Γλώσσαι/Ω

Από Βικιθήκη
(Ανακατεύθυνση από Ἡσυχίου Ω)
Γλώσσαι
Συγγραφέας:
Ω


*<Ὢ>
θαυμαστικῶς, λίαν. οἷον· <ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ>
<ὢ>
ἐπίῤῥημα σχετλιασμοῦ
*<ὦ>
ἄρθρον κλητικῆς πτώσεως. οἷον· ὦ <ἄνθρωπε>
<ὤα>
τοῦ προβάτου ἡ μηλωτή. Ὦαι δὲ τῶν ἱματίων, καὶ τὸ λῶμα τοῦ ἐνδύματος, καὶ τὸ περιστόμιον τοῦ ἱματίου
<ὤας>
τὰς κώμας καὶ τὰς διφθέρας οὕτω φασί
<ὤασιν>
ὠσίν
<ὤατα>
ὠτία, ὦτα
<ὠατωθησῶ>
ἀκούσομαι
<ᾧ ἄχεϊ σχομένη>
τῷ ἑαυτῆς ἄχει κατάσχετος γινομένη
<ὠβαί>
τόποι μεγαλομερεῖς
<ὠβάλλετο>
διωθεῖτο
<ὠβάτας>
τοὺς φυλέτας
<ὤβεα>
τὰ ὠά. Ἀργεῖοι. [ἢ τὰ ἀργὰ ὦτα]
<ὠβεοκόπτας>
τοὺς ὄφεις ἀπὸ τούτου [Ὠβήλ]
....
ὠόν. καὶ τοῦ περσικοῦ τὸ ἐντός
[<Ὠβώμ>
πόλις Μωαβιτῶν]
<ὤβρατο>
(εἵ)μαρτο
<ὤγανον>
κνημὶς ἀμάξης
<Ὠγενίδαι>
Ὠκεανίδαι. <Ὠγὴν> γὰρ Ὠκεανός
<ὠγένιον>
παλαιόν. καὶ ὄρος τι
<(Ὠ)γήν>
Ὠκεανός
<ὡγή>
κώμη. καὶ φάλαγγος τὸ ἔσχατον. καὶ τὸ ἄκρον
<ὤγκωσαν>
ἐμετεώρισαν
*<ὠΐγνυντο>
ἀνεώγνυντο
<ὠγύγ[υ]ια>
ἀρχαῖα <τείχη>
<Ὠγυγίη>
ὄνομα τῆς νήσου Καλυψοῦς[α]
<ὠγυγίου>
παλαιοῦ, ἀρχαίου. μεγάλου πολύ
<ὠγύλλοντο>
συνεκάμπτοντο
*<ὠγμός>
φωνὴ μετὰ τοῦ ἐκβο[ηθ]ῆσαι, ἢ μετὰ χειροτονίας
*<ὤγ>
διάφραξις
<ᾠδαῖς>
ὑμνῳδίαις, ᾄσμασιν
<ὠ[δ]δάκταζον>
ἔδακνον, ἀπέτρωγον
<ὠδ[δ]άγμην>
ἐκνησάμην
<ὠδ[δ]άξατο>
ὤδαξεν
<ὥδ[δ]ησεν>
ἀπέδοτο
<ὧδε>
οὕτως. ἐνταῦθα. εἰς τοῦτον τὸν τρόπον
<ὧδ' ἂν ἔεις>
οὕτως γὰρ ἂν ἐσσί
<ὧδ' ἄν>
οὕτως γὰρ ἄν
<ᾠδεῖον>
τόπος, ἐν ᾧ πρὶν τὸ θέατρον κατασκευασθῆναι οἱ ῥαψῳδοὶ καὶ οἱ κιθαρῳδοὶ ἠγωνίζοντο
[<ὠδεῖσα>
ἐφροντισάμην]
<ὧδέ κεν>
οὕτως ἄν
<ὦ δέμα(ς)>
ὦ αὐτή
<ὧδέ πη>
ὧδέ πως
<ὧδέ πως>
θείῳ νεύματι. ἢ οὕτω, τοῦτον τὸν τρόπον
<ὧδέ πως γάρ>
οὕτω γάρ
<ᾠδή>
ᾆσμα, ὑμνῳδία
<ᾠδηκώς>
οἰδήσας, πεφυσημένος
[<ὠδιοῦν>
φορτίον]
*<ὠδίς>
ὠδῖνες. τοκετοί
<ὥδησαν>
ἀπέδοντο
[<ὠδήσας>
πριάμενος]
<ὡδί>
οὕτω πως
<ᾠδικός>
μουσικός
[ὠδίνει>
πάσχει. λυπεῖται]
<ὠδίνει>
πάσχει. λυπεῖται. τίκτει, ἢ ἐγκυμονεῖ
<ὠδίνησεν>
ἐγέννησεν
<ὠδῖνες>
πόνοι, ἀλγηδόνες
<ὠδίνων>
κυημάτων, τοκετῶν
<ὠδός>
ῥοδός
<ὠδίς>
ὠδῖνες. τοκετοί. ἢ τίκτουσα
<ὠδόν>
οὐδόν
<ὡδόσα>
ἐκ τοῦ ὧδε μέρους
<ᾤδουν>
ὠργιζόμην [ἐν] <ἐ(μ)αυτῷ>, ἠγανάκτουν [ἢ ἐμαυτῷ]
<ὠδύραντο>
ἐθρήνησαν
<ὠδύσατο>
ἐχολώθη, ὠργίσθη. ἐμέμψατο. ἠχθέσθη, ἐμίσησεν. ἐθυμώθη
<ὠδυσίη>
ὤδυσις, ὀργή. μέμψις
<ὤδυσται>
ἠχθέσθη
*<ὧδ' ἄφαρ>
οὕτω ταχέως
<ὤδωδε>
σέσηπεν. ὤζεσεν
<ὦ ἔτα>
πολῖτα
<ᾤετο>
ὑπελάμβανεν, ἐνόμιζεν
<ᾤιετο δεῖν>
ἐνόμιζε πρέπειν
<ὤζειν>
βοᾶν
<ὦζεν>
ἐβόησεν
<ὤζοντες>
βοῶντες, καὶ λέγοντες ὢ ὤ. καὶ θαυμάζοντες
<ὦ, ἦ δ' ὅς>
ὦ φίλε
<ᾠήθη>
ἐνόμισεν, ὑπέλαβεν
<ὠηρίχθαι>
ὠρινοί. ὑπήνεμοι. ὥριμοι
<ὠθεῖ>
ἀνατρέπει
<ὠθισμός>
ὠσμός, ἀνατροπή
<ὠθήσας>
ἀνατρέψας, ὤσας
<ὠθύλλετο>
διενοεῖτο
<ᾧ>
ἀντὶ τοῦ διό. ἢ ᾧ τινι
<ὦιαι>
ἄκραι, ἔσχατα. μηλωταί. λέγναι
<ὠΐγνυντο>
ἠνοίγοντο, ἀνεώγνυντο
<ὠιδάν>
ᾠδήν
<ὠΐδας>
τὰς μ<η>μ... οἰκίδας
<ὠιδηκώς>
οἰδήσας, φυσήσας
*<ὠΐδας>
οὐδός
<ᾤζει>
ἐπικάθηται
[<ὠϊζύος>
ταλαιπωρίας]
<ὠϊζυρά>
μοχθηρά
[<ὠΐη>
πορεύεται]
<ὠικέτευεν>
ᾤκει
<ὠ(ι)κοδόμουν>
.......
