιάσεις πέψει τινὶ καὶ καθάρσει λεπτύνουσα περὶ

ἑαυτὴν ἀναδίδωσιν. εἰ δὲ καὶ πρὸς ἄλλα τὸ γεῶδες αὐτῆς

καὶ στερέμνιον ἔχει τινὰ πρόσφορον χρείαν, ἄδηλον ἡμῖν.

ἐν παντὶ δὲ κρατεῖ τὸ βέλτιον τοῦ κατηναγκασμένου.

τί γὰρ <οὐχ> οὕτως λάβωμεν, ἐξ ὧν ἐκεῖνοι λέγου-

σι, τὸ εἰκός; λέγουσι δὲ τοῦ αἰθέρος τὸ μὲν αὐγοειδὲς

καὶ λεπτὸν ὑπὸ μανότητος οὐρανὸν γεγονέναι, τὸ δὲ πυ-

κνωθὲν καὶ συνειληθὲν ἄστρα. τούτων δὲ τὸ νωθρότατον

εἶναι τὴν σελήνην καὶ θολερώτατον. ἀλλ' ὅμως ὁρᾶν πάρ-

εστιν οὐκ ἀποκεκριμένην τοῦ αἰθέρος τὴν σελήνην, ἀλλ'

ἔτι πολλῷ μὲν τῷ περὶ αὐτὴν ἐμφερομένην, πολλὴν δ'

ὑφ' ἑαυτὴν ἔχουσαν ἀνέμων ... δινεῖσθαι καὶ κομήτας.

οὕτως οὐ ταῖς ῥοπαῖς σεσήκωται κατὰ βάρος καὶ

κουφότητα τῶν σωμάτων ἕκαστον, ἀλλ' ἑτέρῳ λόγῳ

κεκόσμηται.'

Λεχθέντων δὲ τούτων κἀμοῦ τῷ Λευκίῳ τὸν λό-

γον παραδιδόντος ἐπὶ τὰς ἀποδείξεις βαδίζοντα τοῦ δόγ-

ματος, Ἀριστοτέλης μειδιάσας 'μαρτύρομαι' εἶπεν 'ὅτι

τὴν πᾶσαν ἀντιλογίαν πεποίησαι πρὸς τοὺς αὐτὴν μὲν

ἡμίπυρον εἶναι τὴν σελήνην ὑποτιθεμένους, κοινῇ δὲ τῶν

σωμάτων τὰ μὲν ἄνω τὰ δὲ κάτω ῥέπειν ἐξ ἑαυτῶν φά-

σκοντας. εἰ δ' ἔστι τις ὁ λέγων κύκλῳ τε κινεῖσθαι κατὰ

φύσιν τὰ ἄστρα καὶ πολὺ παρηλλαγμένης οὐσίας εἶναι

τῶν τεττάρων, οὐδ' ἀπὸ τύχης ἦλθεν ἐπὶ μνήμην ἡμῖν,

ὥστ' ἐμέ τε πραγμάτων ἀπηλλάχθαι καὶ ... Λεύκιος

'<ἥκιστα,> ὠγαθέ' εἶπεν, 'ἀλλὰ τὰ ἄλλα μὲν ἴσως ἄστρα

καὶ τὸν ὅλον οὐρανὸν εἴς τινα φύσιν καθαρὰν καὶ εἰλι-

κρινῆ καὶ τῆς κατὰ πάθος ἀπηλλαγμένην μεταβολῆς τι-

θεμένοις ὑμῖν καὶ κύκλον ἄγουσιν ἀιδίου καὶ ἀτελευτήτου

περιφορᾶς ... οὐκ ἄν τις ἔν γε τῷ νῦν διαμάχοιτο, καίτοι

μυρίων οὐσῶν ἀποριῶν. ὅταν δὲ καταβαίνων ὁ λόγος

οὕτω θίγῃ τῆς σελήνης, οὐκέτι φυλάττει τὴν ἀπάθειαν

ἐν αὐτῇ καὶ τὸ κάλλος ἐκείνου τοῦ σώματος. ἀλλ' ἵνα

τὰς ἄλλας ἀνωμαλίας καὶ διαφορὰς ἀφῶμεν, αὐτὸ τοῦτο

τὸ διαφαινόμενον πρόσωπον πάθει τινὶ τῆς οὐσίας ἢ ἀνα-

μίξει πως ἑτέρας ἐπιγέγονε. πάσχει δέ τι καὶ τὸ μιγνύ-

μενον. ἀποβάλλει γὰρ τὸ εἰλικρινές, βίᾳ τοῦ χείρονος ἀνα-

πιμπλάμενον. αὐγῆς δὲ νώθειαν καὶ τάχους ἀμβλύτητα

καὶ τὸ θερμὸν ἀδρανὲς καὶ ἀμαυρόν, ᾧ κατὰ τὸν Ἴωνα

'μέλας οὐ πεπαίνεται βότρυς', εἰς τί θησόμεθα

πλὴν ἀσθένειαν αὐτῆς καὶ πάθος; <πόθεν οὖν πάθους>

ἀιδίῳ σώματι καὶ ὀλυμπίῳ μέτεστιν; ὅλως γάρ, ὦ φίλε

Ἀριστότελες, γῆ μὲν οὖσα πάγκαλόν τι χρῆμα καὶ

σεμνὸν ἀναφαίνεται καὶ κεκοσμημένον, ὡς δ' ἄστρον ἢ

φῶς ἤ τι σῶμα θεῖον καὶ οὐράνιον δέδια μὴ ἄμορφος

ἦ καὶ ἀπρεπὴς καὶ καταισχύνουσα τὴν καλὴν ἐπωνυ-

μίαν. εἴ γε τῶν ἐν οὐρανῷ τοσούτων τὸ πλῆθος ὄντων

μόνη φωτὸς ἀλλοτρίου δεομένη περίεισι, κατὰ Παρμε-

νίδην 'ἀεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο'. ὁ

μὲν οὖν ἑταῖρος ἐν τῇ διατριβῇ τοῦτο δὴ τὸ Ἀναξα-

γόρειον ἀποδεικνύς, ὡς ἥλιος ἐντίθησι τῇ σελήνῃ

τὸ λαμπρόν, ηὐδοκίμησεν. ἐγὼ δὲ ταῦτα μὲν οὐκ ἐρῶ,

ἃ παρ' ὑμῶν ἢ μεθ' ὑμῶν ἔμαθον, ἔχων δὲ τοῦτο πρὸς

τὰ λοιπὰ βαδιοῦμαι.

Φωτίζεσθαι τοίνυν τὴν σελήνην οὐχ ὡς ὕελον ἢ κρύ-

σταλλον ἐλλάμψει καὶ διαφαύσει τοῦ ἡλίου πιθανόν ἐστιν,

οὐδ' αὖ κατὰ σύλλαμψίν τινα καὶ συναυγασμόν, ὥσπερ

αἱ δᾷδες αὐξομένου τοῦ φωτός. οὕτως γὰρ οὐδὲν ἧττον

ἐν νουμηνίαις ἢ διχομηνίαις ἔσται πανσέληνος ἡμῖν, εἰ μὴ

στέγει μηδ' ἀντιφράττει τὸν ἥλιον, ἀλλὰ δίεισιν ὑπὸ μανό-

τητος ἢ κατὰ σύγκρασιν εἰσλάμπει καὶ συνεξάπτει περὶ

αὐτὴν τὸ φῶς. οὐ γὰρ ἔστιν ἐκκλίσεις οὐδ' ἀποστροφὰς

αὐτῆς, ὥσπερ ὅταν ἦ διχότομος καὶ ἀμφίκυρτος ἢ μη-

νοειδής, αἰτιᾶσθαι περὶ τὴν σύνοδον, ἀλλὰ κατὰ στά-

θμην, φησὶ Δημόκριτος, ἱσταμένη τοῦ φωτί-

ζοντος ὑπολαμβάνει καὶ δέχεται τὸν ἥλιον, ὥστ' αὐτήν

τε φαίνεσθαι καὶ διαφαίνειν ἐκεῖνον εἰκὸς ἦν. ἡ δὲ πολ-

λοῦ δεῖ τοῦτο ποιεῖν. αὐτή τε γὰρ ἄδηλός ἐστι τηνικαῦτα

κἀκεῖνον ἀπέκρυψε καὶ ἠφάνισε πολλάκις, 'ἀπεσκέδασεν

δέ οἱ αὐγάς', ὥς φησιν Ἐμπεδοκλῆς,

'ἔσ τε αἶαν καθύπερθεν, ἀπεσκνίφωσε δὲ γαίης

τόσσον, ὅσον τ' εὖρος γλαυκώπιδος ἔπλετο μήνης',

καθάπερ εἰς νύκτα καὶ σκότος οὐκ εἰς ἄστρον ἕτερο<ν>

τοῦ φωτὸς ἐμπεσόντος. ὃ δὲ λέγει Ποσειδώνιος, ὡς

ὑπὸ βάθους τῆς σελήνης οὐ περαιοῦται δι' αὐτῆς τὸ τοῦ

ἡλίου φῶς πρὸς ἡμᾶς, ἐλέγχεται καταφανῶς. ὁ γὰρ ἀὴρ

ἄπλετος ὢν καὶ βάθος ἔχων πολλαπλάσιον τῆς σελήνης

ὅλος ἐξηλιοῦται καὶ καταλάμπεται ταῖς αὐγαῖς.

Ἀπολείπεται τοίνυν τὸ τοῦ Ἐμπεδοκλέους, ἀνακλάσει

τινὶ τοῦ ἡλίου πρὸς τὴν σελήνην γίνεσθαι τὸν ἐνταῦθα

φωτισμὸν ἀπ' αὐτῆς. ὅθεν οὐδὲ θερμὸν οὐδὲ λαμπρὸν

ἀφικνεῖται πρὸς ἡμᾶς, ὥσπερ ἦν εἰκὸς ἐξάψεως καὶ μί-

ξεως <δυοῖν> φώτων γεγενημένης ἀλλ' οἷον αἵ τε φω-

ναὶ κατὰ τὰς ἀνακλάσεις ἀμαυροτέραν ἀναφαίνουσι τὴν

ἠχὼ τοῦ φθέγματος αἵ τε πληγαὶ τῶν ἀφαλλομένων βε-

λῶν μαλακώτεραι προσπίπτουσιν, 'ὣς αὐγὴ τύψασα σε-

ληναίης κύκλον εὐρύν' (εmpedocles β 43) ἀσθενῆ καὶ

ἀμυδρὰν ἀνάῤῥοιαν ἴσχει πρὸς ἡμᾶς, διὰ τὴν κλάσιν

ἐκλυομένης τῆς δυνάμεως'.

Ὑπολαβὼν δ' ὁ Σύλλας 'ἀμέλει ταῦτ'' εἶπεν

'ἔχει τινὰς πιθανότητας. ὃ δ' ἰσχυρότατόν ἐστι τῶν ἀντι-

πιπτόντων, πότερον ἔτυχέ τινος παραμυθίας ἢ παρῆλθεν

ἡμῶν τὸν ἑταῖρον;' 'τί τοῦτο' ἔφη 'λέγεις;' ὁ Λεύκιος.

'ἦ τὸ πρὸς τὴν διχότομον ἀπορούμενον'; 'πάνυ μὲν οὖν'

ὁ Σύλλας εἶπεν. 'ἔχει γάρ τινα λόγον τὸ πάσης ἐν ἴσαις

γωνίαις γινομένης ἀνακλάσεως, ὅταν ἡ σελήνη διχοτο-

μοῦσα μεσουρανῇ, μὴ φέρεσθαι τὸ φῶς ἐπὶ γῆς ἀπ' αὐ-

τῆς ἀλλ' ὀλισθάνειν ἐπέκεινα τῆς γῆς. ὁ γὰρ ἥλιος ἐπὶ

τοῦ ὁρίζοντος ὢν ἅπτεται τῇ ἀκτῖνι τῆς σελήνης. διὸ

καὶ κλασθεῖσα πρὸς ἴσα<ς> ἐπὶ θάτερον ἐκπεσεῖται πέ-

ρας καὶ οὐκ ἀφήσει δεῦρο τὴν αὐγήν. ἢ διαστροφὴ με-

γάλη καὶ παράλλαξις ἔσται τῆς γωνίας, ὅπερ ἀδύνατόν

ἐστιν'. 'ἀλλὰ νὴ Δί'' εἶπεν ὁ Λεύκιος 'καὶ τοῦτ' ἐῤῥήθη'.

καὶ πρός γε Μενέλαον ἀποβλέψας ἐν τῷ διαλέγεσθαι τὸν

μαθηματικόν 'αἰσχύνομαι μέν' ἔφη 'σοῦ παρόντος, ὦ

φίλε Μενέλαε, θέσιν ἀναιρεῖν μαθηματικὴν ὥσπερ θε-

μέλιον τοῖς κατοπτρικοῖς ὑποκειμένην πράγμασιν. ἀνάγκη

δ' εἰπεῖν ὅτι τὸ πρὸς ἴσας γίνεσθαι γωνίας ἀνάκλασιν

πᾶσαν οὔτε φαινόμενον αὐτόθεν οὔθ' ὁμολογούμενόν

ἐστιν, ἀλλὰ διαβάλλεται μὲν ἐπὶ τῶν κυρτῶν κατόπτρων,

ὅταν ἐμφάσεις ποιῇ μείζονας ἑαυτῶν πρὸς ἓν τὸ τῆς

ὄψεως σημεῖον, διαβάλλεται δὲ τοῖς διπτύχοις κατόπτροις,

ὧν ἐπικλιθέντων πρὸς ἄλληλα καὶ γωνίας ἐντὸς γενομέ-

νης ἑκάτερον τῶν ἐπιπέδων διττὴν ἔμφασιν ἀποδίδωσι

καὶ ποιεῖ τέτταρας εἰκόνας ἀφ' ἑνὸς προσώπου, δύο μὲν

ἀντιστρόφους τοῖς ἔξωθεν [ἀριστεροῖς] μέρεσι, δύο δὲ δε-

ξιοφανεῖς <ἀλλ'> ἀμαυρὰς ἐν βάθει τῶν κατόπτρων. ὧν.

τῆς γενέσεως τὴν αἰτίαν Πλάτων ἀποδίδωσιν

εἴρηκε γὰρ ὅτι τοῦ κατόπτρου ἔνθεν καὶ ἔνθεν

ὕψος λαβόντος ὑπαλλάττουσιν αἱ ὄψεις τὴν ἀνάκλασιν

ἀπὸ τῶν ἑτέρων ἐπὶ θάτερα μεταπίπτουσαν. εἴπερ οὖν

τῶν ὄψεων εὐθὺς πρὸς ἡμᾶς ... ἀνατρέχουσιν, αἱ δ' ἐπὶ

θάτερα μέρη τῶν κατόπτρων ὀλισθάνουσαι πάλιν ἐκεῖθεν

ἀναφέρονται πρὸς ἡμᾶς, οὐ δυνατόν ἐστιν ἐν ἴσαις γω-

νίαις γίνεσθαι πάσας ἀνακλάσεις. οἷς οἱ ὁμόσε χω-

ροῦντες ἀξιοῦσιν αὐτοῖς τοῖς ἀπὸ τῆς σελήνης ἐπὶ γῆν

φερομένοις ῥεύμασι τὴν ἰσότητα τῶν γωνιῶν ἀναιρεῖν,

πολλῷ τοῦτ' ἐκείνου πιθανώτερον εἶναι νομίζοντες. οὐ

μὴν ἀλλ' εἰ δεῖ τοῦτο χαρίζεσθαι τῇ πολλὰ δὴ φίλῃ γεω-

μετρίᾳ καὶ δοῦναι, πρῶτον μὲν ἀπὸ τῶν ἠκριβωμένων

ταῖς λειότησι συμπίπτειν ἐσόπτρων εἰκός ἐστιν, ἡ δὲ σε-

λήνη πολλὰς ἀνωμαλίας ἔχει καὶ τραχύτητας, ὥστε τὰς

αὐγὰς ἀπὸ σώματος μεγάλου προσφερομένας ὕψεσιν ἀξιο-

λόγοις ἀντιλάμψεις καὶ διαδόσεις ἀπ' ἀλλήλων λαμβά-

νουσιν, ἀνακλᾶσθαί τε παντοδαπῶς καὶ περιπλέκεσθαι

καὶ συνάπτειν αὐτὴν ἑαυτῇ τὴν ἀνταύγειαν, οἷον ἀπὸ

πολλῶν φερομένην πρὸς ἡμᾶς κατόπτρων. ἔπειτα κἂν

πρὸς αὐτῇ τῇ σελήνῃ τὰς ἀντανακλάσεις ἐν ἴσαις γωνίαις

ποιῶμεν, οὐκ ἀδύνατον φερομένας ἐν διαστήματι τοσούτῳ

τὰς αὐγὰς κλάσεις ἴσχειν καὶ περιολισθήσεις, ὡς συγ-

χεῖσθαι καὶ κάμπτειν τὸ φῶς.

