Ύμνος προς την Αφροδίτη: Διαφορά μεταξύ των αναθεωρήσεων
Χωρίς σύνοψη επεξεργασίας |
Χωρίς σύνοψη επεξεργασίας |
||
Γραμμή 35: | Γραμμή 35: | ||
::::::δηὖτε κάλημι, |
::::::δηὖτε κάλημι, |
||
κὤττι |
κὤττι ἔμῳ<ref>κωτεμω {{sc|l}}; κὄττι ἐμῷ {{sc|c}}.</ref> μάλιστα θέλω γένεσθαι |
||
μαινόλᾳ θύμῳ· τίνα δηὖτε πείθω |
μαινόλᾳ θύμῳ· τίνα δηὖτε πείθω |
||
μαῖς ἄγην ἐς σὰν<ref>τινα δηυτε πειθω και σαγήν εσσαν {{sc|l}}; τιναδ’ ἐυτεπείθωμαι σαγηνέσσαν {{sc|p}}.</ref> φιλότατα; τίς τ, ὦ |
μαῖς ἄγην ἐς σὰν<ref>τινα δηυτε πειθω και σαγήν εσσαν {{sc|l}}; τιναδ’ ἐυτεπείθωμαι σαγηνέσσαν {{sc|p}}.</ref> φιλότατα; τίς τ, ὦ |
Αναθεώρηση της 11:21, 17 Ιουνίου 2020
Ύμνος προς την Αφροδίτη Συγγραφέας: |
Greek Melic Poets, ed. Smyth, 1900. [1] |
Ποικιλόθρον᾽[1] ἀθάνατ᾽ ᾽Αφρόδιτα[2],
παῖ Διός, δολόπλοκε, λίσσομαί σε
μή μ᾽ ἄσαισι μηδ᾽ ὀνίαισι δάμνα,
πότνια, θῦμον·
ἀλλά τυῖδ᾽ ἔλθ᾽, αἴ ποτα κἀτέρωτα
τᾶς ἔμας αὔδως[3] ἀίοισα πήλυι[4]
ἔκλυες, πάτρος δὲ δόμον λίποισα
χρύσιον[5] ἦλθες
ἄρμ᾽ ὐπαζεύξαισα[6], κάλοι δέ σ᾽ ἆγον
ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας
πύκνα δίννεντες[7] πτέρ’ ἀπ᾽ ὠράνω αἴθε-
ρος[8] διὰ μέσσω.
αἶψα δ᾽ ἐξίκοντο, τὺ δ᾽, ὦ μάκαιρα
μει διάσαισ᾽ ἀθανάτῳ προσώπῳ,
ἤρε’ ὄττι δηὖτε[9] πέπονθα κὤττι[10]
δηὖτε κάλημι,
κὤττι ἔμῳ[11] μάλιστα θέλω γένεσθαι
μαινόλᾳ θύμῳ· τίνα δηὖτε πείθω
μαῖς ἄγην ἐς σὰν[12] φιλότατα; τίς τ, ὦ
Ψάπφ᾽, ἀδικήει[13];
καὶ γὰρ αἰ[14] φεύγει, ταχέως διώξει,
αἰ δὲ δῶρα μὴ δέκετ ἀλλὰ δώσει,
αἰ δὲ μὴ φίλει ταχέως φιλήσει,
κωὐκ ἐθέλοισα[15].
ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον
ἐκ μερίμναν ὄσσα δέ μοι τέλεσσαι
θῦμος ἰμμέρρει[16], τέλεσον, σὐ δ᾽ αὔτα
σύμμαχος ἔσσο.
Σημειώσεις
- ↑ v.l. ποικιλόφρον m.
- ↑ Ἀφροδίτα dmau.
- ↑ αὐδῶς p; αὐδὰς dm.
- ↑ πόλυ p; πηλοὶ l.
- ↑ χρύσεινον p.
- ↑ ὐπασδεύξαισα l; ὑποζεύξασα p.
- ↑ δινῆντες p.; διννηντε v (a copy of l); δινεῦντες dm.
- ↑ ωρανω θερος l; αἰθέρος m.
- ↑ δ’ ῆυ τὸ p.
- ↑ κὤτι dm.
- ↑ κωτεμω l; κὄττι ἐμῷ c.
- ↑ τινα δηυτε πειθω και σαγήν εσσαν l; τιναδ’ ἐυτεπείθωμαι σαγηνέσσαν p.
- ↑ ἀδικήη Et. Mag. 485. 41.
- ↑ ἢ l; εἰ other mss.
- ↑ κωϋκ ἐθέλουσα l.
- ↑ ἰμμέρρει Fick: ϊμέρει p.