Ρωμαϊκή Αρχαιολογία/α/71: Διαφορά μεταξύ των αναθεωρήσεων

Από Βικιθήκη
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ →‎top: clean up, αφαίρεσε: </div> με τη χρήση AWB
 
Γραμμή 79: Γραμμή 79:


{{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 01 71}}
{{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 01 71}}
[[Κατηγορία:Ιστορία]]
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]

Τελευταία αναθεώρηση της 14:50, 4 Νοεμβρίου 2021

Κεφάλαια 71–80
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος α΄


LXXI. 1. Σιλουΐου δ´ ἑνὸς δέοντα τριάκοντα ἔτη κατασχόντος τὴν ἀρχὴν Αἰνείας υἱὸς αὐτοῦ διαδεξάμενος τὴν δυναστείαν ἑνὶ πλείω τριάκοντα ἐτῶν ἐβασίλευσεν. Μετὰ δὲ τοῦτον ἓν καὶ πεντήκοντα Λατῖνος ἦρξεν ἔτη. Ἄλβας δὲ μετὰ τοῦτον ἑνὸς δέοντα τετταράκοντα ἔτη. μετὰ δὲ Ἄλβαν Κάπετος ἓξ ἐπὶ τοῖς εἴκοσιν. Ἔπειτα Κάπυς δυεῖν δέοντα τριάκοντα. μετὰ δὲ Κάπυν Κάλπετος ἄχρι τρισκαίδεκα ἐτῶν κατέσχε τὴν ἀρχήν.
2. Ἑξῆς δὲ Τιβερῖνος ὀκταετῆ χρόνον ἐβασίλευσεν. Τελευτῆσαι δ´ οὗτος ἐν μάχῃ παρὰ ποταμῷ γενομένῃ λέγεται· παρενεχθεὶς δὲ ὑπὸ τοῦ ῥεύματος ἐπώνυμον ἑαυτῷ κατέλιπε τὸν ποταμὸν Ἄλβουλαν καλούμενον πρότερον. Τιβερίνου δὲ διάδοχος Ἀγρίππας ἓν καὶ τετταράκοντα ἐβασίλευσεν ἔτη.
3. Μετὰ δὲ Ἀγρίππαν Ἀλλώδιος τυραννικόν τι χρῆμα καὶ θεοῖς ἀπεχθόμενον ἑνὸς δέοντα εἴκοσιν· ᾧ περιφρονοῦντι τὰ δαιμόνια κατεσκεύαστο κεραυνῶν τε μιμήματα καὶ κτύποι βρονταῖς ἐμφερεῖς, οἷς δεδίττεσθαι τοὺς ἀνθρώπους ὡς θεὸς ἠξίου. Ὄμβρων δὲ καὶ κεραυνῶν εἰς τὸν οἶκον αὐτοῦ κατασκηψάντων τῆς τε λίμνης, παρ´ ἣν οἰκῶν ἐτύγχανε, πλημμύραν οὐκ εἰωθυῖαν λαβούσης κατακλυσθεὶς πανοίκιος ἀπόλλυται. Καὶ νῦν ἔτι διαλαμπούσης τῆς λίμνης ἐν μέρει τινί, ὅταν ὑπονοστήσῃ τὸ νᾶμα καὶ σταθερὸς ὁ βυθὸς γένηται, παστάδων ἐρείπια καὶ ἄλλα οἰκήσεως ἴχνη φαίνεται.
4. Ἀουεντῖνος δὲ παρὰ τούτου τὴν δυναστείαν διαδεξάμενος, ἀφ´ οὗ τῶν ἑπτὰ λόφων τις ἐπώνυμος ἐγένετο τῶν συμπεπολισμένων τῇ Ῥώμῃ, τριάκοντα καὶ ἑπτὰ ἔτη τὴν ἀρχὴν κατέσχεν. Πρόκας δὲ μετὰ τοῦτον ἔτη εἴκοσι καὶ τρία. ἔπειτα Ἀμόλιος οὐ σὺν δίκῃ τὴν βασιλείαν κατασχὼν Νεμέτορι προσήκουσαν, ὃς ἦν αὐτῷ πρεσβύτερος ἀδελφός, δύο καὶ τετταράκοντα ἔτη δυναστεύει.
5. Ἀμολίου δὲ ἀναιρεθέντος ὑπὸ Ῥωμύλου καὶ Ῥώμου τῶν ἐκ τῆς ἱερᾶς κόρης γενομένων, ὡς αὐτίκα λεχθήσεται, μετὰ τὸν ἐκείνου θάνατον ἀπολαμβάνει τὴν κατὰ νόμον δυναστείαν Νεμέτωρ ὁ τῶν νεανίσκων μητροπάτωρ. Τῷ δ´ ἑξῆς ἔτει τῆς Νεμέτορος ἀρχῆς, δευτέρῳ δὲ καὶ τριακοστῷ καὶ τετρακοσιοστῷ μετὰ τὴν Ἰλίου ἅλωσιν, ἀποικίαν στείλαντες Ἀλβανοὶ Ῥωμύλου καὶ Ῥώμου τὴν ἡγεμονίαν αὐτῆς ἐχόντων κτίζουσι Ῥώμην ἔτους ἐνεστῶτος πρώτου τῆς ἑβδόμης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Δαϊκλῆς Μεσσήνιος, ἄρχοντος Ἀθήνησι Χάροπος ἔτος τῆς δεκαετίας πρῶτον.

