Χρονική Διήγησις/Ισαάκιος Άγγελος/Β/7: Διαφορά μεταξύ των αναθεωρήσεων

Από Βικιθήκη
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Flyax (συζήτηση | Συνεισφορά)
Νέα σελίδα: {{Κεφαλίδα| | τίτλος = Χρονική Διήγησις | συγγραφέας = Νικήτας Χωνιάτης | μεταφραστής= | ενό...
 
Flyax (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 32: Γραμμή 32:
δὲ καὶ διασπαρέντες ἐσώθησαν. ἵνα δὲ καὶ ταῖς ἀπὸ τῶν ἐχθρῶν
δὲ καὶ διασπαρέντες ἐσώθησαν. ἵνα δὲ καὶ ταῖς ἀπὸ τῶν ἐχθρῶν
μαρτυρίαις τὸ πλῆθος πιστωσώμεθα τῶν πεσόντων, ἔφασκέ τις Ἰσμαηλίτης,
μαρτυρίαις τὸ πλῆθος πιστωσώμεθα τῶν πεσόντων, ἔφασκέ τις Ἰσμαηλίτης,
ὃς τῷ πολέμῳ τούτῳ παρατετυχήκει, τῷ βασιλεῖ προσρυεὶς Ῥωμαίων, τὴν
ὃς τῷ πολέμῳ τούτῳ παρατετυχήκει, τῷ
'''[265B]''' βασιλεῖ προσρυεὶς Ῥωμαίων, τὴν οἰκείαν ἐπομνύμενος θρησκείαν,
διακοσίους ἀργυρέους καταθέσθαι στατῆρας εἰς ἐκκόμισιν τῶν νεκρῶν οἳ κατὰ
οἰκείαν ἐπομνύμενος θρησκείαν, διακοσίους ἀργυρέους
τὸν κῆπον αὐτοῦ ἀπεσφάγησαν. οἱ δ' Ἀλαμανοὶ τὸ Ἰκόνιον κατασχόντες τούτου
καταθέσθαι στατῆρας εἰς ἐκκόμισιν τῶν νεκρῶν οἳ κατὰ τὸν κῆπον
μὲν ἐντὸς οὐκ εἰσέδυσαν, κατὰ δὲ τὴν ἔξω λεγομένην πόλιν ηὐλίσαντο ἄνωθεν τῶν
αὐτοῦ ἀπεσφάγησαν.
δωμάτων τὰς αὐλαίας πηξάμενοι. καὶ μηδὲν ἕτερον ὅτι μὴ τὰ πρὸς τὸ
ζῆν ἐπιτήδεια καὶ μόνα ἐκεῖθεν ἐνσκευασάμενοι τοῦ πρόσω εἴχοντο.
κατὰ δὲ τὴν ἀνάβασιν ταύτην λέγεται Ἀλαμανόν τινα, πελώριον
τὸ σῶμα, τὴν ἰσχὺν ἀπαράμιλλον, τῶν ὁμοφύλων ἐπὶ πλεῖστον
ἀπολειφθῆναι, καὶ τὸν μὲν ἀνειμένοις στέλλεσθαι ποσὶν, ἐκ τοῦ
χαλινοῦ τὸν ἵππον ἐφέλκοντα τῇ ὁδοιπορίᾳ κεκμηκότα, τῶν δ' ἐξ Ἰσμαὴλ
ἀθροισθῆναι περὶ αὐτὸν ὑπὲρ τοὺς πεντήκοντα, κρατίστους ἅμα πάντας
καὶ τὰς οἰκείας τάξεις ἀπολιπόντας. οἱ μὲν οὖν ὡς
'''[265C]''' ἐς κύκλωσιν αὐτὸν διειληφότες περιετόξευον, ὁ δὲ τῷ
εὐρεῖ σάκει σκεπόμενος καὶ τῇ τῶν ὅπλων θαρρῶν στεγανότητι γεγηθὼς ἐπορεύετο,
ἀτίνακτος κατὰ πρῶνα ἢ πρόβολον τοῖς τοῦ βαρβαρικοῦ ἐκείνου ξυλλόγου
βλήμασι καὶ ὢν καὶ δεικνύμενος. ὡς δ' ἐκείνων τις γενναῖόν τι δράσειν ὑπὲρ τοὺς
ἄλλους ἐπαγγειλάμενος ἀπέθετο μὲν τὸ τόξον ὡς οὐκ ὀνήσιμον, τὴν δ' ἐπιμήκη μάχαιραν
ἐξερύσας καὶ τὸν ἵππον ἐς δρόμον ἀνεὶς ἀγχωμάλως καὶ ἐνώπιος ἐνωπίῳ τῷ Ἀλαμανῷ ἐπεβάλετο μάχεσθαι,
αὐτὸς μὲν ὅσα καὶ ἀκρώρειαν ὄρους ἢ ἀνδριάντα χάλκεον ἔπαιε τὸν
Ἀλαμανόν, ὁ δὲ τὸ ξίφος σπασάμενος παχείᾳ καὶ ἡρωϊκῇ χειρί βριθὺ καὶ μέγα καὶ στιβαρόν,
'''[265D]''' πλήττει τὸν ἵππον ἐπιδοχμίως περὶ τοὺς πόδας
καὶ ἄμφω τοὺς ἐμπροσθίους ὡς οὐδ' ἀγροῦ τις χόρτον ἀπέτεμεν.
