Ρωμαϊκή Αρχαιολογία/α/61: Διαφορά μεταξύ των αναθεωρήσεων

Από Βικιθήκη
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ →‎top: clean up, αφαίρεσε: </div> με τη χρήση AWB
 
Γραμμή 66: Γραμμή 66:


{{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 01 61}}
{{DEFAULTSORT:Ρωμαικη Αρχαιολογια 01 61}}
[[Κατηγορία:Ιστορία]]
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]

Τελευταία αναθεώρηση της 14:50, 4 Νοεμβρίου 2021

Κεφάλαια 61–70
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος α΄


LXI. 1. Ὅτι δὲ καὶ τὸ τῶν Τρώων ἔθνος Ἑλληνικὸν ἐν τοῖς μάλιστα ἦν ἐκ Πελοποννήσου ποτὲ ὡρμημένον, εἴρηται μὲν καὶ ἄλλοις τισὶ πάλαι, λεχθήσεται δὲ καὶ πρὸς ἐμοῦ δι´ ὀλίγων. Ἔχει δὲ ὁ λόγος περὶ αὐτῶν ὧδε· Ἄτλας γίνεται βασιλεὺς πρῶτος ἐν τῇ καλουμένῃ νῦν Ἀρκαδίᾳ, ᾤκει δὲ περὶ τὸ λεγόμενον Καυκώνιον ὄρος. Τούτῳ θυγατέρες ἦσαν ἑπτὰ αἱ νῦν ἐν οὐρανῷ κατηστερίσθαι λεγόμεναι Πλειάδες ἐπίκλησιν, ὧν μίαν μὲν Ἠλέκτραν Ζεὺς γαμεῖ καὶ γεννᾷ παῖδας ἐξ αὐτῆς Ἴασον καὶ Δάρδανον.
2. Ἴασος μὲν οὖν ἠίθεος μένει, Δάρδανος δὲ ἄγεται γυναῖκα Χρύσην Πάλλαντος θυγατέρα, ἐξ ἧς αὐτῷ γίνονται παῖδες Ἰδαῖος καὶ Δείμας. Οὗτοι τέως μὲν ἐν Ἀρκαδίᾳ παραλαβόντες τὴν Ἄτλαντος δυναστείαν ἐβασίλευον, ἔπειτα κατακλυσμοῦ γενομένου μεγάλου περὶ τὴν Ἀρκαδίαν τὰ μὲν πεδία ἐξελιμνώθη καὶ πολλοῦ χρόνου γεωργεῖσθαι ἀδύνατα ἦν, οἱ δὲ ἄνθρωποι (ᾤκουν γὰρ ἀνὰ τὰ ὄρη γλίσχρως ποριζόμενοι τὰς τροφάς) συμφρονήσαντες ὡς οὐχ ἱκανὴ βόσκειν ἔσται πάντας ἡ περιοῦσα γῆ νέμονται σφᾶς αὐτοὺς διχῇ· καὶ αὐτῶν οἱ μὲν ἐν Ἀρκαδίᾳ ὑπομένουσι βασιλέα καταστησάμενοι Δείμαντα τὸν Δαρδάνου, οἱ δὲ λοιποὶ ἀπανίστανται Πελοποννήσου στόλῳ μεγάλῳ.
3. Ποιούμενοι δὲ τὸν πλοῦν παρὰ τὴν Εὐρώπην εἰς τὸν Μέλανα καλούμενον ἀφικνοῦνται κόλπον καὶ τυγχάνουσιν ἐν νήσῳ τινὶ τῆς Θρᾴκης ὁρμισάμενοι, ἣν οὐκ ἔχω εἰπεῖν εἴτε ἦν οἰκουμένη καὶ πρότερον, εἴτ´ ἔρημος· ᾗ τίθενται τοὔνομα σύνθετον ἔκ τε ἀνδρὸς καὶ τόπου, Σαμοθρᾴκην· τὸ μὲν γὰρ χωρίον τῆς Θρᾴκης, ὁ δὲ οἰκιστὴς Σάμων, υἱὸς Ἑρμοῦ καὶ νύμφης Κυλληνίδος Ῥήνης ὀνομαζομένης.
4. Ἐκεῖ δὲ χρόνον οὐ πολὺν διατρίψαντες, ὡς οὐκ εὐμαρὴς ἦν ὁ βίος αὐτοῖς γῇ τε λυπρᾷ καὶ θαλάττῃ ἀγρίᾳ μαχομένοις, ὀλίγους τινὰς ἐν τῇ νήσῳ λειπόμενοι ἀπανίστανται πάλιν οἱ πλείους εἰς τὴν Ἀσίαν ἔχοντες ἡγεμόνα τῆς ἀποικίας Δάρδανον· Ἴασος γὰρ ἐν τῇ νήσῳ κεραυνῷ πληγεὶς τελευτᾷ Δήμητρος εὐνῆς ὀριγνώμενος· ποιησάμενοί τε τὴν ἀπόβασιν ἐν τῷ καλουμένῳ νῦν Ἑλλησπόντῳ περὶ τὴν ὕστερον κληθεῖσαν οἰκίζονται Φρυγίαν, Ἰδαῖος μὲν ὁ Δαρδάνου μέρος τῆς στρατιᾶς ἔχων ἐν τοῖς ὄρεσιν, ἃ νῦν Ἰδαῖα ἀπ´ ἐκείνου λέγεται, ἔνθα μητρὶ θεῶν ἱερὸν ἱδρυσάμενος ὄργια καὶ τελετὰς κατεστήσατο, αἳ καὶ εἰς τόδε χρόνου διαμένουσιν ἐν ἁπάσῃ Φρυγίᾳ· Δάρδανος δ´ ἐν τῇ καλουμένῃ νῦν Τρωάδι πόλιν ὁμώνυμον αὑτῷ κατασκευάσας, δόντος αὐτῷ τὰ χωρία Τεύκρου βασιλέως, ἀφ´ οὗ Τευκρὶς τὸ ἀρχαῖον ἡ γῆ ἐλέγετο·
5. Τοῦτον δὲ ἄλλοι τε πολλοὶ καὶ Φανόδημος ὁ τὴν Ἀττικὴν γράψας ἀρχαιολογίαν ἐκ τῆς Ἀττικῆς μετοικῆσαί φασιν εἰς τὴν Ἀσίαν δήμου Ξυπεταιέως ἄρχοντα καὶ πολλὰ παρέχονται τοῦ λόγου τεκμήρια. Κρατήσαντα δὲ χώρας συχνῆς τε καὶ ἀγαθῆς καὶ οὐ πολὺ τὸ ἐπιχώριον ἐχούσης γένος ἀσμένως τὸν Δάρδανον ἰδεῖν καὶ τὸ σὺν αὐτῷ παραγενόμενον Ἑλληνικόν, τῶν τε πρὸς τοὺς βαρβάρους πολέμων συμμαχίας ἕνεκα καὶ ἵνα ἡ γῆ μὴ ᾖ ἔρημος.