LXXII. 1. Ἀμφισβητήσεως δὲ πολλῆς οὔσης καὶ περὶ τοῦ χρόνου τῆς κτίσεως καὶ περὶ τῶν οἰκιστῶν τῆς πόλεως οὐδὲ αὐτὸς ᾤμην δεῖν ὥσπερ ὁμολογούμενα πρὸς ἁπάντων ἐξ ἐπιδρομῆς ἐπελθεῖν. Κεφάλων μὲν γὰρ ὁ Γεργίθιος, συγγραφεὺς παλαιὸς πάνυ δευτέρᾳ γενεᾷ μετὰ τὸν Ἰλιακὸν πόλεμον ἐκτίσθαι λέγει τὴν πόλιν ὑπὸ τῶν ἐξ Ἰλίου διασωθέντων σὺν Αἰνείᾳ, οἰκιστὴν δὲ αὐτῆς ἀποφαίνει τὸν ἡγησάμενον τῆς ἀποικίας Ῥῶμον, τοῦτον δ´ εἶναι τῶν Αἰνείου παίδων ἕνα· τέτταρας δέ φησιν Αἰνείᾳ γενέσθαι παῖδας, Ἀσκάνιον, Εὐρυλέοντα, Ῥωμύλον, Ῥῶμον. Εἴρηται δὲ καὶ Δημαγόρᾳ καὶ Ἀγαθύλλῳ καὶ ἄλλοις συχνοῖς ὅ τε χρόνος καὶ ὁ τῆς ἀποικίας ἡγεμὼν ὁ αὐτός.
2. Ὁ δὲ τὰς ἱερείας τὰς ἐν Ἄργει καὶ τὰ καθ´ ἑκάστην πραχθέντα συναγαγὼν Αἰνείαν φησὶν ἐκ Μολοττῶν εἰς Ἰταλίαν ἐλθόντα μετ´ Ὀδυσσέα οἰκιστὴν γενέσθαι τῆς πόλεως, ὀνομάσαι δ´ αὐτὴν ἀπὸ μιᾶς τῶν Ἰλιάδων Ῥώμης. Ταύτην δὲ λέγει ταῖς ἄλλαις Τρωάσι παρακελευσαμένην κοινῇ μετ´ αὐτῶν ἐμπρῆσαι τὰ σκάφη βαρυνομένην τῇ πλάνῃ. Ὁμολογεῖ δ´ αὐτῷ καὶ Δαμαστὴς ὁ Σιγεὺς καὶ ἄλλοι τινές.
3. Ἀριστοτέλης δὲ ὁ φιλόσοφος Ἀχαιῶν τινας ἱστορεῖ τῶν ἀπὸ Τροίας ἀνακομισαμένων περιπλέοντας Μαλέαν, ἔπειτα χειμῶνι βιαίῳ καταληφθέντας τέως μὲν ὑπὸ τῶν πνευμάτων φερομένους πολλαχῇ τοῦ πελάγους πλανᾶσθαι, τελευτῶντας δ´ ἐλθεῖν εἰς τὸν τόπον τοῦτον τῆς Ὀπικῆς, ὃς καλεῖται Λατίνιον ἐπὶ τῷ Τυρρηνικῷ πελάγει κείμενος.
4. Ἀσμένους δὲ τὴν γῆν ἰδόντας ἀνελκῦσαί τε τὰς ναῦς αὐτόθι καὶ διατρῖψαι τὴν χειμερινὴν ὥραν παρασκευαζομένους ἔαρος ἀρχομένου πλεῖν. Ἐμπρησθεισῶν δὲ αὐτοῖς ὑπὸ νύκτα τῶν νεῶν οὐκ ἔχοντας ὅπως ποιήσονται τὴν ἄπαρσιν, ἀβουλήτῳ ἀνάγκῃ τοὺς βίους ἐν ᾧ κατήχθησαν χωρίῳ ἱδρύσασθαι. Συμβῆναι δὲ αὐτοῖς τοῦτο διὰ γυναῖκας αἰχμαλώτους, ἃς ἔτυχον ἄγοντες ἐξ Ἰλίου. Ταύτας δὲ κατακαῦσαι τὰ πλοῖα φοβουμένας τὴν οἴκαδε τῶν Ἀχαιῶν ἄπαρσιν, ὡς εἰς δουλείαν ἀφιξομένας.
5. Καλλίας δὲ ὁ τὰς Ἀγαθοκλέους πράξεις ἀναγράψας Ῥώμην τινὰ Τρωάδα τῶν ἀφικνουμένων ἅμα τοῖς ἄλλοις Τρωσὶν εἰς Ἰταλίαν γήμασθαι Λατίνῳ τῷ βασιλεῖ τῶν Ἀβοριγίνων καὶ γεννῆσαι τρεῖς παῖδας, Ῥῶμον καὶ Ῥωμύλον καὶ Τηλέγονον ..... οἰκίσαντας δὲ πόλιν, ἀπὸ τῆς μητρὸς αὐτῇ θέσθαι τοὔνομα. Ξεναγόρας δὲ ὁ συγγραφεὺς Ὀδυσσέως καὶ Κίρκης υἱοὺς γενέσθαι τρεῖς, Ῥῶμον, Ἀντείαν, Ἀρδείαν· οἰκίσαντας δὲ τρεῖς πόλεις ἀφ´ ἑαυτῶν θέσθαι τοῖς κτίσμασι τὰς ὀνομασίας.
6. Διονύσιος δὲ ὁ Χαλκιδεὺς οἰκιστὴν μὲν ἀποφαίνει τῆς πόλεως Ῥῶμον· τοῦτον δὲ λέγει κατὰ μέν τινας Ἀσκανίου, κατὰ δέ τινας Ἠμαθίωνος εἶναι παῖδα. εἰσὶ δέ τινες οἳ τὴν Ῥώμην ἐκτίσθαι λέγουσιν ὑπὸ Ῥώμου τοῦ Ἰταλοῦ, μητρὸς δὲ Λευκαρίας τῆς Λατίνου θυγατρός.

LXXIII. 1. Ἔχων δὲ πολλοὺς καὶ ἄλλους τῶν Ἑλληνικῶν παρέχεσθαι συγγραφέων, οἳ διαφόρους ἀποφαίνουσι τοὺς οἰκιστὰς τῆς πόλεως, ἵνα μὴ δόξω μακρηγορεῖν ἐπὶ τοὺς Ῥωμαίων ἐλεύσομαι συγγραφεῖς. Παλαιὸς μὲν οὖν οὔτε συγγραφεὺς οὔτε λογογράφος ἐστὶ Ῥωμαίων οὐδὲ εἷς· ἐκ παλαιῶν μέντοι λόγων ἐν ἱεραῖς δέλτοις σωζομένων ἕκαστός τι παραλαβὼν ἀνέγραψεν.
2. Τούτων δέ τινες μὲν Αἰνείου γενέσθαι υἱοὺς λέγουσι Ῥωμύλον τε καὶ Ῥῶμον τοὺς οἰκιστὰς τῆς Ῥώμης, ἕτεροι δὲ θυγατρὸς Αἰνείου παῖδας, ὅτου δὲ πατρὸς οὐκέτι διορίζοντες· δοθῆναι δ´ αὐτοὺς ὑπ´ Αἰνείου Λατίνῳ τῷ βασιλεῖ τῶν Ἀβοριγίνων ὁμηρεύσοντας, ὅτε καὶ αἱ πίστεις τοῖς ἐπιχωρίοις πρὸς τοὺς ἐπήλυδας ἐγένοντο. Ἀσπαζόμενον δὲ αὐτοὺς Λατῖνον τῇ τε ἄλλῃ θεραπείᾳ περιέπειν εὖ καὶ ἐκγόνου ἄρρενος ἄπαιδα τελευτῶντα διαδόχους μέρους τινὸς τῆς ἑαυτοῦ ἀρχῆς καταλιπεῖν.
3. Ἄλλοι δὲ λέγουσιν Αἰνείου τελευτήσαντος Ἀσκάνιον ἅπασαν τὴν Λατίνων ἀρχὴν παραλαβόντα νείμασθαι πρὸς τοὺς ἀδελφοὺς Ῥωμύλον τε καὶ Ῥῶμον τήν τε χώραν καὶ τὴν δύναμιν τὴν Λατίνων τριχῇ· αὐτὸν μὲν δὴ τήν τε Ἄλβαν κτίσαι καὶ ἄλλ´ ἄττα πολίσματα· Ῥῶμον δὲ Καπύην μὲν ἀπὸ τοῦ προπάππου Κάπυος, Ἀγχίσην δὲ ἀπὸ τοῦ προπάτορος Ἀγχίσου, Αἰνείαν δὲ τὴν ὕστερον κληθεῖσαν Ἰάνικλον ἀπὸ τοῦ πατρός, Ῥώμην δὲ ἀφ´ ἑαυτοῦ, ταύτην δὲ χρόνους τινὰς ἐρημωθεῖσαν ἑτέρας αὖθις ἐλθούσης ἀποικίας, ἣν Ἀλβανοὶ ἔστειλαν ἡγουμένου Ῥωμύλου καὶ Ῥώμου, τὴν ἀρχαίαν κτίσιν ἀπολαβεῖν· ὥστε διττὰς εἶναι τῆς Ῥώμης τὰς κτίσεις· τὴν μὲν ὀλίγον ὕστερον τῶν Τρωικῶν γενομένην, τὴν δὲ πεντεκαίδεκα γενεαῖς ὑστεροῦσαν τῆς προτέρας.
4. Εἰ δέ τις ἀπιδεῖν βουλήσεται τὰ προσωτέρω καὶ τρίτη τις ἀρχαιοτέρα τούτων εὑρεθήσεται Ῥώμη γενομένη πρὶν Αἰνείαν καὶ Τρῶας ἐλθεῖν εἰς Ἰταλίαν. Ταῦτα δὲ οὐ τῶν ἐπιτυχόντων τις οὐδὲ νέων συγγραφεὺς ἱστόρηκεν, ἀλλ´ Ἀντίοχος ὁ Συρακούσιος, οὗ καὶ πρότερον ἐμνήσθην. φησὶ δὲ Μόργητος ἐν Ἰταλίᾳ βασιλεύοντος (ἦν δὲ τότε Ἰταλία ἡ ἀπὸ Τάραντος ἄχρι Ποσειδωνίας παράλιος) ἐλθεῖν ὡς αὐτὸν ἄνδρα φυγάδα ἐκ Ῥώμης. Λέγει δὲ ὧδε· « « Ἐπεὶ δὲ Ἰταλὸς κατεγήρα, Μόργης ἐβασίλευσεν. ἐπὶ τούτου δὲ ἀνὴρ ἀφίκετο ἐκ Ῥώμης φυγάς· Σικελὸς ὄνομα αὐτῷ. »
5. Κατὰ μὲν δὴ τὸν Συρακούσιον συγγραφέα παλαιά τις εὑρίσκεται καὶ προτεροῦσα τῶν Τρωικῶν χρόνων (ἡ) Ῥώμη. Πότερον δὲ περὶ τοὺς αὐτοὺς ἦν τόπους, ἐν οἷς ἡ νῦν οἰκουμένη πόλις ἐστίν, ἢ χωρίον ἕτερον ἐτύγχανεν οὕτως ὀνομαζόμενον ἀσαφὲς ἐκείνου καταλιπόντος οὐδ´ ἐγὼ δύναμαι συμβαλεῖν. Περὶ μὲν οὖν τῶν παλαιῶν κτίσεων ἱκανὰ ἡγοῦμαι τὰ προειρημένα.

