Χρησμοί Σιβυλλιακοί/Βιβλίο Γ: Διαφορά μεταξύ των αναθεωρήσεων

Από Βικιθήκη
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Batchheizer (συζήτηση | Συνεισφορά)
Νέα σελίδα: <center>'''Βιβλίο Γ'''</center> '''1''' Ὑψιβρεμέτα, μάκαρ, οὐράνιε, ὃς ἔχεις τὰ Χερουβίμ '''2''' ἱδρυμένος, λίτ...
 
μ Γρήγορη προσθήκη κατηγορίας "Υποσελίδες" (HotCat)
Γραμμή 830: Γραμμή 830:
'''828''' τῷ τὰ πρῶτ´ ἐγένοντο· τὰ δ´ ἔσχατα πάντ´ ἀπεδείχθη·
'''828''' τῷ τὰ πρῶτ´ ἐγένοντο· τὰ δ´ ἔσχατα πάντ´ ἀπεδείχθη·
'''829''' ὥστ´ ἀπ´ ἐμοῦ στόματος τάδ´ ἀληθινὰ πάντα λελέχθω.
'''829''' ὥστ´ ἀπ´ ἐμοῦ στόματος τάδ´ ἀληθινὰ πάντα λελέχθω.

[[Κατηγορία:Υποσελίδες]]

Αναθεώρηση της 10:52, 26 Μαρτίου 2011

Βιβλίο Γ

1 Ὑψιβρεμέτα, μάκαρ, οὐράνιε, ὃς ἔχεις τὰ Χερουβίμ 2 ἱδρυμένος, λίτομαι, παναληθέα φημίξασαν 3 παῦσον βαιόν με· κέκμηκε γὰρ ἔνδοθεν ἦτορ. 4 ἀλλὰ τί μοι κραδίη πάλι πάλλεται ἠδέ γε θυμός 5 τυπτόμενος μάστιγι βιάζεται ἔνδοθεν αὐδήν 6 ἀγγέλλειν πᾶσιν· αὐτὰρ πάλι πάντ´ ἀγορεύσω, 7 ὅσσα θεὸς κέλεταί μ´ ἀγορευέμεν ἀνθρώποισιν. 8 ἄνθρωποι θεόπλαστον ἔχοντες ἐν εἰκόνι μορφήν 9 τίπτε μάτην πλάζεσθε καὶ οὐκ εὐθεῖαν ἀταρπόν 10 βαίνετε, ἀθανάτου κτίστου μεμνημένοι αἰεί; 11 εἷς θεός ἐστι μόναρχος ἀθέσφατος αἰθέρι ναίων 12 αὐτοφυὴς ἀόρατος ὁρώμενος αὐτὸς ἅπαντα· 13 ὃν χεὶρ οὐκ ἐποίησε λιθοξόος οὐδ´ ἀπὸ χρυσοῦ 14 τέχνῃς´ ἀνθρώπου φαίνει τύπος οὐδ´ ἐλέφαντος· 15 ἀλλ´ αὐτὸς ἀνέδειξεν αἰώνιος αὐτὸς ἑαυτόν 16 ὄντα τε καὶ πρὶν ἐόντα, ἀτὰρ πάλι καὶ μετέπειτα. 17 τίς γὰρ θνητὸς ἐὼν κατιδεῖν δύναται θεὸν ὄσσοις; 18 ἢ τίς χωρήσει κἂν τοὔνομα μοῦνον ἀκοῦσαι 19 οὐρανίου μεγάλοιο θεοῦ κόσμον κρατέοντος; 20 ὃς λόγῳ ἔκτισε πάντα καὶ οὐρανὸν ἠδὲ θάλασσαν 21 ἠέλιόν τ´ ἀκάμαντα σελήνην τε πλήθουσαν 22 ἄστρα τε λαμπετόωντα, κραταιὰν μητέρα Τηθύν, 23 πηγὰς καὶ ποταμούς, πῦρ ἄφθιτον, ἤματα, νύκτας, 24 αὐτὸς δὴ θεός ἐσθ´ ὁ πλάσας τετραγράμματον Ἀδάμ 25 τὸν πρῶτον πλασθέντα καὶ οὔνομα πληρώσαντα 26 ἀντολίην τε δύσιν τε μεσημβρίην τε καὶ ἄρκτον· 27 αὐτὸς δ´ ἐστήριξε τύπον μορφῆς μερόπων τε 28 καὶ θῆρας ποίησε καὶ ἑρπετὰ καὶ πετεηνά. 29 οὐ σέβετ´, οὐδὲ φοβεῖσθε θεόν, ματαίως δὲ πλανᾶσθε 30 προσκυνέοντες ὄφεις τε καὶ αἰλούροισι θύοντες 31 εἰδώλοις τ´ ἀλάλοις λιθίνοις θ´ ἱδρύμασι φωτῶν· 32 καὶ ναοῖς ἀθέοισι καθεζόμενοι πρὸ θυράων 33 τηρεῖτε τὸν ἐόντα θεόν, ὃς πάντα φυλάσσει, 34 τερπόμενοι κακότητι λίθων κρίσιν ἐκλαθέοντες 35 ἀθανάτου σωτῆρος, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν. 36 αἶ γένος αἱμοχαρὲς δόλιον κακὸν ἀσεβέων τε 37 ψευδῶν διγλώσσων ἀνθρώπων καὶ κακοηθῶν 38 λεκτροκλόπων εἰδωλολατρῶν δόλια φρονεόντων, 39 οἷς κακὸν ἐν στέρνοισιν, ἔνι μεμανημένος οἶστρος, 40 αὐτοῖς ἁρπάζοντες, ἀναιδέα θυμὸν ἔχοντες· 41 οὐδεὶς γὰρ πλουτῶν καὶ ἔχων ἄλλῳ μεταδώσει, 42 ἀλλ´ ἔσεται κακίη δεινὴ πάντεσσι βροτοῖσιν, 43 πίστιν δ´ οὐ σχήσουσιν ὅλως, χῆραί τε γυναῖκες 44 στέρξουσιν κρυφίως ἄλλους πολλαὶ διὰ κέρδος, 45 οὐ σπάρτην κατέχουσι βίου ἀνδρῶν λελαχοῦσαι. 46 αὐτὰρ ἐπεὶ Ῥώμη καὶ Αἰγύπτου βασιλεύσει 47 εἰσέτι δηθύνουσα, τότε δὴ βασιλεία μεγίστη 48 ἀθανάτου βασιλῆος ἐπ´ ἀνθρώποισι φανεῖται. 49 ἥξει δ´ ἁγνὸς ἄναξ πάσης γῆς σκῆπτρα κρατήσων 50 εἰς αἰῶνας ἅπαντας ἐπειγομένοιο χρόνοιο. 51 καὶ τότε Λατίνων ἀπαραίτητος χόλος ἀνδρῶν· 52 τρεῖς Ῥώμην οἰκτρῇ μοίρῃ καταδηλήσονται. 53 πάντες δ´ ἄνθρωποι μελάθροις ἰδίοισιν ὀλοῦνται, 54 ὁππόταν οὐρανόθεν πύρινος ῥεύσῃ καταράκτης. 55 οἴμοι, δειλαίη, πότ´ ἐλεύσεται ἦμαρ ἐκεῖνο 56 καὶ κρίσις ἀθανάτοιο θεοῦ μεγάλου βασιλῆος; 57 ἄρτι δ´ ἔτι κτίζεσθε, πόλεις, κοσμεῖσθέ τε πᾶσαι 58 ναοῖς καὶ σταδίοις ἀγοραῖς χρυσοῖς ξοάνοις τε 59 ἀργυρέοις λιθίνοις τε, ἵν´ ἔλθητ´ εἰς πικρὸν ἦμαρ. 60 ἥξει γάρ, ὁπόταν θείου διαβήσεται ὀδμή 61 πᾶσιν ἐν ἀνθρώποισιν. ἀτὰρ τὰ ἕκαστ´ ἀγορεύσω, 62 ὅσσαις ἐν πόλεσιν μέροπες κακότητα φέρουσιν. 63 ἐκ δὲ Σεβαστηνῶν ἥξει Βελίαρ μετόπισθεν 64 καὶ στήσει ὀρέων ὕψος, στήσει δὲ θάλασσαν, 65 ἠέλιον πυρόεντα μέγαν λαμπράν τε σελήνην 66 καὶ νέκυας στήσει καὶ σήματα πολλὰ ποιήσει 67 ἀνθρώποις· ἀλλ´ οὐχὶ τελεσφόρα ἔσσετ´ ἐν αὐτῷ, 68 ἀλλὰ πλανᾷ καὶ δὴ μέροπας, πολλούς τε πλανήσει 69 πιστούς τ´ ἐκλεκτούς θ´ Ἑβραίους ἀνόμους τε καὶ ἄλλους 70 ἀνέρας, οἵτινες οὔπω θεοῦ λόγον εἰσήκουσαν. 71 ἀλλ´ ὁπόταν μεγάλοιο θεοῦ πελάσωσιν ἀπειλαί, 72 καὶ δύναμις φλογέουσα δι´ οἴδματος εἰς γαῖαν ἥξῃ, 73 καὶ Βελίαρ φλέξῃ καὶ ὑπερφιάλους ἀνθρώπους 74 πάντας, ὅσοι τούτῳ πίστιν ἐνιποιήσαντο· 75 καὶ τότε δὴ κόσμος ὑπὸ ταῖς παλάμῃσι γυναικός 76 ἔσσεται ἀρχόμενος καὶ πειθόμενος περὶ παντός. 77 ἔνθ´ ὁπόταν κόσμου παντὸς χήρη βασιλεύσῃ 78 καὶ ῥίψῃ χρυσόν τε καὶ ἄργυρον εἰς ἅλα δῖαν, 79 καὶ χαλκόν τε σίδηρον ἐφημερίων ἀνθρώπων 80 εἰς πόντον ῥίψῃ, τότε δὴ στοιχεῖα πρόπαντα 81 χηρεύσει κόσμου, ὁπόταν θεὸς αἰθέρι ναίων 82 οὐρανὸν εἱλίξῃ, καθ´ ἅπερ βιβλίον εἰλεῖται· 83 καὶ πέσεται πολύμορφος ὅλος πόλος ἐν χθονὶ δίῃ 84 καὶ πελάγει· ῥεύσει δὲ πυρὸς μαλεροῦ καταράκτης 85 ἀκάματος, φλέξει δὲ γαῖαν, φλέξει δὲ θάλασσαν, 86 καὶ πόλον οὐράνιον καὶ ἤματα καὶ κτίσιν αὐτήν 87 εἰς ἓν χωνεύσει καὶ εἰς καθαρὸν διαλέξει. 88 κοὐκέτι φωστήρων σφαιρώματα καγχαλόωντα, 89 οὐ νύξ, οὐκ ἠώς, οὐκ ἤματα πολλὰ μεριμνᾷς, 90 οὐκ ἔαρ, οὐχὶ θέρος, οὐ χειμῶν´, οὐ μετόπωρον. 91 καὶ τότε δὴ μεγάλοιο θεοῦ κρίσις εἰς μέσον ἥξει 92 αἰῶνος μεγάλοιο, ὅταν τάδε πάντα γένηται. 