LXII. 1. Ἀπαιτεῖ δὲ ὁ λόγος καὶ τὸν Αἰνείαν ἐξ ὧν ἔφυ διηγήσασθαι· βραχείᾳ δὴ καὶ τοῦτο δηλώσει σημανῶ. Δάρδανος ἐπειδὴ Χρύσην τὴν Πάλλαντος θυγατέρα, ἐξ ἧς οἱ πρότεροι παῖδες ἐγένοντο αὐτῷ, τελευτῆσαι συνέπεσε, Βάτειαν γαμεῖ τὴν Τεύκρου θυγατέρα· καὶ γίνεται παῖς αὐτῷ Ἐριχθόνιος, ὃς ἁπάντων ἀνθρώπων εὐδαιμονέστατος λέγεται γενέσθαι τῆς τε πατρῴας καὶ τῆς ὑπὸ τῷ μητροπάτορι γενομένης κληρονομήσας ἀρχῆς.
2. Ἐριχθονίου δὲ καὶ Καλλιρρόης τῆς Σκαμάνδρου γίνεται Τρώς, ἀφ´ οὗ τὴν ἐπωνυμίαν τὸ ἔθνος ἔχει· Τρωὸς δὲ καὶ Ἀκαλλαρίδος τῆς Εὐμήδους Ἀσσάρακος ἦν· τούτου δὲ καὶ Κλυτοδώρας τῆς Λαομέδοντος Κάπυς· Κάπυος δὲ καὶ νύμφης Ναϊάδος Ἱερομνήμης Ἀγχίσης· Ἀγχίσου δὲ καὶ Ἀφροδίτης Αἰνείας. ὡς μὲν δὴ καὶ τὸ Τρωικὸν γένος Ἑλληνικὸν ἀρχῆθεν ἦν δεδήλωταί μοι.

LXIII. 1. Περὶ δὲ τῶν χρόνων ἐν οἷς ἐκτίσθη τὸ Λαουΐνιον ἄλλοι μὲν ἄλλως λέγουσιν· ἐμοὶ μέντοι δοκοῦσιν οἱ δευτέρῳ μετὰ τὴν ἔξοδον τὴν ἐκ Τροίας ἔτει φέροντες αὐτὴν εἰκότα μᾶλλον λέγειν. Ἴλιος μὲν γὰρ ἑάλω τελευτῶντος ἤδη τοῦ θέρους, ἑπτακαίδεκα πρότερον ἡμέραις τῆς θερινῆς τροπῆς, ὀγδόῃ φθίνοντος μηνὸς Θαργηλιῶνος, ὡς Ἀθηναῖοι τοὺς χρόνους ἄγουσι, περιτταὶ δὲ ἦσαν αἱ τὸν ἐνιαυτὸν ἐκεῖνον ἐκπληροῦσαι μετὰ τὴν τροπὴν εἴκοσιν ἡμέραι. ἐν δὴ ταῖς ἑπτὰ καὶ τριάκοντα ταῖς ἀπὸ τῆς ἁλώσεως διαγενομέναις τά τε περὶ τὴν πόλιν οἴομαι διοικήσασθαι τοὺς Ἀχαιοὺς καὶ τὰς πρεσβείας ἐπιδέξασθαι τὰς παρὰ τῶν ἀφεστηκότων καὶ τὰ ὅρκια ποιήσασθαι πρὸς αὐτούς·
2. Τῷ δ´ ἑξῆς ἔτει, πρώτῳ δὲ μετὰ τὴν ἅλωσιν ὑπὸ τὴν μετοπωρινὴν ἰσημερίαν ἄραντες οἱ Τρῶες ἐκ τῆς γῆς περαιοῦνται τὸν Ἑλλήσποντον καὶ καταχθέντες εἰς τὴν Θρᾴκην αὐτοῦ διατρίβουσι τὴν χειμερινὴν ὥραν δεχόμενοί τε τοὺς ἐπισυνιόντας ἐκ τῆς φυγῆς καὶ παρασκευαζόμενοι τὰ εἰς τὸν ἀπόπλουν. Ἐκ δὲ τῆς Θρᾴκης ἀναστάντες ἔαρος ἀρχομένου τελοῦσι τὸν μεταξὺ πλοῦν ἄχρι Σικελίας· ἐκεῖ δὲ ὁρμισαμένοις αὐτοῖς τὸ ἔτος τοῦτο τελευτᾷ, καὶ διατρίβουσι τὸν δεύτερον χειμῶνα τὰς πόλεις συνοικίζοντες τοῖς Ἐλύμοις ἐν Σικελίᾳ.
3. Πλοΐμων δὲ γενομένων ἄραντες ἀπὸ τῆς νήσου περῶσι τὸ Τυρρηνικὸν πέλαγος καὶ τελευτῶντες εἰς Λωρεντὸν ἀφικνοῦνται τὸν Ἀβοριγίνων αἰγιαλὸν μεσούσης θερείας. Λαβόντες δὲ τὸ χωρίον οἰκίζουσιν ἐν αὐτῷ Λαουΐνιον τὸν δεύτερον ἀπὸ τῆς ἁλώσεως ἐκπληρώσαντες ἐνιαυτόν. Καὶ περὶ μὲν τούτων ὡς ἔχω δόξης δεδήλωταί μοι.