LXXIV. 1. Τὸν δὲ τελευταῖον γενόμενον τῆς Ῥώμης οἰκισμὸν ἢ κτίσιν ἢ ὅτι δήποτε χρὴ καλεῖν Τίμαιος μὲν ὁ Σικελιώτης οὐκ οἶδ´ ὅτῳ κανόνι χρησάμενος ἅμα Καρχηδόνι κτιζομένῃ γενέσθαι φησὶν ὀγδόῳ καὶ τριακοστῷ πρότερον ἔτει τῆς πρώτης ὀλυμπιάδος. Λεύκιος δὲ Κίγκιος ἀνὴρ τῶν ἐκ τοῦ βουλευτικοῦ συνεδρίου περὶ τὸ τέταρτον ἔτος τῆς δωδεκάτης ὀλυμπιάδος. Κόϊντος δὲ Φάβιος κατὰ τὸ πρῶτον ἔτος τῆς ὀγδόης ὀλυμπιάδος.
2. Κάτων δὲ Πόρκιος Ἑλληνικὸν μὲν οὐχ ὁρίζει χρόνον, ἐπιμελὴς δὲ γενόμενος, εἰ καί τις ἄλλος, περὶ τὴν συναγωγὴν τῆς ἀρχαιολογουμένης ἱστορίας ἔτεσιν ἀποφαίνει δυσὶ καὶ τριάκοντα καὶ τετρακοσίοις ὑστεροῦσαν τῶν Ἰλιακῶν. Ὁ δὲ χρόνος οὗτος ἀναμετρηθεὶς ταῖς Ἐρατοσθένους χρονογραφίαις κατὰ τὸ πρῶτον ἔτος πίπτει τῆς ἑβδόμης ὀλυμπιάδος. Ὅτι δέ εἰσιν οἱ κανόνες ὑγιεῖς, οἷς Ἐρατοσθένης κέχρηται, καὶ πῶς ἄν τις ἀπευθύνοι τοὺς Ῥωμαίων χρόνους πρὸς τοὺς Ἑλληνικούς, ἐν ἑτέρῳ δεδήλωταί μοι λόγῳ.
3. Οὐ γὰρ ἠξίουν ὡς Πολύβιος ὁ Μεγαλοπολίτης τοσοῦτο μόνον εἰπεῖν, ὅτι κατὰ τὸ δεύτερον ἔτος τῆς ἑβδόμης ὀλυμπιάδος τὴν Ῥώμην ἐκτίσθαι πείθομαι, οὐδ´ ἐπὶ τοῦ παρὰ τοῖς ἀρχιερεῦσι κειμένου πίνακος ἑνὸς καὶ μόνου τὴν πίστιν ἀβασάνιστον καταλιπεῖν, ἀλλὰ τοὺς ἐπιλογισμούς, οἷς αὐτὸς προσεθέμην, εἰς μέσον ὑπευθύνους τοῖς βουληθεῖσιν ἐσομένους ἐξενεγκεῖν.
4. Ἡ μὲν οὖν ἀκρίβεια ἐν ἐκείνῳ δηλοῦται τῷ λόγῳ, λεχθήσεται δὲ καὶ διὰ τῆσδε τῆς πραγματείας αὐτὰ τἀναγκαιότατα. Ἔχει δὲ οὕτως· ἡ Κελτῶν ἔφοδος, καθ´ ἣν ἡ Ῥωμαίων πόλις ἑάλω, συμφωνεῖται σχεδὸν ὑπὸ πάντων ἄρχοντος Ἀθήνησι Πυργίωνος γενέσθαι κατὰ τὸ πρῶτον ἔτος τῆς ὀγδόης καὶ ἐνενηκοστῆς ὀλυμπιάδος. ὁ δὲ πρὸ τῆς καταλήψεως χρόνος ἀναγόμενος εἰς Λεύκιον Ἰούνιον Βροῦτον καὶ Λεύκιον Ταρκύνιον Κολλατῖνον τοὺς πρώτους ὑπατεύσαντας ἐν Ῥώμῃ μετὰ τὴν κατάλυσιν τῶν βασιλέων ἔτη περιείληφεν εἴκοσι πρὸς τοῖς ἑκατόν.
5. Δηλοῦται δὲ ἐξ ἄλλων τε πολλῶν καὶ τῶν καλουμένων τιμητικῶν ὑπομνημάτων, ἃ διαδέχεται παῖς παρὰ πατρὸς καὶ περὶ πολλοῦ ποιεῖται τοῖς μεθ´ ἑαυτὸν ἐσομένοις ὥσπερ ἱερὰ πατρῷα παραδιδόναι· πολλοὶ
δ´ εἰσὶν ἀπὸ τῶν τιμητικῶν οἴκων ἄνδρες ἐπιφανεῖς οἱ διαφυλάττοντες αὐτά· ἐν οἷς εὑρίσκω δευτέρῳ πρότερον ἔτει τῆς ἁλώσεως τίμησιν ὑπὸ τοῦ Ῥωμαίων δήμου γενομένην, ᾗ παραγέγραπται καθάπερ καὶ ταῖς ἄλλαις χρόνος οὗτος· « Ὑπατεύοντος Λευκίου Οὐαλερίου Ποτίτου καὶ Τίτου Μαλλίου Καπιτωλίνου μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων ἑνὸς δέοντι εἰκοστῷ καὶ ἑκατοστῷ ἔτει. »
6. Ὥστε τὴν Κελτικὴν ἔφοδον, ἣν τῷ δευτέρῳ μετὰ τὴν τίμησιν ἔτει γενομένην εὑρίσκομεν, ἐκπεπληρωμένων τῶν εἴκοσι καὶ ἑκατὸν ἐτῶν γενέσθαι. Εἰ δὲ τοῦτο τὸ διάστημα τοῦ χρόνου τριάκοντα ὀλυμπιάδων εὑρίσκεται γενόμενον, ἀνάγκη τοὺς πρώτους ἀποδειχθέντας ὑπάτους ὁμολογεῖν ἄρχοντος Ἀθήνησιν Ἰσαγόρου παρειληφέναι τὴν ἀρχὴν κατὰ τὸ πρῶτον ἔτος τῆς ὀγδόης καὶ ἑξηκοστῆς ὀλυμπιάδος.

