Εις νεκρόν Άδωνιν: Διαφορά μεταξύ των αναθεωρήσεων

Από Βικιθήκη
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Robot: Removing from Κατηγορία:Αρχαία
μ Ρομπότ: Αυτόματη αντικατάσταση κειμένου (-<div.*class="polytonic".*> +{{Πολυτονικό}})
Γραμμή 1: Γραμμή 1:
{{Πολυτονικό}}
<div class="polytonic" lang="grc">


{{Τίτλος2|Θεόκριτος|'''Εις νεκρόν Άδωνιν'''}}
{{Τίτλος2|Θεόκριτος|'''Εις νεκρόν Άδωνιν'''}}

Αναθεώρηση της 21:34, 29 Μαρτίου 2007



Θεόκριτος

Εις νεκρόν Άδωνιν



        Ἄδωνιν ἡ Κυθήρη
        ὡς εἶδε νεκρὸν ἤδη,
        στυγνὰν ἔχοντα χαίταν
        ὠχράν τε τὰν παρειάν,

5      ἄγειν τὸν ὗν πρὸς αὑτὰν
        ἔταξε τὼς Ἔρωτας.
        Οἱ δ᾽ εὐθέως ποτανοὶ
        πᾶσαν δραμόντες ὕλαν,
        στυγνὸν τὸν ὗν ἀνεῦρον,

10    δῆσάν τε κἀπέδησαν.
        Χὠ μέν, βρόχῳ καθάψας
        ἔσυρεν αἰχμάλωτον·
        ὁ δ᾽, ἐξόπισθ᾽ ἐλαύνων,
        ἔτυπτε τοῖσι τόξοις.

15    Ὁ θὴρ δ᾽ ἔβαινε δειλῶς·
        φοβεῖτο γὰρ Κυθήρην.
        Τῷ δ᾽ εἶπεν Ἀφροδίτα·
        “Πάντων κάκιστε θηρῶν,
        σὺ τόνδε μηρὸν ἴψω;

20    Σύ μευ τὸν ἄνδρ᾽ ἔτυψας; ”
        Ὁ θὴρ δ᾽ ἔλεξεν ὦδε·
        “Ὄμνυσί σοι, Κυθήρη,
        αὐτάν σε, καὶ τὸν ἄνδρα,
        καὶ ταῦτά μευ τὰ δεσμὰ,

25    καὶ τώσδε τὼς κυναγώς,
        τόν ἄνδρα τὸν καλόν σευ
        οὐκ ἤθελον πατάξαι·
        ἀλλ᾽ ὡς ἄγαλμ᾽ ἐσεῖδον,
        καί, μὴ φέρων τὸ καῦμα,
        γυμνὸν τὸν εἶχε μηρὸν
        ἐμαινόμαν φιλάσαι,

30    καί μευ σίναζε κραντήρ.
        Τούτους λαβοῦσα, Κύπρι,
        τούτους κόλαζε, τέμνε·—
        τί γὰρ φέρω περισσούς;—
        ἐρωτικοὺς ὀδόντας·
        εἰ δ᾽ οὐχὶ σοι τάδ᾽ ἀρκεῖ,
        καὶ ταῦτ᾽ ἐμεῦ τὰ χείλη·
        τί γὰρ φιλεῖν ἐτόλμων; ”

35    Τὸν δ᾽ ἠλέησε Κύπρις,
        εἶπέν τε τοῖς Ἔρωσιν
        τὰ δεσμά οἱ ᾽πιλῦσαι.
        Ἐκ τῶδ᾽ ἐπηκολούθει,
        καἰς ὕλαν οὐκ ἔβαινεν·

40    καὶ τῷ πυρὶ προσελθὼν
        ἔκαιε τὼς ἔρωτας.