LXIV. 1. Αἰνείας δὲ κατασκευάσας ἱεροῖς τε καὶ τοῖς ἄλλοις κόσμοις ἀποχρώντως τὴν πόλιν, ὧν τὰ πλεῖστα ἔτι καὶ εἰς ἐμὲ ἦν, τῷ μὲν ἑξῆς ἐνιαυτῷ, τρίτῳ δὲ ἀπὸ τῆς ἐξόδου, Τρώων ἐβασίλευσε μόνων· τῷ δὲ τετάρτῳ τελευτήσαντος Λατίνου καὶ τὴν ἐκείνου βασιλείαν παραλαμβάνει τῆς τε κηδείας οἰκειότητι τῆς πρὸς αὐτὸν ἐπικλήρου τῆς Λαύνας γενομένης μετὰ τὸν Λατίνου θάνατον καὶ τοῦ πρὸς τοὺς ἀστυγείτονας πολέμου τῆς στρατηγίας ἕνεκα.
2. Ἀπέστησαν γὰρ αὖθις ἀπὸ τοῦ Λατίνου Ῥότολοι λαβόντες ἡγεμόνα τῶν αὐτομόλων τινὰ τῆς Λατίνου γυναικὸς Ἀμίτας ἀνεψιὸν ὄνομα Τυρρηνόν. Ὁ δὲ ἀνὴρ οὗτος ἐπὶ τῷ γάμῳ τῆς Λαύνας τὸν κηδεστὴν μεμφόμενος, ὅτι παρελθὼν τὸ συγγενὲς ὀθνείοις ἐκήδευσε, τῆς τε Ἀμίτας παροξυνούσης καὶ ἄλλων τινῶν συλλαμβανόντων ἄγων τὴν δύναμιν, ἧς αὐτὸς ἦρχε, προστίθεται τοῖς Ῥοτόλοις.
3. Πολέμου δ´ ἐκ τῶν ἐγκλημάτων τούτων γενομένου καὶ μάχης ἰσχυρᾶς Λατῖνός τε ἀποθνήσκει καὶ Τυρρηνὸς καὶ τῶν ἄλλων συχνοί, κρατοῦσι δ´ ὅμως οἱ σὺν Αἰνείᾳ. Ἐκ δὲ τούτου τὴν ὑπὸ τῷ κηδεστῇ γενομένην ἀρχὴν Αἰνείας παραλαμβάνει. τρία δὲ βασιλεύσας ἔτη μετὰ τὴν Λατίνου τελευτὴν τῷ τετάρτῳ θνήσκει κατὰ πόλεμον.
4. Ῥότολοί τε γὰρ ἐκ τῶν πόλεων στρατεύουσιν ἅπαντες ἐπ´ αὐτὸν, καὶ σὺν αὐτοῖς βασιλεὺς Τυρρηνῶν Μεσέντιος δείσας περὶ τῆς αὑτοῦ χώρας, ἤδη γὰρ ἐπὶ μέγα χωροῦσαν τὴν Ἑλληνικὴν ὁρῶν δύναμιν ἤχθετο. Μάχης δὲ γενομένης καρτερᾶς οὐ πρόσω τοῦ Λαουϊνίου καὶ πολλῶν ἑκατέρωθεν ἀπολομένων τὰ μὲν στρατεύματα νυκτὸς ἐπελθούσης διελύθη, τὸ δὲ Αἰνείου σῶμα φανερὸν οὐδαμῇ γενόμενον οἱ μὲν εἰς θεοὺς μεταστῆναι εἴκαζον, οἱ δ´ ἐν τῷ ποταμῷ, παρ´ ὃν ἡ μάχη ἐγένετο, διαφθαρῆναι.
5. Καὶ αὐτῷ κατασκευάζουσιν οἱ Λατῖνοι ἡρῶον ἐπιγραφῇ τοιᾷδε κοσμούμενον· Πατρὸς θεοῦ χθονίου, ὃς ποταμοῦ Νομικίου ῥεῦμα διέπει. εἰσὶ δ´ οἳ λέγουσιν ἐπ´ Ἀγχίσῃ κατασκευασθῆναι αὐτὸ ὑπ´ Αἰνείου, ἐνιαυτῷ πρότερον τοῦ πολέμου τούτου τελευτήσαντι. ἔστι δὲ χωμάτιον οὐ μέγα καὶ περὶ αὐτὸ δένδρα στοιχηδὸν πεφυκότα θέας ἄξια.

