Χρονογραφία/Ε

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Χρονογραφία
Συγγραφέας: Μιχαήλ Ψελλός
Τόμος Πέμπτος, Μιχαήλ Εʹ–Θεοδώρα



5.1 Βασιλεύει δὲ μετ' αὐτὸν ὁ ἐκείνου ἀνεψιὸς, περὶ οὗ πλεῖστα ὁ λόγος φθάσας ἐδήλωσε· ἐπειδὴ γὰρ οἱ τοῦ αὐτοκράτορος ἀδελφοὶ μεταθησόμενον αὐτὸν εὐθὺς ἔγνωσαν κα ἀνέλπιστον αὐτῷ τὴν ζωὴν κατειλήφεσαν, ἵνα μὴ ἀποδράσῃ τούτους τὰ πράγματα, μηδ' ἐφ' ἕτερον γένος ἡ βασιλεία μετατεθείη, πρὶν ἢ τὸν ἀδελφὸν ἀπολιπεῖν τὴν ζωὴν, πρόσταγμά τι δῆθεν βασίλειον τὴν εἰς ἀνάκτορα μετάβασιν ἐπιτρέπον ἐκπέμπουσι· καὶ ὁ μὲν αὐτοκράτωρ ἐξῄει τῶν βασιλείων, ὡς ὁ λόγος εἰρήκει, τελεσθησόμενος, ὁ δὲ πρὸς αὐτὰ ἀντεισῄει.
5.2 Τριῶν δὲ ὄντων τῶν τοῦ αὐτοκράτορος ἀδελφῶν, ὁ μὲν ὀρφανοτρόφος Ἰωάννης, ὃς δὴ καὶ τὸ ξύμπαν κράτος τηνικαῦτα διῴκει καὶ μᾶλλον τῶν ἄλλων ἠγαπήκει τὸν ἀδελφόν, οὐδὲ θανόντος ἐκείνου εὐθὺς ἀπαλλάττεται, ἀλλ' ὥσπερ ζῶντι τριταῖος συνῴκει τῷ τεθνεῶτι, οἱ δὲ περιλειπόμενοι δύο τῷ καίσαρι ἀνεψιῷ εἰς τὰ βασίλεια συναπαίρουσι, τὸ μὲν ὡς φυλάξοντες ἐκεῖνον καὶ θεραπεύσοντες, τὸ δὲ ὡς πλείονα κτησόμενοι τὴν παρ' ἐκείνου εὐμένειαν· ἀλλ' οὐκ ἦν ἄνευ τοῦ μείζονος καὶ κρείττονος τὴν φρόνησιν ἀδελφοῦ γενναῖόν τι ἐκείνους ἢ περὶ τῆς βασιλείας ἐνθυμηθῆναι ἢ περὶ τῆς τοῦ κοινοῦ καταστάσεως, ὅθεν οὐδέν τι ὅτι μὴ συνῆσαν ἐκείνῳ εὔνοιαν παραδεικνύντες συγγενικήν. Ἐπεὶ δὲ ἀρκούντως εἶχε τῶν θρήνων ὁ Ἰωάννης, μᾶλλον δὲ ἐπειδὴ κἀκεῖνον ὑπέθραττε μὴ πολυήμερος ἡ ἀναβολὴ γενομένη τῆς ἀναρρήσεως τὰς πάσας αὐτοῖς συνεξαφανίσῃ ἐλπίδας, ἐπὶ τὰ βασίλεια μεταβαίνει.