93 ὢ ὢ δὴ πλωτῶν ὑδάτων καὶ χέρσου ἁπάσης· 94 ἠελίου ἀνιόντος, ὃς οὐ δὴ καὶ πάλι δύνει, 95 πάνθ´ ὑπακούσονται κόσμον πάλιν εἰσανιόντι· 96 τοὔνεκ´ ἄρ´ αὐτὸς πρῶτος ἐπέγνω καὶ κράτος αὐτοῦ. 97 ἀλλ´ ὁπόταν μεγάλοιο θεοῦ τελέωνται ἀπειλαί, 98 ἅς ποτ´ ἐπηπείλησε βροτοῖς, ὅτε πύργον ἔτευξαν 99 χώρῃ ἐν Ἀσσυρίῃ· ὁμόφωνοι δ´ ἦσαν ἅπαντες 100 καὶ βούλοντ´ ἀναβῆν´ εἰς οὐρανὸν ἀστερόεντα· 101 αὐτίκα δ´ ἀθάνατος μεγάλην ἐπέθηκεν ἀνάγκην 102 πνεύμασιν· αὐτὰρ ἔπειτ´ ἄνεμοι μέγαν ὑψόθι πύργον 103 ῥίψαν καὶ θνητοῖσιν ἐπ´ ἀλλήλους ἔριν ὦρσαν· 104 τοὔνεκά τοι Βαβυλῶνα βροτοὶ πόλει οὔνομ´ ἔθεντο. 105 αὐτὰρ ἐπεὶ πύργος τ´ ἔπεσεν γλῶσσαί τ´ ἀνθρώπων 106 παντοδαπαῖς φωναῖσι διέστρεφον, αὐτὰρ ἅπασα 107 γαῖα βροτῶν πληροῦτο μεριζομένων βασιλειῶν, 108 καὶ τότε δὴ δεκάτη γενεὴ μερόπων ἀνθρώπων, 109 ἐξ οὗ περ κατακλυσμὸς ἐπὶ προτέρους γένετ´ ἄνδρας. 110 καὶ βασίλευσε Κρόνος καὶ Τιτὰν Ἰαπετός τε, 111 Γαίης τέκνα φέριστα καὶ Οὐρανοῦ, οὓς ἐκάλεσσαν 112 ἄνθρωποι γαῖάν τε καὶ οὐρανόν, οὔνομα θέντες, 113 οὕνεκά τοι πρώτιστοι ἔσαν μερόπων ἀνθρώπων. 114 τρισσαὶ δὴ μερίδες γαίης κατὰ κλῆρον ἑκάστου, 115 καὶ βασίλευσεν ἕκαστος ἔχων μέρος οὐδ´ ἐμάχοντο· 116 ὅρκοι γάρ τ´ ἐγένοντο πατρὸς μερίδες τε δίκαιαι. 117 τηνίκα δὴ πατρὸς τέλεος χρόνος ἵκετο γήρως 118 καί ῥ´ ἔθανεν· καὶ παῖδες ὑπερβασίην ὅρκοισιν 119 δεινὴν ποιήσαντες ἐπ´ ἀλλήλους ἔριν ὦρσαν, 120 ὃς πάντεσσι βροτοῖσιν ἔχων βασιληίδα τιμήν 121 ἄρξει· καὶ μαχέσαντο Κρόνος Τιτάν τε πρὸς αὐτούς. 122 τοὺς δὲ Ῥέη καὶ Γαῖα φιλοστέφανός τ´ Ἀφροδίτη 123 Δημήτηρ Ἑστίη τε ἐυπλόκαμός τε Διώνη 124 ἤγαγον ἐς φιλίην συναγείρασαι βασιλῆας 125 πάντας ἀδελφειούς τε συναίμους ἠδὲ καὶ ἄλλους 126 ἀνθρώπους, οἵ τ´ ἦσαν ἀφ´ αἵματος ἠδὲ τοκήων· 127 καὶ κρῖναν βασιλῆα Κρόνον πάντων βασιλεύειν, 128 οὕνεκά τοι πρέσβιστος ἔην καὶ εἶδος ἄριστος. 129 ὅρκους δ´ αὖτε Κρόνῳ μεγάλους Τιτὰν ἐπέθηκεν, 130 μὴ θρέψ´ ἀρσενικῶν παίδων γένος, ὡς βασιλεύσῃ 131 αὐτός, ὅταν γῆράς τε Κρόνῳ καὶ μοῖρα πέληται. 132 ὁππότε κεν δὲ Ῥέη τίκτῃ, παρὰ τήνδ´ ἐκάθηντο 133 Τιτῆνες καὶ τέκνα διέσπων ἄρσενα πάντα, 134 θήλεα δὲ ζώοντ´ εἴων παρὰ μητρὶ τρέφεσθαι. 135 ἀλλ´ ὅτε τὴν τριτάτην γενεὴν τέκε πότνια Ῥείη, 136 τίχθ´ Ἥρην πρώτην· καὶ ἐπεὶ ἴδον ὀφθαλμοῖσιν 137 θῆλυ γένος, ᾤχοντο πρὸς αὐτοὺς ἄγριοι ἄνδρες 138 Τιτῆνες. καὶ ἔπειτα Ῥέη τέκεν ἄρσενα παῖδα, 139 τὸν ταχέως διέπεμψε λάθρη ἰδίῃ τε τρέφεσθαι 140 ἐς Φρυγίην τρεῖς ἄνδρας ἐνόρκους Κρῆτας ἑλοῦσα· 141 τοὔνεκά τοι Δί´ ἐπωνομάσανθ´, ὁτιὴ διεπέμφθη. 142 ὣς δ´ αὔτως διέπεμψε Ποσειδάωνα λαθραίως. 143 τὸ τρίτον αὖ Πλούτωνα Ῥέη τέκε δῖα γυναικῶν 144 Δωδώνην παριοῦσα, ὅθεν ῥέεν ὑγρὰ κέλευθα 145 Εὐρώπου ποταμοῖο καὶ εἰς ἅλα μύρατο ὕδωρ 146 ἄμμιγα Πηνειῷ, καί μιν στύγιον καλέουσιν. 147 ἡνίκα δ´ ἤκουσαν Τιτῆνες παῖδας ἐόντας 148 λάθριον, οὓς ἔσπειρε Κρόνος Ῥείη τε σύνευνος, 149 ἑξήκοντα δέ τοι παῖδας συναγείρατο Τιτάν 150 καί ῥ´ εἶχ´ ἐν δεσμοῖσι Κρόνον Ῥείην τε σύνευνον, 151 κρύψεν δ´ ἐν γαίῃ καὶ ἐν ζωσμοῖς ἐφύλασσεν. 152 καὶ τότε δή μιν ἄκουσαν υἱοὶ κρατεροῖο Κρόνοιο 153 καί οἱ ἐπήγειραν πόλεμον μέγαν ἠδὲ κυδοιμόν. 154 αὕτη δ´ ἔστ´ ἀρχὴ πολέμου πάντεσσι βροτοῖσιν. 155 [πρώτη γάρ τε βροτοῖς αὕτη πολέμοιο καταρχή]. 156 καὶ τότε Τιτάνεσσι θεὸς κακὸν ἐγγυάλιξεν. 157 καὶ πᾶσαι γενεαὶ Τιτάνων ἠδὲ Κρόνοιο 158 κάτθανον. αὐτὰρ ἔπειτα χρόνου περιτελλομένοιο 159 Αἰγύπτου βασίλειον ἐγείρατο, εἶτα τὸ Περσῶν 160 Μήδων Αἰθιόπων τε καὶ Ἀσσυρίης Βαβυλῶνος, 161 εἶτα Μακηδονίων, πάλιν Αἰγύπτου, τότε Ῥώμης. 162 καὶ τότε μοι μεγάλοιο θεοῦ φάτις ἐν στήθεσσιν 163 ἵστατο καί μ´ ἐκέλευσε προφητεῦσαι κατὰ πᾶσαν 164 γαῖαν καὶ βασιλεῦσι τά τ´ ἐσσόμεν´ ἐν φρεσὶ θεῖναι. 165 καί μοι τοῦτο θεὸς πρῶτον νόῳ ἐγγυάλιξεν, 166 ὅσσαι ἀνθρώπων βασιληίδες ἠγερέθονται. 167 οἶκος μὲν γὰρ πρώτιστος Σολομώνιος ἄρξει 168 Φοίνικές τ´, Ἀσίης ἐπιβήτορες ἠδὲ καὶ ἄλλων 169 νήσων, Παμφύλων τε γένος Περσῶν τε Φρυγῶν τε, 170 Καρῶν καὶ Μυσῶν Λυδῶν τε γένος πολυχρύσων. 171 αὐτὰρ ἔπειθ´ Ἕλληνες ὑπερφίαλοι καὶ ἄναγνοι· 172 ἄλλο Μακηδονίης ἔθνος μέγα ποικίλον ἄρξει, 173 οἳ φοβερὸν πολέμοιο νέφος ἥξουσι βροτοῖσιν. 174 ἀλλά μιν οὐράνιος θεὸς ἐκ βυθοῦ ἐξαλαπάξει. 175 αὐτὰρ ἔπειτ´ ἄλλης βασιληίδος ἔσσεται ἀρχή 176 λευκὴ καὶ πολύκρανος ἀφ´ ἑσπερίοιο θαλάσσης, 177 ἣ πολλῆς γαίης ἄρξει, πολλοὺς δὲ σαλεύσει, 178 καὶ πᾶσιν βασιλεῦσι φόβον μετόπισθε ποιήσει, 179 πολλὸν δ´ αὖ χρυσόν τε καὶ ἄργυρον ἐξαλαπάξει 180 ἐκ πόλεων πολλῶν· πάλι δ´ ἔσσεται ἐν χθονὶ δίῃ 181 χρυσίον, αὐτὰρ ἔπειτα καὶ ἄργυρος ἠδέ τε κόσμος. 182 καὶ θλίψουσι βροτούς. μέγα δ´ ἔσσεται ἀνδράσι κείνοις 183 πτῶν´, ὁπόταν ἄρξωνθ´ ὑπερηφανίης ἀδίκοιο. 184 αὐτίκα δ´ ἐν τούτοις ἀσεβείας ἔσσετ´ ἀνάγκη, 185 ἄρσην δ´ ἄρσενι πλησιάσει στήσουσί τε παῖδας 186 αἰσχροῖς ἐν τεγέεσσι καὶ ἔσσεται ἤμασι κείνοις 187 θλῖψις ἐν ἀνθρώποις μεγάλη καὶ πάντα ταράξει, 188 πάντα δὲ συγκόψει καὶ πάντα κακῶν ἀναπλήσει 189 αἰσχροβίῳ φιλοχρημοσύνῃ, κακοκερδέι πλούτῳ, 190 ἐν πολλαῖς χώρῃσι, Μακηδονίῃ δὲ μάλιστα. 191 μῖσος δ´ ἐξεγερεῖ καὶ πᾶς δόλος ἔσσεται αὐτοῖς. 192 [ἄχρι πρὸς ἑβδομάτην βασιληίδα, ἧς βασιλεύσει 193 Αἰγύπτου βασιλεύς, ὃς ἀφ´ Ἑλλήνων γένος ἔσται.] 194 καὶ τότ´ ἔθνος μεγάλοιο θεοῦ πάλι καρτερὸν ἔσται, 195 οἳ πάντεσσι βροτοῖσι βίου καθοδηγοὶ ἔσονται. 