Ἔνιοι δὲ καὶ δεικνύουσι γράφοντες, ὅτι πολλὰ τῶν

φώτων αὐγὴν ἀφίησι κατὰ γραμμῆς ὑπὸ τὴν κεκλιμένην

ὑποταθείσης. σκευωρεῖσθαι δ' ἅμα λέγοντι διάγραμμα,

καὶ ταῦτα πρὸς πολλούς, οὐκ ἐνῆν.

Τὸ δ' ὅλον' ἔφη 'θαυμάζω πῶς τὴν διχότομον

ἐφ' ἡμᾶς κινοῦσιν ἐμπίπτουσαν μετὰ τῆς ἀμφικύρτου καὶ

τῆς μηνοειδοῦς. εἰ γὰρ αἰθέριον ὄγκον ἢ πύρινον ὄντα

τὸν τῆς σελήνης ἐφώτιζεν ὁ ἥλιος, οὐκ ἂν ἀπέλειπεν αὐ-

τῆ<ς> σκιερὸν ἀεὶ καὶ ἀλαμπὲς ἡμισφαίριον πρὸς αἴσθη-

σιν, ἀλλ' εἰ καὶ κατὰ μικρὸν ἔψαυε περιών, ὅλην ἀνα-

πίμπλασθαι καὶ δι' ὅλης τρέπεσθαι τῷ φωτὶ πανταχόσε

χωροῦντι δι' εὐπετείας ἦν προσῆκον. ὅπου γὰρ οἶνος

ὕδατος θιγὼν κατὰ πέρας καὶ σταγὼν αἵματος εἰς ὑγρὸν

ἐμπεσόντος ἀνέχρωσε πᾶν ἅμα ... φοινιχθέν, αὐτὸν δὲ

τὸν ἀέρα λέγουσιν οὐκ ἀποῤῥοίαις τισὶν οὐδ' ἀκτῖσι με-

μιγμέναις ἀλλὰ τροπῇ καὶ μεταβολῇ κατὰ νύξιν ἢ ψαῦσιν

ἀπὸ τοῦ φωτὸς ἐξηλιοῦσθαι, πῶς ἄστρον ἄστρου καὶ

φῶς φωτὸς ἁψάμενον οἴονται μὴ κεράννυσθαι μηδὲ σύγ-

χυσιν ποιεῖν δι' ὅλου καὶ μεταβολὴν ἀλλ' ἐκεῖνα φωτί-

ζειν μόνον, ὧν ἅπτεται κατὰ τὴν ἐπιφάνειαν; ὃν γὰρ ὁ

ἥλιος περιιὼν κύκλον ἄγει καὶ περιστρέφει περὶ τὴν σε-

λήνην, νῦν μὲν ἐπιπίπτοντα τῷ διορίζοντι τὸ ὁρατὸν αὐ-

τῆς καὶ τὸ ἀόρατον, νῦν δ' ἀνιστάμενον πρὸς ὀρθὰς ὥστε

τέμνειν ἐκεῖνον ὑπ' ἐκείνου τε τέμνεσθαι, ἄλλαις <δὲ>

κλίσεσι καὶ σχέσεσι τοῦ λαμπροῦ πρὸς τὸ σκιερὸν ἀμφι-

κύρτους καὶ μηνοειδεῖς ἀποδιδόντα μορφὰς ἐν αὐτῇ, παν-

τὸς μᾶλλον ἐπιδείκνυσιν οὐ σύγκρασιν ἀλλ' ἐπαφήν, οὐδὲ

σύλλαμψιν ἀλλὰ περίλαμψιν αὐτῆς ὄντα τὸν φωτισμόν.

Ἐπεὶ δ' οὐκ αὐτὴ φωτίζεται μόνον ἀλλὰ καὶ δεῦρο

τῆς αὐγῆς ἀναπέμπει τὸ εἴδωλον, ἔτι καὶ μᾶλλον ἰσχυ-

ρίσασθαι τῷ λόγῳ περὶ τῆς οὐσίας δίδωσιν. αἱ γὰρ ἀνα-

κλάσεις γίνονται πρὸς οὐδὲν ἀραιὸν οὐδὲ λεπτομερές, οὐδ'

ἔστι φῶς ἀπὸ φωτὸς ἢ πῦρ ἀπὸ πυρὸς ἀφαλλόμενον [ἢ]

νοῆσαι ῥᾴδιον, ἀλλὰ δεῖ τὸ ποιῆσον ἀντιτυπίαν τινὰ καὶ

κλάσιν ἐμβριθὲς εἶναι καὶ πυκνόν, ἵνα πρὸς αὐτὸ πληγὴ

καὶ ἀπ' αὐτοῦ φορὰ γένηται. τὸν γοῦν αὐτὸν ἥλιον ὁ

μὲν ἀὴρ διίησιν οὐ παρέχων ἀνακοπὰς οὐδ' ἀντερείδων,

ἀπὸ δὲ ξύλων καὶ λίθων καὶ ἱματίων εἰς φῶς τιθεμένων

πολλὰς ἀντιλάμψεις καὶ περιλάμψεις ἀποδίδωσιν. οὕτω

δὲ καὶ τὴν γῆν ὁρῶμεν ὑπ' αὐτοῦ φωτιζομένην. οὐ γὰρ

εἰς βάθος ὥσπερ ὕδωρ οὐδὲ δι' ὅλης ὥσπερ ἀὴρ διίησι

τὴν αὐγήν, ἀλλ' οἷος τὴν σελήνην περιστείχει κύκλος αὐ-

τοῦ καὶ ὅσον ὑποτέμνεται μέρος ἐκείνης, τοιοῦτος ἕτερος

περίεισι τὴν γῆν καὶ τοσοῦτον φωτίζων ἀεὶ καὶ ἀπολεί-

πων ἕτερον ἀφώτιστον. ἡμισφαιρίου γὰρ ὀλίγῳ δοκεῖ μεῖ-

ζον εἶναι τὸ περιλαμπόμενον ἑκατέρας. δότε δή μοι

γεωμετρικῶς εἰπεῖν πρὸς ἀναλογίαν ὡς, εἰ τριῶν ὄντων

οἷς τὸ ἀφ' ἡλίου φῶς πλησιάζει, γῆς σελήνης ἀέρος, ὁρῶ-

μεν οὐχ ὡς ὁ ἀὴρ μᾶλλον ἢ ὡς ἡ γῆ φωτιζομένην τὴν

σελήνην, ἀνάγκη φύσιν ἔχειν ὁμοίαν ἃ τὰ αὐτὰ πάσχειν

ὑπὸ τοῦ αὐτοῦ πέφυκεν.'

Ἐπεὶ δὲ πάντες ἐπῄνεσαν τὸν Λεύκιον, 'εὖ γ''

ἔφην 'ὅτι καλῷ λόγῳ καλὴν ἀναλογίαν προσέθηκας. οὐ

γὰρ ἀποστερητέον σε τῶν ἰδίων'. κἀκεῖνος ἐπιμειδιάσας

'οὐκοῦν' ἔφη 'καὶ δεύτερον ἀναλογίᾳ προσχρηστέον, ὅπως

μὴ <τῷ> τὰ αὐτὰ πάσχειν ὑπὸ τοῦ αὐτοῦ μόνον ἀλλὰ

καὶ τῷ ταὐτὰ ποιεῖν ταὐτὸν ἀποδείξωμεν τῇ γῇ τὴν σε-

λήνην προσεοικυῖαν. ὅτι μὲν γὰρ οὐδὲν οὕτως τῶν περὶ

τὸν ἥλιον γινομένων ὅμοιόν ἐστιν ὡς ἔκλειψις ἡλίου δύ-

σει, δότε μοι ταύτης τῆς ἔναγχος συνόδου μνησθέντες, ἣ

πολλὰ μὲν ἄστρα πολλαχόθεν τοῦ οὐρανοῦ διέφηνεν εὐθὺς

ἐκ μεσημβρίας ἀρξαμένη, κρᾶσιν δ' οἵαν τὸ λυκαυγὲς τῷ

ἀέρι παρέσχεν. εἰ δὲ μή, Θέων ἡμῖν οὗτος τὸν Μίμνερμον

ἐπάξει καὶ τὸν Κυδίαν καὶ τὸν Ἀρχίλοχον, πρὸς δὲ τού-

τοις τὸν Στησίχορον καὶ τὸν Πίνδαρον ἐν ταῖς ἐκλείψεσιν

ὀλοφυρομένους 'ἄστρον φανερώτατον κλεπτόμενον' καί

'μέσῳ ἄματι νύκτα γινομένην' καὶ τὴν 'ἀκτῖνα τοῦ ἡλίου

σκότους ἀτραπὸν <ἐσσυμέναν>' φάσκοντας, ἐπὶ πᾶσι δὲ

τὸν Ὅμηρον νυκτὶ καὶ ζόφῳ τὰ πρόσωπα κατέχεσθαι

τῶν ἀνθρώπων λέγοντα καί 'τὸν ἥλιον ἐξαπολωλέναι τοῦ

οὐρανοῦ' περὶ τὴν σελήνην καὶ ... τοῦτο γίνεσθαι πέ-

φυκε 'τοῦ μὲν φθίνοντος μηνὸς τοῦ δ' ἱσταμένου'. τὰ

λοιπὰ δ' οἶμαι ταῖς μαθηματικαῖς ἀκριβείαις εἰς τὸν ...

ἐξῆχθαι καὶ βέβαιον, ὡς ἥ γε νύξ ἐστι σκιὰ γῆς, ἡ δ'

ἔκλειψις τοῦ ἡλίου σκιὰ σελήνης, ὅταν ἡ ὄψις ἐν αὐτῇ

γένηται. δυόμενος γὰρ ὑπὸ τῆς γῆς ἀντιφράττεται πρὸς

τὴν ὄψιν, ἐκλιπὼν δ' ὑπὸ τῆς σελήνης. ἀμφότεραι

δ' εἰσὶν ἐπισκοτήσεις, ἀλλ' ἡ μὲν δυτικὴ τῆς γῆς ἡ

δ' ἐκλειπτικὴ τῆς σελήνης τῇ σκιᾷ καταλαμβανούσης τὴν

ὄψιν. ἐκ δὲ τούτων εὐθεώρητον τὸ γινόμενον. εἰ γὰρ

ὅμοιον τὸ πάθος, ὅμοια τὰ ποιοῦντα. τῷ γὰρ αὐτῷ τὰ

αὐτὰ συμβαίνειν ὑπὸ τῶν αὐτῶν ἀναγκαῖόν ἐστιν. εἰ

δ' οὐχ οὕτως τὸ περὶ τὰς ἐκλείψεις σκότος βύθιόν ἐστιν

οὐδ' ὁμοίως τῇ νυκτὶ πιέζει τὸν ἀέρα, μὴ θαυμάζωμεν.

οὐσία μὲν γὰρ ἡ αὐτὴ τοῦ τὴν νύκτα ποιοῦντος καὶ τοῦ

τὴν ἔκλειψιν σώματος, μέγεθος δ' οὐκ ἴσον. ἀλλ' Αἰγυ-

πτίους μὲν ἑβδομηκοστόδυον οἶμαι φάναι μόριον εἶναι

τὴν σελήνην, Ἀναξαγόραν δ' ὅση Πελοπόννησος.

Ἀρίσταρχος δὲ <τὴν διάμετρον τῆς γῆς

πρὸς> τὴν διάμετρον τῆς σελήνης λόγον ἔχουσαν ἀπο-

δείκνυσιν, ὃς ἐλάττων μὲν ἢ ἑξήκοντα πρὸς δεκαεννέα,

μείζων δ' ἢ ὡς ἑκατὸν ὀκτὼ πρὸς τεσσαράκοντα τρί'

ἐστίν. ὅθεν ἡ μὲν γῆ παντάπασι τῆς ὄψεως τὸν ἥλιον

ἀφαιρεῖται διὰ μέγεθος. μεγάλη γὰρ ἡ ἐπιπρόσθησις καὶ

χρόνον ἔχουσα τὸν τῆς νυκτός. ἡ δὲ σελήνη κἂν ὅλον

ποτὲ κρύψῃ τὸν ἥλιον, οὐκ ἔχει χρόνον οὐδὲ πλάτος ἡ

ἔκλειψις, ἀλλὰ περιφαίνεταί τις αὐγὴ περὶ τὴν ἴτυν, οὐκ

ἐῶσα βαθεῖαν γενέσθαι τὴν σκιὰν καὶ ἄκρατον. Ἀριστο-

τέλης δ' ὁ παλαιὸς αἰτίαν τοῦ πλεονάκις τὴν

σελήνην ἐκλείπουσαν ἢ τὸν ἥλιον καθορᾶσθαι πρὸς ἄλ-

λαις τισὶ καὶ ταύτην ἀποδίδωσιν. ἥλιον γὰρ ἐκλείπειν

σελήνης ἀντιφράξει, σελήνην δὲ ... . ὁ δὲ Ποσειδώνιος

ὁρισάμενος οὕτω τόδε τὸ πάθος 'ἔκλειψίς ἐστιν

ἡλίου σύνοδος σκιᾶς σελήνης ἧς τὴν ἔκλειψιν ....'.

ἐκείνοις γὰρ μόνοις ἔκλειψίς ἐστιν, ὧν ἂν ἡ σκιὰ τῆς σε-

λήνης καταλαβοῦσα τὴν ὄψιν ἀντιφράξῃ πρὸς τὸν ἥλιον.

ὁμολογῶν δὲ σκιὰν τῆς σελήνης φέρεσθαι πρὸς ἡμᾶς οὐκ

οἶδ' ὅ τι λέγειν ἑαυτῷ καταλέλοιπεν ἄστρου δὲ σκιὰν

ἀδύνατον γενέσθαι. τὸ γὰρ ἀφώτιστον σκιὰ λέγεται, τὸ

δὲ φῶς οὐ ποιεῖ σκιὰν ἀλλ' ἀναιρεῖν πέφυκεν.'