.......
οἰνοχόουν
[<ὠΐσατο>
ᾠήθη]
[<ὤϊσχα>
ὠρινά, ὑπήνεμα]
[<ὠΐσχετο>
ἐπεσχέθη]
<ὠΐσθη>
ὑπέλαβεν, ᾠήθη
*<ᾧ ῥα>
ᾧ ἄρα, ᾧ δή ποτε
[<ὤϊστο>
προσεδέχετο]
[<ὠΐσσατο>
ᾠήθη, ἔδοξεν]
<ὦκα>
εὐθέως, ταχέως, ὠκέως, ὀξέως
<ὠκαλέον>
ταχύ, ὀξύ
<ὠκαχήμεναι>
λυπησόμεναι
<Ὠκεανίνης>
κοῦ.. τῆς (Σ)τυγός
<Ὠκεανοῖο πόρον>
τὸν ἀέρα, εἰς ὃν αἱ ψυχαὶ τῶν τελευτώντων ἀπο- χωροῦσιν
<Ὠκεανός>
ἀήρ. θάλασσα, καὶ ποταμὸς ὑπερμεγέθης. φασὶ δὲ καὶ ὁμώνυμον αὐτοῦ ἐν Κρήτῃ
<ὠκέα>
ταχέα
<ὠκέας>
ταχεῖς
<ὠκέες στρουθοί>
ταχεῖς, εὐπετεῖς, κοῦφοι
[<ὠκείλαντες>
ὁρμήσαντες, προσπελάσαντες, προσπεσόντες, ἐξοκείλαν- τες. καὶ] <ὤκειλεν> τὰ αὐτά
<ᾤκεον>
ᾤκουν
<ὠκεῶν>
ἁμαρτών. ἢ ταχέων
<ὠκέως>
ταχέως
<ὠκίδες>
ἐνώτια
*<ὠκ(ε)ιάων>
ταχυτάτων
<ὠκίεσσα>
φθαρεῖσα
<ὤκιμον>
βοτάνη εὐώδης, τὸ λεγόμενον <βασιλικόν
ὠκίμβαζεν>
ἐτάρασσεν. ἐθορυβεῖτο. ἐστραγγεύετο
<ὤκιστον>
τάχιστον
<ὤκλαζεν>
συνέκαμπτε τὰ γόνατα
<ὤκλασαν>
τὰ αὐτά. τὰ <γόνατα> ἔκαμψαν
<ὠκλίνασαι>
κλίνασαι
<ὠκριόωντο>
ὠξύνοντο, ἐτραχύνοντο
<ᾤκτειρεν>
ἠλέησεν
<ὠκύ>
ὀξύ, ταχύ
<ὠκύαλα πτερά>
ὠκέα παραγώγως. ὡς <ὠκύαλος ναῦς>
<ὠκύαλος>
ὠκεῖα, ταχεῖα, ταχύπλους
<ὠκυαγεῖς>
ἐπωδοῦν, ὧν ἡ δύναμις ἐπιφανής
<ὠκυβόαι>
ταχυμάχαι
<ὠκύθοον>
πόα τις ἡ <τρίφυλλος> καλουμένη
<ὠκύμοροι>
ταχυθάνατοι, οἱ ἀώρῳ θνήσκοντες θανάτῳ
<ὠκύνει>
ταχύνει, ὀξύνει
<ὠκυπέτα>
ὀξέως πετομένω
<ὠκύποροι>
ταχυπόροι
<ὠκυπόροισι>
ταχέα ῥεύματα ἔχουσι καὶ πλέουσιν
<ὠκύπορος>
ταχέως πορευόμενος
<ὠκυπόρων>
ταχυπόρων
<ὠκύπτερος>
ταχέως πετόμενος. ἢ εἰς ὀξὺ ληγούσας (πτέρυγας ἔχων)
<ὠκύρ(ο)ον>
ταχύτατον
<ὠκυρόῳ>
ταχέα ῥεύματα ἐχούσῃ
<ὠκυρόῳ>
ταχέως ῥέοντι
<ὠκύς>
ταχύς
<ὠκύσημον>
ταχέως φανερόν
<ὠκύτης>
ταχύτης
<ὠκύτητος>
ταχύτητος
<ὠλέθρευον>
ἐφόνευον
<ὠλέκρανον>
ὁ ἀγκών
*<ὠλέναι>
οἱ πήχεις τῶν χειρῶν καὶ βραχίονες. καὶ <ὠλέναι> ὁμοίως
*<ὠλένας>
χεῖρας, ἀγκάλας
<Ὠλέναδε>
ὡς ἄγραδε
<Ὠλένιον>
κακόν ἢ δεινόν
<Ὠλενία>
πόλις Ἀχαίας
<ὠλέριον>
πόνος
<ὠλεσίκαρποι>
αἱ ἰτέαι, διὰ τὸ ταχέως ἀποβάλλειν τὸν καρπόν. ἢ ὅτι πινόμενος ὁ καρπὸς ἀγόνους ποιεῖ
<ὠλεσίοικοι>
οἱ ἄσωτοι
<ὤλετο>
ἀπώλετο
<Ὠλία>
πόλις
<ὠλίβραξαν>
ὤλισθον
<ὠλιγγιᾶν>
νυστάζειν
<ὠλιγγιά>
νυσταγμὸς ἀκαριαῖός τις. καὶ ἐπὶ τῶν βλεφάρων ῥυτίδας ἔχειν ὠλίγ(γ)ας φασίν. ἢ ἐλάχιστος
<ὠλιγγήϊον>