196 ἀλλὰ τί μοι καὶ τοῦτο θεὸς νόῳ ἔνθετο λέξαι, 197 τί πρῶτον, τί δ´ ἔπειτα, τί δ´ ὑστάτιον κακὸν ἔσται 198 πάντας ἐπ´ ἀνθρώπους, τίς δ´ ἀρχὴ τούτων ἔσται; 199 πρῶτον Τιτάνεσσι θεὸς κακὸν ἐγγυαλίξει· 200 υἱοῖς γὰρ κρατεροῖο δίκας τίσουσι Κρόνοιο, 201 οὕνεκά τοι δῆσάν τε Κρόνον καὶ μητέρα κεδνήν. 202 δεύτερον αὖθ´ Ἕλλησι τυραννίδες ἠδ´ ἀγέρωχοι 203 ἔσσονται βασιλῆες, ὑπερφίαλοι καὶ ἄναγνοι, 204 κλεψίγαμοι καὶ πάντα κακοί, καὶ οὐκέτι θνητοῖς 205 ἄμπαυσις πολέμοιο. Φρύγες δ´ ἔκπαγλοι ὀλοῦνται 206 πάντες καὶ Τροίῃ κακὸν ἔσσεται ἤματι κείνῳ. 207 αὐτίκα καὶ Πέρσῃσι καὶ Ἀσσυρίοις κακὸν ἥξει 208 πάσῃ τ´ Αἰγύπτῳ Λιβύῃ τ´ ἠδ´ Αἰθιόπεσσιν 209 Καρσί τε Παμφύλοις τε κακὸν μετακινηθῆναι 210 καὶ πάντεσσι βροτοῖσι. τί δὴ καθ´ ἓν ἐξαγορεύω; 211 ἀλλ´ ὁπόταν τὰ πρῶτα τέλος λάβῃ, αὐτίκα δ´ ἔσται 212 δεύτερ´ ἐπ´ ἀνθρώπους. καί τοι πρώτιστα βοήσω. 213 ἀνδράσιν εὐσεβέσιν ἥξει κακόν, οἳ περὶ ναόν 214 οἰκείουσι μέγαν Σολομώνιον οἵ τε δικαίων 215 ἀνδρῶν ἔκγονοί εἰσιν· ὁμῶς καὶ τῶνδε βοήσω 216 φῦλον καὶ γενεὴν πατέρων καὶ δῆμον ἁπάντων 217 πάντα περιφραδέως, βροτὲ ποικιλόμητι, δολόφρον. 218 ἔστι πόλις ..... κατὰ χθονὸς Οὒρ Χαλδαίων, 219 ἐξ ἧς δὴ γένος ἐστὶ δικαιοτάτων ἀνθρώπων, 220 οἷσιν ἀεὶ βουλή τ´ ἀγαθὴ καλά τ´ ἔργα μέμηλεν. 221 οὔτε γὰρ ἠελίου κύκλιον δρόμον οὔτε σελήνης 222 οὔτε πελώρια ἔργα μεριμνῶσιν κατὰ γαίης 223 οὔτε βάθος χαροποῖο θαλάσσης Ὠκεανοῖο, 224 οὐ πταρμῶν σημεῖ´, οἰωνοπόλων τε πετεεινά, 225 οὐ μάντεις, οὐ φαρμακούς, οὐ μὴν ἐπαοιδούς, 226 οὐ μύθων μωρῶν ἀπάτας ἐγγαστεριμύθων, 227 οὐδέ τε Χαλδαίων τὰ προμάντια ἀστρολογοῦσιν 228 οὐδὲ μὲν ἀστρονομοῦσι· τὰ γὰρ πλάνα πάντα πέφυκεν, 229 ὅσσα κεν ἄφρονες ἄνδρες ἐρευνώωσι κατ´ ἦμαρ 230 ψυχὰς γυμνάζοντες ἐς οὐδὲν χρήσιμον ἔργον· 231 καί ῥα πλάνας ἐδίδαξαν ἀεικελίους ἀνθρώπους, 232 ἐξ ὧν δὴ κακὰ πολλὰ βροτοῖς πέλεται κατὰ γαῖαν, 233 τοῦ πεπλανῆσθαι ὁδούς τ´ ἀγαθὰς καὶ ἔργα δίκαια. 234 οἳ δὲ μεριμνῶσίν τε δικαιοσύνην τ´ ἀρετήν τε, 235 κοὐ φιλοχρημοσύνην, ἥτις κακὰ μυρία τίκτει 236 θνητοῖς ἀνθρώποις, πόλεμον καὶ λιμὸν ἄπειρον. 237 τοῖσι δὲ μέτρα δίκαια πέλει κατ´ ἀγρούς τε πόλεις τε, 238 οὐδὲ κατ´ ἀλλήλων νυκτοκλοπίας τελέουσιν 239 οὐδ´ ἀγέλας ἐλάουσι βοῶν ὀίων τε καὶ αἰγῶν 240 οὐδὲ ὅρους γαίης γείτων τοῦ γείτονος αἴρει 241 οὐδὲ πολὺ πλουτῶν τις ἀνὴρ τὸν ἐλάττονα λυπεῖ, 242 οὐδέ γε χήρας θλίβει μᾶλλον δ´ αὖτε βοηθεῖ 243 αἰεὶ ἐπαρκείων σίτῳ οἴνῳ καὶ ἐλαίῳ· 244 αἰεὶ δ´ ὄλβιος ἐν δήμῳ τοῖς μηδὲν ἔχουσιν, 245 ἀλλὰ πενιχρομένοισι, θέρους ἀπόμοιραν ἰάλλει, 246 πληροῦντες μεγάλοιο θεοῦ φάτιν, ἔννομον ὕμνον· 247 πᾶσι γὰρ Οὐράνιος κοινὴν ἐτελέσσατο γαῖαν. 248 ἡνίκα δ´ Αἴγυπτον λείψει καὶ ἀταρπὸν ὁδεύσει 249 λαὸς ὁ δωδεκάφυλος ἐν ἡγεμόσιν θεοπέμπτοις 250 ἐν στύλῳ πυρόεντι τὸ νυκτερινὸν διοδεύων 251 καὶ στύλῳ νεφέλης πᾶν ἠὼς ἦμαρ ὁδεύσει, 252 τούτῳ δ´ ἡγητῆρα καταστήσει μέγαν ἄνδρα 253 Μωσῆν, ὃν παρ´ ἕλους βασιλὶς εὑροῦς´ ἐκόμιζεν, 254 θρεψαμένη δ´ υἱὸν ἐκαλέσσατο. ἡνίκα δ´ ἦλθεν 255 λαὸν ὅδ´ ἡγεμονῶν, ὃν ἀπ´ Αἰγύπτου θεὸς ἦγεν 256 εἰς τὸ ὄρος Σινᾶ, καὶ τὸν νόμον οὐρανόθι πρό 257 δῶκε θεὸς γράψας πλαξὶν δυσὶ πάντα δίκαια, 258 καὶ προσέταξε ποιεῖν· καὶ ἢν ἄρα τις παρακούσῃ, 259 ἠὲ νόμῳ τίσειε δίκην ἢ χερσὶ βροτείαις 260 ἠὲ λαθὼν θνητοὺς πάσῃ δίκῃ ἐξαπολεῖται. 263 τοῖσι μόνοις καρπὸν τελέθει ζείδωρος ἄρουρα 264 ἐξ ἑνὸς εἰς ἑκατόν, τελέθοντό τε μέτρα θεοῖο. 265 ἀλλ´ ἄρα καὶ τούτοις κακὸν ἔσσεται οὐδὲ φύγονται 266 λοιμόν. καὶ σὺ δὲ κάρτα, λιπὼν περικαλλέα σηκόν, 267 φεύξῃ, ἐπεί σοι μοῖρα λιπεῖν πέδον ἁγνὸν ὑπάρχει. 268 ἀχθήσῃ δὲ πρὸς Ἀσσυρίους καὶ νήπια τέκνα 269 ὄψει δουλεύοντα παρ´ ἀνδράσι δυσμενέεσσιν 270 ἠδ´ ἀλόχους· καὶ πᾶς βίοτος καὶ πλοῦτος ὀλεῖται· 271 πᾶσα δὲ γαῖα σέθεν πλήρης καὶ πᾶσα θάλασσα· 272 πᾶς δὲ προσοχθίζων ἔσται τοῖς σοῖς ἐθίμοισιν. 273 γαῖα δ´ ἔρημος ἅπασα σέθεν· καὶ βωμὸς ἐρυμνός 274 καὶ ναὸς μεγάλοιο θεοῦ καὶ τείχεα μακρά 275 πάντα χαμαὶ πεσέονται, ὅτι φρεσὶν οὐκ ἐπίθησας 276 ἀθανάτοιο θεοῦ ἁγνῷ νόμῳ, ἀλλὰ πλανηθείς 277 εἰδώλοις ἐλάτρευσας ἀεικέσιν οὐδὲ φοβηθείς 278 ἀθάνατον γενετῆρα θεῶν πάντων τ´ ἀνθρώπων 279 οὐκ ἔθελες τιμᾶν, θνητῶν εἴδωλα δ´ ἐτίμας. 280 ἀνθ´ ὧν ἑπτὰ χρόνων δεκάδας γῆ καρποδότειρα 261 πᾶσι γὰρ Οὐράνιος κοινὴν ἐτελέσσατο γαῖαν 262 καὶ πίστιν καὶ ἄριστον ἐνὶ στήθεσσι νόημα. 281 ἔσσετ´ ἔρημος ἅπασα σέθεν καὶ θαύματα σηκοῦ. 282 ἀλλὰ μένει ς´ ἀγαθοῖο τέλος καὶ δόξα μεγίστη, 283 ὡς ἐπέκρανε θεός σοι ἄμβροτος. ἀλλὰ σὺ μίμνε 284 πιστεύων μεγάλοιο θεοῦ ἁγνοῖσι νόμοισιν, 285 ὁππότε σεῖο καμὸν ὀρθὸν γόνυ πρὸς φάος ἄρῃ. 286 καὶ τότε δὴ θεὸς οὐράνιος πέμψει βασιλῆα, 287 κρινεῖ δ´ ἄνδρα ἕκαστον ἐν αἵματι καὶ πυρὸς αὐγῇ. 288 ἔστι δέ τις φυλὴ βασιλήιος, ἧς γένος ἔσται 289 ἄπταιστον· καὶ τοῦτο χρόνοις περιτελλομένοισιν 290 ἄρξει καὶ καινὸν σηκὸν θεοῦ ἄρξετ´ ἐγείρειν. 291 καὶ πάντες Περσῶν βασιλεῖς ἐπικουρήσουσιν 292 χρυσὸν καὶ χαλκόν τε πολύκμητόν τε σίδηρον. 293 αὐτὸς γὰρ δώσει θεὸς ἔννυχον ἁγνὸν ὄνειρον. 294 καὶ τότε δὴ ναὸς πάλιν ἔσσεται, ὡς πάρος ἦεν. 295 ἡνίκα δή μοι θυμὸς ἐπαύσατο ἔνθεον ὕμνον 296 καὶ λιτόμην γενετῆρα μέγαν παύσασθαι ἀνάγκης, 297 καὶ πάλι μοι μεγάλοιο θεοῦ φάτις ἐν στήθεσσιν 298 ἵστατο καί μ´ ἐκέλευσε προφητεῦσαι κατὰ πᾶσαν 299 γαῖαν καὶ βασιλεῦσι τά τ´ ἐσσόμεν´ ἐν φρεσὶ θεῖναι. 300 καί μοι τοῦτο θεὸς πρῶτον νόῳ ἔνθετο λέξαι, 301 ὅσσα γέ τοι Βαβυλῶνι ἐμήσατο ἄλγεα λυγρά 302 ἀθάνατος, ὅτι οἱ ναὸν μέγαν ἐξαλάπαξεν. 