'Ἀλλὰ τί δή' ἔφη 'μετὰ τοῦτο τῶν τεκμηρίων

ἐλέχθη'; κἀγώ 'τὴν αὐτήν' ἔφην 'ἐλάμβανεν ἡ σελήνη

ἔκλειψιν'. 'ὀρθῶς' εἶπεν 'ὑπέμνησας. ἀλλὰ δὴ πότερον

ὡς πεπεισμένων ὑμῶν καὶ τιθέντων ἐκλείπειν τὴν σελή-

νην ὑπὸ τοῦ σκιάσματος ἁλισκομένην ἤδη τρέπωμαι πρὸς

τὸν λόγον, ἢ βούλεσθε μελέτην ποιήσωμαι καὶ ἀπόδειξιν

ὑμῖν τῶν ἐπιχειρημάτων ἕκαστον ἀπαριθμήσας'; 'νὴ Δί''

εἶπεν ὁ Θέων 'τούτοις καὶ ἐμμελέτησον. ἐγὼ δὲ καὶ πει-

θοῦς τινος δέομαι, ταύτῃ μόνον ἀκηκοὼς ὡς ἐπὶ μίαν

[μὲν] εὐθεῖαν τῶν τριῶν σωμάτων γιγνομένων, γῆς καὶ

ἡλίου καὶ σελήνης, αἱ ἐκλείψεις συντυγχάνουσιν. ἡ γὰρ

γῆ τῆς σελήνης ἢ πάλιν ἡ σελήνη τῆς γῆς ἀφαιρεῖται τὸν

ἥλιον. ἐκλείπει γὰρ οὗτος μὲν σελήνης, σελήνη δὲ γῆς ἐν

μέσῳ τῶν τριῶν ἱσταμένης. ὧν γίνεται τὸ μὲν ἐν συνόδῳ

τὸ δ' ἐν διχομηνίᾳ'. καὶ ὁ Λεύκιος ἔφη 'σχεδὸν μέντοι τῶν

λεγομένων κυριώτατα ταῦτ' ἐστί. πρόσλαβε δὲ πρῶτον,

εἰ βούλει, τὸν ἀπὸ τοῦ σχήματος τῆς σκιᾶς λόγον. ἔστι

γὰρ κῶνος, ἅτε δὴ μεγάλου πυρὸς ἢ φωτὸς σφαιροειδοῦς

ἐλάττονα σφαιροειδῆ δὲ περιβάλλοντος ὄγκον. ὅθεν ἐν

ταῖς ἐκλείψεσι τῆς σελήνης αἱ περιγραφαὶ τῶν μελαινο-

μένων πρὸς τὰ λαμπρὰ τὰς ἀποτομὰς περιφερεῖς ἴσχου-

σιν. ἃς γὰρ ἂν στρογγύλον στρογγύλῳ προσμῖξαν ἢ δέ-

ξηται τομὰς ἢ παράσχῃ, πανταχόσε χωροῦσαι δι' ὁμοιό-

τητα γίνονται κυκλοτερεῖς. δεύτερον οἶμαί σε γινώ-

σκειν, ὅτι σελήνης μὲν ἐκλείπει πρῶτα μέρη τὰ πρὸς

ἀπηλιώτην, ἡλίου δὲ τὰ πρὸς δύσιν, κινεῖται δ' ἡ μὲν

σκιὰ τῆς γῆς ἐπὶ τὴν ἑσπέραν ἀπὸ τῶν ἀνατολῶν, ἥλιος

δὲ καὶ σελήνη τοὐναντίον ἐπὶ τὰς ἀνατολάς. ταῦτα γὰρ

ἰδεῖν τε παρέχει τῇ αἰσθήσει τὰ φαινόμενα κἀκ λόγων

οὐ πάνυ τι μακρῶν μαθεῖν ἔστιν. ἐκ δὲ τούτων ἡ αἰτία

βεβαιοῦται τῆς ἐκλείψεως. ἐπεὶ γὰρ ἥλιος μὲν ἐκλείπει

καταλαμβανόμενος, σελήνη δ' ἀπαντῶσα τῷ ποιοῦντι τὴν

ἔκλειψιν, εἰκότως μᾶλλον δ' ἀναγκαίως ὁ μὲν ὄπισθεν

ἁλίσκεται πρῶτον ἡ δ' ἔμπροσθεν. ἄρχεται γὰρ ἐκεῖθεν

ἡ ἐπιπρόσθησις, ὅθεν πρῶτον [μὲν] ἐπιβάλλει τὸ ἐπι-

προσθοῦν. ἐπιβάλλει δ' ἐκείνῳ μὲν ἀφ' ἑσπέρας ἡ σελήνη

πρὸς αὐτὸν ἁμιλλωμένη, ταύτῃ δ' ἀπὸ τῶν ἀνατολῶν, ὡς

πρὸς τοὐναντίον ὑποφερομένη. τρίτον τοίνυν ἔτι τὸ

τοῦ χρόνου λάβε καὶ τὸ τοῦ μεγέθους τῶν ἐκλείψεων αὐ-

τῆς. ὑψηλὴ μὲν ἐκλείπουσα καὶ ἀπόγειος ὀλίγον ἀποκρύ-

πτεται χρόνον, πρόσγειος δὲ καὶ ταπεινὴ αὐτὸ τοῦτο πα-

θοῦσα σφόδρα πιέζεται καὶ βραδέως ἐκ τῆς σκιᾶς ἄπεισι.

καίτοι ταπεινὴ μὲν οὖσα τοῖς μεγίστοις χρῆται κινήμα-

σιν, ὑψηλὴ δὲ τοῖς ἐλαχίστοις. ἀλλὰ τὸ αἴτιον ἐν τῇ σκιᾷ

τῆς διαφορᾶς ἔστιν. εὐρυτάτη γὰρ οὖσα περὶ τὴν βάσιν,

ὥσπερ οἱ κῶνοι, συστελλομένη τε κατὰ μικρὸν εἰς ὀξὺ

τῇ κορυφῇ καὶ λεπτὸν ἀπολήγει πέρας. ὅθεν ἡ σελήνη

ταπεινὴ μὲν ἐμπεσοῦσα τοῖς μεγίστοις λαμβάνεται κύκλοις

ὑπ' αὐτῆς καὶ διαπερᾷ τὸ βύθιον καὶ σκοτωδέστατον,

ἄνω δ' οἷον ἐν τενάγει διὰ λεπτότητα τοῦ σκιεροῦ χραν-

θεῖσα ταχέως ἀπαλλάττεται. παρίημι δ' ὅσα χωρὶς

ἰδίᾳ πρὸς τὰς βάσεις καὶ <τὰς> διαφορήσεις ἐλέχθη. καὶ

γὰρ ἐκεῖναι μέχρι γε τοῦ ἐνδεχομένου προσίενται τὴν αἰ-

τίαν. ἀλλ' ἐπανάγω πρὸς τὸν ὑποκείμενον λόγον ἀρχὴν

ἔχοντα τὴν αἴσθησιν.

Ὁρῶμεν γὰρ ὅτι πῦρ ἐκ τόπου σκιεροῦ διαφαίνεται

καὶ διαλάμπει μᾶλλον, εἴτε παχύτητι τοῦ σκοτώδους ἀέ-

ρος οὐ δεχομένου τὰς ἀποῤῥεύσεις καὶ διαχύσεις ἀλλὰ

συνέχοντος ἐν ταὐτῷ τὴν οὐσίαν καὶ σφίγγοντος, εἴτε

τῆς αἰσθήσεως τοῦτο πάθος ἐστίν, ὡς τὰ θερμὰ παρὰ

τὰ ψυχρὰ θερμότερα καὶ τὰς ἡδονὰς παρὰ τοὺς πόνους

σφοδροτέρας, οὕτω τὰ λαμπρὰ φαίνεσθαι παρὰ τὰ σκο-

τεινὰ φανερώτερα, τοῖς διαφόροις πάθεσιν ἀντεπιτείνοντα

τὴν φαντασίαν. ἔοικε δὲ πιθανώτερον εἶναι τὸ πρότερον.

ἐν γὰρ ἡλίῳ πᾶσα πυρὸς φύσις οὐ μόνον τὸ λαμπρὸν

ἀπόλλυσιν, ἀλλὰ τῷ εἴκειν γίνεται δύσεργος καὶ ἀμβλυ-

τέρα. σκίδνησι γὰρ ἡ θερμότης καὶ διαχέει τὴν δύναμιν.

εἴπερ οὖν ἡ σελήνη πυρὸς εἴληχε βληχροῦ καὶ ἀδρανοῦς,

ἄστρον οὖσα θολερώτερον, ὥσπερ αὐτοὶ λέγουσιν, οὐθὲν

ὧν πάσχουσα φαίνεται νῦν, ἀλλὰ τὰ ἐναντία πάντα πά-

σχειν αὐτὴν προσῆκόν ἐστι, φαίνεσθαι μὲν ὅτε κρύπτε-

ται, κρύπτεσθαι δ' ὁπηνίκα φαίνεται. τουτέστι κρύπτε-

σθαι μὲν τὸν ἄλλον χρόνον ὑπὸ τοῦ περιέχοντος αἰθέρος

ἀμαυρουμένην, ἐκλάμπειν δὲ καὶ γίνεσθαι καταφανῆ δι'

ἓξ μηνῶν καὶ πάλιν διὰ πέντε τῇ σκιᾷ τῆς γῆς ὑποδυο-

μένην. αἱ γὰρ πέντε καὶ ἑξήκοντα καὶ τετρακόσιαι περίο-

δοι τῶν ἐκλειπτικῶν πανσελήνων τὰς τέσσαρας καὶ τε-

τρακοσίας ἑξαμήνους ἔχουσι τὰς δ' ἄλλας πενταμήνους.

ἔδει τοίνυν διὰ τοσούτων χρόνων φαίνεσθαι τὴν σελήνην

ἐν τῇ σκιᾷ λαμπρυνομένην. ἡ δ' ἐν <τῇ σκιᾷ> μὲν ἐκλεί-

πει καὶ ἀπόλλυσι τὸ φῶς, ἀναλαμβάνει δ' αὖθις, ὅταν

ἐκφύγῃ τὴν σκιάν, καὶ φαίνεταί γε πολλάκις ἡμέρας, ὡς

πάντα μᾶλλον ἢ πύρινον οὖσα σῶμα καὶ ἀστεροειδές.'

Εἰπόντος δὲ τοῦτο τοῦ Λευκίου συνεξέδραμον ἅμα

πως τῷ ... ὅ τε Φαρνάκης καὶ ὁ Ἀπολλωνίδης. εἶτα τοῦ

Ἀπολλωνίδου παρέντος ὁ Φαρνάκης εἶπεν, ὅτι τοῦτο καὶ

μάλιστα τὴν σελήνην δείκνυσιν ἄστρον ἢ πῦρ οὖσαν. οὐ

γάρ ἐστι παντελῶς ἄδηλος ἐν ταῖς ἐκλείψεσιν, ἀλλὰ δια-

φαίνει τινὰ χρόαν ἀνθρακώδη καὶ βλοσυράν, ἥτις ἴδιός

ἐστιν αὐτῆς. ὁ δ' Ἀπολλωνίδης ἐνέστη περὶ τῆς σκιᾶς.

ἀεὶ γὰρ οὕτως ... ὀνομάζειν τοὺς μαθηματικοὺς τὸν

ἀλαμπῆ τόπον ... σκιάν τε μὴ δέχεσθαι τὸν οὐρανόν.

ἐγὼ δέ 'τοῦτο μὲν' ἔφην 'πρὸς τοὔνομα μᾶλλον ἐριστι-

κῶς ἢ πρὸς τὸ πρᾶγμα φυσικῶς καὶ μαθηματικῶς ἐνι-

σταμένου. τὸν γὰρ ἀντιφραττόμενον ὑπὸ τῆς γῆς τόπον

εἰ μὴ σκιάν τις ἐθέλοι καλεῖν ἀλλ' ἀφεγγὲς χωρίον, ὅμως

ἀναγκαῖον ἐν αὐτῷ τὴν σελήνην γενομένην ... καὶ ὅλως'

ἔφην 'εὔηθές ἐστιν ἐκεῖ μὴ φάναι τῆς γῆς ἐξικνεῖσθαι τὴν

σκιάν, ... ἡ σκιὰ τῆς σελήνης ἐπιπίπτουσα τῇ ὄψει καὶ

<διήκουσα> πρὸς τὴν γῆν ἔκλειψιν ἡλίου ποιεῖν. πρὸς

σὲ δέ, ὦ Φαρνάκη, τρέψομαι. τὸ γὰρ ἀνθρακῶδες ἐκεῖνο

καὶ διακαὲς χρῶμα τῆς σελήνης, ὃ φῂς ἴδιον αὐτῆς εἶναι,

σώματός ἐστι πυκνότητα καὶ βάθος ἔχοντος. οὐθὲν γὰρ

ἐθέλει τοῖς ἀραιοῖς ὑπόλειμμα φλογὸς οὐδ' ἴχνος ἐμμέ-

νειν οὐδ' ἔστιν ἄνθρακος γένεσις, οὗ μὴ στερέμνιον σῶμα

δεξάμενον διὰ βάθους τὴν πύρωσιν καὶ σῷζον. ὥς που

καὶ Ὅμηρος εἴρηκεν

'αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο δὲ φλὸξ

ἀνθρακιὴν στορέσασα'.

ὁ γὰρ ἄνθραξ ἔοικεν οὐ πῦρ ἀλλὰ σῶμα πεπυρωμένον

εἶναι καὶ πεπονθὸς ὑπὸ πυρὸς στερεῷ καὶ ῥίζαν ἔχοντι

προσμένοντος ὄγκῳ καὶ προσδιατρίβοντος. αἱ δὲ φλόγες

ἀραιᾶς εἰσιν ἔξαψις καὶ ῥεύματα τροφῆς καὶ ὕλης, ταχὺ

δι' ἀσθένειαν ἀναλυομένης. ὥστ' οὐδὲν ἂν ὑπῆρχε τοῦ

γεώδη καὶ πυκνὴν εἶναι τὴν σελήνην ἕτερον οὕτως ἐν-

αργὲς τεκμήριον, εἴπερ αὐτῆς ἴδιον ἦν ὡς χρῶμα τὸ

ἀνθρακῶδες. ἀλλ' οὐκ ἔστιν, ὦ φίλε Φαρνάκη. πολλὰς γὰρ

ἐκλείπουσα χρόας ἀμείβει καὶ διαιροῦσιν αὐτὰς οὕτως οἱ

μαθηματικοὶ κατὰ χρόνον καὶ ὥραν ἀφορίζοντες. ἂν ἀφ'

ἑσπέρας ἐκλείπῃ, φαίνεται μέλαινα δεινῶς ἄχρι τρίτης

ὥρας καὶ ἡμισείας. ἂν δὲ μέσῃ, τοῦτο δὴ τὸ ἐπιφοινίσσον

ἵησι καὶ [πῦρ καὶ] πυρωπόν. ἀπὸ δ' ἑβδόμης ὥρας καὶ

ἡμισείας ἀνίσταται τὸ ἐρύθημα. καὶ τέλος ἤδη πρὸς ἕω

λαμβάνει χρόαν κυανοειδῆ καὶ χαροπήν, ἀφ' ἧς δὴ καὶ

μάλιστα 'γλαυκῶπιν' αὐτὴν οἱ ποιηταὶ καὶ Ἐμπεδοκλῆς

ἀνακαλοῦνται. τοσαύτας οὖν χρόας ἐν τῇ σκιᾷ τὴν

σελήνην λαμβάνουσαν ὁρῶντες οὐκ ὀρθῶς ἐπὶ μόνον κατα-

φέρονται τὸ ἀνθρακῶδες, ὃ μάλιστα φήσαι τις ἂν ἀλλό-

τριον αὐτῆς εἶναι καὶ μᾶλλον ὑπόμιγμα καὶ λεῖμμα τοῦ

φωτὸς διὰ τῆς σκιᾶς περιλάμποντος, ἴδιον δὲ τὸ μέλαν

καὶ γεῶδες. ὅπου δὲ πορφυρίσιν ἐνταῦθα καὶ φοινικίσι

λίμναις τε καὶ ποταμοῖς δεχομένοις ἥλιον ἐπίσκια χωρία

γειτνιῶντα συγχρῴζεται καὶ περιλάμπεται, διὰ τὰς ἀνα-

κλάσεις ἀποδιδόντα πολλοὺς καὶ διαφόρους ἀπαυγασμούς,

τί θαυμαστὸν εἰ ῥεῦμα πολὺ σκιᾶς ἐμβάλλον ὥσπερ εἰς

πέλαγος οὐράνιον οὐ σταθεροῦ φωτὸς οὐδ' ἠρεμοῦντος

ἀλλὰ μυρίοις ἄστροις περιελαυνομένου μίξεις τε παντοδα-

πὰς καὶ μεταβολὰς λαμβάνοντος, ἄλλην ἄλλοτε χρόαν ἐκ-

ματτόμενον ἀπὸ τῆς σελήνης ἐνταῦθ' ἀποδίδωσιν; ἄστρον

μὲν γὰρ ἢ πῦρ οὐκ ἂν ἐν σκιᾷ διαφανείη μέλαν ἢ γλαυκὸν

ἢ κυανοειδές, ὄρεσι δὲ καὶ πεδίοις καὶ θαλάσσαις πολλαὶ

μὲν ἀφ' ἡλίου μορφαὶ χρωμάτων ἐπιτρέχουσι καὶ σκιαῖς

καὶ ὁμίχλαις, οἵας φαρμάκοις γραφικοῖς μιγνύμενον ἐπ-

άγει βαφὰς τὸ λαμπρόν. ὧν τὰ μὲν τῆς θαλάττης ἐπι-

κεχείρηκεν ἁμωσγέπως ἐξονομάζειν Ὅμηρος 'ἰοειδέα' κα-

λῶν καί 'οἴνοπα πόντον', αὖθις δέ 'πορφύρεον κῦμα'

'γλαυκήν' τ' ἄλλως 'θάλασσαν' καί 'λευκὴν γαλήνην',

τὰς δὲ περὶ τὴν γῆν διαφορὰς τῶν ἄλλοτ' ἄλλως ἐπιφαινο-

μένων χρωμάτων παρῆκεν ὡς ἀπείρους τὸ πλῆθος οὔσας.

