Γλώσσαι/Ξ

Από Βικιθήκη
< Γλώσσαι(Ανακατεύθυνση από Hesychius Ξ)
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Γλώσσαι
Συγγραφέας: Ησύχιος
Ξ


<Ξαίνει>· *διαξέει AS. νήθει (ASvg), σωρεύει (vg). ἐργάζεται

ἔρια AS. καὶ δέρειν ἱμάντι

†<ξενύει>· λήγει
<ξάνδαρος>· ζῷον ὅμοιον βοΐ, γενόμενον κατὰ τὸ Ἀτλαντικὸν

πέλαγος

<ξανᾶν>· κοπιᾶν A τὴν χεῖρα
<ξανῆσαι>· κοπιᾶσαι (Soph. fr. 458)
<Ξανθή>· ἡ Τροία. καὶ ἡ καλή. καὶ ἡ πυῤῥά, ἢ *πυῤῥοειδής

(ASvg)

<ξανθίζεσθαι>· *κοσμεῖσθαι τὰς τρίχας q. ASvg. <Λάκωνες> q.

ἢ βάπτεσθαι αὐτάς. <Ἀθηναῖοι> q

<ξανθιμίας>· βόλου ὄνομα
<ξανθόν>· πυῤῥόν. καλόν. εὖ εἰργασμένον. χλωρόν. ὁ δὲ ποτα-

μὸς Ξάνθος. καὶ ὄνομα

<ξάνιον>· κτένια, ἃ αἱ γυναῖκες χρῶνται πρὸς τὴν τρίχα, καὶ ἃ

φοροῦσιν ἐν τοῖς δεραίοις

<Ξανθικά>· ἑορτὴ Μακεδόνων, Ξανδικοῦ μηνὸς ἢ Ξανθικοῦ ἀγο-

μένη. ἔστι δὲ καθάρσιον τῶν στρατευμάτων

*<ξανθοῖσιν ὀρνέοις>· g ...
†<ξανίσσατο>· διενοήθη
<ξανῶ>· κοπιῶ
<ξέεσθαι>· σπανίζεσθαι
<ξεναγεῖ>· δέχεται ξένους. ἢ τῆς ὁδοῦ ἡγεμονεύει [ἢ ξενοδοχή-

σας]

*<ξεναγοί>· οἱ τῆς ξένης ὁδοῦ ἡγούμενοι AS
*<ξεναγός>· ὁ τῶν ξένων ἡγούμενος ASgn
*<ξεναγωγήσας>· ξένον ὁδηγήσας AS(gn)
*<ξεναγῶν>· ξενοδοχῶν, ὁδηγῶν, καὶ ἄγων τοὺς ξένους Avg
<ξεναγία>· σύνταγμα <παρὰ Κρησί>. καὶ ὁ τούτων ἡγεμών

ξεναγός q

*[<ξενάλογος>· ξένα συλλέγων] g
*<ξενία>· κατάλυμα, καταγώγιον (Philem. 22) (vg)
[*<ξενίζειν>· τὸ <ξένῃ> χρήσασθαι φωνῇ AS(g)]
*<ξενίζεται>· ξενοδοχεῖται (Act. ap. 10,32) g
*<ξενίζουσα>· ἀλλόφυλος. ἀήθης (vg). καινή (Esth. 3, 13e) (g)
<ξεστός>· ὡμαλισμένος. ἐξεσμένος
<ξεστοῖο>· ὡμαλισμένου. ἐξεσμένου (Ζ 244)
*<ξεῖνος>· ὁ ἀπὸ ξένης φίλος (Av) g
*<ξεῖνος>· φίλος (vn)
<ξείνια>· τὰ ξείνια δῶρα, χαριστήρια ξενίας (Λ 779)
<ξεινοδόκος>· ὑποδεχόμενος ξένους (σ 64). καὶ μάρτυς
<ξενοδόχος>· ὁμοίως
<ξεῖνοι>· Θεσσαλοί
<ξεῖνον>· ξένον (Ρ 150)
<ξεινοσύνης προσκηδέος>· τῆς τὴν οἰκειότητα ἐμποιούσης

(φ 35)

<ξεινοῦσσαι>· ξενῶνες
<ξειρίς>· ἀρωματικόν τι φυτόν (Aristoph. fr. 831)
*[<ξενεοί>· στρατιῶται] AS
[<ξενήϊον>· φίλον]
<ξενηλασία>· τὸ μὴ ἐᾶν ξένους ἐπιμίγνυσθαι
<ξενηλατοῦνται>· τύπτεσθαι τοὺς ξένους ἐλαυνομένους (Ar. Av.