303 αἰαῖ σοι, Βαβυλὼν ἠδ´ Ἀσσυρίων γένος ἀνδρῶν, 304 πᾶσαν ἁμαρτωλῶν γαῖαν ῥοῖζός ποθ´ ἱκνεῖται, 305 καὶ πᾶσαν χώραν μερόπων ἀλαλαγμὸς ὀλέσσει 306 καὶ πληγὴ μεγάλοιο θεοῦ, ἡγήτορος ὕμνων. 307 ἀέριος γάρ σοι, Βαβυλών, ἥξει ποτ´ ἄνωθεν 308 [αὐτὰρ ἀπ´ οὐρανόθεν καταβήσεται ἐξ ἁγίων σοι] 309 καὶ θυμοῦ τέκνοις αἰώνιος ἐξολόθρευσις. 310 καὶ τότ´ ἔσῃ, ὡς ἦσθα πρὸ τοῦ, ὡς μὴ γεγονυῖα· 311 καὶ τότε πλησθήσῃ ἀπὸ αἵματος, ὡς πάρος αὐτή 312 ἐξέχεας ἀνδρῶν τ´ ἀγαθῶν ἀνδρῶν τε δικαίων, 313 ὧν ἔτι καὶ νῦν αἷμα βοᾷ εἰς αἰθέρα μακρόν. 314 ἥξει σοι πληγὴ μεγάλη, Αἴγυπτε, πρὸς οἴκους, 315 δεινή, ἣν οὔπω ποτ´ ἐπήλπισας ἐρχομένην σοι. 316 ῥομφαία γὰρ διελεύσεται διὰ μέσον σεῖο, 317 σκορπισμὸς δέ τε καὶ θάνατος καὶ λιμὸς ἐφέξει 318 ἑβδομάτῃ γενεῇ βασιλήων, καὶ τότε παύσῃ. 319 αἰαῖ σοι, χώρα Γὼγ ἠδὲ Μαγὼγ μέσον οὖσα 320 Αἰθιόπων ποταμῶν, πόσον αἵματος ἔκχυμα δέξῃ, 321 καὶ κρίσεως οἴκησις ἐν ἀνθρώποισι κεκλήσῃ, 322 καὶ πίεταί σου γαῖα πολύδροσος αἷμα κελαινόν. 323 αἰαῖ σοι, Λιβύη· αἰαῖ δὲ θάλασσά τε καὶ γῆ· 324 θυγατέρες δυσμῶν, ὡς ἥξετε πικρὸν ἐς ἦμαρ. 325 ἥξετε καὶ χαλεποῖο διωκόμεναι ὑπ´ ἀγῶνος, 326 δεινοῦ καὶ χαλεποῦ· δεινὴ κρίσις ἔσσεται αὖτις, 327 καὶ κατ´ ἀνάγκην πάντες ἐλεύσεσθ´ εἰς 〈τὸν〉 ὄλεθρον, 328 ἀνθ´ ὧν ἀθανάτοιο μέγαν διεδηλήσασθε 329 οἶκον ὀδοῦσι σιδηρείοις τ´ ἐμασήσατε δεινῶς. 330 τοὔνεκα δὴ νεκρῶν πλήρη σὴν γαῖαν ἐπόψει, 331 τοὺς μὲν ὑπὸ πτολέμου καὶ πάσης δαίμονος ὁρμῆς, 332 λιμοῦ καὶ λοιμοῦ, ὑπό τ´ ἐχθρῶν βαρβαροθύμων. 333 γαῖα 〈δ´〉 ἔρημος ἅπασα σέθεν καὶ ἔρημα πόληες. 334 ἐν δὲ δύσει ἀστὴρ λάμψει, ὃν ἐροῦσι κομήτην, 335 ῥομφαίας λιμοῦ θανάτοιό τε σῆμα βροτοῖσιν, 336 ἡγεμόνων τε φθορὰν ἀνδρῶν μεγάλων τ´ ἐπισήμων. 337 σήματα δ´ ἔσσεται αὖτις ἐν ἀνθρώποισι μέγιστα· 338 καὶ γὰρ Μαιῶτιν λίμνην Τάναϊς βαθυδίνης 339 λείψει, κὰδ δὲ ῥόον βαθὺν αὔλακος ἔσσεται ὁλκός 340 καρποφόρου, τὸ δὲ ῥεῦμα τὸ μυρίον αὐχέν´ ἐφέξει. 341 χάσματα ἠδὲ βάραθρ´ ἀχανῆ· πολλαὶ δὲ πόληες 342 αὔτανδροι πεσέονται· ἐν Ἀσιάδι μὲν Ἰασσός 343 Κεβρὴν Πανδονίη Κολοφὼν Ἔφεσος Νίκαια 344 Ἀντιόχεια Τάναγρα Σινώπη Σμύρνη Μάρος 345 Γάζα πανολβίστη Ἱεράπολις Ἀστυπάλαια, 346 Εὐρώπης δὲ Κύαγρα κλύτος βασιλὶς Μερόπεια 347 Ἀντιγόνη Μαγνησίη Μυκήνη πάνθεια. 348 ἴσθι τότ´ Αἰγύπτου ὀλοὸν γένος ἐγγὺς ὀλέθρου, 349 καὶ τότ´ Ἀλεξανδρεῦσιν ἔτος τὸ παρελθὸν ἄμεινον 350 ὁππόσα δασμοφόρου Ἀσίης ὑπεδέξατο Ῥώμη, 351 χρήματά κεν τρὶς τόσσα δεδέξεται ἔμπαλιν Ἀσίς 352 ἐκ Ῥώμης, ὀλοὴν δ´ ἀποτίσεται ὕβριν ἐς αὐτήν. 353 ὅσσοι δ´ ἐξ Ἀσίης Ἰταλῶν δόμον ἀμφεπόλευσαν, 354 εἰκοσάκις τοσσοῦτοι ἐν Ἀσίδι θητεύσουσιν 355 Ἰταλοὶ ἐν πενίῃ, ἀνὰ μυρία δ´ ὀφλήσουσιν. 356 ὦ χλιδανὴ ζάχρυσε Λατινίδος ἔκγονε Ῥώμη, 357 παρθένε, πολλάκι σοῖσι πολυμνήστοισι γάμοισιν 358 οἰνωθεῖσα, λάτρις νυμφεύσεαι οὐκ ἐνὶ κόσμῳ, 359 πολλάκι δ´ ἁβρὴν σεῖο κόμην δέσποινά τε κείρει 360 ἠδὲ δίκην διέπουσα ἀπ´ οὐρανόθεν ποτὶ γαῖαν 361 ῥίψει, ἐκ δὲ γαίης πάλιν οὐρανὸν εἲς ἀνεγείρει, 362 ὅττι βροτοὶ φαύλου ζωῆς ἀδίκου τ´ ἐνέχοντο. 363 ἔσται καὶ Σάμος ἄμμος, ἐσεῖται Δῆλος ἄδηλος, 364 καὶ Ῥώμη ῥύμη· τὰ δὲ θέσφατα πάντα τελεῖται. 365 Σμύρνης δ´ ὀλλυμένης οὐδεὶς λόγος. ἔκδικος ἔσται, 366 ἀλλὰ κακαῖς βουλῇσι καὶ ἡγεμόνων κακότητι 367 εἰρήνη δὲ γαληνὸς ἐς Ἀσίδα γαῖαν ὁδεύσει· 368 Εὐρώπη δὲ μάκαιρα τότ´ ἔσσεται, εὔβοτος αἰθήρ 369 πουλυετὴς εὔρωστος ἀχείματος ἠδ´ ἀχάλαζος 370 πάντα φέρων καὶ πτηνὰ καὶ ἑρπετὰ θηρία γαίης. 371 ὦ μακαριστός, ἐκεῖνον ὃς ἐς χρόνον ἔσσεται ἀνήρ 372 ἠὲ γυνή· μακάρων κενεήφατος ὅσσον ἄγραυλος· 373 εὐνομίη γὰρ πᾶσα ἀπ´ οὐρανοῦ ἀστερόεντος 374 ἥξει ἐπ´ ἀνθρώπους ἠδ´ εὐδικίη, μετὰ δ´ αὐτῆς 375 ἡ πάντων προφέρουσα βροτοῖς ὁμόνοια σαόφρων 376 καὶ στοργὴ πίστις φιλίη ξείνων ἄπο καὐτῶν 377 ἠδέ τε δυσνομίη μῶμος φθόνος ὀργὴ ἄνοια 378 φεύξετ´ ἀπ´ ἀνθρώπων πενίη· καὶ φεύξετ´ ἀνάγκη 379 καὶ φόνος οὐλόμεναί τ´ ἔριδες, καὶ νείκεα λυγρά 380 καὶ νυκτοκλοπίαι καὶ πᾶν κακὸν ἤμασι κείνοις. 381 ἀλλὰ Μακηδονίη βαρὺ τέξεται Ἀσίδι πῆμα, 382 Εὐρώπῃ δὲ μέγιστον ἀνασταχυώσεται ἄλγος 383 ἐκ γενεῆς Κρονίδαο νόθων δούλων τε γενέθλης. 384 κείνη καὶ Βαβυλῶνα πόλιν δεδομήσετ´ ἐρυμνήν, 385 καὶ πάσης ὁπόσην ἐπιδέρκεται ἠέλιος γῆν 386 δεσπότις αὐδηθεῖσα κακαῖς ἄτῃσιν ὀλεῖται 387 οὔνομ´ ἐν ὀψιγόνοισι πολυπλάγκτοισιν ἔχουσα. 388 ἥξει καί ποτ´ ἄπιστος ἐς Ἀσίδος ὄλβιον οὖδας 389 ἀνὴρ πορφυρέην λώπην ἐπιειμένος ὤμοις 390 ἄγριος ἀλλοδίκης φλογόεις· ἤγειρε γὰρ αὐτοῦ 391 πρόσθε κεραυνὸς φῶτα· κακὸν δ´ Ἀσίη ζυγὸν ἕξει 392 πᾶσα, πολὺν δὲ χθὼν πίεται φόνον ὀμβρηθεῖσα. 393 ἀλλὰ καὶ ὣς πανάιστον ἅπαντ´ Ἀίδης θεραπεύσει· 394 ὧν δή περ γενεὴν αὐτὸς θέλει ἐξαπολέσσαι, 395 ἐκ τῶν δὴ γενεῆς κείνου γένος ἐξαπολεῖται· 396 ῥίζαν ἴαν γε διδούς, ἣν καὶ κόψει βροτολοιγός 397 ἐκ δέκα δὴ κεράτων, παρὰ δὴ φυτὸν ἄλλο φυτεύσει, 398 κόψει πορφυρέης γενεῆς γενετῆρα μαχητήν 399 καὐτὸς ὑφ´ υἱῶν ὧν ἐς ὁμόφρονα αἴσιον ἄρρης 400 φθεῖται· καὶ τότε δὴ παραφυόμενον κέρας ἄρξει. 401 ἔσται καὶ Φρυγίῃ δὲ φερεσβίῳ αὐτίκα τέκμαρ, 402 ὁππότε κεν Ῥείης μιαρὸν γένος ἐν χθονὶ κῦμα 403 ἀέναον ῥίζῃσιν ἀδιψήτοισι τεθηλός 404 αὐτόπρεμνον ἄιστον ἰῇ ἐν νυκτὶ γένηται 405 ἐν πόλει αὐτάνδρῳ σεισίχθονος ἐννοσιγαίου, 406 ἥν ποτε φημίξουσιν ἐπωνυμίην Δορύλαιον 407 ἀρχαίης Φρυγίης πολυδακρύτοιο κελαινῆς. 408 ἔστ´ ἄρα καιρὸς ἐκεῖνος ἐπωνυμίην ἐνοσίχθων 409 κευθμῶνας γαίης σκεδάσει καὶ τείχεα λύσει. 