τὴν δὲ σελήνην οὐκ εἰκὸς ὥσπερ τὴν θάλασσαν μίαν ἔχειν

ἐπιφάνειαν, ἀλλ' ἐοικέναι μάλιστα τῇ γῇ τὴν φύσιν,

ἣν ἐμυθολόγει Σωκράτης ὁ παλαιός,

εἴτε δὴ ταύτην αἰνιττόμενος εἴτε δὴ ἄλλην τινὰ

διηγούμενος. οὐ γὰρ ἄπιστον οὐδὲ θαυμαστόν, εἰ μηδὲν

ἔχουσα διεφθορὸς <ἐν> ἑαυτῇ μηδ' ἰλυῶδες, ἀλλὰ φῶς τε

καρπουμένη καθαρὸν ἐξ οὐρανοῦ καὶ θερμότητος οὐ δια-

καοῦς οὐδὲ μανικοῦ πυρὸς ἀλλὰ νοτεροῦ καὶ ἀβλαβοῦς καὶ

κατὰ φύσιν ἔχοντος οὖσα πλήρης κάλλη τε θαυμαστὰ

κέκτηται τόπων ὄρη τε φλογοειδῆ καὶ ζώνας ἁλουργοὺς

ἔχει χρυσόν τε καὶ ἄργυρον οὐκ ἐν βάθει διεσπαρμένον,

ἀλλὰ πρὸς τοῖς πεδίοις ἐξανθοῦντα πολὺν ἢ πρὸς ὕψεσι

λείοις προφερόμενον.

Εἰ δὲ τούτων ὄψις ἀφικνεῖται διὰ τῆς σκιᾶς ἄλλοτ' ἄλλη

πρὸς ἡμᾶς ἐξαλλαγῇ καὶ διαφορᾷ τινι τοῦ περιέχοντος,

τό γε μὴν τίμιον οὐκ ἀπόλλυσι τῆς δόξης οὐδὲ τὸ θεῖον

ἡ σελήνη, γῆ τις ... ἱερὰ πρὸς ἀνθρώπων νομιζομένη

μᾶλλον ἢ πῦρ θολερόν, ὥσπερ οἱ Στωικοὶ λέγουσι, καὶ

τρυγῶδες. πῦρ μέν γε παρὰ Μήδοις καὶ Ἀσσυρίοις βαρ-

βαρικὰς ἔχει τιμάς, οἳ φόβῳ τὰ βλάπτοντα θεραπεύουσι

πρὸ τῶν σεμνῶν ἀφοσιούμενοι, τὸ δὲ γῆς ὄνομα παντί

που φίλον Ἕλληνι καὶ τίμιον, καὶ πατρῷον ἡμῖν ὥσπερ

ἄλλον τινὰ θεῶν σέβεσθαι. πολλοῦ δὲ δέομεν ἄνθρωποι

τὴν σελήνην, γῆν οὖσαν ὀλυμπίαν, ἄψυχον ἡγεῖσθαι σῶμα

καὶ ἄνουν καὶ ἄμοιρον ὧν θεοῖς ἀπάρχεσθαι προσήκει,

νόμῳ τε τῶν ἀγαθῶν ἀμοιβὰς τίνοντας καὶ κατὰ φύσιν

σεβομένους τὸ κρεῖττον ἀρετῇ καὶ δυνάμει καὶ τιμιώτε-

ρον. ὥστε μηδὲν οἰώμεθα πλημμελεῖν γῆν αὐτὴν θέ-

μενοι, τὸ δὲ φαινόμενον τουτὶ πρόσωπον αὐτῆς, ὥσπερ ἡ

παρ' ἡμῖν ἔχει γῆ κόλπους τινὰς μεγάλους, οὕτως ἐκείνην

ἀνεπτύχθαι βάθεσι μεγάλοις καὶ ῥήξεσιν ὕδωρ ἢ ζοφερὸν

ἀέρα περιέχουσιν, ὧν ἐντὸς οὐ καθίησιν οὐδ' ἐπιψαύει τὸ

τοῦ ἡλίου φῶς, ἀλλ' ἐκλείπει καὶ διεσπασμένην ἐνταῦθα

τὴν ἀνάκλασιν ἀποδίδωσιν.'

Ὑπολαβὼν δ' ὁ Ἀπολλωνίδης 'εἶτ', ὦ πρὸς αὐτῆς'

ἔφη 'τῆς Σελήνης, δυνατὸν εἶναι δοκεῖ ὑμῖν ῥηγμάτων

τινῶν ἢ φαράγγων εἶναι σκιὰς κἀκεῖθεν ἀφικνεῖσθαι δεῦ-

ρο πρὸς τὴν ὄψιν, ἢ τὸ συμβαῖνον οὐ λογίζεσθε κἀγὼ

τουτὶ εἴπω; ἀκούοιτε δὲ καίπερ οὐκ ἀγνοοῦντες. ἡ μὲν

διάμετρος τῆς σελήνης δυοκαίδεκα δακτύλους ἔχει τὸ

φαινόμενον ἐν τοῖς μέσοις ἀποστήμασι μέγεθος. τῶν δὲ

μελάνων καὶ σκιερῶν ἕκαστον ἡμιδακτυλίου φαίνεται μεῖ-

ζον, ὥστε τῆς διαμέτρου μεῖζον ἢ εἰκοστοτέταρτον εἶναι.

καὶ μήν, εἰ μόνων ὑποθοίμεθα τὴν περίμετρον τῆς σε-

λήνης τρισμυρίων σταδίων μυρίων δὲ τὴν διάμετρον, κατὰ

τὸ ὑποκείμενον οὐκ ἔλαττον ἂν εἴη πεντακοσίων σταδίων

ἐν αὐτῇ τῶν σκιερῶν ἕκαστον. ὅρα δὴ πρῶτον, ἂν ἦ δυ-

νατὸν τῇ σελήνῃ τηλικαῦτα βάθη καὶ τηλικαύτας εἶναι

τραχύτητας ὥστε σκιὰν ποιεῖν τοσαύτην, ἔπειτα πῶς οὖ-

σαι τηλικαῦται τὸ μέγεθος ὑφ' ἡμῶν οὐχ ὁρῶνται.' κἀγὼ

μειδιάσας πρὸς αὐτόν 'εὖγ'' ἔφην 'ὅτι τοιαύτην ἐξεύ-

ρηκας ἀπόδειξιν, ὦ Ἀπολλωνίδη, δι' ἧς κἀμὲ καὶ σαυτὸν

ἀποδείξεις τῶν Ἀλωαδῶν ἐκείνων εἶναι μείζονας, οὐκ ἐν

ἅπαντι μέντοι χρόνῳ τῆς ἡμέρας ἀλλὰ πρωὶ μάλιστα καὶ

δείλης, <εἴ γ'> οἴει, τὰς σκιὰς ἡμῶν τοῦ ἡλίου ποιοῦντος

ἠλιβάτους, τὸν καλὸν τοῦτο τῇ αἰσθήσει παρέχειν συλ-

λογισμόν, ὡς, εἰ μέγα τὸ σκιαζόμενον, ὑπερμέγεθες τὸ

σκιάζον. ἐν Λήμνῳ μὲν οὐδέτερος ἡμῶν εὖ οἶδ' ὅτι γέ-

γονε, τουτὶ μέντοι τὸ τεθρυλημένον ἰαμβεῖον ἀμφότεροι

πολλάκις ἀκηκόαμεν

'Ἄθως καλύψει πλευρὰ Λημνίας βοός.'

ἐπιβάλλει γὰρ ἡ σκιὰ τοῦ ὄρους, ὡς ἔοικε, χαλκέῳ τινι

βοιδίῳ, μῆκος ἀποτείνουσα διὰ τῆς θαλάττης οὐκ ἔλατ-

τον ἑπτακοσίων σταδίων,*** τὸ κατασκιάζον ὕψος εἶναι.

διὰ τίν' αἰτίαν; ὅτι πολλαπλασίους αἱ τοῦ φωτὸς ἀπο-

στάσεις τῶν σωμάτων τὰς σκιὰς ποιοῦσι. δεῦρο δὴ θεῶ

καὶ τῆς σελήνης, ὅτε πάμμηνός ἐστι καὶ μάλιστα τὴν

ἰδέαν ἔναρθρον τοῦ προσώπου βαθύτητι τῆς σκιᾶς ἀπο-

δίδωσι, τὸ μέγιστον ἀπέχοντα διάστημα τὸν ἥλιον. ἡ γὰρ

ἀπόστασις τοῦ φωτὸς αὕτη τὴν σκιὰν μεγάλην, οὐ τὰ

μεγέθη τῶν ὑπὲρ τὴν σελήνην ἀνωμαλιῶν πεποίηκε. καὶ

μὴν οὐδὲ τῶν ὀρῶν τὰς ὑπεροχὰς ἐῶσι μεθ' ἡμέραν αἱ

περιαυγαὶ τοῦ ἡλίου καθορᾶσθαι, τὰ μέντοι βαθέα καὶ

κοῖλα φαίνεται καὶ σκιώδη πόῤῥωθεν. οὐδὲν οὖν ἄτοπον,

εἰ καὶ τῆς σελήνης τὴν ἀντίλαμψιν καὶ τὸν ἐπιφωτισμὸν

οὐκ ἔστι καθορᾶν ἀκριβῶς, αἱ δὲ τῶν σκιερῶν παραθέ-

σεις παρὰ τὰ λαμπρὰ τῇ διαφορᾷ τὴν ὄψιν οὐ λανθάνου-

σιν.

Ἀλλ' ἐκεῖνο μᾶλλον' ἔφην 'ἐλέγχειν δοκεῖ τὴν λε-

γομένην ἀνάκλασιν ἀπὸ τῆς σελήνης, ὅτι τοὺς ἐν ταῖς

ἀνακλωμέναις αὐγαῖς ἑστῶτας οὐ μόνον συμβαίνει τὸ

φωτιζόμενον ὁρᾶν, ἀλλὰ καὶ τὸ φωτίζον. ὅταν γὰρ αὐγῆς

ἀφ' ὕδατος πρὸς τοῖχον ἁλλομένης ὄψις ἐν αὐτῷ τῷ πε-

φωτισμένῳ κατὰ τὴν ἀνάκλασιν τόπῳ γένηται, τὰ τρία

καθορᾷ, τήν τ' ἀνακλωμένην αὐγὴν καὶ τὸ ποιοῦν ὕδωρ

τὴν ἀνάκλασιν καὶ τὸν ἥλιον αὐτόν, ἀφ' οὗ τὸ φῶς τῷ

ὕδατι προσπίπτον ἀνακέκλασται. τούτων δ' ὁμολογουμέ-

νων καὶ φαινομένων κελεύουσι τοὺς ἀνακλάσει φωτίζε-

σθαι τὴν γῆν ὑπὸ τῆς σελήνης ἀξιοῦντας ἐπιδεικνύναι

νύκτωρ ἐμφαινόμενον τῇ σελήνῃ τὸν ἥλιον, ὥσπερ ἐμφαί-

νεται τῷ ὕδατι μεθ' ἡμέραν, ὅταν ἀνάκλασις ἀπ' αὐτοῦ

γένηται. μὴ φαινομένου δὲ τούτου, κατ' ἄλλον οἴονται

τρόπον, οὐκ ἀνακλάσει, γίνεσθαι τὸν φωτισμόν. εἰ δὲ μὴ

τοῦτο, μηδὲ γῆν εἶναι τὴν σελήνην'. 'τί οὖν' ἔφη 'πρὸς

αὐτοὺς λεκτέον'; ὁ Ἀπολλωνίδης. 'κοινὰ γὰρ ἔοικε καὶ

πρὸς ἡμᾶς εἶναι τὰ τῆς ἀνακλάσεως.' 'ἀμέλει τρόπον

τινά' ἔφην ἐγώ 'κοινά, τρόπον δ' ἄλλον οὐ κοινά. πρῶ-

τον δ' ὅρα τὰ τῆς εἰκόνος ὡς 'ἄνω ποταμῶν' καὶ τραπ-

έμπαλιν λαμβάνουσιν. ἐπὶ γῆς γάρ ἐστι καὶ κάτω τὸ

ὕδωρ, ὑπὲρ γῆς δὲ σελήνη καὶ μετέωρος. ὅθεν ἀντίστρο-

φον αἱ κεκλασμέναι τὸ σχῆμα τῆς γωνίας ποιοῦσι, τῆς

μὲν ἄνω πρὸς τῇ σελήνῃ τῆς δὲ κάτω πρὸς τῇ γῇ τὴν

κορυφὴν ἐχούσης. μὴ ἅπασαν οὖν ἰδέαν κατόπτρων μηδ'

ἐκ πάσης ἀποστάσεως ὁμοίαν ἀνάκλασιν ποιεῖν ἀξιούτω-

σαν, ἐπεὶ μάχονται πρὸς τὴν ἐνάργειαν. οἱ δὲ σῶμα

μὴ λεπτὸν μηδὲ λεῖον, ὥσπερ ἐστὶ τὸ ὕδωρ, ἀποφαί-

νοντες τὴν σελήνην ἀλλ' ἐμβριθὲς καὶ γεῶδες οὐκ οἶδ'