1013)

<ξενία>· ὑποδοχή r, φιλοτιμία, *[φιλία AS. δῶρα (Eur. Hec.

794) [κατάλυμα p, ἢ καταγώγιον]

<ξενίας δίκη>· ἐπὶ τῶν ὡς πολιτῶν μετεχόντων τῶν δημοσίων
*<ξενίζειν>· ξένῃ χρῆσθαι φωνῇ q. AS(g) n. ἢ ξένοις ἤθεσι AS(g)
*<ξενίζουσαν>· νεαράν (Esth. 3,13e) AS
<ξενοδοκοῦμαι>· μαρτύρομαι
*<ξενοδοκῶν>· ξενοδοχῶν. μαρτυρῶν AS
<ξένοι>· οἱ πολέμιοι. οἱ δὲ τοὺς Πέρσας (Hdt. 9,11,2). οἱ δὲ τοὺς

ἀπὸ ξενίας φίλους. ἢ ξένους

*<ξενολόγος>· ξένους στρατιώτας συλλέγων ASn
<ξένος>· ὁ ὀθνεῖος. ὁ ἐπιξενούμενος
<ξεῖνος δ' οὗτος ἐμὸς πατρώϊος>· καὶ ξενοδοκῶν καὶ ξενο-

δόχος (α 417)

*<ξενών>· κατάλυμα. ἢ μέγας ἀνδρών A
<ξενῶνες>· οἱ ἀνδρῶνες ὑπὸ Φρυγῶν
<ξενώσεται>· ὑποδέξεται
<ξερόν>· τὸ ξηρὸν τῆς γῆς. χέρσον (ε 402)
<ξέσαι>· τεμεῖν, κόψαι. ποιῆσαι. τεκτήνασθαι
<ξέσμα>· ξόανον
*<ξέσω>· ξύσω AS
[<ξέσαι>· κατασκεύασαι. εἰργάζου]
<ξεστήν>· ἐξεσμένην· "παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν"

(η 174). λέγει δὲ καὶ συνθέτως· "ἐϋξέστῃς ἐλάτῃσιν" (Η 5)

<ξεστόν>· γλυπτόν r. λεῖον. ποιητόν
*<ξεστῇσιν>· εὖ ἐξεσμέναις, καλῶς <κατεσκευασμέναις> (Ζ 243)

(Sn)

<ξέστριξ κριθή>· ἡ ἑξάστιχος. Κνίδιοι
<ξηραλοιφεῖν>· τὸ χωρὶς λουτροῦ ἀλείφεσθαι g. ἢ ξηροτριβεῖσθαι

(Soph. fr. 454). <ξηρολουτεῖν>· τὸ αὐτό

†<ξήριγγοι>· ποταμοὶ ἀεὶ ῥέοντες
<ξηροκόλλα>· σύνθεσίς τις παρὰ τοῖς χρυσουργοῖς
<ξίμβαι>· ῥοιαί. Αἰολεῖς
†<ξίφαι>· τὰ ἐν ταῖς ῥυκάναις δρέπανα ἢ σιδήρια
*<ξιφήρους>· ξίφος ἐχούσης AS ξιφηφόρου (vg)
*<ξιφήρεις>· ξίφη κατέχοντες (Eur. Or. 1346) g
<ξιφίας>· ἰχθῦς ποιός. [καὶ Δῆλος.] <ξίφιος> ὁμοίως r
<ξιφίζειν>· ἀνατείνειν τὴν χεῖρα, καὶ ὀρχεῖσθαι
†<Ξιφίρου λιμήν>· Αἰσχύλος Γλαύκῳ Ποτνιεῖ (fr. 33). ὁ πορθμός.

ταῦτα γὰρ πάντα [τὰ] περὶ Ῥήγιον Ὠρίων ...