ὀλίγον, βραχύτατον
[<ὤλιγε>
παρεσκεύασεν]
<ὤλισθεν>
ἐσφάλη, ὠλίσθησεν
<ὡλιτήμερος>
(ὁ) ἡμαρτηκὼς τῶν ἡμερῶν
<Ὠλιτός>
ὁ Νηρεὺς ἥρως
<ὠλιτόφρονας>
ἀλιτροὺς τῶν φρενῶν, ἀνοήτους
<ὠλλόν>
τὴν τοῦ βραχίονος καμπήν. οἱ δὲ ἀπὸ τῶν διφυῶν. τὸ ἀπὸ τοῦ ὀμφαλοῦ προστιθέμενον σπέρμα
<ὠλοφύρετο>
ἐθρήνει
<ὠλυγίων>
σκοτεινῶν. κακῶν. μακρῶν. ὀξέων. μεγάλων
<ὦ λῷ(ς)τε>
ὦ βέλτιστε
<ὠλώναντο>
ἱλασσάμενον
<ὠμά>
τὰ παρὰ καιρὸν γινόμενα
<ὠμάδιον>
ὠμαδὸν καὶ ἐπ' ὤμοις καὶ τὸ ἐπ' ὤμους ὠμάδιον
<ὠμαδίς>
ἐπὶ τοῦ ὤμου
<ὠμαλθὲς ἕλκος>
πρὸ καιροῦ συναχθέν
<ὡμάρτησεν>
ἐπηκολούθησεν
[<ὤμβρει>
ὦ πονηροί, ὦ ἄθλιοι]
<ὦ μέλε(οι)>
ὦ ἄνθρωποι
<ὠμηγέροντα>
τὸν μὴ καθη(ψη)μένον ἀπὸ τοῦ γήρως, μηδὲ πάνυ γέροντα
[<ὠμηκότες>
προθυμούμενοι]
<ὠμηλετόν>
ἐρηριγμένον
<ὠμηλύσις>
τὸ κρίθινον ἄλευρον, καὶ τὸ ἐξ αὐτοῦ κατάπλασμα
<ᾤμην>
ἐνόμιζον
<ὡμήρησε>
συνέτυχεν, συνήντησεν, εἰς τὸ αὐτὸ ὤμους ἀλλήλοις γίνεσθαι τοὺς συναντῶντας
<ὠμησταί>
ὠμοβόροι, ὠμοφάγοι
<ὠμηστής>
ὁ ὠμὰ κρέα ἐσθίων
<ὠμίας>
ὁ μεγάλους ὤμους ἔχων, ὁ εὐρύστερνος
<ὡμίλει>
ἐπήρχετο
<ὡμίλησε>
συνανεστράφη
<ὡμιλήσαμεν>
συνανεστράφημεν, ἢ συνανεστρέψαμεν
<ὤμιλλα>
παιδιά τις, ὅταν κύκλον περιγράψαντες βάλωσιν εἰς αὐτὸν κάρυα, εἶτα ἐν τῷ κύκλῳ μ.... λαμβάνει. ἢ ἔπαθλον
<ὠμοβόρον>
ὠμοφάγον
<ὠμογέρων>
οἱ μὲν τὸν ἀρξάμενον γηράσκειν, ἔτι δὲ ἰσχύοντα. οἱ δὲ τὸν μὴ λευκαινόμενον τὴν κεφαλήν, ὄντα δὲ πρεσβύτην
<ὠμογέροντας>
τοὺς τοιούτους
<ὠμοδάϊκτον>
ὠμοσπάρακτον
<ὠμοθάλεκτα>
ὠμά
<ὠμοθετεῖν>
τὸ ἀφ' ἑκάστου μέρους τοῦ ἐσφαγμένου ἱερείου ἀφαιρεῖν ἔτι ὠμοῦ ὄντος, καὶ ἐπιτιθέναι ἐπὶ τὴν θυσίαν. ἐξηγεῖται δὲ αὐτὸς Ὅμηρος
<ὠμοθετήσασθαι>
ὠμῶν ἀπάρξασθαι πάντων
<ὠμόθει>
ὅρκοι ἐγένοντο
<ᾤμοι>
οἴμοι. ἐπίῤῥημα σχετλιαστικόν
<(ὤ)μο(ι)ν>
τῶν ὤμων
<ὦμοι>
τὰ μετάφρενα
<ὤμοισιν>
ἐν τοῖς ὤμοις
<ὠμοκυδιᾶν>
ἐπὶ τῇ τῶν ὤμων εὐδοξίᾳ μέγα φρονεῖν. ἢ τῇ τάξει
*<ὠμός>
ἀπάνθρωπος, ἀπηνής
*<ὠμοτόκησεν>
ἐδυστόκησεν
<ὠμόλι(ν)α>
τὰ ἄγρια ὀθόνια
<ὡμολόγησαν>
συνέθεντο
<ὠμόν>
ἄωρον, ἄγριον
<ὠμοργόν>
σκληρόν
<ὠμόρξατο>
ἀπεψήσατο
[<ὠμός>
ὁ λιβανωτός. ἢ ὁ <βωμός>]
<ὠμότης>
ἀπηνότης
<ὠμοστράκω>
βουτίνω τρυβλίω
<ὠμοφάγους δαῖτας>
τοὺς τὰ ὠμὰ κρέα μερίζοντας. καὶ ἐσθίοντας
<ὦ μοχθηρέ>
ὦ ἐπίπονε
<ὤμφυναν>
ἐδόξαζον
<ὠμφύνειν>
ἐνδόξους ποιεῖν.
