Εις νεκρόν Άδωνιν: Διαφορά μεταξύ των αναθεωρήσεων
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Ρομπότ: Αυτόματη αντικατάσταση κειμένου (-<div.*class="polytonic".*> +{{Πολυτονικό}}) |
μ Ρομποτ: Κλειδί αλφαβητισμού κατηγορίας |
||
Γραμμή 62: | Γραμμή 62: | ||
</div> |
</div> |
||
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]] |
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία|Εις νεκρον Αδωνιν]] |
||
[[Κατηγορία:Ποίηση]] |
[[Κατηγορία:Ποίηση|Εις νεκρον Αδωνιν]] |
Αναθεώρηση της 02:41, 18 Μαρτίου 2008
Ἄδωνιν ἡ Κυθήρη ὡς εἶδε νεκρὸν ἤδη, στυγνὰν ἔχοντα χαίταν ὠχράν τε τὰν παρειάν, 5 ἄγειν τὸν ὗν πρὸς αὑτὰν ἔταξε τὼς Ἔρωτας. Οἱ δ᾽ εὐθέως ποτανοὶ πᾶσαν δραμόντες ὕλαν, στυγνὸν τὸν ὗν ἀνεῦρον, 10 δῆσάν τε κἀπέδησαν. Χὠ μέν, βρόχῳ καθάψας ἔσυρεν αἰχμάλωτον· ὁ δ᾽, ἐξόπισθ᾽ ἐλαύνων, ἔτυπτε τοῖσι τόξοις. 15 Ὁ θὴρ δ᾽ ἔβαινε δειλῶς· φοβεῖτο γὰρ Κυθήρην. Τῷ δ᾽ εἶπεν Ἀφροδίτα· “Πάντων κάκιστε θηρῶν, σὺ τόνδε μηρὸν ἴψω; 20 Σύ μευ τὸν ἄνδρ᾽ ἔτυψας; ” Ὁ θὴρ δ᾽ ἔλεξεν ὦδε· “Ὄμνυσί σοι, Κυθήρη, αὐτάν σε, καὶ τὸν ἄνδρα, καὶ ταῦτά μευ τὰ δεσμὰ, 25 καὶ τώσδε τὼς κυναγώς, τόν ἄνδρα τὸν καλόν σευ οὐκ ἤθελον πατάξαι· ἀλλ᾽ ὡς ἄγαλμ᾽ ἐσεῖδον, καί, μὴ φέρων τὸ καῦμα, γυμνὸν τὸν εἶχε μηρὸν ἐμαινόμαν φιλάσαι, 30 καί μευ σίναζε κραντήρ. Τούτους λαβοῦσα, Κύπρι, τούτους κόλαζε, τέμνε·— τί γὰρ φέρω περισσούς;— ἐρωτικοὺς ὀδόντας· εἰ δ᾽ οὐχὶ σοι τάδ᾽ ἀρκεῖ, καὶ ταῦτ᾽ ἐμεῦ τὰ χείλη· τί γὰρ φιλεῖν ἐτόλμων; ” 35 Τὸν δ᾽ ἠλέησε Κύπρις, εἶπέν τε τοῖς Ἔρωσιν τὰ δεσμά οἱ ᾽πιλῦσαι. Ἐκ τῶδ᾽ ἐπηκολούθει, καἰς ὕλαν οὐκ ἔβαινεν· 40 καὶ τῷ πυρὶ προσελθὼν ἔκαιε τὼς ἔρωτας.