ὅπως ἀπαιτοῦνται τοῦ ἡλίου τὴν ἔμφασιν ἐν αὐτῇ πρὸς τὴν

ὄψιν. οὐδὲ γὰρ τὸ γάλα τοὺς τοιούτους ἐσοπτρισμοὺς ἀπο-

δίδωσιν οὐδὲ ποιεῖ τῆς ὄψεως ἀνακλάσεις διὰ τὴν ἀνω-

μαλίαν καὶ τραχύτητα τῶν μορίων. πόθεν γε τὴν σελήνην

δυνατόν ἐστιν ἀναπέμπειν ἀφ' ἑαυτῆς τὴν ὄψιν, ὥσπερ

ἀναπέμπει τὰ λειότερα τῶν ἐσόπτρων; καίτοι καὶ

ταῦτα δήπουθεν, ἐὰν ἀμυχή τις ἢ ῥύπος ἢ τραχύτης κατα-

λάβῃ τὸ σημεῖον [ἂν], ἀφ' οὗ πέφυκεν ἡ ὄψις ἀνακλασθῆ-

ναι, τυφλοῦται, καὶ βλέπεται μὲν αὐτά, τὴν δ' ἀνταύγειαν

οὐκ ἀποδίδωσιν. ὁ δ' ἀξιῶν ἢ καὶ τὴν ὄψιν ἡμῶν ἐπὶ

τὸν ἥλιον ἢ μηδὲ τὸν ἥλιον ἐφ' ἡμᾶς ἀνακλᾶν ἀφ' ἑαυτῆς

τὴν σελήνην ἡδύς ἐστι τὸν ὀφθαλμὸν ἥλιον ἀξιῶν εἶναι

φῶς δὲ τὴν ὄψιν οὐρανὸν δὲ τὸν ἄνθρωπον. τοῦ μὲν γὰρ

ἡλίου δι' εὐτονίαν καὶ λαμπρότητα πρὸς τῇ σελήνῃ γινο-

μένην μετὰ πληγῆς τὴν ἀνάκλασιν φέρεσθαι πρὸς ἡμᾶς

εἰκός ἐστιν. ἡ δ' ὄψις ἀσθενὴς οὖσα καὶ λεπτὴ καὶ ὀλι-

γοστὴ τί θαυμαστὸν εἰ μήτε πληγὴν ἀνακρουστικὴν ποιεῖ

μήτ' ἀφαλλομένης τηρεῖ τὴν συνέχειαν ἀλλὰ θρύπτεται

καὶ ἀπολείπει, πλῆθος οὐκ ἔχουσα φωτὸς ὥστε μὴ

διασπᾶσθαι περὶ τὰς ἀνωμαλίας καὶ τραχύτητας; ἀπὸ

μὲν γὰρ ὕδατος καὶ τῶν ἄλλων ἐσόπτρων ἰσχύουσαν ἔτι

τῆς ἀρχῆς ἐγγὺς οὖσαν ἐπὶ τὸν ἥλιον ἅλλεσθαι τὴν ἀνά-

κλασιν οὐκ ἀδύνατόν ἐστιν. ἀπὸ δὲ τῆς σελήνης, κἂν

γίνωνταί τινες ὀλισθήσεις αὐτῆς, ἀσθενεῖς ἔσονται καὶ

ἀμυδραὶ καὶ προαπολείπουσαι διὰ τὸ μῆκος τῆς ἀποστά-

σεως. καὶ γὰρ ἄλλως τὰ μὲν κοῖλα τῶν ἐσόπτρων

εὐτονωτέραν ποιεῖ τῆς προηγουμένης αὐγῆς τὴν ἀνακλω-

μένην, ὥστε καὶ φλόγας ἀναπέμπειν πολλάκις, τὰ δὲ

κυρτὰ καὶ τὰ σφαιροειδῆ τῷ μὴ πανταχόθεν ἀντερείδειν

ἀσθενῆ καὶ ἀμαυράν ... . ὁρᾶτε δήπουθεν, ὅταν ἴριδες δύο

φανῶσι, νέφους νέφος ἐμπεριέχοντος, ἀμαυρὰ ποιοῦσαν

καὶ ἀσαφῆ τὰ χρώματα τὴν περιέχουσαν. τὸ γὰρ ἐκτὸς

νέφος ἀπωτέρω τῆς ὄψεως κείμενον οὐκ εὔτονον οὐδ' ἰσχυ-

ρὰν τὴν ἀνάκλασιν ἀποδίδωσι. καὶ τί δεῖ πλείονα λέ-

γειν; ὅπου γὰρ τὸ τοῦ ἡλίου φῶς ἀνακλώμενον ἀπὸ τῆς

σελήνης τὴν μὲν θερμότητα πᾶσαν ἀποβάλλει, τῆς δὲ

λαμπρότητος αὐτοῦ λεπτὸν ἀφικνεῖται μόλις πρὸς ἡμᾶς

καὶ ἀδρανὲς λείψανον, ἦπου τῆς ὄψεως τὸν ἴσον φερομένης

δίαυλον ἐνδέχεται μόριον ὁτιοῦν λείψανον ἐξικέσθαι πρὸς

τὸν ἥλιον ἀπὸ τῆς σελήνης; ἐγὼ μὲν οὐκ οἶμαι. σκοπεῖτε

δ'' εἶπον 'καὶ ὑμεῖς. εἰ τὰ αὐτὰ πρὸς τὸ ὕδωρ καὶ τὴν

σελήνην ἔπασχεν ἡ ὄψις, ἔδει καὶ γῆς καὶ φυτῶν καὶ

ἀνθρώπων καὶ ἄστρων ἐμφάσεις ποιεῖν τὴν πανσέληνον,

οἵας τὰ λοιπὰ ποιεῖται τῶν ἐσόπτρων. εἰ δ' οὐ γίνονται

πρὸς ταῦτα τῆς ὄψεως ἀνακλάσεις δι' ἀσθένειαν αὐτῆς ἢ

τραχύτητα τῆς σελήνης, μηδὲ πρὸς τὸν ἥλιον ἀπαιτῶμεν.

Ἡμεῖς μὲν οὖν' ἔφην, 'ὅσα μὴ διαπέφευγε τὴν

μνήμην τῶν ἐκεῖ λεχθέντων, ἀπηγγέλκαμεν. ὥρα δὲ καὶ

Σύλλαν παρακαλεῖν μᾶλλον δ' ἀπαιτεῖν τὴν διήγησιν,

οἷον ἐπὶ ῥητοῖς ἀκροατὴν γεγενημένον. ὥστε, εἰ δοκεῖ,

καταπαύσαντες τὸν περίπατον καὶ καθίσαντες ἐπὶ τῶν

βάθρων ἑδραῖον αὐτῷ παράσχωμεν ἀκροατήριον.' ἔδο-

ξε δὴ ταῦτα, καὶ καθισάντων ἡμῶν ὁ Θέων 'ἐγώ τοι, ὦ

Λαμπρία' εἶπεν 'ἐπιθυμῶ μὲν οὐδενὸς ἧττον ὑμῶν ἀκοῦ-

σαι τὰ λεχθησόμενα, πρότερον δ' ἂν ἡδέως ἀκούσαιμι

περὶ τῶν οἰκεῖν λεγομένων ἐπὶ τῆς σελήνης, οὐκ εἰ κατοι-

κοῦσί τινες ἀλλ' εἰ δυνατὸν ἐκεῖ κατοικεῖν. εἰ γὰρ οὐ δυ-

νατόν, ἄλογον καὶ τὸ γῆν εἶναι τὴν σελήνην. δόξει γὰρ

πρὸς οὐθὲν ἀλλὰ μάτην γεγονέναι μήτε καρποὺς ἐκφέ-

ρουσα μήτ' ἀνθρώποις τισὶν ἕδραν παρέχουσα καὶ γένε-

σιν καὶ δίαιταν. ὧν ἕνεκα καὶ ταύτην γεγονέναι φαμὲν

κατὰ Πλάτωνα 'τροφὸν ἡμετέραν ἡμέρας τε

καὶ νυκτὸς ἀτρεκῆ φύλακα καὶ δημιουργόν'. ὁρᾷς

δ' ὅτι πολλὰ λέγεται καὶ σὺν γέλωτι καὶ μετὰ σπουδῆς

περὶ τούτων. τοῖς μὲν γὰρ ὑπὸ τὴν σελήνην οἰκοῦσιν

ὥσπερ Ταντάλοις ἐκ κεφαλῆς ἐκκρέμασθαί φασι, τοὺς

δ' οἰκοῦντας αὖ πάλιν ἐπ' αὐτῆς ὥσπερ Ἰξίονας ἐνδεδε-

μένους ῥύμῃ τόση... . καίτοι μίαν οὐ κινεῖται κίνησιν,

ἀλλ', ὥς που καὶ λέγεται, Τριοδῖτίς ἐστιν, ἅμα μῆκος

ἐπὶ τοῦ ζῳδιακοῦ καὶ πλάτος φερομένη καὶ βάθος. ὧν

τὴν μὲν περιδρομὴν τὴν δ' ἕλικα τὴν δ' οὐκ οἶδα πῶς

ἀνωμαλίαν ὀνομάζουσιν οἱ μαθηματικοί, καίπερ οὐδεμίαν

ὁμαλὴν οὐδὲ τεταγμένην ταῖς ἀποκαταστάσεσιν ὁρῶντες

ἔχουσαν. οὔκουν εἰ λέων τις ἔπεσεν ὑπὸ ῥύμης εἰς Πελο-

πόννησον, ἄξιόν ἐστι θαυμάζειν, ἀλλ' ὅπως οὐ μυρί' ὁρῶ-

μεν ἀεὶ 'πεσήματ' ἀνδρῶν καὶ ἀπολακτισμοὺς βίων'

ἐκεῖθεν οἷον ἐκκυβιστώντων καὶ περιτρεπομένων.

Καὶ γὰρ γελοῖον περὶ μονῆς τῶν ἐκεῖ διαπορεῖν, εἰ μὴ

γένεσιν μηδὲ σύστασιν ἔχειν δύνανται. ὅπου γὰρ Αἰγύ-

πτιοι καὶ Τρωγλοδῦται, οἷς ἡμέρας μιᾶς ἀκαρὲς ἵσταται

κατὰ κορυφὴν ὁ ἥλιος ἐν τροπαῖς εἶτ' ἄπεισιν, ὀλίγον

ἀπέχουσι τοῦ κατακεκαῦσθαι ξηρότητι τοῦ περιέχοντος,

ἦπου τοὺς ἐπὶ τῆς σελήνης εἰκός ἐστι δώδεκα θερείας

ὑπομένειν ἔτους ἑκάστου, κατὰ μῆνα τοῦ ἡλίου πρὸς κά-

θετον αὐτοῖς ἐφισταμένου καὶ στηρίζοντος, ὅταν ἦ παν-

σέληνος; πνεύματά γε μὴν καὶ νέφη καὶ ὄμβρους, ὧν

χωρὶς οὔτε γένεσις φυτῶν ἔστιν οὔτε σωτηρία γενομένοις,

ἀμήχανον ἐκεῖ διανοηθῆναι συνιστάμενα διὰ θερμότητα

καὶ λεπτότητα τοῦ περιέχοντος. οὐδὲ γὰρ ἐνταῦθα τῶν

ὀρῶν τὰ ὑψηλὰ δέχεται τοὺς ἀγρίους καὶ ἐναντίους χει-

μῶνας, ἀλλ' ... ἤδη καὶ σάλον ἔχων ὑπὸ κουφότητος ὁ

ἀὴρ ἐκφεύγει τὴν σύστασιν ταύτην καὶ πύκνωσιν. εἰ

μὴ νὴ Δία φήσομεν, ὥσπερ ἡ Ἀθηνᾶ τῷ Ἀχιλλεῖ νέκταρός

τι καὶ ἀμβροσίας ἐνέσταξε μὴ προσιεμένῳ τροφήν, οὕτω

τὴν σελήνην, Ἀθηνᾶν λεγομένην καὶ οὖσαν, τρέφειν τοὺς

ἄνδρας ἀμβροσίαν ἀνιεῖσαν αὐτοῖς ἐφημέριον, ὡς Φερεκύ-

δης ὁ παλαιὸς οἴεται σιτεῖσθαι τοὺς θεούς. τὴν μὲν γὰρ

Ἰνδικὴν ῥίζαν, ἥν φησι Μεγασθένης τοὺς <μήτ' ἐσθίον-

τας> μήτε πίνοντας ἀλλ' ἀστόμους ὄντας ὑποτύφειν καὶ

θυμιᾶν καὶ τρέφεσθαι τῇ ὀσμῇ, πόθεν ἄν τις ἐκεῖ φυο-

μένην λάβοι μὴ βρεχομένης τῆς σελήνης;'

Ταῦτα τοῦ Θέωνος εἰπόντος <'κάλλιστά> γε' ἔφην

'καὶ ἄριστα τῇ παιδιᾷ τοῦ λόγου τὰς ὀφρῦς <ἡμῶν ἔλυ-

σας. δι'> ἃ καὶ θάρσος ἡμῖν ἐγγίνεται πρὸς τὴν ἀπόκρι-

σιν, μὴ πάνυ πικρὰν μηδ' αὐστηρὰν εὐθύνην προσδοκῶσι.

καὶ γὰρ ὡς ἀληθῶς τῶν σφόδρα πεπεισμένων τὰ τοιαῦτα

διαφέρουσιν <οὐδὲν> οἱ σφόδρα δυσκολαίνοντες αὐτοῖς

καὶ διαπιστοῦντες ἀλλὰ μὴ πράως τὸ δυνατὸν καὶ τὸ

ἐνδεχόμενον ἐθέλοντες ἐπισκοπεῖν. εὐθὺς οὖν τὸ πρῶ-

τον οὐκ ἀναγκαῖόν ἐστιν, εἰ μὴ κατοικοῦσιν ἄνθρωποι

τὴν σελήνην, μάτην γεγονέναι καὶ πρὸς μηθέν. οὐδὲ γὰρ

τήνδε τὴν γῆν δι' ὅλης ἐνεργὸν οὐδὲ προσοικουμένην

ὁρῶμεν, ἀλλὰ μικρὸν αὐτῆς μέρος ὥσπερ ἄκροις τισὶν ἢ

χεῤῥονήσοις ἀνέχουσιν ἐκ βυθοῦ γόνιμόν ἐστι ζῴων καὶ

φυτῶν, τῶν δ' ἄλλων τὰ μὲν ἔρημα καὶ ἄκαρπα χειμῶσι

καὶ αὐχμοῖς, τὰ δὲ πλεῖστα κατὰ τῆς μεγάλης δέδυκε θα-

λάσσης. ἀλλὰ σύ, τὸν Ἀρίσταρχον ἀγαπῶν ἀεὶ καὶ θαυ-

μάζων, οὐκ ἀκούεις Κράτητος ἀναγινώσκοντος

'Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται

ἀνδράσιν ἠδὲ θεοῖς, πλείστην ἐπὶ γαῖαν ἵησιν.'

ἀλλὰ πολλοῦ δεῖ μάτην ταῦτα γεγονέναι. καὶ γὰρ ἀνα-

θυμιάσεις ἡ θάλασσα μαλακὰς ἀνίησι, καὶ τῶν πνευμά-

των τὰ ἥδιστα θέρους ἀκμάζοντος ἐκ τῆς ἀοικήτου καὶ

κατεψυγμένης αἱ χιόνες ἀτρέμα διατηκόμεναι χαλῶσι καὶ

διασπείρουσιν, 'ἡμέρας τε καὶ νυκτὸς' ἕστηκεν ἀτρεκὴς ἐν

μέσῳ 'φύλαξ' κατὰ Πλάτωνα 'καὶ δημιουργός'. οὐδὲν

οὖν κωλύει καὶ τὴν σελήνην ζῴων μὲν ἔρημον εἶναι, παρέ-

χειν δ' ἀνακλάσεις τε τῷ φωτὶ περὶ αὐτὴν διαχεομένῳ

καὶ συῤῥοὴν ταῖς τῶν ἀστέρων αὐγαῖς ἐν αὐτῇ καὶ σύγ-

κρασιν, ἧ συνεκπέττει τε τὰς ἀπὸ τῆς γῆς ἀναθυμιάσεις

ἅμα τε καὶ τοῦ ἡλίου τὸ ἔμπυρον ἄγαν καὶ σκληρὸν ἀν-

ίησι. καί πού τι καὶ παλαιᾷ φήμῃ διδόντες Ἄρτεμιν

αὐτὴν νομισθῆναι φήσομεν ὡς παρθένον καὶ ἄγονον,

ἄλλως δὲ βοηθητικὴν καὶ ὠφέλιμον.

Ἐπεὶ τῶν γ' εἰρημένων οὐδέν, ὦ φίλε Θέων, ἀδύνατον

δείκνυσι τὴν λεγομένην ἐπ' αὐτῆς οἴκησιν. ἥ τε γὰρ δίνη

πολλὴν ἔχουσα πραότητα καὶ γαλήνην ἐπιλεαίνει τὸν ἀέρα

καὶ διανέμει συγκατακοσμούμενον, ὥστε μηδὲν εἶναι

δέος ἐκπεσεῖν καὶ ἀποσφαλῆναι τοὺς ἐκεῖ βεβηκότας, εἰ

δὲ μὴ δὲ αὐτὴ καὶ τὸ ποικίλον τοῦτο τῆς φορᾶς καὶ

πεπλανημένον οὐκ ἀνωμαλίας οὐδὲ ταραχῆς ἐστιν, ἀλλὰ

θαυμαστὴν ἐπιδείκνυνται τάξιν ἐν τούτοις καὶ πορείαν οἱ

ἀστρολόγοι κύκλοις τισὶ περὶ κύκλους ἑτέρους ἐξελιττο-

μένοις συνάγοντες, <οἳ ἄγουσιν> αὐτὴν οἱ μὲν ἀτρεμοῦ-

σαν, οἱ δὲ λείως καὶ ὁμαλῶς ἀεὶ τάχεσι τοῖς αὐτοῖς ἀνθ-

υποφερομένην. αὗται γὰρ αἱ τῶν κύκλων ἐπιβάσεις καὶ

περιαγωγαὶ καὶ σχέσεις πρὸς ἀλλήλους καὶ πρὸς ἡμᾶς

τὰ φαινόμενα τῆς κινήσεως ὕψη καὶ βάθη καὶ τὰς κατὰ

πλάτος παραλλάξεις ἅμα ταῖς κατὰ μῆκος αὐτῆς περιό-

δοις ἐμμελέστατα συμπεραίνουσι.

Τὴν δὲ πολλὴν θερμότητα καὶ συνεχῆ πύρωσιν ὑφ'

ἡλίου [οὐ] παύσῃ φοβούμενος, ἂν πρῶτον μὲν ἀντιθῇς

ταῖς ἕνδεκα θεριναῖς συνόδοις τὰς πανσελήνους. εἴσῃ

δὲ τὸ συνεχὲς τῆς μεταβολῆς ταῖς ὑπερβολαῖς χρόνον οὐκ

ἐχούσαις πολὺν ἐμποιεῖν κρᾶσιν οἰκείαν καὶ τὸ ἄγαν ἑκα-

τέρας ἀφαιρεῖν. διὰ μέσου δὲ τούτων, ὡς εἰκός, ὥραν

ἔαρι προσφορωτάτην ἔχουσιν. ἔπειτα πρὸς μὲν ἡμᾶς καθ-

ίησι δι' ἀέρος θολεροῦ καὶ συνεπερείδοντος τὴν θερμό-

τητα ταῖς ἀναθυμιάσεσι τρεφομένην, ἐκεῖ δὲ λεπτὸς ὢν

καὶ διαυγὴς ὁ ἀὴρ σκίδνησι καὶ διαχεῖ τὴν αὐγήν, ὑπέκ-

καυμα καὶ σῶμα μηδὲν ἔχουσαν.