410 σήματα δ´ οὐκ ἀγαθοῖο, κακοῖο δὲ φύσεται ἀρχή. 411 παμφύλου πολέμοιο δαήμονας ἕξει ἄνακτας, 412 Αἰνεάδας διδούς αὐτόχθονος, ἐγγενὲς αἷμα. 413 ἀλλὰ μεταῦτις ἕλωρ ἔσῃ ἀνθρώποισιν ἐρασταῖς. 414 Ἴλιον, οἰκτείρω σε· κατὰ Σπάρτην γὰρ Ἐρινύς 415 βλαστήσει περικαλλὲς ἀείφατον ἔρνος ἄριστον 416 Ἀσίδος Εὐρώπης τε πολυσπερὲς οἶδμα λιποῦσα· 417 σοὶ δὲ μάλιστα γόους μόχθους στοναχάς τε φέρουσα 418 θήσει· ἀγήρατον δ´ ἔσται κλέος ἐσσομένοισιν. 419 καί τις ψευδογράφος πρέσβυς βροτὸς ἔσσεται αὖτις 420 ψευδόπατρις· δύσει δὲ φάος ἐν ὀπῇσιν ἑῇσιν· 421 νοῦν δὲ πολὺν καὶ ἔπος διανοίαις ἔμμετρον ἕξει, 422 οὐνόμασιν δυσὶ μισγόμενον· Χῖον δὲ καλέσσει 423 αὑτὸν καὶ γράψει τὰ κατ´ Ἴλιον, οὐ μὲν ἀληθῶς, 424 ἀλλὰ σοφῶς· ἐπέων γὰρ ἐμῶν μέτρων τε κρατήσει· 425 πρῶτος γὰρ χείρεσσιν ἐμὰς βίβλους ἀναπλώσει· 426 αὐτὸς δ´ αὖ μάλα κοσμήσει πολέμοιο κορυστάς, 427 Ἕκτορα Πριαμίδην καὶ Ἀχιλλέα Πηλείωνα 428 τούς τ´ ἄλλους, ὁπόσοις πολεμήια ἔργα μέμηλεν. 429 καί γε θεοὺς τούτοισι παρίστασθαί γε ποιήσει, 430 ψευδογραφῶν κατὰ πάντα τρόπον, μέροπας κενοκράνους. 431 καὶ θανέειν μᾶλλον τοῖσιν κλέος ἔσσεται εὐρύ 432 Ἰλίῳ· ἀλλὰ καὶ αὐτὸς ἀμοιβαῖα δέξεται ἔργα. 433 καὶ Λυκίῃ Λοκροῖο γένος κακὰ πολλὰ φυτεύσει. 434 Χαλκηδὼν στεινοῖο πόρον πόντοιο λαχοῦσα, 435 καί σε μολών ποτε παῖς Αἰτώλιος ἐξεναρίξει. 436 Κύζικε, καί σοι πόντος ἀπορρήξει βαρὺν ὄλβον. 437 καὶ σύ ποτ´ Ἄρη, Βυζάντιον Ἀσίδι στέρξῃ, 438 καὶ δὴ καὶ στοναχὰς λήψῃ καὶ ἀνήριθμον αἷμα. 439 καὶ Κράγος ὑψηλὸν Λυκίης ὄρος, ἐκ κορυφάων 440 χάσματ´ ἀνοιγομένης πέτρης κελαρύξεται ὕδωρ, 441 μέχρι κε καὶ Πατάρων μαντήια σήματα παύσῃ. 442 Κύζικος, οἰκήτειρα Προποντίδος οἰνοπόλοιο, 443 Ῥύνδακος ἀμφί σε κῦμα κορυσσόμενον σμαραγήσει. 444 καὶ σύ, Ῥόδος, πουλὺν μὲν ἀδούλωτος χρόνον ἔσσῃ, 445 ἡμερίη θυγάτηρ, πουλὺς δέ τοι ὄλβος ὄπισθεν 446 ἔσσεται, ἐν πόντῳ δ´ ἕξεις κράτος ἔξοχον ἄλλων. 447 ἀλλὰ μεταῦτις ἕλωρ ἔσῃ ἀνθρώποισιν ἐρασταῖς 448 κάλλεσιν ἠδ´ ὄλβῳ· δεινὸν ζυγὸν αὐχένι θήσῃ. 449 Λύδιος αὖ σεισμὸς δὲ τὰ Περσίδος ἐξεναρίξει, 450 Εὐρώπης Ἀσίης τελέων ῥίγιστά περ ἄλγη. 451 Σιδονίων δ´ ὀλοὸς βασιλεὺς καὶ φύλοπις ἄλλων 452 ποντοπόρον σαμίοις ὀλοὸν δ´ ἵξουσιν ὄλεθρον. 453 αἵματι μὲν δάπεδον κελαρύξεται εἰς ἅλα φωτῶν 454 ὀλλυμένων ἄλοχοι δὲ σὺν ἀγλαοφαρέσι κούραις 455 ὕβριν ἀεικελίην ἰδίην ἀποθωΰξουσιν, 456 ταὶ μὲν ὑπὲρ νεκύων, ταὶ δ´ ὀλλυμένων ὑπὲρ υἱῶν. 457 σημεῖον Κύπρου· σεισμὸς φθίσει δὲ φάραγγας 458 καὶ πολλὰς ψυχὰς Ἀίδης ὁμοθυμαδὸν ἕξει. 459 Τράλλις δ´ ἡ γείτων Ἐφέσου σεισμῷ καταλύσει 460 τείχεά τ´ εὐποίητ´ ἀνδρῶν τε λεὼν βαρυθύμων· 461 ὀμβρήσει δέ τε γαῖα ὕδωρ ζεστόν, ποτὶ δ´ αὐτῆς 462 γαῖα βαρυνομένη πίεται· ὀσμὴ δέ τε θείου. 463 Καὶ Σάμος ἐν καιρῷ βασιλήια δώματα τεύξει. 464 Ἰταλίη, σοὶ δ´ οὔτις Ἄρης ἀλλότριος ἥξει, 465 ἀλλ´ ἐμφύλιον αἷμα πολύστονον οὐκ ἀλαπαδνόν 466 πουλυθρύλλητόν τε ἀναιδέα σε κεραΐξει. 467 καὶ δ´ αὐτὴ θερμῇσι παρὰ σποδιῇσι ταθεῖσα, 468 ἀπροϊδῆ στήθεσσιν ἑοῖς ἐναρίξεαι αὐτήν. 469 ἔσσῃ δ´ οὐκ ἀγαθῶν μήτηρ, θηρῶν δὲ τιθήνη. 470 ἀλλ´ ὅτ´ ἀπ´ Ἰταλίης λυμήτης ἵξεται ἀνήρ, 471 τῆμος, Λαοδίκεια, καταπρηνὴς ἐριποῦσα, 472 Καρῶν ἀγλαὸν ἄστυ Λύκου παρὰ θέσκελον ὕδωρ, 473 σιγήσεις μεγάλαυχον ἀποιμώξασα τοκῆα. 474 Θρήικες δὲ Κρόβυζοι ἀναστήσονται ἀν´ Αἷμον. 475 Καμπανοῖς ἄραβος πέλεται διὰ τὸν πολύκαρπον 476 λιμόν· πουλυετεῖς δὲ [ἀποιμώξασα τοκῆα]. 477 Κύρνος καὶ Σαρδὼ μεγάλαις χειμῶνος ἀέλλαις 478 καὶ πληγαῖς ἁγίοιο θεοῦ κατὰ βένθεα πόντου 479 δύσονται κατὰ κῦμα θαλασσείοις τεκέεσσιν. 480 αἰαῖ, παρθενικὰς ὁπόσας νυμφεύσεται Ἅιδης, 481 κούρους δ´ ἀκτερέας 〈ὁπόσους〉 βυθὸς ἀμφιπολεύσει· 482 αἰαῖ νήπια τέκν´ ἁλινηχέα καὶ βαρὺν ὄλβον. 483 Μυσῶν γαῖα μάκαιρα, γένος βασιλήιον ἄφνω 484 τεύξεται. οὐ μὴν πουλὺν ἐπὶ χρόνον ἔσσετ´ ἀληθῶς 485 Καρχηδών. Γαλάταις δὲ πολύστονος ἔσσεται οἶκτος. 486 ἥξει καὶ Τενέδῳ κακὸν ἔσχατον, ἀλλὰ μέγιστον. 487 καὶ Σικυὼν χάλκειος ὑλάγμασι καὶ σέ, Κόρινθε, 488 αὐχήσει ἐπὶ πᾶσιν· ἴσον δὲ βοήσεται αὐλός. 489 ἡνίκα δή μοι θυμὸς ἐπαύσατο ἔνθεον ὕμνον, 490 καὶ πάλι μοι μεγάλοιο θεοῦ φάτις ἐν στήθεσσιν 491 ἵστατο καί μ´ ἐκέλευσε προφητεῦσαι κατὰ γαῖαν. 492 αἰαῖ Φοινίκων γένει ἀνδρῶν ἠδὲ γυναικῶν, 493 καὶ πάσαις πόλεσιν παραλίαις, οὐδεμί´ ὑμῶν 494 πρὸς φάος ἠελίοιο παρέσσεται ἐν φαῒ κοινῷ, 495 οὐδ´ ἔτι τῆς ζωῆς ἀριθμὸς καὶ φῦλον ἔτ´ ἔσται 496 ἀντ´ ἀδίκου γλώττης ἀνόμου τε βίου καὶ ἀνάγνου, 497 ὃν κατέτριψαν πάντες ἀνοίγοντες στόμ´ ἄναγνον, 498 καὶ δεινοὺς διέθεντο λόγους ψευδεῖς τ´ ἀδίκους τε 499 κἄστησαν κατέναντι θεοῦ μεγάλου βασιλῆος 500 κἤνοιξαν ψευδῶς μυσαρὸν στόμα. τοὔνεκ´ ἄρ´ αὐτούς 501 ἐκπάγλως πληγαῖσι δαμάσσειεν παρὰ πᾶσαν 502 γαῖαν καὶ πικρὴν μοίρην πέμψει θεὸς αὐτοῖς 503 ἐξ ἐδάφους φλέξας πόλιας καὶ πολλὰ θέμεθλα. 504 αἰαῖ σοι, Κρήτη πολυώδυνε, εἴς σέ περ ἥξει 505 πληγὴ καὶ φοβερὰ αἰώνιος ἐξαλαπάξει, 506 καί σε καπνιζομένην πᾶσα χθὼν ὄψεται αὖτις 507 κοὔ σε δι´ αἰῶνος λείψει πῦρ, ἀλλὰ καήσῃ. 508 αἰαῖ σοι, Θρῄκη, ζυγὸν ὡς εἰς δούλιον ἥξεις· 509 ἡνίκα σύμμικτοι Γαλάται τοῖς Δαρδανίδαισιν 510 Ἑλλάδ´ ἐπεσσυμένως πορθέοντες, τότε σοι κακὸν ἔσται, 511 γαίῃ δ´ ἀλλοτρίῃ δώσεις οὐδέ τι λήψῃ. 512 αἰαῖ σοι Γὼγ καὶ πᾶσιν ἐφεξῆς ἅμα Μαγώγ 513 μαρσῶν ἠδ´ ἀγγὼν ὅσα σοι κακὰ μοῖρα πελάζει, 514 [πολλὰ δὲ] καὶ Λυκίων υἱοῖς Μυσῶν τε Φρυγῶν τε. 515 πολλὰ δὲ Παμφύλων ἔθνη Λυδῶν τε πεσεῖται 516 Μαύρων τ´ Αἰθιόπων τε καὶ ἐθνῶν βαρβαροφώνων 517 Καππαδοκῶν τ´ Ἀράβων τε· τί δὴ κατὰ μοῖραν ἕκαστον 518 ἐξαυδῶ; πᾶσιν γάρ, ὅσοι χθόνα ναιετάουσιν, 519 Ὕψιστος δεινὴν ἐπιπέμψει ἔθνεσι πληγήν. 