LXV. 1. Αἰνείου δ´ ἐξ ἀνθρώπων μεταστάντος ἑβδόμῳ μάλιστα ἔτει μετὰ τὴν Ἰλίου ἅλωσιν Εὐρυλέων παρέλαβε τὴν Λατίνων ἡγεμονίαν ὁ μετονομασθεὶς Ἀσκάνιος ἐν τῇ φυγῇ. Ἦσαν δὲ τειχήρεις οἱ Τρῶες ἐν τῷ χρόνῳ τούτῳ, καὶ τοῖς μὲν πολεμίοις ἀεὶ προσῄει δύναμις, αἱ δὲ τῶν Λατίνων ἀδύνατοι ἦσαν τοῖς ἐν τῷ Λαουϊνίῳ πολιορκουμένοις ἐπικουρεῖν.
2. Τὸ μὲν δὴ πρῶτον εἰς φιλίαν τε καὶ συνθήκας μετρίας προὐκαλοῦντο τοὺς πολεμίους οἱ περὶ τὸν Ἀσκάνιον· ὡς δ´ οὐδὲν προσεῖχον αὐτοῖς, ἐπιτρέπειν ἐκείνοις ἠναγκάζοντο καταλύσασθαι τὸν πόλεμον ἐφ´ οἷς ἂν αὐτοὶ δικαιῶσι. Τοῦ δὲ βασιλέως τῶν Τυρρηνῶν τά τε ἄλλα ὡς δεδουλωμένοις ἀφόρητα ἐπιτάσσοντος καὶ τὸν οἶνον ὅσον ἂν ἡ Λατίνων γῆ φέρῃ Τυρρηνοῖς ἀπάγειν ἀνὰ πᾶν ἔτος, οὐκ ἀνασχετὸν ἡγησάμενοι τὸ πρᾶγμα τῆς μὲν ἀμπέλου τὸν καρπὸν ἱερὸν ἐψηφίσαντο τοῦ Διὸς εἶναι γνώμην ἀγορεύσαντος Ἀσκανίου, αὐτοὶ δὲ ἀλλήλοις παρακελευσάμενοι προθύμοις ἀγωνισταῖς γενέσθαι καὶ θεοὺς αἰτησάμενοι συλλαβέσθαι τοῦ κινδυνεύματος ἐξῆλθον ἐκ τῆς πόλεως φυλάξαντες νύκτ´ ἀσέληνον.
3. Εὐθὺς δὲ προσβαλόντες τῷ χάρακι τῶν πολεμίων, ὃς ἐγγυτάτω τῆς πόλεως ἔκειτο καὶ ἦν προτείχισμα τῆς ἄλλης δυνάμεως ἐν ἐρυμνῷ τε κατεσκευασμένος χωρίῳ καὶ τὴν κρατίστην νεότητα Τυρρηνῶν ἔχων, ἧς ἡγεῖτο Μεσεντίου παῖς Λαῦσος ὄνομα, οὐδενὸς προιδομένου τὴν ἔφοδον αἱροῦσιν εὐπετῶς τὸ ὀχύρωμα. Ἐν ᾧ δὲ τὸ χωρίον τοῦτο ἡλίσκετο, φῶς τε ἄκαιρον ὁρῶντες οἱ ἐν τοῖς πεδίοις ἐστρατοπεδευκότες καὶ βοὴν τῶν ἀπολλυμένων ἀκούοντες ἔφευγον ἐκλιπόντες τοὺς πεδινοὺς τόπους ἐπὶ τὰ ὄρη.
4. Ἐν δὲ τούτῳ πολλὴ ἐγένετο ταραχὴ καὶ θόρυβος, οἷα ἐν νυκτὶ κινουμένης στρατιᾶς, ὡς αὐτίκα μάλα τῶν πολεμίων σφίσιν ἐπιθησομένων οὐ σὺν κόσμῳ οὐδὲ κατὰ τέλη τὴν ἔλασιν ποιουμένοις· οἱ δὲ Λατῖνοι, ἐπειδὴ τό τε φρούριον ἐξ ἐφόδου κατειλήφεσαν καὶ τὸ ἄλλο στράτευμα ἔμαθον τεταραγμένον, ἐπέκειντο αὐτοῖς κτείνοντες καὶ διώκοντες. τῶν δ´ οὐχ ὅπως τις πρὸς ἀλκὴν τραπέσθαι ἐπεχείρησεν, ἀλλ´ οὐδὲ μαθεῖν ἐν οἷς ἦσαν κακοῖς ἠδύνατο· ὑπὸ δὲ θορύβου καὶ ἀμηχανίας οἱ μὲν κατὰ κρημνῶν φερόμενοι διεφθείροντο, οἱ δ´ εἰς φάραγγας ἀνεξόδους ἐμπίπτοντες ἡλίσκοντο, οἱ δὲ πλεῖστοι ἀγνοήσαντες ἀλλήλους ἀνὰ τὸ σκότος ὅσα πολεμίους διέθεσαν, καὶ ὁ πλεῖστος αὐτῶν φθόρος ἀλληλοκτόνος ἐγίνετο.
5. Μεσέντιος δὲ σὺν ὀλίγοις λόφον τινὰ καταλαβών, ἐπειδὴ τοῦ παιδὸς τὸν μόρον ἐπύθετο καὶ ὅσος αὐτῷ στρατὸς διέφθαρτο ἐν οἵῳ τε χωρίῳ κατακεκλεικὼς ἑαυτὸν ἦν, ὡς ὢν ἐν ἀπορίᾳ χρήματος, ἔπεμψε κήρυκας εἰς τὸ Λαουΐνιον περὶ φιλίας διαλεξομένους, Ἀσκανίου δὲ τοῖς Λατίνοις ταμιεύεσθαι τὴν τύχην συμβουλεύοντος ἄδειαν εὑρόμενος ἀπῆλθεν ὑπόσπονδος μεθ´ ὅσης εἶχε δυνάμεως καὶ τὸν ἀπὸ τοῦδε χρόνον ἅπαντα διαλυσάμενος τὴν ἔχθραν πρὸς τοὺς Λατίνους βέβαιος φίλος ἦν.