LXXV. 1. Καὶ μὴν ἀπό γε τῆς ἐκβολῆς τῶν βασιλέων ἐπὶ τὸν πρῶτον ἄρξαντα τῆς πόλεως Ῥωμύλον ἀναβιβασθεὶς ὁ χρόνος ἔτη τέτταρα πρὸς τοῖς τετταράκοντα καὶ διακοσίοις ἀποτελεῖ. γνωρίζεται δὲ τοῦτο ταῖς διαδοχαῖς τῶν βασιλέων καὶ τοῖς ἔτεσιν, οἷς ἕκαστοι κατέσχον τὴν ἀρχήν. Ῥωμύλος μὲν γὰρ ὁ κτίσας τὴν πόλιν ἑπτὰ καὶ τριάκοντα ἔτη λέγεται κατασχεῖν τὴν δυναστείαν· μετὰ δὲ τὸν Ῥωμύλου θάνατον ἀβασίλευτος ἡ πόλις γενέσθαι χρόνον ἐνιαύσιον.
2. Ἔπειτα Νόμας Πομπίλιος αἱρεθεὶς ὑπὸ τοῦ δήμου τρία καὶ τετταράκοντα ἔτη βασιλεῦσαι. Τύλλος δὲ Ὁστίλιος μετὰ Νόμαν δύο καὶ τριάκοντα. Ὁ δ´ ἐπὶ τούτῳ βασιλεύσας Ἄγκος Μάρκιος τέτταρα πρὸς τοῖς εἴκοσι. Μετὰ δὲ Μάρκιον Λεύκιος Ταρκύνιος ὁ κληθεὶς Πρίσκος ὀκτὼ καὶ τριάκοντα. Τοῦτον δὲ διαδεξάμενος Σερούϊος Τύλλιος τετταράκοντα καὶ τέτταρα. Ὁ Σερούϊον δὲ ἀνελὼν Λεύκιος Ταρκύνιος ὁ τυραννικὸς καὶ διὰ τὴν τοῦ δικαίου ὑπεροψίαν κληθεὶς Σούπερβος ἕως εἰκοστοῦ καὶ πέμπτου προαγαγεῖν τὴν ἀρχήν.
3. Τεττάρων δὲ καὶ τετταράκοντα καὶ διακοσίων ἀναπληρουμένων ἐτῶν, ἃ κατέσχον οἱ βασιλεῖς, ὀλυμπιάδων δὲ μιᾶς καὶ ἑξήκοντα πᾶσα ἀνάγκη τὸν πρῶτον ἄρξαντα τῆς πόλεως Ῥωμύλον ἔτει πρώτῳ τῆς ἑβδόμης ὀλυμπιάδος παρειληφέναι τὴν βασιλείαν ἄρχοντος Ἀθήνησι τῆς δεκαετίας Χάροπας ἔτος πρῶτον. Τοῦτο γὰρ ὁ λογισμὸς τῶν ἐτῶν ἀπαιτεῖ. Ὅτι δὲ τοσαῦτα ἕκαστος τῶν βασιλέων ἦρξεν ἔτη δι´ ἐκείνου δηλοῦταί μοι τοῦ λόγου.
4. Τὰ μὲν δὴ περὶ τοῦ χρόνου καθ´ ὃν ἡ νῦν δυναστεύουσα πόλις ᾠκίσθη τοῖς τε πρὸ ἐμοῦ γενομένοις εἰρημένα κἀμοὶ δοκοῦντα τοιάδ´ ἐστιν. Οἰκισταὶ δ´ αὐτῆς οἵτινες ἦσαν καὶ τίσι τύχαις χρησάμενοι τὴν ἀποικίαν ἔστειλαν ὅσα τε ἄλλα περὶ τὴν κτίσιν ταύτην ἱστόρηται πολλοῖς μὲν εἴρηται καὶ διαφόρως τὰ πλεῖστα ἐνίοις, λεχθήσεται δὲ κἀμοὶ τὰ πιθανώτατα τῶν μνημονευομένων. Ἔχει δὲ ὧδε·

LXXVI. 1. Ἀμόλιος ἐπειδὴ παρέλαβε τὴν Ἀλβανῶν βασιλείαν τὸν πρεσβύτερον ἀδελφὸν Νεμέτορα τῷ κατισχῦσαι τῆς πατρίου τιμῆς ἀπείρξας, τά τε ἄλλα κατὰ πολλὴν ὑπεροψίαν τῶν δικαίων ἔδρα καὶ τελευτῶν ἔρημον γένους τὸν οἶκον τοῦ Νεμέτορος ἐπεβούλευσε ποιῆσαι, τοῦ τε δίκην ὑποσχεῖν φόβῳ καὶ ἔρωτι μὴ παυσθῆναί ποτε τῆς ἀρχῆς.
2. Βουλευσάμενος δὲ ταῦτα ἐκ πολλοῦ πρῶτον μὲν τὸν υἱὸν τοῦ Νεμέτορος Αἴγεστον ἄρτι γενειάζοντα φυλάξας ἔνθα ἐκυνηγέτει, προλοχίσας τοῦ χωρίου τὸ ἀφανέστατον, ἐξελθόντα ἐπὶ θήραν ἀποκτείνει καὶ παρεσκεύασε λέγεσθαι μετὰ τὸ ἔργον ὡς ὑπὸ λῃστῶν ἀναιρεθείη τὸ μειράκιον. Οὐ μέντοι κρείττων ἡ κατασκευαστὴ δόξα τῆς σιωπωμένης ἀληθείας ἐγένετο, ἀλλὰ πολλοῖς καὶ παρὰ τὸ ἀσφαλὲς ἐτολμᾶτο λέγεσθαι τὸ πραχθέν.
3. Νεμέτωρ δὲ ᾔδει μὲν τὸ ἔργον, λογισμῷ δὲ κρείττονι τοῦ πάθους χρώμενος ἄγνοιαν ἐσκήπτετο εἰς ἀκινδυνότερον ἀναβαλέσθαι χρόνον τὴν ὀργὴν βουλευσάμενος. Ἀμόλιος δὲ τὰ τοῦ μειρακίου ὑπολαβὼν λεληθέναι δεύτερα τάδε ἐποίει· τὴν θυγατέρα τοῦ Νεμέτορος Ἰλίαν, ὡς δέ τινες γράφουσι Ῥέαν ὄνομα, Σιλουΐαν δ´ ἐπίκλησιν, ἐν ἀκμῇ γάμου γενομένην ἱέρειαν ἀποδείκνυσιν Ἑστίας, ὡς μὴ τάχιον εἰς ἀνδρὸς ἐλθοῦσα τέκῃ τιμωροὺς τῷ γένει. Πενταετοῦς δὲ οὐκ ἐλάττω χρόνου ἔδει τὰς ἱερὰς κόρας ἁγνὰς διαμεῖναι γάμων, αἷς ἀνατέθειται τοῦ τε ἀσβέστου πυρὸς ἡ φυλακὴ καὶ εἴ τι ἄλλο θρησκεύεσθαι τῷ κοινῷ διὰ παρθένων νόμιμον ἦν.
4. Ἔπραττε δὲ Ἀμόλιος τοῦτο μετ´ ὀνομάτων καλῶν, ὡς τιμὴν τῷ γένει καὶ κόσμον περιτιθεὶς οὔτε αὐτὸς εἰσηγησάμενος τὸν νόμον τόνδε οὔτε κοινῷ ὄντι πρῶτον ἀναγκάσας τῶν ἐν ἀξιώματι χρῆσθαι τὸν ἀδελφόν, ἐν ἔθει δὲ τοῖς Ἀλβανοῖς καὶ ἐν καλῷ ὂν τὰς εὐγενεστάτας ἀποδείκνυσθαι κόρας τῆς Ἑστίας προπόλους. Ὁ δὲ Νεμέτωρ αἰσθόμενος οὐκ ἀπὸ τοῦ βελτίστου ταῦτα πράττοντα τὸν ἀδελφὸν ὀργὴν φανερὰν οὐκ ἐποιεῖτο, ἵνα μὴ τῷ δήμῳ ἀπέχθοιτο, ἀπόρρητον δὲ καὶ τοῦτο ἐφύλαττε τὸ ἔγκλημα.