520 Ἕλλησιν δ´ ὁπόταν πολὺ βάρβαρον ἔθνος ἐπέλθῃ, 521 πολλὰ μὲν ἐκλεκτῶν ἀνδρῶν ὀλέσειε κάρηνα· 522 πολλὰ δὲ πίονα μῆλα βροτῶν διαδηλήσονται 523 ἵππων θ´ ἡμιόνων τε βοῶν τ´ ἀγέλας ἐριμύκων· 524 δώματά τ´ εὐποίητα πυρὶ φλέξουσιν ἀθέσμως· 525 πολλὰ δὲ σώματα δοῦλα πρὸς ἄλλην γαῖαν ἀνάγκῃ 526 ἄξουσιν καὶ τέκνα βαθυζώνους τε γυναῖκας 527 ἐκ θαλάμων ἁπαλὰς τρυφεροῖς ποσὶ πρόσθε πεσούσας· 528 ὄψονται δεσμοῖσιν ὑπ´ ἐχθρῶν βαρβαροφώνων 529 πᾶσαν ὕβριν δεινὴν πάσχοντας· κοὐκ ἔσετ´ αὐτοῖς 530 μικρὸν ἐπαρκέσσων πόλεμον ζωῆς τ´ ἐπαρωγός. 531 ὄψονταί τ´ ἰδίας κτήσεις καὶ πλοῦτον ἅπαντα 532 ἐχθρὸν καρπίζοντα· τρόμος δ´ ὑπὸ γούνασιν ἔσται. 533 φεύξονται δ´ ἑκατόν, εἷς δ´ αὐτοὺς πάντας ὀλέσσει· 534 πέντε δὲ κινήσουσι βαρὺν χόλον· οἳ δὲ πρὸς αὐτούς 535 αἰσχρῶς φυρόμενοι πολέμῳ δεινῷ τε κυδοιμῷ 536 οἴσουσιν ἐχθροῖσι χαράν, Ἕλλησι δὲ πένθος. 537 δούλειος δ´ ἄρα – ζυγὸς ἔσσεται Ἑλλάδι πάσῃ· 538 πᾶσι δ´ ὁμοῦ πόλεμός τε βροτοῖς καὶ λοιμὸς ἐπέσται, 539 χάλκειόν τε μέγαν τεύξει θεὸς οὐρανὸν ὑψοῦ 540 ἀβροχίην τ´ ἐπὶ γαῖαν ὅλην, αὐτὴν δὲ σιδηρᾶν. 541 αὐτὰρ ἔπειτα βροτοὶ δεινῶς κλαύσουσιν ἅπαντες 542 ἀσπορίην καὶ ἀνηροσίην· καὶ πῦρ ἐπὶ γαίης 543 κατθήσει πολὺν ἱστὸν, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν· 544 πάντων δ´ ἀνθρώπων τὸ τρίτον μέρος ἔσσεται αὖτις. 545 Ἑλλὰς δή, τί πέποιθας ἐπ´ ἀνδράσιν ἡγεμόνεσσιν 546 θνητοῖς, οἷς οὐκ ἔστι φυγεῖν θανάτοιο τελευτήν; 547 πρὸς τί τε δῶρα μάταια καταφθιμένοισι πορίζεις 548 θύεις τ´ εἰδώλοις; τίς τοι πλάνον ἐν φρεσὶ θῆκεν 549 ταῦτα τελεῖν προλιποῦσα θεοῦ μεγάλοιο πρόσωπον; 550 οὔνομα παγγενέταο σέβας δ´ ἔχε, μηδὲ λάθῃ σε. 551 χίλια δ´ ἔστ´ ἔτεα καὶ πένθ´ ἑκατοντάδες ἄλλαι, 552 ἐξ οὗ δὴ βασίλευσαν ὑπερφίαλοι βασιλῆες 553 Ἑλλήνων, οἳ πρῶτα βροτοῖς κακὰ ἡγεμόνευσαν, 554 πολλὰ θεῶν εἴδωλα καταφθιμένων θανεόντων, 555 ὧν ἕνεκεν τὰ μάταια φρονεῖν ὑμῖν ὑπεδείχθη. 556 ἀλλ´ ὁπόταν μεγάλοιο θεοῦ χόλος ἔσσεται ὑμῖν, 557 δὴ τότ´ ἐπιγνώσεσθε θεοῦ μεγάλοιο πρόσωπον. 558 πᾶσαι δ´ ἀνθρώπων ψυχαὶ μεγάλα στενάχουσαι 559 ἄντα πρὸς οὐρανὸν εὐρὺν ἀνασχόμεναι χέρας αὐτῶν 560 ἄρξονται βασιλῆα μέγαν ἐπαμύντορα κλῄζειν 561 καὶ ζητεῖν ῥυστῆρα χόλου μεγάλοιο, τίς ἔσται. 562 ἀλλ´ ἄγε καὶ μάθε τοῦτο καὶ ἐν φρεσὶ κάτθεο σῇσιν, 563 ὅσσα περιπλομένων ἐνιαυτῶν κήδεα ἔσται. 564 καὶ τοὺς ἑλλὰς ἔρεξε βοῶν ταύρων τ´ ἐριμύκων 565 πρὸς ναὸν μεγάλοιο θεοῦ ὁλοκαρπώσασα, 566 ἐκφεύξῃ πολέμοιο δυσηχέος ἠδὲ φόβοιο 567 καὶ λοιμοῦ καὶ δοῦλον ὑπεκφεύξῃ ζυγὸν αὖτις. 568 ἀλλὰ μέχρις γε τοσοῦδ´ ἀσεβῶν γένος ἔσσεται ἀνδρῶν, 569 ὁππότε κεν τοῦτο προλάβῃ τέλος αἴσιμον ἦμαρ. 570 οὐ γὰρ μὴ θύσητε θεῷ, μέχρι πάντα γένηται· 571 ὅσσα θεός γε μόνος βουλεύσεται, οὐκ ἀτέλεστα. 572 πάντα τελεσθῆναι κρατερὴ δ´ ἐπικείσετ´ ἀνάγκη. 573 εὐσεβέων ἀνδρῶν ἱερὸν γένος ἔσσεται αὖτις, 574 βουλαῖς ἠδὲ νόῳ προσκείμενοι Ὑψίστοιο, 575 οἳ ναὸν μεγάλοιο θεοῦ περικυδανέουσιν 576 λοιβῇ τε κνίσσῃ τ´ ἠδ´ αὖθ´ ἱεραῖς ἑκατόμβαις 577 ταύρων ζατρεφέων θυσίαις κριῶν τε τελείων 578 πρωτοτόκων ὀίων τε καὶ ἀρνῶν πίονα μῆλα 579 βωμῷ ἐπὶ μεγάλῳ ἁγίως ὁλοκαρπεύοντες. 580 ἐν δὲ δικαιοσύνῃ νόμου Ὑψίστοιο λαχόντες 581 ὄλβιοι οἰκήσουσι πόλεις καὶ πίονας ἀγρούς, 582 αὐτοὶ δ´ ὑψωθέντες ὑπ´ ἀθανάτοιο προφῆται 583 καὶ μέγα χάρμα βροτοῖς πάντεσσι φέροντες. 584 μούνοις γάρ σφιν δῶκε θεὸς μέγας εὔφρονα βουλήν 585 καὶ πίστιν καὶ ἄριστον ἐνὶ στήθεσσι νόημα· 586 οἵτινες οὐκ ἀπάτῃσι κεναῖς οὐδ´ ἔργ´ ἀνθρώπων 587 χρύσεα καὶ χάλκεια καὶ ἀργύρου ἠδ´ ἐλέφαντος 588 καὶ ξυλίνων λιθίνων τε θεῶν εἴδωλα καμόντων 589 πήλινα μιλτόχριστα ζῳογραφίας τυποειδεῖς 590 τιμῶσιν, ὅσα πέρ τε βροτοὶ κενεόφρονι βουλῇ 591 ἀλλὰ γὰρ ἀείρουσι πρὸς οὐρανὸν ὠλένας ἁγνάς 592 ὄρθριοι ἐξ εὐνῆς αἰεὶ χρόα ἁγνίζοντες 593 ὕδατι καὶ τιμῶσι μόνον τὸν ἀεὶ μεδέοντα 594 ἀθάνατον καὶ ἔπειτα γονεῖς· μέγα δ´ ἔξοχα πάντων 595 ἀνθρώπων ὁσίης εὐνῆς μεμνημένοι εἰσίν· 596 κοὐδὲ πρὸς ἀρσενικοὺς παῖδας μίγνυνται ἀνάγνως, 597 ὅσσα τε Φοίνικες Αἰγύπτιοι ἠδὲ Λατῖνοι 598 Ἑλλάς τ´ εὐρύχορος καὶ ἄλλων ἔθνεα πολλά 599 Περσῶν καὶ Γαλατῶν πάσης τ´ Ἀσίης παραβάντες 600 ἀθανάτοιο θεοῦ ἁγνὸν νόμον ὃν παρέβησαν 601 ἀνθ´ ὧν ἀθάνατος θήσει πάντεσσι βροτοῖσιν 602 ἄτην καὶ λιμὸν καὶ πήματά τε στοναχάς τε 603 καὶ πόλεμον καὶ λοιμὸν ἰδ´ ἄλγεα δακρυόεντα· 604 οὕνεκεν ἀθάνατον γενέτην πάντων ἀνθρώπων 605 οὐκ ἔθελον τιμᾶν ὁσίως, εἴδωλα δ´ ἐτίμων 606 χειροποίητα σέβοντες, ἃ ῥίψουσιν βροτοὶ αὐτοί 607 ἐν σχισμαῖς πετρῶν κατακρύψαντες δι´ ὄνειδος, 608 ὁππόταν Αἰγύπτου βασιλεὺς νέος ἕβδομος ἄρχῃ 609 τῆς ἰδίης γαίης ἀριθμούμενος ἐξ Ἑλλήνων 610 ἀρχῆς, ἧς ἄρξουσι Μακηδόνες ἄσπετοι ἄνδρες· 611 ἔλθῃ δ´ ἐξ Ἀσίης βασιλεὺς μέγας, αἰετὸς αἴθων, 612 ὃς πᾶσαν σκεπάσει γαῖαν πεζῶν τε καὶ ἱππέων, 613 πάντα δὲ συγκόψει καὶ πάντα κακῶν ἀναπλήσει· 614 ῥίψει δ´ Αἰγύπτου βασιλήιον· ἐκ δέ τε πάντα 615 κτήμαθ´ ἑλὼν ἐποχεῖται ἐπ´ εὐρέα νῶτα θαλάσσης. 616 καὶ τότε δὴ κάμψουσι θεῷ μεγάλῳ βασιλῆι 617 ἀθανάτῳ γόνυ λευκὸν ἐπὶ χθονὶ πουλυβοτείρῃ· 618 ἔργα δὲ χειροποίητα πυρὸς φλογὶ πάντα πεσεῖται. 