ὡς δ' ἐπὶ γόνυ κλιθεὶς ὁ ἵππος ἔτι τὸν ἀναβάτην ἐρειδόμενον εἶχε
τῇ ἐφεστρίδι, ἐκτείνας ὁ Ἀλαμανὸς τὸν βραχίονα κατὰ μέσης
τῆς τοῦ Πέρσου κόρσης τὴν σπάθην κατήνεγκεν. ἡ δὲ
τῇ οἰκείᾳ τε ἀντιτυπίᾳ καὶ τῇ τοῦ φέροντος γενναιότητι οὕτως
ἀξιοθαύμαστον εἰργάσατο τὴν τομήν ὡς τὸν μὲν πληγέντα
διαιρεθῆναι διχῇ, κακῶς δὲ καὶ τὸν ἵππον ἐς τὸν νῶτον
παθεῖν διαπτάντος τὴν ἀστράβην τοῦ πλήγματος, τοὺς δὲ λοιποὺς
Πέρσας πρὸς τὴν τοιαύτην θέαν καταπλαγέντας μηκέτι ἀποθαρρῆσαι
τὸν μεθ' ἑνὸς πόλεμον. καὶ οἱ μὲν οὕτως, ὁ δὲ
ὡς λέων πεποιθὼς τῇ οἰκείᾳ ῥώμῃ οὐκ ἐπέτεινε τὴν πορείαν,
ἀλλὰ βάδην ὁδεύων περὶ ὀψίαν τοῖς ὁμογενέσι προσέμιξεν
ἔνθα ηὐλίσαντο. φασὶ δὲ ὡς οἱ ἐξ Ἰσμαὴλ ὑφορώμενοι, μή
πως εἰς τὴν αὐτῶν χώραν εἴη χρονίσας ὁ ῥὴξ ὡς ἤδη καταπαλαίσας
σφας, φιλοφροσύνην ἐς αὐτὸν προσποιητὴν ἐνδειξάμενοι
'''[266Α]''' ἔδοξάν πως αὐτὸν ἐκμειλίξασθαι οὕτω· τὸν δὲ ὅμηρα
τῶν μέγα παρ' αὐτοῖς δυναμένων τοὺς παῖδας δεξάμενον
καὶ ἡγεμόνας ὁδοῦ προσλαβόμενον πλείστους τὰ αὐτῶν ὅρια
οὕτως ὑπερβαλεῖν, ὀλίγῳ δὲ ὕστερον τῆς Ἀρμενίας ἁψάμενον
οὐ βραχεῖς ἐκ τούτων δοῦναι τῷ ξίφει, τοὺς δὲ λοιποὺς ἀποπέμψαι ὀπίσω.