<ὠμῷ>
τῷ παρὰ καιρὸν γινομένῳ
<ὠμῷ γήραϊ>
τῷ πρὸ τῆς ὥρας γηράσκοντι
<ὤμωξεν>
ὠδύρετο, ἐστέναξεν
[<ὤμωσεν>
ὅρκῳ ἔστησεν]
<ὤν>
ὑπάρχων. ἢ ὄντων
<ὦναξ>
ὦ δέσποτα, ὦ ἄναξ
<ὦναξ Παιών>
ὦ βασιλεῦ, ὁ κακὰ παύων Ἀπόλλων
<ὧν ἄπο>
ἀφ' ὧν
<ὠνάστια>
ἐνώτια φάρμακα
<ὠνάρχος>
δῆμψος
<ὤνατο>
ἀπέλαυσεν, ὄνησιν ἔσχεν
<ὠνεῖν>
πωλεῖν. [ἀπολαύειν]
<ὠνήμην>
ἀπέλαυσα
[<ὠνησάμην>
ἐμεμψάμην]
<ὤνησεν>
ὠφέλησεν, ἔσωσεν
<ὤνησις>
πρᾶσις, ἀγορασία. [ἢ μέμψις. ὠφέλεια σωτήρια]
<ὠνήσω>
τὰ αὐτά
<ὠνητιῶν>
ἀγοραστικῶς ἔχων
<ὤνητο>
ὤνατο, ὤνησιν ἔσχεν
<ὠνθυλευμένον>
τὸ διεσταγμένον ἄρτυμα, ὅπερ ἔνιοι <μεμονθυ- λευμένον>
<ὤνια>
τὰ πράσιμα
<ὠνίου>
πρασίμου, ἀγοραστοῦ
<ὠνίους>
ἀγοραστούς
[<ὦννυ>
οὕτως]
<ὦνον>
τὸ τίμημα τῆς τιμῆς, ἢ τιμή. ἤγουν ἡ ἀγορά
<ὦνος>
ὠνή, τιμή, ἡ καταβαλλομένη ἀντί τινος
<ὠνοσάμην>
ἐμεμψάμην, ἐξεφαύλισα, ἠτίμησα
<(ὠ)νούμενοι>
ἀγοράζοντες
<ᾠνοχόει>
ἐνέχεεν, ἐκίρνα
<ὠνυχισμένον>
ἀφῃρημένον
<ὠξυθυμώθη>
ὠργίσθη
<Ὠξώλων>
ἔθνος βαρβάρων
<ὦ οἰοῖ>
ἐπιφώνημα σχετλιαστικὸν παρὰ Ἴωσι
<ᾤοντο>
ὑπελάμβανον, ἐνόμιζον
<ὦ οὗτος>
ὦ αὐτός, ἢ ὦ σύ
<ὦπα>
ὄψις, πρόσοψις, πρόσωπον
<ὤπαζεν>
κατόπιν ἐπάγων ἐδίωκεν
<ὠπάζεσθαι>
ὁρᾶν, σκοπεῖν
<ὤπαινες>, ὠπαιν
<ὤπασεν>
ἔδωκεν, ἐχαρίσατο
<ὦ πέπον>
ὦ φίλτατε. ἄλλοι δὲ τὸν μαλακὸν τὴν ψυχὴν πέπονα κα- λοῦσιν. ἔνιοι δὲ ἔκλυτε, μάταιε
<ὦπες>
ὀφθαλμοί
<ὠπήσεσθαι>
ὄψεσθαι
*<ὠπωτῆρε>
[διὰ φαρμάκων εἰώθασί τινες ἐπάγειν τῇ Ἑκάτῃ τὰς οἰκίας
<ὤπια>
ὀφρύδια
<Ὦπι ἄνασσα>
[πυῤῥὰ πρόθυρος, πῦρ πρὸ τῶν θυρῶν
<ὠπίζετο>
ἐπιστροφὴν ἐποιεῖτο
[<ὠπιζόμενος>
ἐπιστρεφόμενος]
[<ὠπλή>
ἡ ἐκ χειρὸς πληγή]
<ὡπλίζετο>
καθωπλίζετο
<ὡπλίσατο>
παρεσκευάσατο
<ὦ πόνῳ πονηρέ> ......
<ὦπται>
(ἐ)θεάθη
<Ὠπός>
ὄνομα γενικῆς πτώσεως. διὸ καί τινες ἠξίωσαν ἀναγινώσκειν Ὠπός, ὡς Θρᾳκός
<ὦ πόποι>
φεῦ φεῦ, παπαὶ τῶν χαλεπῶν. ἔστι δὲ ἐπίῤῥημα σχε- τλιασμοῦ ἢ θαυμασμοῦ δηλωτικόν. ὦ δαίμονες, ὦ φίλοι, ὦ θεοί
<ὤπυιεν>
ἔγημεν
<ὠπφρύναμαι>
ηὔφραμμαι
<ὥρα>
τὸ ἔαρ, ἢ θέρος. ἢ μορφή
<ὥρα>
καιρός. κάλλος. τροπή. εὐμορφία. ψιλῶς δὲ φροντίς, ἐπιμέλεια. <ὅθεν ὀλίγωρον> λέγομεν τὸν ὀλίγην ἔχοντα φροντίδα. [οἱ δὲ φυλα- κτήρια, ἢ προβλήματα]
*<ὥρᾳ γάμων>
ἐν ἀκμῇ γάμων
*<ὥρα ἔτους>
καιρὸς ἔτους, τὸ ἔαρ, καὶ τὸ θέρος
<ὡραία>
ἀκμάζουσα, κάλλος ἔχουσα
<ὡραίᾳ> τῇ ἡλικίᾳ. καὶ τῇ ὄψει
<ὡραῖα>
νεκύσια. οἱ δὲ δαιμόνια. τάσσεται δὲ καὶ ἐπὶ τῶν ἐκ γῆς ὡραίων. καὶ ἐπὶ τῶν καθ' ὥραν συντελουμένων ἱερῶν
<ὡραῖα θύειν>
τελετή τις, ἐν ᾗ τῶν ὡραίων ἁπάντων ἐγίνοντο ἀπαρ- χαί
<ὡραία ἡμέρα>
ἡ ἑορτή
<ὡραΐζεται>
καλλωπίζεται
*<ὧραι>
καιροί
*<ὡραίοις>
καιροῖς
<ὡραϊσμένη>
καλλωπισμένη
<ὡραῖον>
καίριον. καὶ τὸ ἱερεῖον, τὸ θῦμα τὸ καθ' ὥραν. καὶ ὁ τάρι- χος ὁ κατὰ τὸ ἔαρ συντιθέμενος
<ὡραῖον κῆδος>
ὁ καθ' ὥραν τελευτήσας
[<ὠραίοντο>
ὥρμων, ἐπορεύοντο]
<ὡραιοπώλας>
ὁ τὴν ἀκμὴν πωλήσας. ὀπωροπώλης. ταριχοπώλης
<ὡραῖος>
εὔμορφος, εὔτροπος, εὐσχήμων, εὐπρόσωπος
<ὡραϊσμός>
καλλωπισμός, κάλλος
<ὡραίων>
τῶν πεπανῶν. καὶ <ὡραίων>· τῶν καρπῶν
<ὡρακιᾶν>
τὸ ἐν τοῖς βαλαν(ε)ίοις ἐκλύεσθαι. ἢ σκοτοῦσθαι. καὶ ὠχριᾶν
<ὡρακιᾶν>
λ[ε]ιποψυχεῖν. ἐκλύεσθαι καὶ σκοτοῦσθαι μετὰ ὠχριάσεως ἢ καὶ ἱδρῶτος. οἱ δὲ ναυσιᾶν. καὶ σκοτοῦσθαι
<ὡρακιάσας>
λ[ε]ιποψυχήσας
<ὦ 'ράννα χελίδων>
ὀροφή
<ὡρανιστήρ>
ἱμάς
<ὡραπολεῖν>
κατὰ τὴν εἰθισμένην ὥραν ἑκάστου ἔτους ἀναπολεῖν.