LXXVII. 1. Τετάρτῳ δ´ ὕστερον ἔτει τὴν Ἰλίαν ἐλθοῦσαν εἰς ἱερὸν ἄλσος Ἄρεος ὕδατος ἁγνοῦ κομιδῆς ἕνεκα, ᾧ πρὸς τὰς θυσίας ἔμελλε χρήσασθαι, βιάζεταί τις ἐν τῷ τεμένει. Τοῦτον δέ τινες μὲν ἀποφαίνουσι τῶν μνηστήρων ἕνα γενέσθαι τῆς κόρης ἐρῶντα τῆς παιδίσκης, οἱ δὲ αὐτὸν Ἀμόλιον οὐκ ἐπιθυμίας μᾶλλον ἢ ἐπιβουλῆς ἕνεκα φραξάμενόν τε ὅπλοις ὡς ἐκπληκτικώτατος ὀφθήσεσθαι ἔμελλε καὶ τὸ τῆς ὄψεως γνώριμον εἰς ἀσαφὲς ὡς μάλιστα ἐδύνατο καθιστάντα·
2. Οἱ δὲ πλεῖστοι μυθολογοῦσι τοῦ δαίμονος εἴδωλον, οὗ τὸ χωρίον ἦν, πολλὰ καὶ ἄλλα τῷ πάθει δαιμόνια ἔργα προσάπτοντες ἡλίου τε ἀφανισμὸν αἰφνίδιον καὶ ζόφον ἐν οὐρανῷ κατασχόντα· ὄψιν δέ, ἣν καὶ τὸ εἴδωλον εἶχε, θαυμασιωτέραν μακρῷ δή τι κατὰ μέγεθος καὶ κάλλος ἀνθρώπων· φασί τε εἰπεῖν τῇ κόρῃ παρηγοροῦντα τὴν λύπην τὸν βιασάμενον, ἐξ οὗ γενέσθαι δῆλον ὅτι θεὸς ἦν, μηδὲν ἄχθεσθαι τῷ πάθει. Τὸ γὰρ κοινώνημα τῶν γάμων αὐτῇ γεγονέναι πρὸς τὸν ἐμβατεύοντα τῷ χωρίῳ δαίμονα, τέξεσθαι δ´ αὐτὴν ἐκ τοῦ βιασμοῦ δύο παῖδας ἀνθρώπων μακρῷ κρατίστους ἀρετὴν καὶ τὰ πολέμια. Ταῦτα δὲ εἰπόντα νέφει περικαλυφθῆναι καὶ ἀπὸ γῆς ἀρθέντα φέρεσθαι δι´ ἀέρος ἄνω.
3. Ὅπως μὲν οὖν χρὴ περὶ τῶν τοιῶνδε δόξης ἔχειν, πότερον καταφρονεῖν ὡς ἀνθρωπίνων ῥᾳδιουργημάτων εἰς θεοὺς ἀναφερομένων μηδὲν ἂν τοῦ θεοῦ λειτούργημα τῆς ἀφθάρτου καὶ μακαρίας φύσεως ἀνάξιον ὑπομένοντος, ἢ καὶ ταύτας παραδέχεσθαι τὰς ἱστορίας, ὡς ἀνακεκραμένης τῆς ἁπάσης οὐσίας τοῦ κόσμου καὶ μεταξὺ τοῦ θείου καὶ θνητοῦ γένους τρίτης τινὸς ὑπαρχούσης φύσεως, ἣν τὸ δαιμόνων φῦλον ἐπέχει, τοτὲ μὲν ἀνθρώποις, τοτὲ δὲ θεοῖς ἐπιμιγνύμενον, ἐξ οὗ ὁ λόγος ἔχει τὸ μυθευόμενον ἡρώων φῦναι γένος, οὔτε καιρὸς ἐν τῷ παρόντι διασκοπεῖν ἀρκεῖ τε ὅσα φιλοσόφοις περὶ αὐτῶν ἐλέχθη.
4. Ἡ δ´ οὖν κόρη μετὰ τὸν βιασμὸν ἀρρωστεῖν σκηψαμένη (τοῦτο γὰρ αὐτῇ παρῄνεσεν ἡ μήτηρ ἀσφαλείας τε καὶ τῶν πρὸς τοὺς θεοὺς ὁσίων ἕνεκα) οὐκέτι προσῄει τοῖς ἱεροῖς, ἀλλὰ διὰ τῶν ἄλλων ἐγίνετο παρθένων, αἷς τὸ αὐτὸ προσέκειτο ἔργον, ὅσα λειτουργεῖν ἐκείνην ἔδει.

