Ύμνος προς την Αφροδίτη: Διαφορά μεταξύ των αναθεωρήσεων
Χωρίς σύνοψη επεξεργασίας |
Χωρίς σύνοψη επεξεργασίας |
||
Γραμμή 27: | Γραμμή 27: | ||
ἄρμ᾽ ὐπαζεύξαισα<ref>ὐπασδεύξαισα {{sc|l}}; ὑποζεύξασα {{sc|p}}.</ref>, κάλοι δέ σ᾽ ἆγον |
ἄρμ᾽ ὐπαζεύξαισα<ref>ὐπασδεύξαισα {{sc|l}}; ὑποζεύξασα {{sc|p}}.</ref>, κάλοι δέ σ᾽ ἆγον |
||
ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας |
ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας |
||
πύκνα δίννεντες<ref>δινῆντες {{sc|p}}.; διννηντε {{sc|v}} (a copy of {{sc|l}}); δινεῦντες {{sc|dm}}.</ref> πτέρ’ ἀπ᾽ |
πύκνα δίννεντες<ref>δινῆντες {{sc|p}}.; διννηντε {{sc|v}} (a copy of {{sc|l}}); δινεῦντες {{sc|dm}}.</ref> πτέρ’ ἀπ᾽ ὠράνω͜ αἴθε- |
||
::::::ρος<ref>ωρανω θερος {{sc|l}}; αἰθέρος {{sc|m}}.</ref> διὰ μέσσω. |
::::::ρος<ref>ωρανω θερος {{sc|l}}; αἰθέρος {{sc|m}}.</ref> διὰ μέσσω. |
||
Αναθεώρηση της 16:55, 17 Ιουνίου 2020
Ύμνος προς την Αφροδίτη Συγγραφέας: |
Greek Melic Poets, ed. Smyth, 1900. [1] |
Ποικιλόθρον᾽[1] ἀθάνατ᾽ ᾽Αφρόδιτα[2],
παῖ Διός, δολόπλοκε, λίσσομαί σε
μή μ᾽ ἄσαισι μηδ᾽ ὀνίαισι δάμνα,
πότνια, θῦμον·
ἀλλά τυῖδ᾽ ἔλθ᾽, αἴ ποτα κἀτέρωτα
τᾶς ἔμας αὔδως[3] ἀίοισα πήλυι[4]
ἔκλυες, πάτρος δὲ δόμον λίποισα
χρύσιον[5] ἦλθες
ἄρμ᾽ ὐπαζεύξαισα[6], κάλοι δέ σ᾽ ἆγον
ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας
πύκνα δίννεντες[7] πτέρ’ ἀπ᾽ ὠράνω͜ αἴθε-
ρος[8] διὰ μέσσω.
αἶψα δ᾽ ἐξίκοντο, τὺ δ᾽, ὦ μάκαιρα
μει διάσαισ᾽ ἀθανάτῳ προσώπῳ,
ἤρε’ ὄττι δηὖτε[9] πέπονθα κὤττι[10]
δηὖτε κάλημι,
κὤττι ἔμῳ[11] μάλιστα θέλω γένεσθαι
μαινόλᾳ θύμῳ· τίνα δηὖτε πείθω
μαῖς ἄγην ἐς σὰν[12] φιλότατα; τίς σ’, ὦ
Ψάπφ᾽, ἀδικήει[13];
καὶ γὰρ αἰ[14] φεύγει, ταχέως διώξει,
αἰ δὲ δῶρα μὴ δέκετ’, ἀλλὰ δώσει,
αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει
κωὐκ ἐθέλοισα[15].
ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον
ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι
θῦμος ἰμμέρρει[16], τέλεσον· σὺ δ’ αὔτα
σύμμαχος ἔσσο.
Σημειώσεις
- ↑ v.l. ποικιλόφρον m.
- ↑ Ἀφροδίτα dmau.
- ↑ αὐδῶς p; αὐδὰς dm.
- ↑ πόλυ p; πηλοὶ l.
- ↑ χρύσεινον p.
- ↑ ὐπασδεύξαισα l; ὑποζεύξασα p.
- ↑ δινῆντες p.; διννηντε v (a copy of l); δινεῦντες dm.
- ↑ ωρανω θερος l; αἰθέρος m.
- ↑ δ’ ῆυ τὸ p.
- ↑ κὤτι dm.
- ↑ κωτεμω l; κὄττι ἐμῷ c.
- ↑ τινα δηυτε πειθω και σαγήν εσσαν l; τιναδ’ ἐυτεπείθωμαι σαγηνέσσαν p.
- ↑ ἀδικήη Et. Mag. 485. 41.
- ↑ ἢ l; εἰ other mss.
- ↑ κωϋκ ἐθέλουσα l.
- ↑ ἰμμέρρει Fick: ϊμέρει p.