<Ἀναπολεῖν> δὲ λέγουσι τὸ τρὶς ἀροτριᾶν τὴν γῆν
[<ὠργᾷ>
οἰστρεῖ, γαυριᾷ, ἢ πρὸς συνουσίαν ἐπείγεται, ἢ κατεπείγεται]
[<ὠργάσαι>
πηλὸν ἕτοιμον παρασχεῖν]
<ὠργασμένος>
μεμαλαγμένος
[<ὤργατο>
κατηπ.γῃ, καὶ ἐν ἑτοίμῳ ἦν]
[<ὠργημένον>
παρεσκευασμένον, ἕτοιμον]
[<ὥργητο>
ὥριστο. ἔχρῃζεν]
[<ὠργιᾶται>
χρῄζει. ὁρίζει]
[<ὠργώς>
μεμηνήσας]
<ὤργων>
ἐπεθύμουν. [ἐμεμίγησαν]
<ὠρδυλευσάμην>
ἐμόχθησα
[<ὠρέγει>
δίδου]
<ὦρ[ε]ες>
γυναῖκες
<ὤρεια>
φυλακτήρια
<ὠρεῖν>
φυλάττειν. ὅθεν καὶ ὁ <θυρωρός> λέγεται
*<ὠρέξατο>
ἐξέτεινεν
*<ὤρεξε>
παρέσχεν, ἔδωκεν
<ὠρέξατο>
ἐστοχάσατο. ἔλαβεν. ἐπεθύμησεν. ὥρμησεν
<ὠρέον>
πηχυαῖον
<ὦρες>
πύργοι ὠχυρωμένοι. κηδεμόνες
<ὤρες(ς)ι>
γυναιξίν, ἀπὸ τοῦ συνεζεῦχθαι ἀνδράσιν
<ὤρετο>
ὥρμα
<ὠρεύειν>
τὸ τῶν ἀγρίων νομῶν καὶ ἐθνῶν ἐπιμελεῖσθαι
<ὠρέοντο>
ὥρμων, ἐπορεύοντο
<ὠρέχθη>
ἐπεθύμησεν
<ὠρέχθησαν>
ἐπεθύμησαν
<ὥρῃ>
καιρός. ἢ τῷ καιρῷ
<ὠρημάτων>
φυλαγμάτων
<ὥρη>
πάθος. οἱ δὲ πάχος καὶ παχύτητα
<ὥρης>
ἀκμῆς
<ὠρήσαντα>
φυλάσσοντα
<ὠρήσσονται>
φυλάσσονται
<ὠρητύς>
πήρωσις
[<ὦρθεν>
ὥρμησεν. ἀνέστη, ἢ ἀνέστησεν]
<ὤρθευεν δέμας>
ἀνώρθου. ἐθεράπευεν
<ὥρια>
τὰ κατὰ τὴν ὥραν γινόμενα, ὡραῖα, ἢ ὥριμα
<ὠρία>
τὸ πρῶτον ἀκρωτήριον τοῦ ἀστραγάλου
<ὡρια(ί)νεις>
ὡραΐζει
[<ὠριγνώμενον>
ὀρεγόμενον]
<ὤριγμαι>
ὠ ......