LXVI. 1. Τριακοστῷ δὲ ὕστερον ἔτι μετὰ τὴν κτίσιν τοῦ Λαουϊνίου πόλιν ἑτέραν οἰκίζει κατὰ τὸ γενόμενον Αἰνείᾳ θέσφατον Ἀσκάνιος ὁ Αἰνείου καὶ μετάγει τούς τ´ ἐκ Λαουϊνίου καὶ τῶν ἄλλων Λατίνων ὅσοις ἦν βουλομένοις ἄμεινον οἰκεῖν εἰς τὴν νεόκτιστον, ὄνομα τῇ πόλει θέμενος Ἄλβαν. Ἔστι δ´ ἡ Ἄλβα καθ´ Ἑλλάδα γλῶσσαν Λευκή, σαφηνισμοῦ δ´ ἕνεκα διορίζεται παρ´ ἑτέραν πόλιν ὁμώνυμον ἐπικλήσει τὸ σχῆμα ἐπικατηγορούσῃ, καί ἐστιν ὥσπερ σύνθετον ἤδη τοὔνομα ἐξ ἀμφοῖν Ἄλβα λόγγα, τοῦτο δ´ ἔστι Λευκὴ μακρά.
2. Νῦν μὲν οὖν ἔρημός ἐστιν· ἐπὶ γὰρ Ὁστιλίου Τύλλου Ῥωμαίων βασιλέως στασιάζειν δόξασα πρὸς τὴν ἀποικίαν περὶ τῆς ἀρχῆς ἀνῃρέθη· τὸ δ´ ἐν αὐτῇ πολιτευόμενον πλῆθος ἡ καθελοῦσα τὴν μητρόπολιν ὑπεδέξατο Ῥώμη. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἱκνουμένοις χρόνοις ἐγένετο, ἡνίκα δὲ ᾠκίζετο πρὸς ὄρει καὶ λίμνῃ κατεσκευάσθη τὸ μέσον ἐπέχουσα ἀμφοῖν, καὶ ἦν ὥσπερ τείχη τῆς πόλεως ταῦτα δυσάλωτον αὐτὴν ποιοῦντα. Τό τε γὰρ ὅρος ἐν τοῖς πάνυ ὀχυρόν τε καὶ ὑψηλόν ἐστιν ἥ τε λίμνη βαθεῖα καὶ μεγάλη, καὶ αὐτὴν διὰ κλισιάδων ἀνοιγομένων ὑποδέχεται τὸ πεδίον ταμιευομένων ὁπόσον βούλονται τῶν ἀνθρώπων τὸ ὕδωρ.
3. Ὑπόκειται δὲ τῇ πόλει πεδία θαυμαστὰ μὲν ἰδεῖν, πλούσια δὲ καὶ οἴνους καὶ καρποὺς ἐξενεγκεῖν παντοδαποὺς καὶ οὐδὲν ἐνδεεστέρους τῆς ἄλλης Ἰταλίας, μάλιστα δὲ τὸν καλούμενον Ἀλβανὸν οἶνον ἡδὺν καὶ καλόν, ἔξω τοῦ Φαλερίνου λεγομένου τῶν γοῦν ἄλλων ἁπάντων διαφορώτατον.