619 καὶ τότε δὴ χάρμην μεγάλην θεὸς ἀνδράσι δώσει· 620 καὶ γὰρ γῆ καὶ δένδρα καὶ ἄσπετα ποίμνια μήλων 621 δώσουσιν καρπὸν τὸν ἀληθινὸν ἀνθρώποισιν 622 οἴνου καὶ μέλιτος γλυκεροῦ λευκοῦ τε γάλακτος 623 καὶ σίτου, ὅπερ ἐστὶ βροτοῖς κάλλιστον ἁπάντων. 624 ἀλλὰ σὺ μὴ μέλλων, βροτὲ ποικιλόμητι, βράδυνε, 625 ἀλλὰ παλίμπλαγκτος στρέψας θεὸν ἱλάσκοιο. 626 θῦε θεῷ ταύρων ἑκατοντάδας ἠδὲ καὶ ἀρνῶν 627 πρωτοτόκων αἰγῶν τε περιπλομέναισιν ἐν ὥραις. 628 ἀλλά μιν ἱλάσκου, θεὸν ἄμβροτον, αἴ κ´ ἐλεήσῃ. 629 αὐτὸς γὰρ μόνος ἐστὶ θεὸς κοὐκ ἔστιν ἔτ´ ἄλλος. 630 τὴν δὲ δικαιοσύνην τίμα καὶ μηδένα θλῖβε. 631 ταῦτα γὰρ ἀθάνατος κέλεται δειλοῖσι βροτοῖσιν. 632 ἀλλὰ σὺ τοῦ μεγάλοιο θεοῦ μήνιμα φύλαξαι, 633 ὁππότε κεν πάντεσσι βροτοῖς λοιμοῖο τελευτή 634 ἔλθῃ καὶ φοβεροῖο δίκης 〈τε〉τύχωσι δαμέντες, 635 καὶ βασιλεὺς βασιλῆα λάβῃ χώραν τ´ ἀφέληται, 636 ἔθνη δ´ ἔθνεα πορθήσῃ καὶ φῦλα δυνάσται, 637 ἡγεμόνες δὲ φύγωσιν ἐς ἄλλην γαῖαν ἅπαντες, 638 ἀλλαχθῇ δέ τε γαῖα βροτῶν καὶ βάρβαρος ἀρχή 639 Ἑλλάδα πορθήσῃ πᾶσαν καὶ πίονα γαῖαν 640 ἐξαρύσῃ πλούτοιο καὶ ἀντίον εἰς ἔριν αὐτῶν 641 ἔλθωσιν χρυσοῦ τε καὶ ἀργύρου εἵνεκεν· ἔσται 642 ἡ φιλοχρημοσύνη κακὰ ποιμαίνουσα πόλεσσιν. 643 χώρῃ ἐν ἀλλοτρίῃ, ἄταφοι δὲ ἅπαντες ἔσονται, 644 καὶ τῶν μὲν γῦπές τε καὶ ἄγρια θηρία γαίης 645 σάρκας δηλήσονται· ἐπὰν δὴ ταῦτα τελεσθῇ, 646 λείψανα γαῖα πέλωρος ἀναλώσειε θανόντων. 647 αὐτὴ δ´ ἄσπαρτος καὶ ἀνήροτος ἔσται ἅπασα 648 κηρύσσουσα τάλαινα μύσος μυρίων ἀνθρώπων· 649 πολλὰ χρόνων μήκη περιτελλομένων ἐνιαυτῶν 650 πέλτας καὶ θυρεοὺς γαισοὺς παμποίκιλά θ´ ὅπλα· 651 οὐδὲ μὲν ἐκ δρυμοῦ ξύλα κόψεται εἰς πυρὸς αὐγήν. 652 καὶ τότ´ ἀπ´ ἠελίοιο θεὸς πέμψει βασιλῆα, 653 ὃς πᾶσαν γαῖαν παύσει πολέμοιο κακοῖο, 654 οὓς μὲν ἄρα κτείνας, οἷς δ´ ὅρκια πιστὰ τελέσσας. 655 οὐδέ γε ταῖς ἰδίαις βουλαῖς τάδε πάντα ποιήσει, 656 ἀλλὰ θεοῦ μεγάλοιο πιθήσας δόγμασιν ἐσθλοῖς. 657 ναὸς δ´ αὖ μεγάλοιο θεοῦ περικαλλέι πλούτῳ 658 βεβριθώς, χρυσῷ τε καὶ ἀργύρῳ ἠδέ τε κόσμῳ 659 πορφυρέῳ· καὶ γαῖα τελεσφόρος ἠδὲ θάλασσα 660 τῶν ἀγαθῶν πλήθουσα. καὶ ἄρξονται βασιλῆες 661 ἀλλήλοις κοτέειν ἐπαμύνοντες κακὰ θυμῷ· 662 ὁ φθόνος οὐκ ἀγαθὸν πέλεται δειλοῖσι βροτοῖσιν. 663 ἀλλὰ πάλιν βασιλῆες ἐθνῶν ἐπὶ τήνδε γε γαῖαν 664 ἀθρόοι ὁρμήσονται ἑαυτοῖς κῆρα φέροντες· 665 σηκὸν γὰρ μεγάλοιο θεοῦ καὶ φῶτας ἀρίστους 666 πορθεῖν βουλήσονται, ὁπηνίκα γαῖαν ἵκωνται. 667 θήσουσιν κύκλῳ πόλεως μιαροὶ βασιλῆες 668 τὸν θρόνον αὐτοῦ ἕκαστος ἔχων καὶ λαὸν ἀπειθῆ. 669 καί ῥα θεὸς φωνῇ μεγάλῃ πρὸς πάντα λαλήσει 670 λαὸν ἀπαίδευτον κενεόφρονα, καὶ κρίσις αὐτοῖς 671 ἔσσεται ἐκ μεγάλοιο θεοῦ, καὶ πάντες ὀλοῦνται 672 χειρὸς ἀπ´ ἀθανάτοιο· ἀπ´ οὐρανόθεν δὲ πεσοῦνται 673 ῥομφαῖαι πύρινοι κατὰ γαῖαν· λαμπάδες, αὐγαί 674 ἵξονται μεγάλαι λάμπουσαι εἰς μέσον ἀνδρῶν. 675 γαῖα δὲ παγγενέτειρα σαλεύσεται ἤμασι κείνοις 676 χειρὸς ἀπ´ ἀθανάτοιο, καὶ ἰχθύες οἱ κατὰ πόντον 677 πάντα τε θηρία γῆς ἠδ´ ἄσπετα φῦλα πετεινῶν 678 πᾶσαί τ´ ἀνθρώπων ψυχαὶ καὶ πᾶσα θάλασσα 679 φρίξει ὑπ´ ἀθανάτοιο προσώπου καὶ φόβος ἔσται. 680 ἠλιβάτους κορυφάς τ´ ὀρέων βουνούς τε πελώρων 681 ῥήξει, κυάνεόν τ´ ἔρεβος πάντεσσι φανεῖται. 682 ἠέριαι δὲ φάραγγες ἐν οὔρεσιν ὑψηλοῖσιν 683 ἔσσονται πλήρεις νεκύων· ῥεύσουσι δὲ πέτραι 684 αἵματι καὶ πεδίον πληρώσει πᾶσα χαράδρα. 685 τείχεα δ´ εὐποίητα χαμαὶ πεσέονται ἅπαντα 686 ἀνδρῶν δυσμενέων, ὅτι τὸν νόμον οὐκ ἔγνωσαν 687 οὐδὲ κρίσιν μεγάλοιο θεοῦ, ἀλλ´ ἄφρονι θυμῷ 688 πάντες ἐφορμηθέντες ἐφ´ Ἱερὸν ἤρατε λόγχας. 689 καὶ κρινεῖ πάντας πολέμῳ θεὸς ἠδὲ μαχαίρῃ 690 καὶ πυρὶ καὶ ὑετῷ τε κατακλύζοντι· καὶ ἔσται 691 θεῖον ἀπ´ οὐρανόθεν, αὐτὰρ λίθος ἠδὲ χάλαζα 692 πολλὴ καὶ χαλεπή· θάνατος δ´ ἐπὶ τετράποδ´ ἔσται. 693 καὶ τότε γνώσονται θεὸν ἄμβροτον, ὃς τἄδε κρίνει· 694 οἰμωγή τε καὶ ἀλαλαγμὸς κατ´ ἀπείρονα γαῖαν 695 ἵξεται ὀλλυμένων ἀνδρῶν· καὶ πάντες ἄναγνοι 696 αἵματι λούσονται· πίεται δέ τε γαῖα καὶ αὐτή 697 αἵματος ὀλλυμένων, κορέσονται θηρία σαρκῶν. — 698 αὐτός μοι τάδε πάντα θεὸς μέγας ἀέναός τε 699 εἶπε προφητεῦσαι· τάδε δ´ ἔσσεται οὐκ ἀτέλεστα· 700 οὐδ´ ἀτελεύτητον, ὅ τι κεν μόνον ἐν φρεσὶ θείῃ· 701 ἄψευστον γὰρ πνεῦμα θεοῦ πέλεται κατὰ κόσμον. 702 υἱοὶ δ´ αὖ μεγάλοιο θεοῦ περὶ ναὸν ἅπαντες 703 ἡσυχίως ζήσοντ´ εὐφραινόμενοι ἐπὶ τούτοις, 704 οἷς δώσει κτίστης ὁ δικαιοκρίτης τε μόναρχος. 705 αὐτὸς γὰρ σκεπάσειε μόνος μεγαλωστὶ παραστάς, 706 κύκλοθεν ὡσεὶ τεῖχος ἔχων πυρὸς αἰθομένοιο. 707 ἀπτόλεμοι δ´ ἔσσονται ἐν ἄστεσιν ἠδ´ ἐνὶ χώραις. 708 οὐ χεὶρ γὰρ πολέμοιο κακοῦ, μάλα δ´ ἔσσεται αὐτοῖς 709 αὐτὸς ὑπέρμαχος ἀθάνατος καὶ χεὶρ Ἁγίοιο. 710 καὶ τότε δὴ νῆσοι πᾶσαι πόλιές τ´ ἐρέουσιν, 711 ὁππόσον ἀθάνατος φιλέει τοὺς ἄνδρας ἐκείνους. 712 πάντα γὰρ αὐτοῖσιν συναγωνιᾷ ἠδὲ βοηθεῖ, 713 οὐρανὸς ἠέλιός τε θεήλατος ἠδὲ σελήνη. 715 ἡδὺν ἀπὸ στομάτων δὲ λόγον ἄξουσιν ἐν ὕμνοις· 716 «δεῦτε, πεσόντες ἅπαντες ἐπὶ χθονὶ λισσώμεσθα 717 ἀθάνατον βασιλῆα, θεὸν μέγαν ἀέναόν τε. 718 πέμπωμεν πρὸς ναόν, ἐπεὶ μόνος ἐστὶ δυνάστης· 719 καὶ νόμον ὑψίστοιο θεοῦ φραζώμεθα πάντες, 714 γαῖα δὲ παγγενέτειρα σαλεύσεται ἤμασι κείνοις 720 ὅστε δικαιότατος πέλεται πάντων κατὰ γαῖαν. 721 ἡμεῖς δ´ ἀθανάτοιο τρίβου πεπλανημένοι ἦμεν, 722 ἔργα δὲ χειροποίητα σεβάσμεθα ἄφρονι θυμῷ 723 εἴδωλα ξόανά τε καταφθιμένων ἀνθρώπων.» 