<ὠρίγγη>
ἐώρα
<ὠρίζει>
ὑπνοῖ· ὁμιλεῖ. φροντίζει, μεριμνᾷ. ἀδολεσχεῖ
<ὥριμον>
καίριμον. ἢ τὸν καιρὸν [διήγειρεν. ἢ ἐτάραξεν
<ὤρινεν>
ἐτάραξεν. ἠρέθισεν
<ὠρίνθη>
ἐταράχθη
<ὠρινθιᾶν>
ἐπείγεσθαι εἰς ἀπόπατον
<ὥρισεν>
ἔκρινεν
<ὡρισμένη>
ὑπόχρεως, ἢ ὅρους ἔχουσα καταπεπηγότας ἐπὶ δανείσμασι
<ὥριστος>
ἄριστος
<Ὠρίων>
ἄστρον οὕτω καλούμενον. ἢ ὄρνις ποιός
<ὤρκυπτε>
ὑπερέκυπτε ἐπαιρόμενος
<ὥρμ(αινεν)>
ἐνεθυμεῖτο, ἐβουλεύετο, ἐφρόντιζεν. [ἔπαινεν]
<ὥρμαινε>
διενοεῖτο, ἐμερίμνα
<ὥρμηνε>
[διενοεῖτο]
<ὥρμησεν>
ἔπεμψεν
[<ὡρμεῖσθαι>
ὁρμεῖν. τὸ πολεμεῖν]
<ὡρμῶντο>
ἐξήεσαν
<ὠρνεάζετο>
μετέωρον ἐπῆρε τὴν κεφαλήν
<ὤ(ρ)νυτο>
ἀνίστατο. διηγείρετο
<ὠροβισμένοι>
κεχορτασμένοι ἀπὸ τῶν βοῶν
<ὡρογράφοι>
ἱστοριογράφοι, τὰ κατ' ἔτος πραττόμενα γράφοντες. <Ὧροι> γὰρ οἱ ἐνιαυτοί
<ὠρόθυναν>
ἐτάραξαν. καὶ ἠρέθισαν
[<ὤρονα>
τὰ ὄρια
<ὡρῶντο>
ἤθελον]
<ὤρορεν>
ὦρσε, διήγειρεν. ἐτάραξεν. ἔπεμψεν. ἐνέβαλεν
<ὧροι>
οἱ ἐνιαυτοί
<ὧρος>
ἐνιαυτός
<ὦρος>
ἡ νύξ. [ἡ ἀπὸ Ὠκεανοῦ
<Ὠροσίδης>
ὁ ἀπὸ Ὠρεσίου γεγονώς. οὗτος δ' ἔστι ποταμὸς ἐν τῇ ἔξω γῇ, ὥσπερ Ὠκεανός
<ὡροσκόπος>
ὁ σκοπῶν τὰς ὥρας
<ὤρου>
ὥρια. φύλακες
<ὤρουεν>
ἐπῆγεν, ἐφώρμα
<ὤρουσεν>
ὥρμησεν
<ὤῤῥα>
τηνικαῦτα
<ὦρτο>
ἀνέστη. ὥρμησεν. ἤρχετο
<ὠρτός>
βωμός
[<ὦρσαι>
παρορμῆσαι]
<ὦρσεν>
παρώρμησεν
<ὠρυγή>
φωνή. θόρυβος. κυρίως δὲ ἡ τῶν κυνῶν φωνή
<ὠρύεσθαι>
κλαίειν. τάττεται δὲ ἐπὶ τῶν κυνῶν
<ὠρύεται>
ὑλακτεῖ
<ὤρυξαν>
ἔσκαψαν
<ὠρυόμενος>
βρυχόμενος, ὑλακτῶν
<ὠρυομένων>
κραζόντων. κυρίως δὲ ἐπὶ λιμῷ κλαιόντων λύκων, ἢ λεόντων, ἢ κυνῶν
<ὤρφωσεν>
ὠρφάνισεν
<ὠρώρει>
[διηγέρθη
<ὤρωρεν>]
ἐκεκίνητο
<ὠρωρέχατο>
ὁρμῶντες ἐπετίθουν
<ὥς>
θαυμαστικὸν ἐπίῤῥημα. ἄλλοι οὕτως, ὁμοίως. ἀληθῶς. ἢ ὥσπερ. ἢ ἵνα. ἢ ὅτι. ἢ ὅτε. ἢ πρός. ἢ λίαν. ἢ [εἰς τὸ.] τὰ παραδείγματα εἰς τὸ τέλος τοῦ ω στοιχείου
<ὦσαι>
διῶξαι. διασεῖσαι. βιάσασθαι. ἀποῤ(ῥ)ῖψαι
<ὠσάμεθα>
ἀπωσάμεθα
<ὠσάμενοι>
διώξαντες, ὠθήσαντες
<ὠσάμην>
ἀπωσάμην, ἐδίωξα, ὤθησα
<ὦσαν>
ὥστε, ἵνα. ἢ ἀπεώσαντο
<ὡς ἄν τις εἴποι>
...
<ὡς ἂν οἷός τε ὦ>
ὡς ἂν δυνηθῶ ..........
<ὥσα τε δεῖ>
ὡς ἐκ τούτου
<ὡς αὖ πάλιν>
ἐκ δευτέρου
<ὡς αὐτόν>
πρὸς αὐτόν
<ὡσαύτως>
ὁμοίως, τοιούτως
<ὡς βασιλέα>
πρὸς τὸν βασιλέα
<ὡς δή>, [ὧ δὴ αὐτοῖς. ἢ] ἐπειδή
<ὡς δή σφιν>
ὡς δὴ αὐτῖς
<ὡς δοκέει>
ὡς νομίζει
<ὡς ἐδόκει>
ὡς ἐνόμιζεν
<ὣς εἰπών>
οὕτως εἰπών
<ὡς εἶχεν>
ὅσον ἠδύνατο, ἴσχυεν. [ὡσεὶ τυχόν]. καθὼς ἔτυχεν, ἢ συνέβη
<ὤσεις>
ὠθήσεις
<ὡσεί τε>
καθάπερ
<ὡς ἐχῖνος ἀναβάλλει τὸν τόκον>
παροιμία ἐπὶ τῶν πρὸς τὸ χεῖ- ρον χρονιζόντων
<ὡς ἐκρίθη σοι>
ὡς ἐφάνη σοι
<ὡς ἐμέ>
πρὸς ἐμέ, καθάπερ ἐμέ, ὡς ἐγώ
<ὦσεν>
ἀνέτρεψεν, ὤθησεν. ἀπέκοψεν. ἀπώσατο. κατέβαλλεν
<ὡς ἐνέπουσιν>
ὡς λέγουσιν
<ὡς ἔνι>
ὡς ἔστιν, ὡς ἐγχωρεῖ
<ὡς ἐν πινακίῳ>
ὡς ἐν εἰκόνι
<ὡς ἔξεστιν>
ὡς δυνατόν
<ὡς ἔοικεν>
ὡς φαίνεται. ὡς πρέπει, ὡς δεῖ
<ὡς ἐπίπαν>
ὣς ἐπιτοπλεῖστον
<ὦσέ τοι>
ὤθη(σε) σοι
<ὡς ἔτυχεν>
[ὡς φθάς..]