LXXVIII. 1. Ἀμόλιος δὲ εἴτε κατὰ τὴν συνείδησιν τῶν πραχθέντων εἴτε ὑπονοίᾳ τῶν εἰκότων προαχθεὶς ἔρευναν ἐποιεῖτο τῆς χρονίου τῶν ἱερῶν ἀποστάσεως, κατὰ τίνα γίνεται μάλιστ´ αἰτίαν ἰατρούς τε οἷς μάλιστα ἐπίστευεν εἰσπέμπων καὶ, ἐπειδὴ τὴν νόσον αἱ γυναῖκες ἀπόρρητον ἀνθρώποις ᾐτιῶντο εἶναι, τὴν ἑαυτοῦ γυναῖκα φύλακα τῆς κόρης καταλιπών.
2. Ὡς δὲ κατήγορος αὕτη τοῦ πάθους ἐγένετο γυναικείᾳ τεκμάρσει τὸ ἀφανὲς τοῖς ἄλλοις ἀνευροῦσα, τῆς μὲν παιδός, ὡς μὴ λάθῃ τεκοῦσα (ἦν δὲ οὐ πρόσω τοῦ τόκου) φυλακὴν ἐποιεῖτο δι´ ὅπλων· αὐτὸς δὲ καλέσας τὸν ἀδελφὸν εἰς τὸ συνέδριον τῆς τε λανθανούσης τοὺς ἄλλους φθορᾶς μηνυτὴς γίνεται καὶ ᾐτιᾶτο συγκακουργεῖν τῇ κόρῃ τοὺς γονεῖς ἐκέλευέ τε μὴ κρύπτειν τὸν εἰργασμένον, ἀλλ´ εἰς μέσον ἄγειν.
3. Νεμέτωρ δὲ παραδόξων τε λόγων ἀκούειν ἔφη καὶ παντὸς ἀναίτιος εἶναι τοῦ λεγομένου χρόνον τε ἠξίου βασάνου τῆς ἀληθείας ἕνεκα λαβεῖν· τυχὼν δὲ ἀναβολῆς μόλις, ἐπειδὴ τὸ πρᾶγμα παρὰ τῆς γυναικὸς ἔμαθεν ὡς ἡ παῖς ἐν ἀρχαῖς ἀφηγήσατο, τόν τε βιασμὸν τὸν ὑπὸ τοῦ θεοῦ γενόμενον ἀπέφαινε καὶ τοὺς λεχθέντας ὑπ´ αὐτοῦ περὶ τῶν διδύμων παίδων λόγους διεξῆλθεν ἠξίου τε πίστιν ποιήσασθαι ταύτην τῶν λεγομένων, εἰ τοιοῦτος ὁ τῆς ὠδῖνος ἔσται γόνος, οἷον ὁ θεὸς ὑφηγήσατο. Καὶ γὰρ ὁμοῦ τι τῷ τίκτειν εἶναι τὴν κόρην, ὥστε οὐκ εἰς μακρὰν ῥᾳδιουργεῖν φανήσεται. Παρεδίδου δὲ καὶ τὰς φυλαττούσας τὴν κόρην καὶ ἐλέγχων οὐδενὸς ἀφίστατο.
4. Ταῦτα λέγοντος αὐτοῦ τὸ μὲν τῶν συνέδρων πλῆθος ἐπείθετο, Ἀμόλιος δὲ οὐδὲν ὑγιὲς ἀπέφαινε τῶν ἀξιουμένων, ἀλλ´ ἐκ παντὸς ὥρμητο τρόπου τὴν ἄνθρωπον ἀπολέσαι. Ἐν ὅσῳ δὲ ταῦτ´ ἐγένετο παρῆσαν οἱ τὴν ὠδῖνα φρουρεῖν ταχθέντες ἀποφαίνοντες ἄρρενα βρέφη δίδυμα τεκεῖν τὴν κόρην, καὶ αὐτίκα Νεμέτωρ μὲν ἐν τῷ αὐτῷ πολὺς ἦν λόγῳ τοῦ θεοῦ τε ἀποδεικνὺς τὸ ἔργον καὶ μηδὲν εἰς τὴν κόρην ἀναίτιον οὖσαν τοῦ πάθους παρανομεῖν ἀξιῶν· Ἀμολίῳ δὲ τῶν ἀνθρωπείων τι μηχανημάτων καὶ τὸ περὶ τὸν τόκον ἐδόκει γενέσθαι παρασκευασθέντος ἑτέρου ταῖς γυναιξὶ βρέφους ἢ κρύφα τῶν φυλάκων ἢ συγκακουργούντων, καὶ πολλὰ εἰς τοῦτο ἐλέχθη.
5. Ὡς δὲ τὴν γνώμην τοῦ βασιλέως ἔμαθον οἱ σύνεδροι ἀπαραιτήτῳ τῇ ὀργῇ χρωμένην ἐδικαίωσαν καὶ αὐτοὶ καθάπερ ἐκεῖνος ἠξίου χρήσασθαι τῷ νόμῳ κελεύοντι τὴν μὲν αἰσχύνασαν τὸ σῶμα ῥάβδοις αἰκισθεῖσαν ἀποθανεῖν, τὸ δὲ γεννηθὲν εἰς τὸ τοῦ ποταμοῦ βάλλεσθαι ῥεῖθρον· νῦν μέντοι ζώσας κατορύττεσθαι τὰς τοιαύτας ὁ τῶν ἱερῶν ἀγορεύει νόμος.