724 ταῦτα βοήσουσιν ψυχαὶ πιστῶν ἀνθρώπων· 725 [«δεῦτε, θεοῦ κατὰ δῆμον ἐπὶ στομάτεσσι πεσόντες 726 τέρψωμεν ὕμνοισι θεὸν γενετῆρα κατ´ οἴκους, 727 ἐχθρῶν ὅπλα ποριζόμενοι κατὰ γαῖαν ἅπασαν 728 ἑπτὰ χρόνων μήκη περιτελλομένων ἐνιαυτῶν, 729 πέλτας καὶ θυρεοὺς κόρυθας παμποίκιλά θ´ ὅπλα, 730 πολλά τε καὶ τόξων πληθὺν βελέων ἀδίκων τε· 731 οὐδὲ γὰρ ἐκ δρυμοῦ ξύλα κόψεται εἰς πυρὸς αὐγήν.»] 732 ἀλλά, τάλαιν´ Ἑλλάς, ὑπερήφανα παῦε φρονοῦσα· 733 λίσσεο δ´ ἀθάνατον μεγαλήτορα καὶ προφύλαξαι· 734 στεῖλον μὴ ἐπὶ τήνδε πόλιν 〈σὸν〉 λαὸν ἄβουλον, 735 ὅστε μὴ ἐξ ὁσίης γαίης πέλεται Μεγάλοιο. 736 μὴ κίνει Καμάριναν· ἀκίνητος γὰρ ἀμείνων· 737 πάρδαλιν ἐκ κοίτης· μή τοι κακὸν ἀντιβολήσῃ· 738 ἀλλ´ ἀπέχου, μηδ´ ἴσχ´ ὑπερήφανον ἐν στήθεσσιν 739 θυμὸν ὑπερφίαλον, στείλας πρὸς ἀγῶνα κραταιόν. 740 καὶ δούλευε θεῷ μεγάλῳ, ἵνα τῶνδε μετάσχῃς. 741 ὁππότε δὴ καὶ τοῦτο λάβῃ τέλος αἴσιμον ἦμαρ, 742 [εἰς δὲ βροτοὺς ἥξει κρίσις ἀθανάτοιο θεοῖο,] 743 ἥξει ἐπ´ ἀνθρώπους μεγάλη κρίσις ἠδὲ καὶ ἀρχή. 744 γῆ γὰρ παγγενέτειρα βροτοῖς δώσει τὸν ἄριστον 745 καρπὸν ἀπειρέσιον σίτου οἴνου καὶ ἐλαίου 746 [αὐτὰρ ἀπ´ οὐρανόθεν μέλιτος γλυκεροῦ ποτὸν ἡδύ 747 δένδρεά τ´ ἀκροδρύων καρπὸν καὶ πίονα μῆλα 748 καὶ βόας ἔκ τ´ ὀίων ἄρνας αἰγῶν τε χιμάρους·] 749 πηγάς τε ῥήξει γλυκερὰς λευκοῖο γάλακτος· 750 πλήρεις δ´ αὖτε πόλεις ἀγαθῶν καὶ πίονες ἀγροί 751 ἔσσοντ´· οὐδὲ μάχαιρα κατὰ χθονὸς οὐδὲ κυδοιμός· 752 οὐδὲ βαρὺ στενάχουσα σαλεύσεται οὐκέτι γαῖα· 753 οὐ πόλεμος οὐδ´ αὖτε κατὰ χθονὸς αὐχμὸς ἔτ´ ἔσται, 754 οὐ λιμὸς καρπῶν τε κακορρέκτειρα χάλαζα· 755 ἀλλὰ μὲν εἰρήνη μεγάλη κατὰ γαῖαν ἅπασαν, 756 καὶ βασιλεὺς βασιλῆι φίλος μέχρι τέρματος ἔσται 757 αἰῶνος, κοινόν τε νόμον κατὰ γαῖαν ἅπασαν 758 ἀνθρώποις τελέσειεν ἐν οὐρανῷ ἀστερόεντι 759 ἀθάνατος, ὅσα πέπρακται δειλοῖσι βροτοῖσιν. 760 αὐτὸς γὰρ μόνος ἐστὶ θεὸς κοὐκ ἔστιν ἔτ´ ἄλλος· 761 αὐτὸς καὶ πυρὶ φλέξειεν χαλεπῶν γένος ἀνδρῶν. 762 ἀλλὰ κατασπεύσαντες ἑὰς φρένας ἐν στήθεσσιν, 763 φεύγετε λατρείας ἀνόμους, τῷ ζῶντι λάτρευε· 764 μοιχείας πεφύλαξο καὶ ἄρσενος ἄκριτον εὐνήν· 765 τὴν δ´ ἰδίαν γένναν παίδων τρέφε μηδὲ φόνευε 766 ταῦτα γὰρ ἀθάνατος κεχολώσεται ὅς κεν ἁμάρτῃ. 767 καὶ τότε δὴ ἐξεγερεῖ βασιλήιον εἰς αἰῶνας 768 πάντας ἐπ´ ἀνθρώπους, ἅγιον νόμον ὅς ποτ´ ἔδωκεν 769 εὐσεβέσιν, τοῖς πᾶσιν ὑπέσχετο γαῖαν ἀνοίξειν 770 καὶ κόσμον μακάρων τε πύλας καὶ χάρματα πάντα 771 καὶ νοῦν ἀθάνατον αἰώνιον εὐφροσύνην τε. 772 πάσης δ´ ἐκ γαίης λίβανον καὶ δῶρα πρὸς οἴκους 773 οἴσουσιν μεγάλοιο θεοῦ· κοὐκ ἔσσεται ἄλλος 774 οἶκος ἐπ´ ἀνθρώποισι καὶ ἐσσομένοισι πυθέσθαι, 775 ἀλλ´ ὃν ἔδωκε θεὸς πιστοῖς ἄνδρεσσι γεραίρειν. 776 [υἱὸν γὰρ καλέουσι βροτοὶ μεγάλοιο θεοῖο,] 777 καὶ πᾶσαι πεδίοιο τρίβοι καὶ τρηχέες ὄχθαι 778 οὔρεά θ´ ὑψήεντα καὶ ἄγρια κύματα πόντου 779 εὔβατα καὶ εὔπλωτα γενήσεται ἤμασι κείνοις· 780 πᾶσα γὰρ εἰρήνη ἀγαθῶν ἐπὶ γαῖαν ἱκνεῖται· 781 ῥομφαίαν δ´ ἀφελοῦσι θεοῦ μεγάλοιο προφῆται· 782 αὐτοὶ γὰρ κριταί εἰσι βροτῶν βασιλεῖς τε δίκαιοι. 783 ἔσται δὴ καὶ πλοῦτος ἐν ἀνθρώποισι δίκαιος· 784 αὕτη γὰρ μεγάλοιο θεοῦ κρίσις ἠδὲ καὶ ἀρχή. 785 εὐφράνθητι, κόρη, καὶ ἀγάλλεο· σοὶ γὰρ ἔδωκεν 786 εὐφροσύνην αἰῶνος, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν. 787 ἐν σοὶ δ´ οἰκήσει· σοὶ δ´ ἔσσεται ἀθάνατον φῶς· 788 ἠδὲ λύκοι τε καὶ ἄρνες ἐν οὔρεσιν ἄμμιγ´ ἔδονται 789 χόρτον, παρδάλιές τ´ ἐρίφοις ἅμα βοσκήσονται· 790 ἄρκτοι σὺν μόσχοις νομάδες αὐλισθήσονται· 791 σαρκοβόρος τε λέων φάγεται ἄχυρον παρὰ φάτνῃ 792 ὡς βοῦς· καὶ παῖδες μάλα νήπιοι ἐν δεσμοῖσιν 793 ἄξουσιν· πηρὸν γὰρ ἐπὶ χθονὶ θῆρα ποιήσει. 794 σὺν βρέφεσίν τε δράκοντες ἅμ´ ἀσπίσι κοιμήσονται 795 κοὐκ ἀδικήσουσιν· χεὶρ γὰρ θεοῦ ἔσσετ´ ἐπ´ αὐτούς. 796 σῆμα δέ τοι ἐρέω μάλ´ ἀριφραδές, ὥστε νοῆσαι, 797 ἡνίκα δὴ πάντων τὸ τέλος γαίηφι γένηται. 798 ὁππότε κεν ῥομφαῖαι ἐν οὐρανῷ ἀστερόεντι 799 ἐννύχιαι ὀφθῶσι πρὸς ἕσπερον ἠδὲ πρὸς ἠῶ, 800 αὐτίκα καὶ κονιορτὸς ἀπ´ οὐρανόθεν προφέρηται 801 πρὸς γαῖαν ἅπαν, καί οἱ σέλας ἠελίοιο 802 ἐκλείψει κατὰ μέσσον ἀπ´ οὐρανοῦ ἠδὲ σελήνης 803 ἀκτῖνες προφανοῦσι καὶ ἂψ ἐπὶ γαῖαν ἵκονται· 804 αἵματι καὶ σταγόνεσσι πετρῶν δ´ ἄπο σῆμα γένηται· 805 ἐν νεφέλῃ δ´ ὄψεσθε μάχην πεζῶν 〈τε〉 καὶ ἱππέων 806 οἷα κυνηγεσίην θηρῶν, ὀμίχλῃσιν ὁμοίην. 807 τοῦτο τέλος πολέμοιο τελεῖ θεὸς οὐρανὸν οἰκῶν. 808 ἀλλὰ χρὴ πάντας θύειν μεγάλῳ βασιλῆι. 809 ταῦτά σοι Ἀσσυρίης Βαβυλώνια τείχεα μακρά 810 οἰστρομανὴς προλιποῦσα, ἐς Ἑλλάδα πεμπόμενον πῦρ 811 πᾶσι προφητεύουσα θεοῦ μηνίματα θνητοῖς 812 ὥστε προφητευσαί με βροτοῖς αἰνίγματα θεῖα. 813 καὶ καλέσουσι βροτοί με καθ´ Ἑλλάδα πατρίδος ἄλλης, 814 ἐξ Ἐρυθρῆς γεγαυῖαν ἀναιδέα· οἳ δέ με Κίρκης 815 μητρὸς καὶ Γνωστοῖο πατρὸς φήσουσι Σίβυλλαν 816 μαινομένην ψεύστειραν· ἐπὴν δὲ γένηται ἅπαντα, 817 τηνίκα μου μνήμην ποιήσετε κοὐκέτι μ´ οὐδείς 818 μαινομένην φήσειε, θεοῦ μεγάλοιο προφῆτιν. 819 οὐ γὰρ ἐμοὶ δήλωσεν, ἃ πρὶν γενετῆρσιν ἐμοῖσιν· 820 ὅσσα δὲ πρῶτ´ ἐγένοντο, τά μοι θεὸς κατέλεξε, 821 τῶν μετέπειτα δὲ πάντα θεὸς νόῳ ἐγκατέθηκεν, 822 ὥστε προφητεύειν με τά τ´ ἐσσόμενα πρό τ´ ἐόντα 823 καὶ λέξαι θνητοῖς. ὅτε γὰρ κατεκλύζετο κόσμος 824 ὕδασι, καί τις ἀνὴρ μόνος εὐδοκίμητος ἐλείφθη 825 ὑλοτόμῳ ἐνὶ οἴκῳ ἐπιπλώσας ὑδάτεσσιν 826 σὺν θηρσὶν πτηνοῖσί θ´, ἵν´ ἐμπλησθῇ πάλι κόσμος· 827 τοῦ μὲν ἐγὼ νύμφη καὶ ἀφ´ αἵματος αὐτοῦ ἐτύχθην, 828 τῷ τὰ πρῶτ´ ἐγένοντο· τὰ δ´ ἔσχατα πάντ´ ἀπεδείχθη· 829 ὥστ´ ἀπ´ ἐμοῦ στόματος τάδ´ ἀληθινὰ πάντα λελέχθω.