<ξιφισμός>· σχῆμα ὀρχηστικὸν τῆς λεγομένης ἐμμελείας ὀρχήσεως
<ξιφιστής>· φορεύς. τελαμών
<ξιφισμάτων>· ὀρχημάτων
<ξιφιστύς>· μαχαιρομαχία, μάχη ἐκ χειρῶν
<ξιφοδρέπανον>· ἡ λεγομένη ἅρπη, ὅπλον
<ξιφομάχαιρα>· ἡ μεγάλη μάχαιρα (Theopomp. com. fr. 25)
*<ξιφοθήκη>· βελοθήκη AS
<ξίφος>· μάχαιρα. ἢ παραζώνιον. ὁμώνυμον <φάσγανον>. ξιφί-

διον. καὶ πόα δέ τις

<ξιφύδρια>· κοχλία
<ξόανα>· *ἀγάλματα, εἴδωλα (ASvg), ζῴδια (g). κυρίως δὲ τὰ

[ἐκ ξύλων ἐξεσμένα, ἢ λίθων r

<ξοανῶν προθύρων>· ἐξεσμένων
<ξοΐς>· μεταλλικὸν σκεῦος, καὶ λιθουργικόν
<ξοός>· ξυσμός. ὁλκός
<ξουθά>· οὐ μόνον ξανθά, ἀλλὰ καὶ λευκὰ καὶ πυῤῥά
<Ξουθίδαι>· οἱ Ἴωνες. Ἴων γὰρ Ξούθου
<ξουθόν>· λεπτόν. ἁπαλόν. ἐλαφρόν. ὑγρόν. πυῤῥόν. χλωρόν.

†ἄργυρον. ξανθόν. πυκνόν. ὀξύ. τινὲς δὲ ποικίλον, εὐειδές, διαυγές

*<ξύει>· κατασπᾷ AS. γράφει· ASvg ὡς παρ' Ὁμήρῳ. ἔνθεν καὶ

<ξύσματα> τὰ γράμματα vg

<ξυήλη>· ξυάλη. ἔστι δὲ καὶ ξιφίδιον, ὅ τινες <δρέπανον> λέγουσιν
[<ξύλαχος>· σύνδενδρος τόπος]
<ξυλεύς>· τὰ ξύλα παρέχων q AS. <παρὰ Κρησίν> AS. δοῦλος
<ξυλεύεσθαι>· ξυλίζεσθαι
*<ξυλιζομένην>· ξύλα συλλέγουσαν AS(vgn)
<ξύλινον καρπόν>· τῶν δένδρων (Lev. 27,30)
<ξυλίτης>· ἰχθῦς ποιός
<ξυληβόρος>· ξυλοφάγος
<ξυλλεκτόν>· συνειλεγμένον. παρεστός
<ξύλον πρῶτον>· βάθρον τὸ ἐν τῇ προεδρίᾳ, καὶ <ἐν> τῇ ἐκ-

κλησίᾳ καὶ <ἐν> τῷ δικαστηρίῳ

<ξυλοφόρος>· ζῷόν τι ἱστορεῖται σκωλήκιον
*<ξυλόχοιο>· ὑλώδους τόπου (Φ 573) (r) (gn)
<ξύλοχος>· *σύνδενδρος τόπος AS(g) ps. καὶ ξυλώδης (Ε 162).

δρυμός, ὕλη. ἢ θηρίου κοίτη

<ξυλοδωνίη>· τεκτοσύνη. ναυπήγησις. κωπηλασία. κυβέρνησις
*<ξυμβαίνοι>· συμφωνοῖ (Thuc. 4,4,2) AS(g)n
*<ξυμβῇ>· συμπέσῃ (Thuc. 1, 140,1 ..) ASn
<ξύμβλητε>· συνετύχετε
*<ξύμβληντο>· συνήντων, συνέβαλλον (Ξ 27 ..) AS
<ξυμβολιμαίας δίκας>· Ἀττικοὶ τὰς κατὰ συμβόλαια
<ξύμβολος>· μάντις ἡ εὖ συμβάλλειν δυναμένη
<ξυμβόλους>· τοὺς διὰ τῶν πταρμῶν οἰωνισμοὺς ἔλεγον. ἀνε-

τίθεντο δὲ οὗτοι Δήμητρι. τινὲς δὲ τὰς διὰ τῆς φήμης γινο- μένας μαντείας, ἃς Φιλόχορός φησι Δήμητρα εὑρεῖν. Σοφο- κλῆ(ς) Ἀχαιῶν συλλόγῳ (fr. 152)