LXXIX. 1. Μέχρι μὲν δὴ τούτων οἱ πλεῖστοι τῶν συγγραφέων τὰ αὐτὰ ἢ μικρὸν παραλλάττοντες οἱ μὲν ἐπὶ τὸ μυθωδέστερον, οἱ δ´ ἐπὶ τὸ τῇ ἀληθείᾳ ἐοικὸς μᾶλλον ἀποφαίνουσι, περὶ δὲ τῶν ἑξῆς διαφέρονται.
2. Οἱ μὲν γὰρ εὐθὺς ἀναιρεθῆναι λέγουσι τὴν κόρην, οἱ δ´ ἐν εἱρκτῇ φυλαττομένην ἀδήλῳ διατελέσαι δόξαν τῷ δήμῳ παρασχοῦσαν ἀφανοῦς θανάτου. ἐπικλασθῆναι δὲ τὸν Ἀμόλιον εἰς τοῦτο ἱκετευούσης τῆς θυγατρὸς χαρίσασθαι τὴν ἀνεψιὰν αὐτῇ· ἦσαν δὲ σύντροφοί τε καὶ ἡλικίαν ἔχουσαι τὴν αὐτὴν ἀσπαζόμεναί τε ἀλλήλας ὡς ἀδελφάς. χαριζόμενον οὖν ταύτῃ Ἀμόλιον, μόνη δ´ ἦν αὐτῷ θυγάτηρ, θανάτου μὲν ἀπολῦσαι τὴν Ἰλίαν, φυλάττειν δὲ καθείρξαντα ἐν ἀφανεῖ· λυθῆναι δὲ αὐτὴν ἀνὰ χρόνον Ἀμολίου τελευτήσαντος.
3. Περὶ μὲν οὖν τῆς Ἰλίας οὕτω διαλλάττουσιν αἱ τῶν παλαιῶν γραφαί, λόγον δ´ ἔχουσιν ὡς ἀληθεῖς ἑκάτεραι. Διὰ τοῦτο κἀγὼ μνήμην ἀμφοτέρων ἐποιησάμην, ὁποτέρᾳ δὲ χρὴ πιστεύειν αὐτός τις εἴσεται τῶν ἀναγνωσομένων.
4. Περὶ δὲ τῶν ἐκ τῆς Ἰλίας γενομένων Κόιντος μὲν Φάβιος ὁ Πίκτωρ λεγόμενος, ᾧ Λεύκιός τε Κίγκιος καὶ Κάτων Πόρκιος καὶ Πείσων Καλπούρνιος καὶ τῶν ἄλλων συγγραφέων οἱ πλείους ἠκολούθησαν, γέγραφε· ὡς κελεύσαντος Ἀμολίου τὰ βρέφη λαβόντες ἐν σκάφῃ κείμενα τῶν ὑπηρετῶν τινες ἔφερον ἐμβαλοῦντες εἰς τὸν ποταμὸν ἀπέχοντα τῆς πόλεως ἀμφὶ τοὺς ἑκατὸν εἴκοσι σταδίους.
5. Ἐπεὶ δὲ ἐγγὺς ἐγένοντο καὶ εἶδον ἔξω τοῦ γνησίου ῥείθρου τὸν Τέβεριν ὑπὸ χειμώνων συνεχῶν ἐκτετραμμένον εἰς τὰ πεδία, καταβάντες ἀπὸ τοῦ Παλλαντίου τῆς κορυφῆς ἐπὶ τὸ προσεχέστατον ὕδωρ, (οὐ γὰρ ἔτι προσωτέρω χωρεῖν οἷοίτε ἦσαν) ἔνθα πρῶτον ἡ τοῦ ποταμοῦ πλήμη τῆς ὑπωρείας ἥπτετο, τίθενται τὴν σκάφην ἐπὶ τοῦ ὕδατος. Ἡ δὲ μέχρι μέν τινος ἐνήχετο, ἔπειτα τοῦ ῥείθρου κατὰ μικρὸν ὑποχωροῦντος ἐκ τῶν περὶ ἔσχατα λίθου προσπταίσει περιτραπεῖσα ἐκβάλλει τὰ βρέφη.
6. Τὰ μὲν δὴ κνυζούμενα κατὰ τοῦ τέλματος ἐκυλινδεῖτο, λύκαινα δέ τις ἐπιφανεῖσα νεοτόκος σπαργῶσα τοὺς μαστοὺς ὑπὸ γάλακτος ἀνεδίδου τὰς θηλὰς τοῖς στόμασιν αὐτῶν καὶ τῇ γλώττῃ τὸν πηλόν, ᾧ κατάπλεοι ἦσαν, ἀπελίχμα. ἐν δὲ τούτῳ τυγχάνουσιν οἱ νομεῖς ἐξελαύνοντες τὰς ἀγέλας ἐπὶ νομήν (ἤδη γὰρ ἐμβατὸν ἦν τὸ χωρίον) καί τις αὐτῶν ἰδὼν τὴν λύκαιναν ὡς ἠσπάζετο τὰ βρέφη τέως μὲν ἀχανὴς ἦν ὑπό τε θάμβους καὶ ἀπιστίας τῶν θεωρουμένων· ἔπειτ´ ἀπελθὼν καὶ συλλέξας ὅσους ἐδύνατο πλείστους τῶν ἀγχοῦ νεμόντων (οὐ γὰρ ἐπιστεύετο λέγων) ἄγει τοὖργον αὐτὸ θεασομένους.
7. Ὡς δὲ κἀκεῖνοι πλησίον ἐλθόντες ἔμαθον τὴν μὲν ὥσπερ τέκνα περιέπουσαν, τὰ δ´ ὡς μητρὸς ἐξεχόμενα, δαιμόνιόν τι χρῆμα ὁρᾶν ὑπολαβόντες ἐγγυτέρω προσῄεσαν ἀθρόοι δεδιττόμενοι βοῇ τὸ θηρίον. Ἡ δὲ λύκαινα οὐ μάλα ἀγριαίνουσα τῶν ἀνθρώπων τῇ προσόδῳ, ἀλλ´ ὡσπερὰν χειροήθης ἀποστᾶσα τῶν βρεφῶν ἠρέμα καὶ κατὰ πολλὴν ἀλογίαν τοῦ ποιμενικοῦ ὁμίλου ἀπῄει.
8. Καὶ ἦν γάρ τις οὐ πολὺ ἀπέχων ἐκεῖθεν ἱερὸς χῶρος ὕλῃ βαθείᾳ συνηρεφὴς καὶ πέτρα κοίλη πηγὰς ἀνιεῖσα, ἐλέγετο δὲ Πανὸς εἶναι τὸ νάπος, καὶ βωμὸς ἦν αὐτόθι τοῦ θεοῦ· εἰς τοῦτο τὸ χωρίον ἐλθοῦσα ἀποκρύπτεται. Τὸ μὲν οὖν ἄλσος οὐκέτι διαμένει, τὸ δὲ ἄντρον, ἐξ οὗ ἡ λιβὰς ἐκδίδοται, τῷ Παλλαντίῳ προσῳκοδομημένον δείκνυται κατὰ τὴν ἐπὶ τὸν ἱππόδρομον φέρουσαν ὁδόν, καὶ τέμενός ἐστιν αὐτοῦ πλησίον, ἔνθα εἰκὼν κεῖται τοῦ πάθους λύκαινα παιδίοις δυσὶ τοὺς μαστοὺς ἐπίσχουσα, χαλκᾶ ποιήματα παλαιᾶς ἐργασίας. Ἦν δὲ τὸ χωρίον τῶν σὺν Εὐάνδρῳ ποτὲ οἰκισάντων αὐτὸ Ἀρκάδων ἱερὸν ὡς λέγεται.
9. Ὡς δὲ ἀπέστη τὸ θηρίον αἴρουσιν οἱ νομεῖς τὰ βρέφη σπουδὴν ποιούμενοι τρέφειν ὡς θεῶν αὐτὰ σώζεσθαι βουλομένων. Ἦν δέ τις ἐν αὐτοῖς συοφορβίων βασιλικῶν ἐπιμελούμενος ἐπιεικὴς ἀνὴρ Φαιστύλος ὄνομα, ὃς ἐν τῇ πόλει κατὰ δή τι ἀναγκαῖον ἐγεγόνει καθ´ ὃν χρόνον ἡ φθορὰ τῆς Ἰλίας καὶ ὁ τόκος ἠλέγχετο, καὶ μετὰ ταῦτα κομιζομένων ἐπὶ τὸν ποταμὸν τῶν βρεφῶν τοῖς φέρουσιν αὐτὰ κατὰ θείαν τύχην ἅμα διεληλύθει τὴν αὐτὴν ὁδὸν εἰς τὸ Παλλάντιον ἰών· ὃς ἥκιστα τοῖς ἄλλοις καταφανὴς γενόμενος ὡς ἐπίσταταί τι τοῦ πράγματος ἀξιώσας αὑτῷ συγχωρηθῆναι τὰ βρέφη λαμβάνει τε αὐτὰ παρὰ τοῦ κοινοῦ καὶ φέρων ὡς τὴν γυναῖκα ἔρχεται.
10. Τετοκυῖαν δὲ καταλαβὼν καὶ ἀχθομένην ὅτι νεκρὸν αὐτῇ τὸ βρέφος ἦν παραμυθεῖταί τε καὶ δίδωσιν ὑποβαλέσθαι τὰ παιδία πᾶσαν ἐξ ἀρχῆς διηγησάμενος τὴν κατασχοῦσαν αὐτὰ τύχην. Αὐξομένοις δὲ αὐτοῖς ὄνομα τίθεται τῷ μὲν Ῥωμύλον, τῷ δὲ Ῥῶμον. Οἱ δὲ ἀνδρωθέντες γίνονται κατά τε ἀξίωσιν μορφῆς καὶ φρονήματος ὄγκον οὐ συοφορβοῖς καὶ βουκόλοις ἐοικότες, ἀλλ´ οἵους ἄν τις ἀξιώσειε τοὺς ἐκ βασιλείου τε φύντας γένους καὶ ἀπὸ δαιμόνων σπορᾶς γενέσθαι νομιζομένους, ὡς ἐν τοῖς πατρίοις ὕμνοις ὑπὸ Ῥωμαίων ἔτι καὶ νῦν ᾄδεται.
11. Βίος δ´ αὐτοῖς ἦν βουκολικὸς καὶ δίαιτα αὐτουργὸς ἐν ὄρεσι τὰ πολλὰ πηξαμένοις διὰ ξύλων καὶ καλάμων σκηνὰς αὐτορόφους· ὧν ἔτι καὶ εἰς ἐμὲ ἦν τις τοῦ Παλλαντίου ἐπὶ τῆς πρὸς τὸν ἱππόδρομον στρεφούσης λαγόνος Ῥωμύλου λεγομένη, ἣν φυλάττουσιν ἱερὰν οἷς τούτων ἐπιμελὲς οὐδὲν ἐπὶ τὸ σεμνότερον ἐξάγοντες, εἰ δέ τι πονήσειεν ὑπὸ χειμῶνος ἢ χρόνου τὸ λεῖπον ἐξακούμενοι καὶ τῷ πρόσθεν ἐξομοιοῦντες εἰς δύναμιν.
12. Ἐπεὶ δὲ ἀμφὶ τὰ ὀκτωκαίδεκα ἔτη γεγονότες ἦσαν ἀμφίλογόν τι περὶ τῆς νομῆς αὐτοῖς γίνεται πρὸς τοὺς Νεμέτορος βουκόλους, οἳ περὶ τὸ Αὐεντῖνον ὄρος ἀντικρὺ τοῦ Παλλαντίου κείμενον εἶχον τὰς βουστάσεις. ᾚτιῶντο δὲ ἀλλήλους ἑκάτεροι θαμινὰ ἢ τὴν μὴ προσήκουσαν ὀργάδα κατανέμειν ἢ τὴν κοινὴν μόνους διακρατεῖν ἢ ὅ τι δήποτε τύχοι. Ἐκ δὲ τῆς ἁψιμαχίας ταύτης ἐγένοντο πληγαί ποτε διὰ χειρῶν, εἶτα δι´ ὅπλων.
13. Τραύματα δὲ πολλὰ πρὸς τῶν μειρακίων λαβόντες οἱ τοῦ Νεμέτορος καί τινας καὶ ἀπολέσαντες τῶν σφετέρων καὶ τῶν χωρίων ἤδη κατὰ κράτος ἐξειργόμενοι παρεσκευάζοντο δόλον τινὰ ἐπ´ αὐτούς. Προλοχίσαντες δὴ τῆς φάραγγος τὸ ἀφανὲς καὶ συνθέμενοι τοῖς λοχῶσι τὰ μειράκια τὸν τῆς ἐπιθέσεως καιρὸν οἱ λοιποὶ κατὰ πλῆθος ἐπὶ τὰ μανδρεύματα αὐτῶν νύκτωρ ἐπέβαλον. Ῥωμύλος μὲν οὖν τὸν χρόνον τοῦτον ἐτύγχανεν ἅμα τοῖς ἐπιφανεστάτοις τῶν κωμητῶν πεπορευμένος εἴς τι χωρίον Καίνιναν ὀνομαζόμενον ἱερὰ ποιήσων ὑπὲρ τοῦ κοινοῦ πάτρια·
14. Ῥῶμος δὲ τὴν ἔφοδον αὐτῶν αἰσθόμενος ἐξεβοήθει λαβὼν τὰ ὅπλα διαταχέων ὀλίγους τῶν ἐκ τῆς κώμης φθάσαντας καθ´ ἓν γενέσθαι παραλαβών. κἀκεῖνοι οὐ δέχονται αὐτόν, ἀλλὰ φεύγουσιν ὑπαγόμενοι ἔνθα ἔμελλον ἐν καλῷ ὑποστρέψαντες ἐπιθήσεσθαι· ὁ δὲ Ῥῶμος κατ´ ἄγνοιαν τοῦ μηχανήματος ἄχρι πολλοῦ διώκων αὐτοὺς παραλλάττει τὸ λελοχισμένον χωρίον, κἀν τούτῳ ὅ τε λόχος ἀνίσταται καὶ οἱ φεύγοντες ὑποστρέφουσι. κυκλωσάμενοι δὲ αὐτοὺς καὶ πολλοῖς ἀράττοντες λίθοις λαμβάνουσιν ὑποχειρίους. Ταύτην γὰρ εἶχον ἐκ τῶν δεσποτῶν τὴν παρακέλευσιν, ζῶντας αὐτοῖς τοὺς νεανίσκους κομίσαι. οὕτω μὲν δὴ χειρωθεὶς ὁ Ῥῶμος ἀπήγετο.