<ὡς ἔφασαν>
ὡς εἶπαν
<ὡς ἔφασκεν>
ὡς ἔφη, ὡς εἶπεν
<ὡς ἔφησθα>
ὡς εἶπας
<ὡς ἔφυ>
ὡς ἐγένετο, ὡς ἔστιν
<ὡς ἔχω>
εὐθέως
<ὡς ἡμᾶς>
πρὸς ἡμᾶς
<ὠσθείς>
ἀνατραπείς
[<ὤσθησεν>
ὤθησεν. ἔπρασεν]
<ὠσίν>
ὠτίοις, ἀκοαῖς, [ὠτίοις]
<ὥς κεν>
ὅπως ἄν
<ὦσιν>
ὑπάρχουσιν. εἰσίν
<ὡς μάλιστα>
ὡς ὄντα δυνατόν
<ὥς κέν τις>
ὅπως ἄν τις
<ὠσμένῳ>
ὠθισμένῳ
<ὡς μήτε κροῦσαι, μήθ' ὑπὲρ χεῖλος βαλεῖν>
παροιμία ἐπὶ τοῦ συμμέτρου τασσομένη
<ὠσμός>
ἀνατροπή. ὤθησις, ὠθισμός
<ὡς οἶμαι>
ὡς νομίζω
<ὡς οἷόν τι>
ὡς δυνατόν
<ὡς ὅγε>
καθὼς οὗτος
<ὥς οἱ>
ὡς αὐτῷ
<ὥσπερ>
καθώσπερ
<ὥσπερ>
καθώς, καθάπερ
<ὡς οὐκ ἐξικνούμενοι>
ὡς οὐχ ἥξοντες
<ὥσπερ οὑφθαλμὸς [τοῦ] Διός>
ὡς ἀστραπή
<ὥσπερ κόρας ἑλεῖν>
ἐπὶ τῶν εὐχερῶν λέγεται
<ὡς πρίν>
ὡς πρότερον
<ὡς πρὸς ἔνια>
ὡς πρὸς ἄλλα, ἢ τινά
<ὡς ῥά>
ὡς δή
<ᾧ σε>
διὰ τοῦτο[ν]· ᾧ σ' ἔβαλον Τρῶες
<ὥς σοι>
οὕτω δή σοι
<ὡς τὰ πολλά>
ὡς ἐπὶ τὸ πλεῖστον
<ὥστε>
καθάπερ, οὐκοῦν, λοιπόν
<ὥστε γάρ>
καθάπερ γάρ
<ὥς(τε) στεροπή>
ἀστραπή
<ὠστίζεσθαι>
ὠθεῖσθαι
<ὠστιζόμε(ς)θα>
ὠθούμεθα, θλιβόμεθα
<ὠστιοῦνται>
ὠσθήσονται
<ὣς φάσαν>
οὕτως εἶπαν
<ὣς φάτο>
οὕτως ἔφη, εἶπεν
<ὠσφρήθη>
συνῆκεν
[<ὤσφρησις>
ἀέρος μετάληψις]
<ὠσφρῶντο>
συνῆκαν, ἤσθοντο, ἔγνωσαν
<ὤσχη[ς]>
ὁ μετὰ κλήματος ἀμπέλου
<ὦσχοι>
τὰ νέα κλήματα σὺν αὐτοῖς τοῖς βότρυσιν
<ὠσχοφόρια>
παῖδες εὐγενεῖς ἡβῶντες καταλέγονται οἱ φέροντες τὰς ὤσχας εἰς τὸ τῆς Σκιράδος Ἀθηνᾶς ἱερόν. εἰσὶ δὲ κλήματα ἔχοντα βότρυς[ιν]
*<Ὠσηέ>
ἑρμηνεύεται σωζόμενος
<Ὠσχοφόριον>
τόπος Ἀθήνησι Φαληροῖ, ἔνθα τὸ τῆς Ἀθηνᾶς ἱερόν
<ὦτα>
ἀκοαί, ὠτία
<ὦτα>
τὰ μὴ στρογγύλα
<ὠτακός>
παρώνυμον εἶναί φασιν
<ὠτακουστεῖ>
περιέργως ἀκούει
<ὦ τᾶν>
ὦ οὗτος. ἀντὶ τοῦ ὦ μακάριε, ὦ βέλτιστε
<ὦ τᾶν>
ὦ σύ, ὦ ἑταῖρε, ὦ οὗτος, ὦ μακάριε. πρόσρημα τιμητικῆς λέ- ξεως. λέγεται δὲ καὶ ἐπὶ εἰρωνείᾳ πολλάκις
<ὠτειλαί>
τραύματα, οὐλαί, τρώσεις
<ὠτειλή>
ἡ ἐκ χειρὸς τρῶσις, ἢ τραῦμα
<ὠτοκάταξις>
τὰ ὦτα τεθλασμένος
<ὠτοκοπεῖ>
κεφαλαλγεῖ, ἐνοχλεῖ, λαλῶν
[<ὠτοκουστής>
ὁ ὑποκρινόμενος]
<ὡς τούς>
ὡς τούτους
<ὠτός>
ὄρνεον ὅμοιον γλαυκί. οἱ δὲ νυκτικόρακα λέγουσιν
<Ὦτος> καὶ <Ἐφιάλτης>
Ἀλωέως καὶ Ἰφιμεδείας παῖδες ..........