LXVII. 1. Ἐν δὲ τῇ κτίσει τῆς πόλεως θαῦμα μέγιστον λέγεται γενέσθαι. κατασκευασθέντος τοῖς ἕδεσι τῶν θεῶν, οὓς Αἰνείας ἐκ τῆς Τρωάδος ἠνέγκατο καὶ καθίδρυσεν ἐν τῷ Λαουϊνίῳ, ναοῦ χωρίον ἔχοντος ἄβατον καὶ τῶν ἱδρυμάτων ἐκ τοῦ Λαουϊνίου μετακομισθέντων ἐκ τοῦ ναοῦ εἰς τοῦτον τὸν μυχόν, ὑπὸ τὴν ἐπιοῦσαν νύκτα κεκλεισμένων τε ὡς μάλιστα τῶν θυρῶν καὶ οὐδὲν παθόντων οὔτε περιβόλων οὔτε ὀροφῶν διαμείψαντα τὰ βρέτη τὴν στάσιν ἐπὶ τῶν ἀρχαίων εὑρεθῆναι κείμενα βάθρων·
2. Μετακομισθέντα δὲ αὖθις ἐκ τοῦ Λαουϊνίου σὺν ἱκετείαις καὶ θυσίαις ἀρεστηρίοις εἰς τὸ αὐτὸ χωρίον ὁμοίως ἀνελθεῖν. Τοὺς δὲ ἀνθρώπους τέως μὲν ἀπορεῖν ὅ τι χρήσονται τοῖς πράγμασιν οὔτε δίχα τῶν πατρῴων θεῶν οἰκεῖν ἀξιοῦντας οὔτε ἐπὶ τὴν ἐκλειφθεῖσαν οἴκησιν αὖθις ἀναστρέφειν, τελευτῶντας δὲ γνώμην εὑρέσθαι, ἣ ἔμελλεν ἀποχρώντως πρὸς ἀμφότερα ἕξειν· τὰ μὲν ἕδη κατὰ χώραν ἐᾶσαι μένειν, ἄνδρας δὲ τοὺς ἐπιμελησομένους αὐτῶν ἐκ τῆς Ἄλβας εἰς τὸ Λαουΐνιον αὖθις ἐποίκους μεταγαγεῖν. καὶ ἐγένοντο οἱ πεμφθέντες ἑξακόσιοι μελεδωνοὶ τῶν ἱερῶν αὐτοῖς μεταναστάντες ἐφεστίοις· ἡγεμὼν δ´ ἐπ´ αὐτοῖς ἐτάχθη Αἴγεστος.
3. Τοὺς δὲ θεοὺς τούτους Ῥωμαῖοι μὲν Πενάτας καλοῦσιν· οἱ δ´ ἐξερμηνεύοντες εἰς τὴν Ἑλλάδα γλῶσσαν τοὔνομα οἱ μὲν Πατρῴους ἀποφαίνουσιν, οἱ δὲ Γενεθλίους, εἰσὶ δ´ οἳ Κτησίους, ἄλλοι δὲ Μυχίους, οἱ δὲ Ἑρκείους. ἔοικε δὲ τούτων ἕκαστος κατά τινος τῶν συμβεβηκότων αὐτοῖς ποιεῖσθαι τὴν ἐπίκλησιν κινδυνεύουσί τε πάντες ἁμωςγέπως τὸ αὐτὸ λέγειν.
4. Σχήματος δὲ καὶ μορφῆς αὐτῶν πέρι Τίμαιος μὲν ὁ συγγραφεὺς ὧδε ἀποφαίνεται· κηρύκια σιδηρᾶ καὶ χαλκᾶ καὶ κέραμον Τρωικὸν εἶναι τὰ ἐν τοῖς ἀδύτοις τοῖς ἐν Λαουϊνίῳ κείμενα ἱερά, πυθέσθαι δὲ αὐτὸς ταῦτα παρὰ τῶν ἐπιχωρίων. Ἐγὼ δὲ ὅσα μὲν ὁρᾶν ἅπασιν οὐ θέμις οὔτε παρὰ τῶν ὁρώντων ἀκούειν οὔτε ἀναγράφειν οἴομαι δεῖν, νεμεσῶ δὲ καὶ τοῖς ἄλλοις, ὅσοι πλείω τῶν συγχωρουμένων ὑπὸ νόμου ζητεῖν ἢ γινώσκειν ἀξιοῦσιν.