υλην δὲ καὶ καρποὺς αὐτόθι μὲν ὄμβροι τρέφουσιν,

ἑτέρωθι δέ, ὥσπερ ἄνω περὶ Θήβας παρ' ὑμῖν καὶ Συή-

νην, οὐκ ὄμβριον ὕδωρ ἀλλὰ γηγενὲς ἡ γῆ πίνουσα καὶ

χρωμένη πνεύμασι καὶ δρόσοις οὐκ ἂν ἐθελήσειεν οἶμαι

τῇ πλεῖστον ὑομένῃ πολυκαρπίας ὑφίεσθαι δι' ἀρετήν τινα

καὶ κρᾶσιν. τὰ δ' αὐτὰ φυτὰ τῷ γένει παρ' ἡμῖν μέν, ἐὰν

σφόδρα πιεσθῇ χειμῶσιν, ἐκφέρει πολὺν καὶ καλὸν καρπόν,

ἐν δὲ Λιβύῃ καὶ παρ' ὑμῖν ἐν Αἰγύπτῳ δύσριγα κομιδῇ

καὶ δειλὰ πρὸς χειμῶνάς ἐστι. τῆς δὲ Γεδρωσίας καὶ Τρω-

γλοδύτιδος, ἣ καθήκει πρὸς τὸν ὠκεανόν, ἀφόρου διὰ ξη-

ρότητα καὶ ἀδένδρου παντάπασιν οὔσης, ἐν τῇ παρακει-

μένῃ καὶ περικεχυμένῃ θαλάττῃ θαυμαστὰ μεγέθη φυ-

τῶν τρέφεται καὶ κατὰ βυθοῦ τέθηλεν, ὧν τὰ μὲν ἐλαίας

τὰ δὲ δάφνας τὰ δ' Ἴσιδος τρίχας καλοῦσιν. οἱ δ' ἀνα-

καμψέρωτες οὗτοι προσαγορευόμενοι τῆς γῆς ἐξαιρεθέν-

τες οὐ μόνον ζῶσι κρεμάμενοι χρόνον ὅσον βούλεταί τις,

ἀλλὰ βλαστάνουσιν. ... σπείρεται δὲ τὰ μὲν πρὸς χειμῶ-

νος τὰ δὲ θέρους ἀκμάζοντος, ὥσπερ σήσαμον καὶ με-

λίνη. τὸ δὲ θύμον ἢ τὸ κενταύριον ἂν εἰς ἀγαθὴν καὶ

πίονα σπαρῇ χώραν καὶ βρέχηται καὶ ἄρδηται, τῆς κατὰ

φύσιν ἐξίσταται ποιότητος καὶ ἀποβάλλει τὴν δύναμιν,

αὐχμῷ δὲ χαίρει καὶ πρὸς τὸ οἰκεῖον ἐπιδίδωσιν. εἰ δ' ὥς

φασιν οὐδὲ τὰς δρόσους ἀνέχεται, καθάπερ τὰ πλεῖστα

τῶν Ἀραβικῶν, ἀλλ' ἐξαμαυροῦται διαινόμενα καὶ φθεί-

ρεται, τί δὴ θαυμαστόν ἐστιν εἰ γίνονται περὶ τὴν σε-

λήνην ῥίζαι καὶ σπέρματα καὶ ὗλαι μηθὲν ὑετῶν δεόμε-

ναι μηδὲ χιόνων ἀλλὰ πρὸς θερινὸν ἀέρα καὶ λεπτὸν εὐ-

φυῶς ἔχουσαι;

Πῶς δ' οὐκ εἰκὸς ἀνιέναι τε πνεύματα θαλπόμενα τῇ

σελήνῃ καὶ τῷ σάλῳ τῆς περιφορᾶς αὔρας τε παρομαρ-

τεῖν ἀτρέμα καὶ δρόσους [καὶ] ὑγρότητας ἐλαφρὰς περι-

χεούσας καὶ διασπειρομένας ἐπαρκεῖν τοῖς βλαστάνουσιν,

αὐτὴν δὲ τῇ κράσει μὴ πυρώδη μηδ' αὐχμηρὰν ἀλλὰ μα-

λακὴν καὶ ὑδροποιὸν εἶναι; ξηρότητος μὲν γὰρ οὐδὲν ἀφικ-

νεῖται πάθος ἀπ' αὐτῆς πρὸς ἡμᾶς, ὑγρότητος δὲ πολλὰ

καὶ θηλύτητος, αὐξήσεις φυτῶν, σήψεις κρεῶν, τροπαὶ

καὶ ἀνέσεις οἴνων, μαλακότητες ξύλων, εὐτοκίαι γυναικῶν.

δέδοικα δ' ἡσυχάζοντα Φαρνάκην αὖθις ἐρεθίζειν καὶ κι-

νεῖν, ὠκεανοῦ τε πλημμύρας, ὡς λέγουσιν αὐτοί, καὶ

πορθμῶν ἐπιδόσεις διαχεομένων καὶ αὐξανομένων ὑπὸ

τῆς σελήνης τῷ ἀνυγραίνεσθαι παρατιθέμενος. διὸ πρὸς

σὲ τρέψομαι μᾶλλον, ὦ φίλε Θέων. λέγεις γὰρ ἡμῖν ἐξη-

γούμενος ταυτὶ τὰ Ἀλκμᾶνος

'<οἷα Διὸς> θυγάτηρ Ἔρσα τρέφει καὶ <δίας> Σελάνας',

ὅτι νῦν τὸν ἀέρα καλεῖ Δία καί φησιν αὐτὸν ὑπὸ τῆς σε-

λήνης καθυγραινόμενον εἰς δρόσους τρέπεσθαι. κινδυνεύει

γάρ, ὦ ἑταῖρε, πρὸς τὸν ἥλιον ἀντιπαθῆ φύσιν ἔχειν,

εἴγε μὴ μόνον, ὅσα πυκνοῦν καὶ ξηραίνειν ἐκεῖνος, αὕτη

μαλάσσειν καὶ διαχεῖν πέφυκεν, ἀλλὰ καὶ τὴν ἀπ' ἐκείνου

θερμότητα καθυγραίνειν καὶ καταψύχειν προσπίπτουσαν

αὐτῇ καὶ συμμιγνυμένην.

Οἵ τε δὴ τὴν σελήνην ἔμπυρον σῶμα καὶ διακαὲς εἶναι

νομίζοντες ἁμαρτάνουσιν, οἵ τε τοῖς ἐκεῖ ζῴοις ὅσα τοῖς

ἐνταῦθα πρὸς γένεσιν καὶ τροφὴν καὶ δίαιταν ἀξιοῦντες

ὑπάρχειν ἐοίκασιν ἀθεάτοις τῶν περὶ τὴν φύσιν ἀνωμα-

λιῶν, ἐν αἷς μείζονας ἔστι καὶ πλέονας πρὸς ἄλληλα τῶν

ζῴων ἢ πρὸς τὰ μὴ ζῷα διαφορὰς καὶ ἀνομοιότητας εὑ-

ρεῖν. καὶ ἄστομοι μὲν ἄνθρωποι καὶ ὀσμαῖς τρεφόμενοι

μὴ ἔστωσαν, εἰ μὴ ... μὴ δοκοῦσι, τὴν δ' ἄλιμον, ἧς

ἡμῖν αὐτὸς ἐξηγεῖτο δύναμιν, ᾐνίξατο μὲν Ἡσίοδος εἰπών

'οὐδ' ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ' ὄνειαρ,'

ἔργῳ δ' ἐμφανῆ παρέσχεν Ἐπιμενίδης, διδάξας ὅτι μι-

κρῷ παντάπασιν ἡ φύσις ὑπεκκαύματι ζωπυρεῖ καὶ συν-

έχει τὸ ζῷον, ἂν ὅσον ἐλαίας μέγεθος λάβῃ, μηδεμιᾶς

ἔτι τροφῆς δεόμενον. τοὺς δ' ἐπὶ τῆς σελήνης, εἴπερ

εἰσίν, εὐσταλεῖς εἶναι τοῖς σώμασι καὶ διαρκεῖς ὑπὸ τῶν

τυχόντων τρέφεσθαι πιθανόν ἐστι. καὶ γὰρ αὐτὴν τὴν

σελήνην, ὥσπερ τὸν ἥλιον ζῷον ὄντα πύρινον καὶ τῆς γῆς

ὄντα πολλαπλάσιον, ἀπὸ τῶν ὑγρῶν φασι τῶν ἀπὸ τῆς

γῆς τρέφεσθαι καὶ τοὺς ἄλλους ἀστέρας ἀπείρους ὄντας.

οὕτως ἐλαφρὰ καὶ λιτὰ τῶν ἀναγκαίων φέρειν ζῷα τὸν

ἄνω τόπον ὑπολαμβάνουσιν. ἀλλ' οὔτε ταῦτα συνορῶμεν

οὔθ' ὅτι καὶ χώρα καὶ φύσις καὶ κρᾶσις ἄλλη πρόσφορός

ἐστιν αὐτοῖς. ὥσπερ οὖν εἰ τῇ θαλάττῃ μὴ δυναμένων

ἡμῶν προσελθεῖν μηδ' ἅψασθαι, μόνον δὲ τὴν θέαν αὐ-

τῆς πόῤῥωθεν ἀφορώντων καὶ πυνθανομένων ὅτι πικρὸν

καὶ ἄποτον καὶ ἁλμυρὸν ὕδωρ ἐστίν, ἔλεγέ τις ὡς 'ζῷα

πολλὰ καὶ μεγάλα καὶ παντοδαπὰ ταῖς μορφαῖς τρέφει

κατὰ βυθοῦ καὶ θηρίων ἐστὶ πλήρης ὕδατι χρωμένων

ὅσαπερ ἡμεῖς ἀέρι', μύθοις ἂν ὅμοια καὶ τέρασιν ἐδόκει

περαίνειν, οὕτως ἐοίκαμεν ἔχειν καὶ ταὐτὸ πάσχειν πρὸς

τὴν σελήνην, ἀπιστοῦντες ἐκεῖ τινας ἀνθρώπους κατοι-

κεῖν. ἐκείνους δ' ἂν οἴομαι πολὺ μᾶλλον ἀποθαυμάσαι τὴν

γῆν ἀφορῶντας οἷον ὑποστάθμην καὶ ἰλὺν τοῦ παντὸς ἐν

ὑγροῖς καὶ ὁμίχλαις καὶ νέφεσι διαφαινομένην ἀλαμπὲς

καὶ ταπεινὸν καὶ ἀκίνητον χωρίον, εἰ ζῷα φύει καὶ τρέφει

μετέχοντα κινήσεως ἀναπνοῆς θερμότητος. κἂν εἴ ποθεν

αὐτοῖς ἐγγένοιτο τῶν Ὁμηρικῶν τούτων ἀκοῦσαι (Υ 65)

'σμερδαλέ', εὐρώεντα, τά τε στυγέουσι θεοί περ',

καί (Θ 16)

'τόσσον ἔνερθ' Ἀίδαο, ὅσον οὐρανὸς ἔστ' ἀπὸ γαίης',

ταῦτα φήσουσιν ἀτεχνῶς περὶ τοῦ χωρίου τούτου λέγε-

σθαι καὶ τὸν Ἅιδην ἐνταῦθα καὶ τὸν Τάρταρον ἀπῳ-

κίσθαι, γῆν δὲ μίαν εἶναι τὴν σελήνην, ἴσον ἐκείνων τῶν

ἄνω καὶ τῶν κάτω τούτων ἀπέχουσαν.'

Ἔτι δέ μου σχεδὸν λέγοντος ὁ Σύλλας ὑπολαβών

'ἐπίσχες' εἶπεν 'ὦ Λαμπρία, καὶ παραβαλοῦ τὸ θυρίον

τοῦ λόγου, μὴ λάθῃς τὸν μῦθον ὥσπερ εἰς γῆν ἐξοκείλας

καὶ συγχέῃς τὸ δρᾶμα τοὐμὸν ἑτέραν ἔχον σκηνὴν καὶ

διάθεσιν. ἐγὼ μὲν οὖν ὑποκριτής εἰμι, πρότερον δ' αὐ-

τοῦ φράσω τὸν ποιητὴν ὑμῖν εἰ μή τι κωλύει, καθ'

Ὅμηρον ἀρξάμενος.

'Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται',

δρόμον ἡμερῶν πέντε Βρεττανίας ἀπέχουσα πλέοντι πρὸς

ἑσπέραν. ἕτεραι δὲ τρεῖς ἴσον ἐκείνης ἀφεστῶσαι καὶ ἀλ-

λήλων πρόκεινται μάλιστα κατὰ δυσμὰς ἡλίου θερινάς.

ὧν ἐν μιᾷ τὸν Κρόνον οἱ βάρβαροι καθεῖρχθαι μυθολο-

γοῦσιν ὑπὸ τοῦ Διός, τὸν δ' ὡς υἱὸν ἔχοντα φρουρὸν

τῶν τε νήσων ἐκείνων καὶ τῆς θαλάττης, ἣν Κρόνιον πέ-

λαγος ὀνομάζουσι, παρακατῳκίσθαι. τὴν δὲ μεγάλην

ἤπειρον, ὑφ' ἧς ἡ μεγάλη περιέχεται κύκλῳ θάλαττα,

τῶν μὲν ἄλλων ἔλαττον ἀπέχει<ν>, τῆς δ' Ὠγυγίας περὶ

πεντακισχιλίους σταδίους κωπήρεσι πλοίοις κομιζομένῳ.

(βραδύπορον γὰρ εἶναι καὶ πηλῶδες ὑπὸ πλήθους ῥευμά-

των τὸ πέλαγος. τὰ δὲ ῥεύματα τὴν μεγάλην ἐξιέναι γῆν

καὶ γίνεσθαι προχώσεις ἀπ' αὐτῶν καὶ βαρεῖαν εἶναι καὶ

γεώδη τὴν θάλατταν, ἧ καὶ πεπηγέναι δόξαν ἔσχε). τῆς

δ' ἠπείρου τὰ πρὸς τῇ θαλάττῃ κατοικεῖν Ἕλληνας περὶ

κόλπον οὐκ ἐλάττονα τῆς Μαιώτιδος, οὗ τὸ στόμα τῷ

στόματι τοῦ Κασπίου πελάγους μάλιστα κατ' εὐθεῖαν

κεῖσθαι. καλεῖν δὲ καὶ νομίζειν ἐκείνους ἠπειρώτας μὲν

αὑτοὺς <νησιώτας δὲ τοὺς> ταύτην τὴν γῆν κατοικοῦντας,

ὡς καὶ κύκλῳ περίῤῥυτον οὖσαν ὑπὸ τῆς θαλάσσης. οἴεσθαι

δὲ τοῖς Κρόνου λαοῖς ἀναμιχθέντας ὕστερον τοὺς μεθ'

Ἡρακλέους παραγενομένους καὶ ὑπολειφθέντας ἤδη σβεν-

νύμενον τὸ Ἑλληνικὸν ἐκεῖ καὶ κρατούμενον γλώττῃ τε

βαρβαρικῇ καὶ νόμοις καὶ διαίταις οἷον ἀναζωπυρῆσαι

πάλιν ἰσχυρὸν καὶ πολὺ γενόμενον. διὸ τιμὰς ἔχειν πρώ-

τας τὸν Ἡρακλέα, δευτέρας δὲ τὸν Κρόνον.