<ὤτρυνε>
παρώρμησε, διήγειρεν
<ὦ τύμπανα>
ὦ ἐπιτήδειοι τυμπανισθῆναι
<(ὤ)των>
ὠτίων
<Ὠφέλης>
ὁ Ἐφιάλτης
<ὤφε[ι]λεν>
ὤφειλεν
<ὠφέ[ι]λουν>
εὐεργέτουν
<ὠφθαλμιάσας>
τὸν ὀφθαλμὸν ἐπέβαλεν
<ὤφθη>
ὡράθη, ἐθεάθη
<ὠφίλει>
ἐπήρχετο
<ὦ φιλότης>
ὦ προσφιλέστατε. ὦ φίλε. ὦ ἑταῖρε
[<ὤφλημα>
χρέος]
<ὦφλε>
κατεδικάζετο, ἐπὶ τῇ δίκῃ ὤφλησεν. καὶ τὸ ὤφειλεν
<ὠφλίσκανον>
κατεδικάζοντο
<ὠφρόν>
ἐλαφρόν
<ὠφρυωμένος>
ἐπηρμένος
<ὠφύϊα>
ἡ δορά. καὶ βοτάνη τις
<ὠχεῖτο>
ἐκάθητο
<ὤχετο>
ἔφυγεν, ἀπέδρα. ἀπώλετο. ἢ ἐπορεύθη
<ὠχέτευεν>
ὑδραγώγει. καὶ ἐτάφρευεν
[<ὠχλεῖ>
ὠθεῖ. νοσεῖ]
<ὤχθησαν>
ἠγανάκτησαν, ἐλύπησαν, ἐστέναξαν
<ὤχλησεν>
ἐμόχθησεν. ἐκίνησεν, ἐμόχλευσεν, ὤθησεν. ἐνόσησεν
<ὤχμασαν>
κατέσχον, ἐδέσμευσαν
<ὠχμασμένον>
κατεχόμενον, δεδεμένον
<ᾠχόμην>
ἐπορευόμην
<ᾤχοντο>
ἐπορεύοντο
<ὤχουν>
ἐκάθηντο
<ὤχρα>
ὠχρίασεν
<ὠχρᾷς>
ὠχρίας εἶς. [καὶ ὄσπριον λαθύρῳ ἐοικός
<ὠχρήσαντα>
ὠχριάσαντα
<ὦχρος>
ὠχρίασις, χλωρότης. χλωρός
<ὠχυρωμένη>
ἠσφαλισμένη
<ὤψ>
ὄψις, ὀφθαλμός
<ὤψατο>
εὔξατο. ἐμαρτύρατο. (ε)ἶδεν
<ὦψαι>
ὤφθης
<ὤψειον>
[ὤπτεισαν. εἶχον.] περιεβλέποντο, ἰδεῖν ἐβούλοντο
<ὠψά>
τὰ ὀπτητήρια
<ὠψιζόμην>
ὀψὲ ἐποίουν. βράδιον ἠρχόμην
<ὠψίσθην>
ὤψισα
<ὠψισμένον>
ὀψὲ τῆς ὥρας, βραδέως ἐρχόμενον
<ὠψικότα>
βράδιον ἥκοντα
[<ὤψουν>
ἐμαγείρευον, [ὤπτουν]]
<ὠῶν>
περιστομίων τῶν ἱματίων
[<ὭΣ>
συνήθως· μνήσομαι, ὥς (μ)' ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν καὶ ὅμως· ἀλλὰ καὶ ὣς ἐθέλω δόμεναι καὶ ὃν τρόπον· ἤρξατο δ' ὡς πρῶτον Κίκονας δάμας[ε]' καὶ ὁμοίως· ὣς δ' αὕτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη καὶ ἐπεί· ὡς ἴδε χῶρον ἐρῆμον, ὅθ' ἕστασαν ὠκέες ἵπποι καὶ ἡνίκα· οἱ δ' ὡς οὖν εἶδον Ἑλένην ἐπὶ πύργον ἰοῦσαν καὶ οὕτως· ὥς κε μάλ' ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκη(τ)αι καὶ πῶς· ὠποποῖ, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει καὶ ὅτι· ἔγνως ὡς θεός εἰμι καὶ πρός· ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον καὶ θαυμαστικὸν ἐπίῤῥημα· ὥς σ' ἔβαλον Τρῶες καὶ ὡς ἔρις ἔκ τε θεῶν, ἔκ τ' ἀνθρώπων ἀπόλοιτο καὶ διό[ς] ὣς λίπον· αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα καὶ ὅτε· Ἕκτωρ δ' ὡς Σκαιάς τε πύλας καὶ πύργον ἵκανε(ν) καὶ τότε· ὡς δ' ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν
ὁτὲ δὲ συναπτικὸν σύνδεσμον
ὡς ὑμεῖς παρ' ἐμοῖο θοὴν ἐπὶ νῆα κίοιτε
ὁτὲ δὲ ἀνακεφαλαιωτικόν ὥς τ' ἦλθ' ὥς τ' Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον
ὁτὲ δὲ καὶ τὸ ὄντως
ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός
ὁτὲ δὲ τὸ ὡς ἂν καὶ τὸ ἄχρι
ὥς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
ὁτὲ δὲ καὶ τὸ εὐθέως
ὡς ἴδεν, ὣς ἀνέπαλτο
Σοφοκλῆς δὲ Λαρισσαίοις ἀντὶ τοῦ λίαν
ὡς καὶ τύραννι πᾶς ἐγγίζεται φυγεῖν
καὶ Μένανδρος
ἔγημε θαυμαστῶς γυναῖχ' ὡς σώφρονα
<Ὠρίων>
σύστημα <κδ> ἀστέρων, ὅν τινες ὀνομάζουσι Βοώτην. οὓς οἱ περὶ ταῦτα δεινοὶ καταμερίζουσι καί φασι, τοὺς μὲν τέσσαρας εἶναι τρίτου μεγέθους, ἐννέα δὲ ἐν αὐτοῖς τετάρτου μεγέθους. καὶ τοὺς ἄλλους ἐννέα τοῦ πέμπτου. κεῖται δὲ τοῦτο τὸ τῶν ἀστέρων ἄθροισμα ἐν τῷ βορείῳ μέρει, ὅπερ καὶ ὑπὸ τῆς γραφῆς ὡς ἓν σῶμα Ὠρίων ὠνόμασται. ἄστρα δὲ ταῦτα λέγουσι καὶ οὐχὶ ἀστέρας, ὡς τῶν μὲν ἄστρων πλήθους σύστασιν ἐμφαινόντων, ἀστέρος δὲ τοῦ καθέκαστον λεγομένου. Καὶ τοῦ Ἀρκτούρου μέμνηται ἡ γραφή, ὃν μεταξὺ τῶν μηρῶν τοῦ Ὠρίωνος ὁρῶμεν κείμενον ἀστέρα ὑπόκιῤῥον. Παραπλησίως δὲ καὶ ἡ Πλειὰς ὀνομάζεται, ὑπὸ τῆς γραφῆς· ὡς καὶ ὑπὸ τῶν ἔξωθεν δῆλον, ὅτι παρ' Ἑβραίων πολυπραγμονησάντων τὰ ἀπόῤῥητα. ἑνῶνται δὲ καὶ ἐν τῇ Πλειάδι ἑπτὰ ἀστέρες συνεχεῖς, καὶ καταπεπυκνωμένοι πρὸς ἀλλήλους, οὐχὶ δὲ ἕξ, ὅπερ τινὲς οἴονται. κεῖνται δὲ ἐν τριγωνοειδεῖ σχήματι. ὡς οὖν ἐνταῦθα εὕρομεν τὸ ὄνομα ἐν Ἡσαΐᾳ τῷ προφήτῃ, τοῦ Ὠρίωνος, οὕτω τοῦ Ἀρκτούρου καὶ τοῦ Ἑσπέρου καὶ τῆς Πλειάδος ἐν τῷ Ἰώβ. ὅς φησιν· ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα νότου