LXXX. 1. Ὡς δὲ Τουβέρων Αἴλιος δεινὸς ἀνὴρ καὶ περὶ τὴν συναγωγὴν τῆς ἱστορίας ἐπιμελὴς γράφει, προειδότες οἱ τοῦ Νεμέτορος θύσοντας τὰ Λύκαια τοὺς νεανίσκους τῷ Πανὶ τὴν Ἀρκαδικὴν ὡς Εὔανδρος κατεστήσατο θυσίαν ἐνήδρευσαν τὸν καιρὸν ἐκεῖνον τῆς ἱερουργίας, ἡνίκα χρῆν τοὺς περὶ τὸ Παλλάντιον οἰκοῦντας τῶν νέων ἐκ τοῦ Λυκαίου τεθυκότας περιελθεῖν δρόμῳ τὴν κώμην γυμνοὺς ὑπεζωσμένους τὴν αἰδῶ ταῖς δοραῖς τῶν νεοθύτων. Τοῦτο δὲ καθαρμόν τινα τῶν κωμητῶν πάτριον ἐδύνατο, ὡς καὶ νῦν ἔτι δρᾶται.
2. Ἐν δὴ τούτῳ τῷ χρόνῳ τοὺς ἱεροποιοὺς νεανίσκους οἱ βουκόλοι λοχήσαντες κατὰ τὸ στενόπορον τῆς ὁδοῦ, ἐπειδὴ τὸ πρῶτον τάγμα τὸ σὺν τῷ Ῥώμῳ κατ´ αὐτοὺς ἐγένετο, τῶν ἀμφὶ Ῥωμύλον τε καὶ ἄλλων ὑστεριζόντων (τριχῇ γὰρ ἐνενέμηντο καὶ ἐκ διαστήματος ἔθεον) οὐ περιμείναντες τοὺς λοιποὺς ὁρμῶσιν ἐπὶ τοὺς πρώτους ἐμβοήσαντες ἀθρόοι καὶ περιστάντες ἔβαλλον οἱ μὲν ἀκοντίοις, οἱ δὲ λίθοις, οἱ δ´ ὡς ἕκαστοί τι διὰ χειρὸς εἶχον. Οἱ δ´ ἐκπλαγέντες τῷ παραδόξῳ τοῦ πάθους καὶ ἀμηχανοῦντες ὅ τι δράσειαν πρὸς ὡπλισμένους ἄνοπλοι μαχόμενοι κατὰ πολλὴν εὐπέτειαν ἐχειρώθησαν.
3. Ὁ μὲν οὖν Ῥῶμος ἐπὶ τοῖς πολεμίοις γενόμενος οὕτως, εἴθ´ ὡς ὁ Φάβιος παραδέδωκε δέσμιος εἰς τὴν Ἄλβαν ἀπήγετο. Ῥωμύλος δ´ ἐπειδὴ τὸ περὶ τὸν ἀδελφὸν ἔγνω πάθος, διώκειν εὐθὺς ᾤετο δεῖν τοὺς ἀκμαιοτάτους ἔχων τῶν νομέων, ὡς ἔτι κατὰ τὴν ὁδὸν ὄντα καταληψόμενος τὸν Ῥῶμον· ἀποτρέπεται δ´ ὑπὸ τοῦ Φαιστύλου. Ὁρῶν γὰρ αὐτοῦ τὴν σπουδὴν μανικωτέραν οὖσαν οὗτος νομισθεὶς ὁ πατήρ, ἃ τὸν ἔμπροσθεν χρόνον ἀπόρρητα ποιούμενος τοῖς μειρακίοις διετέλεσεν, ὡς μὴ θᾶττον ὁρμήσωσι παρακινδυνεῦσαί τι πρὶν ἐν τῷ κρατίστῳ τῆς ἀκμῆς γενέσθαι, τότε δὴ πρὸς τῆς ἀνάγκης βιασθεὶς μονωθέντι τῷ Ῥωμύλῳ λέγει.
4. Μαθόντι δὲ τῷ νεανίσκῳ πᾶσαν ἐξ ἀρχῆς τὴν κατασχοῦσαν αὐτοὺς τύχην τῆς τε μητρὸς οἶκτος εἰσέρχεται καὶ Νεμέτορος φροντίς, καὶ πολλὰ βουλευσαμένῳ μετὰ τοῦ Φαιστύλου τῆς μὲν αὐτίκα ὁρμῆς ἐπισχεῖν ἐδόκει, πλείονι δὲ παρασκευῇ δυνάμεως χρησάμενον ὅλον ἀπαλλάξαι τὸν οἶκον τῆς Ἀμολίου παρανομίας κίνδυνόν τε τὸν ἔσχατον ὑπὲρ τῶν μεγίστων ἄθλων ἀναρρῖψαι, πράττειν δὲ μετὰ τοῦ μητροπάτορος ὅ τι ἂν ἐκείνῳ δοκῇ.