Ὅταν οὖν ὁ τοῦ Κρόνου ἀστήρ, ὃν Φαίνοντα μὲν ἡμεῖς,

ἐκείνους δὲ Νυκτοῦρον ἔφη καλεῖν, εἰς Ταῦρον παραγέ-

νηται δι' ἐτῶν τριάκοντα, παρασκευασαμένους ἐν χρόνῳ

πολλῷ τὰ περὶ τὴν θυσίαν καὶ τὸν ἀ... ἐκπέμπειν κλήρῳ

λαχόντας ἐν πλοίοις τοσούτοις θεραπείαν τε πολλὴν καὶ

παρασκευὴν ἀναγκαίαν μέλλουσι πλεῖν πέλαγος τοσοῦτον

εἰρεσίᾳ καὶ χρόνον ἐπὶ ξένης βιοτεύειν πολὺν ἐμβαλλομέ-

νους. ἀναχθέντας οὖν χρῆσθαι τύχαις, ὡς εἰκός, ἄλλους

ἄλλαις, τοὺς δὲ διασωθέντας ἐκ τῆς θαλάττης πρῶτον

μὲν ἐπὶ τὰς προκειμένας νήσους οἰκουμένας δ' ὑφ' Ἑλ-

λήνων κατίσχειν καὶ τὸν ἥλιον ὁρᾶν κρυπτόμενον ὥρας

μιᾶς ἔλαττον ἐφ' ἡμέρας τριάκοντα. καὶ νύκτα τοῦτ' εἶ-

ναι, σκότος ἔχουσαν ἐλαφρὸν καὶ λυκαυγὲς ἀπὸ δυσμῶν

περιλαμπόμενον. ἐκεῖ δὲ διατρίψαντας ἡμέρας ἐνενήκοντα

μετὰ τιμῆς καὶ φιλοφροσύνης, ἱεροὺς νομιζομένους καὶ

προσαγορευομένους, ὑπὸ πνευμάτων ἤδη περαιοῦσθαι.

μηδ' ἄλλους τινὰς ἐνοικεῖν ἢ σφᾶς τ' αὐτοὺς καὶ τοὺς

πρὸ αὐτῶν ἀποπεμφθέντας. ἐξεῖναι μὲν γὰρ ἀποπλεῖν οἴ-

καδε τοὺς τῷ θεῷ τὰ τρὶς δέκ' ἔτη συλλατρεύσαντας,

αἱρεῖσθαι δὲ τοὺς πλείστους ἐπιεικῶς αὐτόθι κατοικεῖν,

τοὺς μὲν ὑπὸ συνηθείας τοὺς δ' ὅτι πόνου δίχα καὶ πραγμά-

των ἄφθονα πάρεστι πάντα, πρὸς θυσίαις καὶ χορηγίαις

ἢ περὶ λόγους τινὰς ἀεὶ καὶ φιλοσοφίαν διατρίβουσι. θαυ-

μαστὴν γὰρ εἶναι τῆς τε νήσου τὴν φύσιν καὶ τὴν πραό-

τητα τοῦ περιέχοντος ἀέρος. ἐνίοις δὲ καὶ τὸ θεῖον ἐμπο-

δὼν γίνεσθαι διανοηθεῖσιν ἀποπλεῖν ὥσπερ συνήθεσι καὶ

φίλοις ἐπιδεικνύμενον. οὐκ ὄναρ <γὰρ> μόνον οὐδὲ διὰ

συμβόλων, ἀλλὰ καὶ φανερῶς ἐντυγχάνειν πολλοὺς ὄψεσι

δαιμόνων καὶ φωναῖς. αὐτὸν μὲν γὰρ τὸν Κρόνον ἐν

ἄντρῳ βαθεῖ περιέχεσθαι πέτρας χρυσοειδοῦς καθεύδοντα

(τὸν γὰρ ὕπνον αὐτῷ μεμηχανῆσθαι δεσμὸν ὑπὸ τοῦ Διός),

ὄρνιθας δὲ τῆς πέτρας κατὰ κορυφὴν εἰσπετομένους

ἀμβροσίαν ἐπιφέρειν αὐτῷ, καὶ τὴν νῆσον εὐωδίᾳ κατ-

έχεσθαι πᾶσαν, ὥσπερ ἐκ πηγῆς σκιδναμένῃ τῆς πέτρας.

τοὺς δὲ δαίμονας ἐκείνους περιέπειν καὶ θεραπεύειν τὸν

Κρόνον, ἑταίρους αὐτῷ γενομένους, ὅτε δὴ θεῶν καὶ

ἀνθρώπων ἐβασίλευε. καὶ πολλὰ μὲν ἀφ' ἑαυτῶν μαντι-

κοὺς ὄντας προλέγειν, τὰ δὲ μέγιστα καὶ περὶ τῶν με-

γίστων ὡς ὀνείρατα τοῦ Κρόνου κατιόντας ἐξαγγέλλειν.

ὅσα γὰρ ὁ Ζεὺς προδιανοεῖται, ταῦτ' ὀνειροπολεῖν τὸν

Κρόνον, ἐπειδὰν στασιάσαντα τὰ τιτανικὰ πάθη καὶ κινή-

ματα τῆς ψυχῆς ἐν αὐτῷ παντάπασιν ὁ ὕπνος <κατα-

κοιμήσῃ> καὶ γένηται τὸ βασιλικὸν καὶ θεῖον αὐτὸ καθ'

ἑαυτὸ καθαρὸν καὶ ἀκήρατον.

Ἐνταῦθα δὴ κομισθείς, ὡς ἔλεγεν, ὁ ξένος καὶ θερα-

πεύων τὸν θεὸν ἐπὶ σχολῆς, ἀστρολογίας μὲν ἐφ' ὅσον

γεωμετρήσαντι ποῤῥωτάτω προελθεῖν δυνατόν ἐστιν ἐμ-

πειρίαν ἔσχε, φιλοσοφίας δὲ τῆς ἄλλης τῷ φυσικῷ χρώ-

μενος. ἐπιθυμίαν δέ τινα καὶ πόθον ἔχων γενέσθαι τῆς

μεγάλης νήσου θεατής (οὕτως γὰρ ὡς ἔοικε τὴν παρ'

ἡμῖν οἰκουμένην ὀνομάζουσιν), ἐπεὶ δὴ τὰ τριάκοντ' ἔτη

διῆλθεν, ἀφικομένων τῶν διαδόχων οἴκοθεν ἀσπασάμενος

τοὺς φίλους ἐξέπλευσε, τὰ μὲν ἄλλα κατεσκευασμένος εὐ-

σταλῶς ἐφόδιον δὲ συχνὸν ἐν χρυσοῖς ἐκπώμασι κομίζων.

ἃ μὲν οὖν ἔπαθε καὶ ὅσους ἀνθρώπους διῆλθεν, ἱεροῖς τε

γράμμασιν ἐντυγχάνων ἐν τελεταῖς τε πάσαις τελούμενος,

οὐ μιᾶς ἡμέρας ἔργον ἐστὶ διελθεῖν, ὡς ἐκεῖνος ἡμῖν

ἀπήγγελλεν εὖ μάλα καὶ καθ' ἕκαστον ἀπομνημονεύων.

ὅσα δ' οἰκεῖα τῆς ἐνεστώσης διατριβῆς ἐστιν, ἀκούσατε.

πλεῖστον γὰρ ἐν Καρχηδόνι χρόνον διέτριψεν, ἅτε δὴ παρ'

ἡμῖν μεγάλας <τοῦ Κρόνου τιμὰς> ἔχοντος, καί τινας,

ὅθ' ἡ προτέρα πόλις ἀπώλλυτο, διφθέρας ἱερὰς ὑπεκκο-

μισθείσας κρύφα καὶ διαλαθούσας πολὺν χρόνον ἐν γῇ

κειμένας ἐξευρών, τῶν τε φαινομένων θεῶν ἔφη χρῆναι

καί μοι παρεκελεύετο τιμᾶν διαφερόντως τὴν Σελήνην

ὡς τοῦ βίου κυριωτάτην οὖσαν ... ἐχομένην.'

Θαυμάζοντος δέ μου ταῦτα καὶ δεομένου σαφέστε-

ρον ἀκοῦσαι 'πολλά' εἶπεν 'ὦ Σύλλα, περὶ θεῶν οὐ

πάντα δὲ καλῶς λέγεται παρ' Ἕλλησιν. οἷον εὐθὺς ὀρθῶς

Δήμητραν καὶ Κόρην ὀνομάζοντες οὐκ ὀρθῶς ὁμοῦ καὶ

περὶ τὸν αὐτὸν ἀμφοτέρας εἶναι τόπον νομίζουσιν. ἡ μὲν

γὰρ ἐν γῇ καὶ κυρία τῶν περὶ γῆν ἐστιν, ἡ δ' ἐν σελήνῃ

καὶ τῶν περὶ σελήνην, Κόρη τε καὶ Φερσεφόνη κέκληται,

τὸ μὲν ὡς φωσφόρος οὖσα, Κόρη δ' ὅτι καὶ τοῦ ὄμματος,

ἐν ᾧ τὸ εἴδωλον ἀντιλάμπει τοῦ βλέποντος, ὥσπερ τὸ

ἡλίου φέγγος ἐνορᾶται τῇ σελήνῃ, κόρην προσαγορεύομεν.

τοῖς τε περὶ τὴν πλάνην καὶ τὴν ζήτησιν αὐτῶν λεγομέ-

νοις ἔνεστι <μέν τι καὶ> ἀληθές. ἀλλήλων γὰρ ἐφίενται

χωρὶς οὖσαι καὶ συμπλέκονται περὶ τὴν σκιὰν πολλάκις.

τὸ δὲ νῦν μὲν ἐν οὐρανῷ καὶ φωτὶ νῦν δ' ἐν σκότῳ καὶ νυκτὶ

γενέσθαι [περὶ] τὴν Κόρην ψεῦδος μὲν οὐκ ἔστιν, τοῦ δὲ

χρόνου τῷ ἀριθμῷ πλάνην παρέσχηκεν. οὐ γὰρ ἓξ μῆνας

ἀλλὰ παρ' ἓξ μῆνας ὁρῶμεν αὐτὴν ὑπὸ τῆς γῆς ὥσπερ

ὑπὸ τῆς μητρὸς τῇ σκιᾷ λαμβανομένην, ὀλιγάκις δὲ τοῦτο

διὰ πέντε μηνῶν πάσχουσαν. ἐπεὶ τόν γ' Ἅιδην ἀπολι-

πεῖν ἀδύνατόν ἐστιν αὐτήν, τοῦ Ἅιδου πέρας οὖσαν.

ὥσπερ καὶ Ὅμηρος ἐπικρυψάμενος οὐ φαύλως τοῦτ' εἶπεν

'ἀλλά <σ'> ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης'.

ὅπου γὰρ ἡ σκιὰ τῆς γῆς ἐπινεμομένη παύεται, τοῦτο

τέρμα τῆς γῆς ἔθετο καὶ πέρας. εἰς δὲ τοῦτο φαῦλος

μὲν οὐδεὶς οὐδ' ἀκάθαρτος ἄνεισιν, οἱ δὲ χρηστοὶ μετὰ

τὴν τελευτὴν κομισθέντες αὐτόθι ῥᾷστον μὲν οὕτως βίον,

οὐ μὴν μακάριον οὐδὲ θεῖον ἔχοντες ἄχρι τοῦ δευτέρου

θανάτου διατελοῦσι.'

'Τίς δ' οὗτός ἐστιν, ὦ Σύλλα;' 'μὴ περὶ τούτων

ἔρῃ, μέλλω γὰρ αὐτὸς διηγεῖσθαι.

Τὸν ἄνθρωπον οἱ πολλοὶ σύνθετον μὲν ὀρθῶς, ἐκ δυοῖν

δὲ μόνων σύνθετον οὐκ ὀρθῶς ἡγοῦνται. μόριον γὰρ εἶναί

πως ψυχῆς οἴονται τὸν νοῦν, οὐδὲν ἧττον ἐκείνων ἁμαρτά-

νοντες, οἷς ἡ ψυχὴ δοκεῖ μόριον εἶναι τοῦ σώματος. νοῦς

γὰρ ψυχῆς, ὅσῳ ψυχὴ σώματος, ἄμεινόν ἐστι καὶ θειό-

τερον. ποιεῖ δ' ἡ μὲν ψυχῆς <καὶ σώματος μῖξις αἴσθησιν

ἡ δὲ νοῦ καὶ ψυχῆς> σύνοδος λόγον. ὧν τὸ μὲν ἡδονῆς

ἀρχὴ καὶ πόνου τὸ δ' ἀρετῆς καὶ κακίας. τριῶν δὲ τού-

των συμπαγέντων, τὸ μὲν σῶμα ἡ γῆ τὴν δὲ ψυχὴν ἡ

σελήνη, τὸν δὲ νοῦν ὁ ἥλιος παρέσχεν εἰς τὴν γένεσιν ...

ὥσπερ αὖ τῇ σελήνῃ τὸ φέγγος. ὃν δ' ἀποθνήσκομεν θά-

νατον, ὁ μὲν ἐκ τριῶν δύο ποιεῖ τὸν ἄνθρωπον ὁ δ' ἓν

ἐκ δυοῖν, καὶ ὁ μέν ἐστιν ἐν τῇ <γῇ> τῆς Δήμητρος, ...

ἐν αὐτῇ τελεῖν καὶ τοὺς νεκροὺς Ἀθηναῖοι Δημητρείους

ὠνόμαζον τὸ παλαιόν. <ὁ> δ' ἐν τῇ σελήνῃ τῆς Φερσε-

φόνης. καὶ σύνοικός ἐστι τῆς μὲν χθόνιος ὁ Ἑρμῆς τῆς

δ' οὐράνιος. λύει δ' αὕτη μὲν ταχὺ καὶ μετὰ βίας τὴν

ψυχὴν ἀπὸ τοῦ σώματος, ἡ δὲ Φερσεφόνη πράως καὶ

χρόνῳ πολλῷ τὸν νοῦν ἀπὸ τῆς ψυχῆς καὶ διὰ τοῦτο μο-

νογενὴς κέκληται. μόνον γὰρ γίνεται τὸ βέλτιστον τοῦ

ἀνθρώπου διακρινόμενον αὐτῆς. συντυγχάνει δ' οὕτως

κατὰ φύσιν ἑκάτερον.

Πᾶσαν ψυχήν, ἄνουν τε καὶ σὺν νῷ, σώματος ἐκπεσοῦ-

σαν εἱμαρμένον ἐστὶν <ἐν> τῷ μεταξὺ γῆς καὶ σελήνης

χωρίῳ πλανηθῆναι χρόνον_οὐκ ἴσον, ἀλλ' αἱ μὲν ἄδικοι

καὶ ἀκόλαστοι δίκας τῶν ἀδικημάτων τίνουσι, τὰς δ' ἐπι-

εικεῖς, ὅσον ἀφαγνεῦσαι καὶ ἀποπνεῦσαι <τοὺς> ἀπὸ τοῦ

σώματος ὥσπερ ἀτμοῦ πονηροῦ μιασμούς, ἐν τῷ πραο-

τάτῳ τοῦ ἀέρος, ὃν λειμῶνας Ἅιδου καλοῦσι, δεῖ γίνε-

σθαι χρόνον τινὰ τεταγμένον. <ἔνθ'> οἷον ἐξ ἀποδημίας

ἀνακομιζόμεναι φυγαδικῆς εἰς πατρίδα γεύονται χαρᾶς,

οἵαν οἱ τελούμενοι μάλιστα θορύβῳ καὶ πτοήσει συγκε-

κραμένην μετ' ἐλπίδος ἡδείας ἔχουσι. πολλὰς γὰρ ἐξω-

θεῖ καὶ ἀποκυματίζει γλιχομένας ἤδη τῆς σελήνης, ἐνίας

δὲ καὶ τῶν ἐκεῖ περικάτω τρεπομένας οἷον εἰς βυθὸν αὖ-

θις ὁρῶσι καταδυομένας. αἱ δ' ἄνω γενόμεναι καὶ βε-

βαίως ἱδρυθεῖσαι πρῶτον μέν, ὥσπερ οἱ νικηφόροι, περι-

ίασιν ἀναδούμεναι στεφάνοις πτερῶν εὐσταθείας λεγομέ-

νοις, ὅτι τῆς ψυχῆς τὸ ἄλογον καὶ τὸ παθητικὸν εὐήνιον

ἐπιεικῶς τῷ λόγῳ καὶ κεκοσμημένον ἐν τῷ βίῳ παρ-

έσχοντο. δεύτερον <δ'> ἀκτῖνι τὴν ὄψιν ἐοικυῖαι, πυρὶ δὲ

τὴν ψυχὴν ἄνω κουφιζομένην ὥσπερ ἐνταῦθα, τῷ

περὶ τὴν σελήνην αἰθέρι καὶ τόνον ἀπ' αὐτοῦ καὶ δύναμιν,

οἷον τὰ στομούμενα βαφήν, ἴσχουσι. τὸ γὰρ ἀραιὸν ἔτι

καὶ διακεχυμένον ῥώννυται καὶ γίνεται σταθερὸν καὶ διαυ-

γές, ὥσθ' ὑπὸ τῆς τυχούσης ἀναθυμιάσεως τρέφεσθαι.