LXVIII. 1. Ἃ δὲ αὐτός τε ἰδὼν ἐπίσταμαι καὶ δέος οὐδὲν ἀποκωλύει με περὶ αὐτῶν γράφειν τοιάδε ἐστί· νεὼς ἐν Ῥώμῃ δείκνυται τῆς ἀγορᾶς οὐ πρόσω κατὰ τὴν ἐπὶ Καρίνας φέρουσαν ἐπίτομον ὁδὸν ὑπεροχῇ σκοτεινὸς ἱδρυμένος οὐ μέγας. λέγεται δὲ κατὰ τὴν ἐπιχώριον γλῶτταν ὑπ´ Ἐλαίας τὸ χωρίον. Ἐν δὲ τούτῳ κεῖνται τῶν Τρωικῶν θεῶν εἰκόνες, ἃς ἅπασιν ὁρᾶν θέμις, ἐπιγραφὴν ἔχουσαι δηλοῦσαν τοὺς Πενάτας. Δοκοῦσι γάρ μοι τοῦ θῆτα μήπω γράμματος εὑρημένου τῷ δέλτα δηλοῦν τὴν ἐκείνου δύναμιν οἱ παλαιοί.
2. Εἰσὶ δὲ νεανίαι δύο καθήμενοι δόρατα διειληφότες, τῆς παλαιᾶς ἔργα τέχνης. πολλὰ δὲ καὶ ἄλλα ἐν ἱεροῖς ἀρχαίοις εἴδωλα τῶν θεῶν τούτων ἐθεασάμεθα, καὶ ἐν ἅπασι νεανίσκοι δύο στρατιωτικὰ σχήματα ἔχοντες φαίνονται. Ὁρᾶν μὲν δὴ ταῦτα ἔξεστιν, ἀκούειν δὲ καὶ γράφειν ὑπὲρ αὐτῶν, ἃ Καλλίστρατός τε ὁ περὶ Σαμοθρᾴκης συνταξάμενος ἱστορεῖ καὶ Σάτυρος ὁ τοὺς ἀρχαίους μύθους συναγαγὼν καὶ ἄλλοι συχνοί, παλαιότατος δὲ ὧν ἡμεῖς ἴσμεν ποιητὴς Ἀρκτῖνος.
3. Λέγουσι γοῦν ὧδε· Χρύσην τὴν Πάλλαντος θυγατέρα γημαμένην Δαρδάνῳ φερνὰς ἐπενέγκασθαι δωρεὰς Ἀθηνᾶς τά τε Παλλάδια καὶ τὰ ἱερὰ τῶν μεγάλων θεῶν διδαχθεῖσαν αὐτῶν τὰς τελετάς. Ἐπειδὴ δὲ τὴν ἐπομβρίαν φεύγοντες Ἀρκάδες Πελοπόννησον μὲν ἐξέλιπον, ἐν δὲ τῇ Θρᾳκίᾳ νήσῳ τοὺς βίους ἱδρύσαντο, κατασκευάσαι τὸν Δάρδανον ἐνταῦθα τῶν θεῶν τούτων ἱερὸν ἀρρήτους τοῖς ἄλλοις ποιοῦντα τὰς ἰδίους αὐτῶν ὀνομασίας καὶ τὰς τελετὰς αὐτοῖς τὰς καὶ εἰς τόδε χρόνου γινομένας ὑπὸ Σαμοθρᾴκων ἐπιτελεῖν.
4. Ὡς δὲ μετῆγε τοῦ λεὼ τὴν πλείω μοῖραν εἰς τὴν Ἀσίαν τὰ μὲν ἱερὰ τῶν θεῶν καὶ τὰς τελετὰς τοῖς ὑπομείνασιν ἐν τῇ νήσῳ καταλιπεῖν· τὰ δὲ Παλλάδια καὶ τὰς τῶν θεῶν εἰκόνας κατασκευασάμενον ἀγαγέσθαι μετ´ αὐτοῦ. διαμαντευόμενον δὲ περὶ τῆς οἰκήσεως τά τε ἄλλα μαθεῖν καὶ περὶ τῶν ἱερῶν τῆς φυλακῆς τόνδε τὸν χρησμὸν λαβεῖν·
Εἰς πόλιν ἣν κτίζῃσθα θεοῖς σέβας ἄφθιτον αἰεὶ
θεῖναι, καὶ φυλακαῖς τε σέβειν θυσίαις τε
χοροῖς τε.
Ἔστ´ ἂν γὰρ τάδε σεμνὰ καθ´ ὑμετέρην χθόνα μίμνῃ
δῶρα Διὸς κούρης ἀλόχῳ σέθεν, ἡ δὲ πόλις σοι
ἔσται ἀπόρθητος τὸν ἀεὶ χρόνον ἤματα πάντα.

LXIX. 1. Δάρδανον μὲν ἐν τῇ κτισθείσῃ τε ὑφ´ ἑαυτοῦ καὶ ὀνομασίας ὁμοίας τυχούσῃ πόλει τὰ ἕδη καταλιπεῖν, Ἰλίου δ´ ἐν ὑστέρῳ χρόνῳ συνοικισθέντος ἐκεῖσε μετενεχθῆναι πρὸς τῶν ἐγγόνων αὐτοῦ τὰ ἱερά. ποιήσασθαι δὲ τοὺς Ἰλιεῖς νεών τε καὶ ἄδυτον αὐτοῖς ἐπὶ τῆς ἄκρας καὶ φυλάττειν δι´ ἐπιμελείας ὅσης ἐδύναντο πλείστης θεόπεμπτά τε ἡγουμένους εἶναι καὶ σωτηρίας κύρια τῇ πόλει.
2. Ἁλισκομένης δὲ τῆς κάτω πόλεως τὸν Αἰνείαν καρτερὸν τῆς ἄκρας γενόμενον, ἄραντα ἐκ τῶν ἀδύτων τά τε ἱερὰ τῶν μεγάλων θεῶν καὶ ὅπερ ἔτι περιῆν Παλλάδιον (θάτερον γὰρ Ὀδυσσέα καὶ Διομήδην νυκτός φασιν εἰς Ἴλιον ἀφικομένους κλοπῇ λαβεῖν) οἴχεσθαί τε κομίσαντα τὸν Αἰνείαν ἐκ τῆς πόλεως καὶ ἐλθεῖν ἄγοντα εἰς Ἰταλίαν.
3. Ἀρκτῖνος δέ φησιν ὑπὸ Διὸς δοθῆναι Δαρδάνῳ Παλλάδιον ἓν καὶ εἶναι τοῦτο ἐν Ἰλίῳ τέως ἡ πόλις ἡλίσκετο κεκρυμμένον ἐν ἀβάτῳ· εἰκόνα δ´ ἐκείνου κατεσκευασμένην ὡς μηδὲν τῆς ἀρχετύπου διαφέρειν ἀπάτης τῶν ἐπιβουλευόντων ἕνεκεν ἐν φανερῷ τεθῆναι καὶ αὐτὴν Ἀχαιοὺς ἐπιβουλεύσαντας λαβεῖν.
4. Τὰ μὲν οὖν εἰς Ἰταλίαν ὑπ´ Αἰνείου κομισθέντα ἱερὰ τοῖς εἰρημένοις ἀνδράσι πειθόμενος γράφω τῶν τε μεγάλων θεῶν εἰκόνας εἶναι, οὓς Σαμοθρᾷκες Ἑλλήνων μάλιστα ὀργιάζουσι, καὶ τὸ μυθευόμενον Παλλάδιον, ὅ φασι τὰς ἱερὰς φυλάττειν παρθένους ἐν ναῷ κείμενον Ἑστίας, ἔνθα καὶ τὸ ἀθάνατον διασώζεται πῦρ· ὑπὲρ ὧν ἐν ὑστέρῳ λεχθήσεται λόγῳ. Εἴη δ´ ἂν καὶ παρὰ ταῦτα τοῖς βεβήλοις ἡμῖν ἄδηλα ἕτερα. Καὶ περὶ μὲν τῶν Τρωικῶν ἱερῶν τοσαῦτα εἰρήσθω.