*<ξύμμαχοι>· σύμμαχοι Avgn
<ξυμφορά>· συντυχία. καὶ ἐπὶ ἀγαθοῦ τάσσεται <ὡς παρ'

Αἰσχύλῳ ἐν Καβείροις>, καὶ ἐπὶ κακοῦ <παρὰ Σοφοκλεῖ> hm

<ξυνά>· κοινά (r.) S
<ξυνάγειραν>· συνήθροισαν
*[<ξυναίρεται>· συνάπτεται] ASg
*<ξυναλλαχθέντες>· κοινωνήσαντες ASs
<ξυναμοργός>· δρεψαμένη
*<ξυνάορον>· τὴν συμβιοῦσαν γυναῖκα, [γαμετήν (Eur. Or.

654) ASvgn

<ξυνάνεσθαι>· συνανύεσθαι
[<ξυνῆνες>· κοινωνοί]
<ξυνάοροι>· ἀδελφοί S. ἀδελφαί
*<ξυναρμόσας>· συνάψας vgSn. συνθήσας (Eur. Troad. 11?)
<ξυναυλίαν>· πᾶν πρᾶγμα δισσόν. τὴν ὑπὸ δύο ἐπιτελουμένην

αὔλησιν· ὅταν γὰρ δύο αὐλῶσι, <ξυναυλία> λέγεται

*<ξυνάωρ>· εὐέα, δάμαρ, γυνή, ἄλοχος (Eur. Phoen. 1695) A
*<ξυναόρων>· ἀνδρῶν (Eur. Or. 1136) AS
*<ξυνέηκε>· συνέβαλεν (Α 8 ..) ASn
*<ξυνεμπόρους>· κοινωνούς (Eur. Bacch. 57) A (S)
*[<ξυνερεῖται>· συνέπεται] AS
*<ξυνερέται>· συνερέται AS
*<ξυνέται>· συμπολῖται AS
*<ξυνάοροι>· ἀδελφοί S
*<ξυνεβέβλητο>· συνεβέβλητο g. συνέτυχεν
*<ξυνελαύνεις>· συμβάλλεις (Φ 394) (S)
*<ξύνες>· σύνες. ἄκουσον (Β 26) ASvgn
<ξυνέσεσθαι>· συνεῖναι. συμβαλεῖν (η 270)
*<ξύνεσιν>· συνάφεσιν. *συμβολήν (κ 515) AS
<ξύνεσις>· ἡ εἰς τὸ αὐτὸ συμφωνία
<ξυνέχεται>· συμφέρεται
*<ξυνεχῶς>· συνεχῶς, διαπαντός ASvg
*<ξυνή>· κοινή (Ο 193) As
<ξύνηβος>· συμπότης. συνῆλιξ
*<ξυνήϊα>· κοινὰ καὶ ἀδιαίρετα χρήματα (Α 124) vgAS
<ξυνῆκα>· συνῆκα r. ἔγνων (Eur. Andr. 919)
<ξυνήλυσις>· σύνοδος
<ξυνήονες>· κοινωνοί (Hes. Theog. 595)
*<ξυνήορον>· κοινωνόν AS
<ξυνηρετήσεις>· συνήσεις. συζυγήσεις
*<ξύνθακος>· συγκάθεδρος (Eur. Or. 1637?) ASvg
[<ξυνθήματος>· σημείου (Thuc. 4,67,4 ..) ASvg]
<Ξυνιάς>· ὄνομα λίμνης
*<ξυνιέναι>· νοῆσαι ASvg. συνιέναι r. vg
*<ξύνιεν>· ἤκουεν (Α 273 v. l.)
*<ξυνιέντες>· συνιέντες (Plat. Theaet. 196 e?) AS
<ξυνίημι>· πέπεισμαι
*<ξύνιον>· ἤκουον AS. συνῆκαν (Α 273 v. l.) A
*<ξυνιόντας>· συμπορευομένους (Φ 390) (A)
<ξύνισαν>· συνήρχοντο (Ξ 393)
<ξυνίστορας>· συμπράκτορας
<ξύνιστρον>· νόμισμα
*†[<ξυνοθόκος>· ξενοδόχος] ASvg
<ξυννενοφυῖαν>· σκυθρωπήν (Ar. fr. 395)
<ξύνοδος>· σύνοδος. σύμπτωσις
<ξυνοί>· κοινοί. καὶ ὅροι
<ξυνομαρτεῖ>· ἀκολουθεῖ. συνομαρτεῖ
*<ξυνόν>· κοινόν (Π 262 ..) ASgn
<ξυνουσία>· συνήθεια. *συνουσία ASvgn
*<ξυνοχή>· συνοχή An
<ξυνοχῇσι>· τῷ συνέχοντι τόπῳ τοῦ καμπτῆρος, καὶ στενοῦντι