καὶ καλῶς Ἡράκλειτος εἶπεν ὅτι 'αἱ ψυχαὶ ὀσμῶνται

καθ' Ἅιδην'.

Ἐφορῶσι δὲ πρῶτον μὲν αὐτῆς σελήνης τὸ μέγε-

θος καὶ τὸ κάλλος καὶ τὴν φύσιν οὐχ ἁπλῆν οὐδ' ἄμικτον,

ἀλλ' οἷον ἄστρου σύγκραμα καὶ γῆς οὖσαν. ὡς γὰρ ἡ

γῆ πνεύματι μεμιγμένη καὶ ὑγρῷ ... μαλακὴ γέγονε καὶ

τὸ αἷμα τῇ σαρκὶ παρέχει τὴν αἴσθησιν ἐγκεκραμένον,

οὕτως τῷ αἰθέρι λέγουσι τὴν σελήνην ἀνακεκραμένην διὰ

βάθους ἅμα μὲν ἔμψυχον εἶναι καὶ γόνιμον, ἅμα δ' ἰσόρ-

ροπον ἔχειν τὴν πρὸς τὸ βαρὺ συμμετρίαν τῆς κουφότητος.

καὶ γὰρ αὐτὸν οὕτως τὸν κόσμον ἐκ τῶν ἄνω καὶ τῶν

κάτω φύσει φερομένων συνηρμοσμένον ἀπηλλάχθαι παν-

τάπασι τῆς κατὰ τόπον κινήσεως. ταῦτα δὲ καὶ Ξενοκρά-

της ἔοικεν ἐννοῆσαι θείῳ τινὶ λογισμῷ, τὴν ἀρχὴν

λαβὼν παρὰ Πλάτωνος. Πλάτων γάρ ἐστιν ὁ

καὶ τῶν ἀστέρων ἕκαστον ἐκ γῆς καὶ πυρὸς συνηρμόσθαι

διὰ τῶν <δυοῖν> μεταξὺ φύσεων ἀναλογίᾳ δεθεισῶν ἀπο-

φηνάμενος. οὐδὲν γὰρ εἰς αἴσθησιν ἐξικνεῖσθαι, ᾧ μή τι

γῆς ἐμμέμικται καὶ φωτός. ὁ δὲ Ξενοκράτης τὰ

μὲν ἄστρα καὶ τὸν ἥλιον ἐκ πυρός φησι καὶ τοῦ πρώτου

πυκνοῦ συγκεῖσθαι, τὴν δὲ σελήνην ἐκ τοῦ δευτέρου

πυκνοῦ καὶ τοῦ ἰδίου ἀέρος, τὴν δὲ γῆν ἐξ ὕδατος καὶ

ἀέρος καὶ τοῦ τρίτου τῶν πυκνῶν. ὅλως δὲ μήτε τὸ πυ-

κνὸν αὐτὸ καθ' αὑτὸ μήτε τὸ μανὸν εἶναι ψυχῆς δεκτικόν.

καὶ ταῦτα μὲν περὶ οὐσίας σελήνης.

Εὖρος δὲ καὶ μέγεθος οὐχ ὅσον οἱ γεωμέτραι λέγουσιν,

ἀλλὰ μεῖζον πολλάκις ἐστί. καταμετρεῖ δὲ τὴν σκιὰν τῆς

γῆς ὀλιγάκις τοῖς ἑαυτῆς μεγέθεσιν οὐχ ὑπὸ σμικρότη-

τος, ἀλλὰ θερμ<ότητος, ἧ κατ>επείγει τὴν κίνησιν

ὅπως ταχὺ διεκπερᾷ τὸν σκοτώδη τόπον ὑπεκφέρουσα

τῶν ἀγαθῶν <τὰς ψυχὰς> σπευδούσας καὶ βοώσας. οὐκ-

έτι γὰρ ἐξακούουσιν ἐν τῇ σκιᾷ γενόμεναι τῆς περὶ τὸν

οὐρανὸν ἁρμονίας. ἅμα δὲ καὶ κάτωθεν αἱ τῶν κολαζο-

μένων ψυχαὶ τηνικαῦτα διὰ τῆς σκιᾶς ὀδυρόμεναι <καὶ>

ἀλαλάζουσαι προσφέρονται (διὸ καὶ κροτεῖν ἐν ταῖς ἐκλεί-

ψεσιν εἰώθασιν οἱ πλεῖστοι χαλκώματα καὶ ψόφον ποιεῖν

καὶ πάταγον ἐπὶ τὰς φαύλας). ἐκφοβεῖ δ' αὐτὰς καὶ τὸ

καλούμενον πρόσωπον, ὅταν ἐγγὺς γένωνται, βλοσυρόν τι

καὶ φρικῶδες ὁρώμενον. ἔστι δ' οὐ τοιοῦτον, ἀλλ' ὥσπερ

ἡ παρ' ἡμῖν ἔχει γῆ κόλπους βαθεῖς καὶ μεγάλους, ἕνα

μὲν ἐνταῦθα διὰ στηλῶν Ἡρακλείων ἀναχεόμενον εἴσω

πρὸς ἡμᾶς, ἔξω δὲ τὸν Κάσπιον καὶ τοὺς περὶ τὴν Ἐρυ-

θρὰν θάλατταν, οὕτως βάθη ταῦτα τῆς σελήνης ἐστὶ καὶ

κοιλώματα. καλοῦσι δ' αὐτῶν τὸ μὲν μέγιστον Ἑκάτης

μυχόν, ὅπου καὶ δίκας διδόασιν αἱ ψυχαὶ καὶ λαμβάνουσιν

ὧν ἂν ἤδη γεγενημέναι δαίμονες ἢ πάθωσιν ἢ δράσωσι,

τὰς δὲ δύο Μακράς. περαιοῦνται γὰρ αἱ ψυχαὶ δι' αὐτῶν,

νῦν μὲν εἰς τὰ πρὸς οὐρανὸν τῆς σελήνης, νῦν δὲ πάλιν

εἰς τὰ πρὸς γῆν. ὀνομάζεσθαι δὲ τὰ μὲν πρὸς οὐρανὸν

τῆς σελήνης Ἠλύσιον πεδίον, τὰ δ' ἐνταῦθα Φερσεφόνης

οὐκ ἀντίχθονος.

Οὐκ ἀεὶ δὲ διατρίβουσιν ἐπ' αὐτὴν οἱ δαίμονες,

ἀλλὰ χρηστηρίων δεῦρο κατίασιν ἐπιμελησόμενοι, καὶ

ταῖς ἀνωτάτω συμπάρεισι καὶ συνοργιάζουσι τῶν τελε-

τῶν, κολασταί τε γίνονται καὶ φύλακες ἀδικημάτων καὶ

σωτῆρες ἔν τε πολέμοις καὶ κατὰ θάλατταν ἐπιλάμπουσιν.

ὅ τι δ' ἂν μὴ καλῶς περὶ ταῦτα πράξωσιν ἀλλ' ὑπ' ὀργῆς

ἢ πρὸς ἄδικον χάριν ἢ φθόνῳ, δίκην τίνουσιν. ὠθοῦνται

γὰρ αὖθις ἐπὶ γῆν συνειργνύμενοι σώμασιν ἀνθρωπίνοις.

ἐκ δὲ τῶν βελτιόνων ἐκείνων οἵ τε περὶ τὸν Κρόνον ὄντες

ἔφασαν αὐτοὺς εἶναι καὶ πρότερον ἐν τῇ Κρήτῃ τοὺς

Ἰδαίους Δακτύλους, ἔν τε Φρυγίᾳ τοὺς Κορύβαντας γε-

νέσθαι καὶ τοὺς περὶ Βοιωτίαν ἐν Οὐδώρα Τροφωνιά-

δας καὶ μυρίους ἄλλους πολλαχόθι τῆς οἰκουμένης. ὧν

ἱερὰ καὶ τιμαὶ καὶ προσηγορίαι διαμένουσιν, αἱ δὲ δυνά-

μεις <ἐξέλιπον> ἐνίων εἰς ἕτερον τόπον τῆς ἀρίστης ἐξ-

αλλαγῆς τυγχανόντων.

Τυγχάνουσι δ' οἱ μὲν πρότερον οἱ δ' ὕστερον, ὅταν ὁ

νοῦς ἀποκριθῇ τῆς ψυχῆς. ἀποκρίνεται δ' ἔρωτι τῆς περὶ

τὸν ἥλιον εἰκόνος, δι' ἧς ἐπιλάμπει τὸ ἐφετὸν καὶ καλὸν

καὶ θεῖον καὶ μακάριον, οὗ πᾶσα φύσις, ἄλλη δ' ἄλλως

ὀρέγεται. καὶ γὰρ αὐτὴν τὴν σελήνην ἔρωτι τοῦ ἡλίου

περιπολεῖν ἀεὶ καὶ συγγίνεσθαι ὀρεγομένην ἀπ' αὐτοῦ τὸ

γονιμώτατον. λείπεται δ' ἡ τῆς ψυχῆς φύσις ἐπὶ τὴν σε-

λήνην, οἷον ἴχνη τινὰ βίου καὶ ὀνείρατα διαφυλάττουσα.

καὶ περὶ ταύτης ὀρθῶς ἡγοῦ λελέχθαι τό 'ψυχὴ δ' ἠύτ'

ὄνειρος ἀποπταμένη πεπότηται'. οὐδὲ γὰρ εὐθὺς

οὐδὲ τοῦ σώματος ἀπαλλαγεῖσα τοῦτο πέπονθεν ἀλλ'

ὕστερον, ὅταν ἔρημος καὶ μόνη τοῦ νοῦ ἀπαλλαττομένη

γένηται. καὶ Ὅμηρος ὧν εἶπε πάντων μάλιστα δὴ κατὰ

θεὸν εἰπεῖν ἔοικε περὶ τῶν καθ' Ἅιδου

'τὸν δὲ μετ' εἰσενόησα βίην Ἡρακληείην,

εἴδωλον. αὐτὸς δὲ μετ' ἀθανάτοισι θεοῖσιν.'

αὐτός τε γὰρ ἕκαστος ἡμῶν οὐ θυμός ἐστιν οὐδὲ φόβος

οὐδ' ἐπιθυμία, καθάπερ οὐδὲ σάρκες οὐδ' ὑγρότητες, ἀλλ'

ᾧ διανοούμεθα καὶ φρονοῦμεν, ἥ τε ψυχὴ τυπουμένη

μὲν ὑπὸ τοῦ νοῦ τυποῦσα δὲ τὸ σῶμα καὶ περιπτύσσουσα

πανταχόθεν ἐκμάττεται τὸ εἶδος. ὥστε κἂν χωρὶς ἑκα-

τέρου γένηται, πολὺν χρόνον διατηροῦσα τὴν ὁμοιότητα

καὶ τὸν τύπον εἴδωλον ὀρθῶς ὀνομάζεται.

Τούτων δ' ἡ σελήνη, καθάπερ εἴρηται, στοιχεῖόν ἐστιν.

ἀναλύονται γὰρ εἰς ταύτην, ὥσπερ εἰς τὴν γῆν τὰ σώματα

τῶν νεκρῶν, ταχὺ μὲν αἱ σώφρονες, μετὰ σχολῆς ἀπράγ-

μονα καὶ φιλόσοφον στέρξασαι βίον (ἀφεθεῖσαι γὰρ ὑπὸ

τοῦ νοῦ καὶ πρὸς οὐθὲν ἔτι χρώμεναι τοῖς πάθεσιν ἀπο-

μαραίνονται). τῶν δὲ φιλοτίμων καὶ πρακτικῶν ἐρωτι-

κῶν τε περὶ σώματα καὶ θυμοειδῶν αἱ μὲν οἷον ἐν ὕπνῳ

ταῖς τοῦ βίου μνημοσύναις ὀνείρασι χρώμεναι διαφέρον-

ται, καθάπερ ἡ τοῦ Ἐνδυμίωνος. εἰ δ' αὐτὰς τὸ ἄστατον καὶ

τὸ εὐπαθὲς ἐξίστησι καὶ ἀφέλκει τῆς σελήνης πρὸς ἄλ-

λην γένεσιν, οὐκ ἐᾷ ... ἀλλ' ἀνακαλεῖται καὶ καταθέλγει.

μικρὸν γὰρ οὐδὲν οὐδ' ἥσυχον οὐδ' ὁμολογούμενον ἔργον

ἐστίν, ὅταν ἄνευ νοῦ τῷ παθητικῷ σώματος ἐπιλάβωνται.

Τιτυοὶ δὲ καὶ Τυφῶνες ὅ τε Δελφοὺς κατασχὼν καὶ συν-

ταράξας τὸ χρηστήριον ὕβρει καὶ βίᾳ Πύθων ἐξ ἐκείνων

ἄρα τῶν ψυχῶν ἦσαν, ἐρήμων λόγου καὶ τύφῳ πλανη-

θέντι τῷ παθητικῷ χρησαμένων.

Χρόνῳ δὲ κἀκείνας κατεδέξατο εἰς αὑτὴν ἡ σελήνη καὶ

κατεκόσμησεν, εἶτα τὸν νοῦν αὖθις ἐπισπείραντος τοῦ

ἡλίου τῷ ζωτικῷ δεχομένη νέας ποιεῖ ψυχάς, ἡ δὲ γῆ

τρίτον σῶμα παρέσχεν. οὐδὲν γὰρ αὕτη δίδωσιν <ἀλλ'

ἀποδίδωσιν> μετὰ θάνατον ὅσα λαμβάνει πρὸς γένεσιν.

ἥλιος δὲ λαμβάνει μὲν οὐδὲν ἀπολαμβάνει δὲ τὸν νοῦν

διδούς, σελήνη δὲ καὶ λαμβάνει καὶ δίδωσι καὶ συντί-

θησι καὶ διαιρεῖ [καὶ] κατ' ἄλλην καὶ ἄλλην δύναμιν. ὧν

Εἰλείθυια μὲν ἣ συντίθησιν Ἄρτεμις δ' ἣ διαιρεῖ κα-

λεῖται. καὶ τριῶν Μοιρῶν ἡ μὲν Ἄτροπος περὶ τὸν ἥλιον

ἱδρυμένη τὴν ἀρχὴν ἐνδίδωσι τῆς γενέσεως, ἡ δὲ Κλωθὼ

περὶ τὴν σελήνην φερομένη συνδεῖ καὶ μίγνυσιν, ἐσχάτη

δὲ συνεφάπτεται περὶ γῆν ἡ Λάχεσις. ἧ πλεῖστον τύχης

μέτεστι. τὸ γὰρ ἄψυχον ἄκυρον αὐτὸ καὶ παθητὸν ὑπ'

ἄλλων, ὁ δὲ νοῦς ἀπαθὴς καὶ αὐτοκράτωρ, μικτὸν δὲ καὶ

μέσον ἡ ψυχὴ καθάπερ ἡ σελήνη τῶν ἄνω καὶ κάτω σύμ-

μιγμα καὶ μετακέρασμα ὑπὸ τοῦ θεοῦ γέγονε, τοῦτον

ἄρα πρὸς ἥλιον ἔχουσα τὸν λόγον ὃν ἔχει γῆ πρὸς σε-

λήνην.

Ταῦτ' εἶπεν ὁ Σύλλας 'ἐγὼ μὲν ἤκουσα τοῦ ξένου

διεξιόντος, ἐκείνῳ δ' οἱ τοῦ Κρόνου κατευνασταὶ καὶ θε-

ράποντες, ὡς ἔλεγεν αὐτός, ἐξήγγειλαν. ὑμῖν δ', ὦ Λαμ-

πρία, χρῆσθαι τῷ λόγῳ πάρεστιν ἧ βούλεσθε.

[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία|Περι του εμφαινομενου προσωπου τω κυκλω της σεληνης]] |

[[Κατηγορία:Ηθικά|Περι του εμφαινομενου προσωπου τω κυκλω της σεληνης]] |