LXX. 1. Ἀσκανίου δὲ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας τελευτήσαντος παρέλαβε τὴν ἡγεμονίαν Σιλούιος ἀδελφὸς ὢν Ἀσκανίου, μετὰ τὸν Αἰνείου θάνατον γενόμενος ἐκ Λαύνας τῆς Λατίνου θυγατρός, ὅν φασιν ἐν τοῖς ὄρεσιν ὑπὸ τῶν νομέων ἐκτραφῆναι.
2. Τοῦ γὰρ Ἀσκανίου παραλαβόντος τὴν βασιλείαν περιδεὴς ἡ Λαῦνα γενομένη μή τι δεινὸν ὑπ´ αὐτοῦ πάθῃ κατὰ τὸ τῆς μητρυιᾶς ὄνομα, ἐγκύμων οὖσα δίδωσιν ἑαυτὴν Τυρρηνῷ τινι συοφορβίων ἐπιμελητῇ βασιλικῶν, ὃν ᾔδει Λατίνῳ γενόμενον ἐν τοῖς μάλιστα προσήγορον. ὁ δ´ εἰς ὕλας ἐρήμους ἀγαγὼν αὐτὴν ὡς τῶν ἐπιτυχουσῶν τινα, φυλαττόμενος ὀφθῆναι τοῖς εἰδόσιν ἔτρεφεν ἐν τῇ νάπῃ κατασκευάσας οἴκησιν οὐ πολλοῖς γνώριμον καὶ τὸ παιδίον γενόμενον ἀναιρεῖταί τε καὶ τρέφει Σιλούιον ὀνομάσας ἀπὸ τῆς ὕλης, ὥσπερ ἂν εἴ τις Ἑλλάδι γλώσσῃ λέξειεν Ὑλαῖον.
3. Χρόνου δὲ προϊόντος ὡς πολλὴν ζήτησιν ἔγνω τῆς γυναικὸς ὑπὸ τῶν Λατίνων γινομένην καὶ δι´ αἰτίας ὄντα παρὰ τῷ πλήθει τὸν Ἀσκάνιον, ὡς ἀνῃρηκότα τὴν παιδίσκην, φράζει τῷ δήμῳ τὸ πρᾶγμα καὶ τὴν ἄνθρωπον ἄγει μετὰ τοῦ παιδὸς ἐκ τῆς νάπης. τύχῃ μὲν δὴ τοιαύτῃ χρησάμενος ὁ Σιλούϊος τὴν εἰρημένην ἔσχεν ὀνομασίαν καὶ τὸ ἐξ ἐκείνου γένος ἅπαν, τὴν δὲ βασιλείαν παρέλαβεν, ἐπειδὴ τὸν ἀδελφὸν αὐτοῦ τελευτῆσαι συνέπεσεν, ἀμφίλογον γενομένην πρὸς ἕνα τὸν πρεσβεύσαντα τῶν Ἀσκανίου παίδων Ἴουλον ἀξιοῦντα τὴν πατρῴαν ἀρχὴν διαδέξασθαι.
4. Τὴν δὲ δίκην ἐπεψήφισεν ὁ δῆμος ἄλλοις τε ὑπαχθεὶς λόγοις καὶ οὐχ ἥκιστα ὅτι μητρὸς ἦν ὁ Σιλούϊος ἐπικλήρου τῆς ἀρχῆς. Ἰούλῳ δὲ ἀντὶ τῆς βασιλείας ἱερά τις ἐξουσία προσετέθη καὶ τιμὴ τῷ τε ἀκινδύνῳ προὔχουσα τῆς μοναρχίας καὶ τῇ ῥαστώνῃ τοῦ βίου, ἣν ἔτι καὶ εἰς ἐμὲ τὸ ἐξ αὐτοῦ γένος ἐκαρποῦτο, Ἰούλιοι κληθέντες ἀπ´ ἐκείνου. ἐγένετο δὲ μέγιστος ἅμα καὶ λαμπρότατος οἴκων οὗτος, ὧν ἡμεῖς ἴσμεν, ἄνδρας τε διαφορωτάτους ἡγεμόνων ἤνεγκεν, οἷς τὸ εὐγενὲς αἱ ἀρεταὶ μὴ ἀπιστεῖσθαι παρέσχον· ὑπὲρ ὧν ἐν ἄλλῳ δηλωθήσεται λόγῳ τὰ προσήκοντα.