</div></center>
</div></center>

Τελευταία αναθεώρηση της 19:35, 20 Απριλίου 2020

Χρονική Διήγησις
Συγγραφέας:
Ισαάκιος Άγγελος - ΤΟΜΟΣ Β΄ (7)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΙΣΑΑΚΙΟΣ ΑΓΓΕΛΟΣ - ΤΟΜΟΣ Β΄ (7)

7. Οὐ μόνον οὖν ἐκ τῶν δυοῖν τούτων πολέμων φοβερὸς ὁ ῥὴξ ἐγεγόνει καὶ παρὰ τοῖς ἑῴοις ἔθνεσι διαβόητος, ἀλλ' ὅτι καὶ κατ' αὐτὸ τὸ Ἰκόνιον τοῖς αὐτοῖς τοὺς Τούρκους περιέβαλε δυσπραγήμασιν. αὐτὸς μὲν γὰρ ὁ σουλτὰν εἰς τὰ Τάξαρα δραπετεύσας ἀπελογεῖτο μηδὲν εἰδέναι ὧν οἱ υἱεῖς αὐτοῦ διεπράξαντο, ὅτι καὶ τῆς ἀρχῆς ὑφ' ἑνὸς αὐτῶν τοῦ Κοπατίνου ἀπεσκοράκισται· οἱ δὲ Τοῦρκοι τὰ τῶν κήπων ὑπεισδύντες ταφρεύματά τε καὶ τoὺς διώρυχας, οἱ συνεχεῖς εἰσι περὶ τὸ Ἰκόνιον, καὶ τοὺς ἐκ λίθων περιβόλους ὡς ἕρκος περιβαλλόμενοι, ἐκ τούτων ᾤοντο ἐπισχήσειν τὴν ἐς Ἰκόνιον πάροδον τῶν Ἀλαμανῶν, οἷα τοξόται πάντες κράτιστοι περὶ ἕνα χῶρον συνηλισμένοι, καὶ πρὸς ἱππεῖς ὁπλοφόρους ἐν δυσχωρίαις κοῦφοι διαμιλλώμενοι. ἀλλ' εἰς κενὸν καὶ τότε σφίσι τὰ διαβούλια ἔσχασαν. οἱ γὰρ Ἀλαμανοὶ [265A] θεασάμενοι τοὺς Τούρκους τὰς τῶν κήπων ὑπεισιόντας αἱμασιὰς καὶ ὡς ἀφ' ὁρμητηρίου τινὸς ἐκεῖθεν τοξεύοντας τάδε ἐποίουν· ἐπὶ τὸ οἰκεῖον ὄχημα τῶν ἱππέων ἕκαστος πεζὸν ἐπανέλαβεν ὁπλίτην, καὶ τούτους ὡς διὰ βαθμίδων τῶν ἵππων ἄνωθεν τῶν περιβόλων θέμενοι, ἔνθα οἱ Τοῦρκοι συνεσπειράθησαν, διαφῆκαν ἐνθένδε σφίσι συμπλέκεσθαι, ἐπεβοήθουν δὲ καὶ αὐτοὶ ἐν οἷς ἐξῆν διιππάζεσθαι. καὶ κακοὶ καὶ τότε κακῶς οἱ πλείους τῶν Τούρκων ἀπώλοντο, οἱ δὲ καὶ διασπαρέντες ἐσώθησαν. ἵνα δὲ καὶ ταῖς ἀπὸ τῶν ἐχθρῶν μαρτυρίαις τὸ πλῆθος πιστωσώμεθα τῶν πεσόντων, ἔφασκέ τις Ἰσμαηλίτης, ὃς τῷ πολέμῳ τούτῳ παρατετυχήκει, τῷ [265B] βασιλεῖ προσρυεὶς Ῥωμαίων, τὴν οἰκείαν ἐπομνύμενος θρησκείαν, διακοσίους ἀργυρέους καταθέσθαι στατῆρας εἰς ἐκκόμισιν τῶν νεκρῶν οἳ κατὰ τὸν κῆπον αὐτοῦ ἀπεσφάγησαν. οἱ δ' Ἀλαμανοὶ τὸ Ἰκόνιον κατασχόντες τούτου μὲν ἐντὸς οὐκ εἰσέδυσαν, κατὰ δὲ τὴν ἔξω λεγομένην πόλιν ηὐλίσαντο ἄνωθεν τῶν δωμάτων τὰς αὐλαίας πηξάμενοι. καὶ μηδὲν ἕτερον ὅτι μὴ τὰ πρὸς τὸ ζῆν ἐπιτήδεια καὶ μόνα ἐκεῖθεν ἐνσκευασάμενοι τοῦ πρόσω εἴχοντο. κατὰ δὲ τὴν ἀνάβασιν ταύτην λέγεται Ἀλαμανόν τινα, πελώριον τὸ σῶμα, τὴν