ἀμφοτέρων τοὺς δρόμους (Ψ 330)

*<ξυνπονῆσαι>· συνάρασθαι. ἀντι[τοῦ]λαβέσθαι (Eur. Hec.

862 ..) AS

<ξυνστένομαι>· συνσπῶμαι. ξύομαι
<ξυνθήματος>· συνθήματος. ἔστι δὲ σημεῖον, ἢ πρόσφθεγμα,

διδόμενον ἐπὶ γνωρισμῷ τῶν οἰκείων ἐν πολέμῳ ἢ ἑτέρᾳ τινὶ ἐπιβουλῇ (Thuc. 4,67, 4 ..)

<ξυνέχοιτο>· συνέχοιτο. συνείη h
<ξυντάσσεται>· συσκευάζεται
<ξυντυχεῖν>· συντυχεῖν
*<ξυνῳδά>· συνῳδά (Eur. Med. 1008 ..) ASvg
*<ξυνών>· συνών (Eur. Hipp. 17) Avgbp
*<ξυνωρίδα>· ζυγήν, <κυρίως δὲ> ἐπὶ τῶν ἡμιόνων. <Ὀρεύς> γὰρ

ὁ ἡμίονος ASvg

*<ξυνωρίς>· ἅρμα <ἐκ δύο> ἵππων συνεζευγμένον AS(vg) n
<ξύομαι>· δέφομαι
<ξυόεσσαν>· εὖ ἐξεσμένην
<Ξυπεταία>· δῆμος τῆς Κεκροπίδος φυλῆς
<ξυρεῖ>· ἀκονᾷ
<ξύει>· τρίβει
<ξυρμεύεσθαι>· ἀδιακρίτως λαλεῖν. καὶ καυχᾶσθαι. Ἀττικοί
<ξυρόν>· τομόν. ἰσχνόν. ὀξύ
<ξῦσαι>· χαράξαι, ἐπιγράψαι
<ξυνεχῶς>· συνεχῶς, διαπαντός
*<ξυμβαίνοι>· συμφωνοῖ AS
<ξυσμά>· κνήφη. λέπρα (Sophr. fr. 53)
*<ξυσμός>· κνησμός r. Avgn
<ξυστάδες>· αἱ πυκναὶ ἄμπελοι. ἄμεινον δὲ τὰς εἰκῆ καὶ μὴ κατὰ

στοῖχον πεφυτευμένας ἀκούειν

*<ξυστίδα>· τὸ λεπτὸν ὕφασμα ASvg. ἢ εἶδος ἐνδύματος (Theocr.

2,74)

*<ξυστίδες>· ποδήρη ἐνδύματα AS. ἢ χλανίδας κωμικάς S
<ξυστίς>· τραγικὸν ἔνδυμα (Cratin. fr. 268). τινὲς δὲ χιτῶνα

ποδήρη γυναικεῖον. ἄλλοι τὸ λεπτόν ... παρὰ τὸ ξύεσθαι

<ξυστοῖς>· ἀκοντίοις (Ν 497)
<ξυστόν>· ἀκόντιον, δόρυ g κατεσκευασμένον. καὶ τόπος, ἔνθα

οἱ ἀθληταὶ γυμνάζονται

*<ξυστός>· ὁμοίως [ἀνειμένος ἀθληταῖς τόπος q. ASvg
<ξυστρολήκυθον>· κάδη καὶ βησσία ἐλαίου λουτρικά
*<ξυστῷ>· τῷ δόρατι (Δ 469) g (Sn)
*<>ξωθεν>· ἔξωθεν (Eur. Alc. 950) Avgn
<Ξώλων>· ἔθνος βαρβάρων (Greg. Naz. epitaph. 146,1. 150,2)
†<ξώστρα>· ψυκτρίς, ψυκτρία