ἰσχὺν ἀπαράμιλλον, τῶν ὁμοφύλων ἐπὶ πλεῖστον ἀπολειφθῆναι, καὶ τὸν μὲν ἀνειμένοις στέλλεσθαι ποσὶν, ἐκ τοῦ χαλινοῦ τὸν ἵππον ἐφέλκοντα τῇ ὁδοιπορίᾳ κεκμηκότα, τῶν δ' ἐξ Ἰσμαὴλ ἀθροισθῆναι περὶ αὐτὸν ὑπὲρ τοὺς πεντήκοντα, κρατίστους ἅμα πάντας καὶ τὰς οἰκείας τάξεις ἀπολιπόντας. οἱ μὲν οὖν ὡς [265C] ἐς κύκλωσιν αὐτὸν διειληφότες περιετόξευον, ὁ δὲ τῷ εὐρεῖ σάκει σκεπόμενος καὶ τῇ τῶν ὅπλων θαρρῶν στεγανότητι γεγηθὼς ἐπορεύετο, ἀτίνακτος κατὰ πρῶνα ἢ πρόβολον τοῖς τοῦ βαρβαρικοῦ ἐκείνου ξυλλόγου βλήμασι καὶ ὢν καὶ δεικνύμενος. ὡς δ' ἐκείνων τις γενναῖόν τι δράσειν ὑπὲρ τοὺς ἄλλους ἐπαγγειλάμενος ἀπέθετο μὲν τὸ τόξον ὡς οὐκ ὀνήσιμον, τὴν δ' ἐπιμήκη μάχαιραν ἐξερύσας καὶ τὸν ἵππον ἐς δρόμον ἀνεὶς ἀγχωμάλως καὶ ἐνώπιος ἐνωπίῳ τῷ Ἀλαμανῷ ἐπεβάλετο μάχεσθαι, αὐτὸς μὲν ὅσα καὶ ἀκρώρειαν ὄρους ἢ ἀνδριάντα χάλκεον ἔπαιε τὸν Ἀλαμανόν, ὁ δὲ τὸ ξίφος σπασάμενος παχείᾳ καὶ ἡρωϊκῇ χειρί βριθὺ καὶ μέγα καὶ στιβαρόν, [265D] πλήττει τὸν ἵππον ἐπιδοχμίως περὶ τοὺς πόδας καὶ ἄμφω τοὺς ἐμπροσθίους ὡς οὐδ' ἀγροῦ τις χόρτον ἀπέτεμεν. ὡς δ' ἐπὶ γόνυ κλιθεὶς ὁ ἵππος ἔτι τὸν ἀναβάτην ἐρειδόμενον εἶχε τῇ ἐφεστρίδι, ἐκτείνας ὁ Ἀλαμανὸς τὸν βραχίονα κατὰ μέσης τῆς τοῦ Πέρσου κόρσης τὴν σπάθην κατήνεγκεν. ἡ δὲ τῇ οἰκείᾳ τε ἀντιτυπίᾳ καὶ τῇ τοῦ φέροντος γενναιότητι οὕτως ἀξιοθαύμαστον εἰργάσατο τὴν τομήν ὡς τὸν μὲν πληγέντα διαιρεθῆναι διχῇ, κακῶς δὲ καὶ τὸν ἵππον ἐς τὸν νῶτον παθεῖν διαπτάντος τὴν ἀστράβην τοῦ πλήγματος, τοὺς δὲ λοιποὺς Πέρσας πρὸς τὴν τοιαύτην θέαν καταπλαγέντας μηκέτι ἀποθαρρῆσαι τὸν μεθ' ἑνὸς πόλεμον. καὶ οἱ μὲν οὕτως, ὁ δὲ ὡς λέων πεποιθὼς τῇ οἰκείᾳ ῥώμῃ οὐκ ἐπέτεινε τὴν πορείαν, ἀλλὰ βάδην ὁδεύων περὶ ὀψίαν τοῖς ὁμογενέσι προσέμιξεν ἔνθα ηὐλίσαντο. φασὶ δὲ ὡς οἱ ἐξ Ἰσμαὴλ ὑφορώμενοι, μή πως εἰς τὴν αὐτῶν χώραν εἴη χρονίσας ὁ ῥὴξ ὡς ἤδη καταπαλαίσας σφας, φιλοφροσύνην ἐς αὐτὸν προσποιητὴν ἐνδειξάμενοι [266Α] ἔδοξάν πως αὐτὸν ἐκμειλίξασθαι οὕτω· τὸν δὲ ὅμηρα τῶν μέγα παρ' αὐτοῖς δυναμένων τοὺς παῖδας δεξάμενον καὶ ἡγεμόνας ὁδοῦ προσλαβόμενον πλείστους τὰ αὐτῶν ὅρια οὕτως ὑπερβαλεῖν, ὀλίγῳ δὲ ὕστερον τῆς Ἀρμενίας ἁψάμενον οὐ βραχεῖς ἐκ τούτων δοῦναι τῷ ξίφει, τοὺς δὲ λοιποὺς ἀποπέμψαι ὀπίσω.