5.3 Ταῦτα δὲ αὐτὸς ἑωράκειν, καὶ τοῖς ὀφθαλμοῖς τὴν ἀλήθειαν εἰληφὼς τῶν πραγμάτων ἀμεταποιήτως τῇ γραφῇ δίδωμι. Ὡς γοῦν ἠκηκόεισαν ὅτι τὴν αὔλειον οὗτος καὶ βασιλικὴν εἰσελήλυθεν εἴσοδον, ὥσπερ Θεῷ ὑπαντήσειν μέλλοντες παρεσκευασμένως τούτῳ προσῄεσαν, καὶ περιστάντες ἄλλος ἄλλο τι κατεφίλουν τῶν ἐκείνου μελῶν· ὁ δέ γε ἀδελφιδοῦς καὶ τὴν δεξιὰν ὑποσχὼν ἐπερείσασθαι ταύτῃ ἐδίδου, ἵνα τινὸς ἁγιάσματος ὥσπερ ἐκ τῆς ἐπαφῆς τύχοι· καὶ ἐπεὶ ἅλις τὰ τῆς κολακείας ἔδοξε, κατάρχει οὗτος συνετωτάτου βουλεύματος εὐθὺς, καὶ μηδὲν τῆς βασιλίδος ἄτερ ποιεῖν προτρέπεται, ἀλλ' ἐπ' αὐτῇ τιθέναι τοὺς θεμελίους καὶ τοῦ κράτους καὶ τῆς ζωῆς, καὶ πάντα ποιεῖν οἶς ἂν ἐκείνην ὁρῶσιν εὐάγωγον.
5.4 Καὶ αὐτίκα κοινῇ συμπαραταξάμενοι ταῖς μηχαναῖς τῶν ἐνθυμημάτων τὴν εὐάλωτον ἐκείνης πολιορκοῦσι ψυχὴν, καὶ ἀναμνήσαντες τῆς υἱοθεσίας ὑπὸ τῇ μητρὶ καὶ δεσπότιδι τὸν παῖδα τιθέασι καὶ ἐπιρρίπτουσιν αὐτῇ τοῖς ποσὶ, πᾶσαν ὀνομάτων λατρείαν πρὸς τὸν καιρὸν συναριθμήσαντες, καὶ πείσαντες ὡς ὁ μὲν ἀδελφιδοῦς τοῦ τῆς βασιλείας καὶ μόνον ὀνόματος τεύξεται, ἡ δὲ πρὸς τούτῳ καὶ τὴν πατρῴαν ἕξει κατάσχεσιν· καὶ εἰ μὲν βούλεται αὐτὴ τῶν ὅλων ἀνθέξεται, εἰ δ' οὖν, ἐγκελεύσει τε τούτῳ καὶ ἐπιτάξει καὶ ὡς ἀργυρωνήτῳ βασιλεῖ χρήσεται, ἀρρήτους τε ταύτῃ ὅρκους ὀμνύουσι καὶ τὴν καθ' ἱερῶν δόντες πίστιν θηρῶσιν ὅλην εὐθύς· καὶ τί γὰρ ἦν πράττειν ἄλλο, ἐν ἐρημίᾳ τε οὖσαν τοῦ βοηθήσοντος καὶ τοῖς γοητεύμασιν ἐκείνων καταθελχθεῖσαν, ἢ μᾶλλον ταῖς μηχαναῖς τούτων καὶ τοῖς κλέμμασι κλαπεῖσαν καὶ συνειληθεῖσαν καὶ πρὸς τὰ ἐκείνων μετατεθεῖσαν θελήματα;
5.5 Περὶ τῆς τοῦ Μιχαὴλ ἀναγορεύσεως. Ἐπιτρέπει γοῦν αὐτοῖς τὸ κράτος, καὶ τέως μετέωρον οὖσαν τὴν Πόλιν ἐπὶ τῷ ἐκείνης βουλήματι κατευνάζει τῇ προτροπῇ, καὶ τελεῖται ἐπὶ τῷ καίσαρι τὸ τῆς βασιλείας μυστήριον, ἡ προπομπὴ, ἡ ἐπὶ τὸν νεὼν εἴσοδος, ἡ τοῦ ἀρχιερέως εὐχὴ, ἡ στεφανηφορία καὶ ὅσα τούτοις ἐπακολουθεῖν εἴωθε. Καὶ τήν γε πρώτην ἡμέραν οὐκ ἐπιλήσμων ὁ βασιλεὺς οὔτε τῶν οἰκείων λόγων οὔτε τῶν ἔργων ἐγένετο· πολὺ γοῦν παρ' αὐτῷ τὸ· «ἡ βασιλίς», καὶ «ἡ ἐμὴ δεσπότις», καὶ «ὡς ἐώνημαι ταύτῃ», καὶ «ἣν ἂν θεῖτο ψῆφον».
5.6 Οὐδὲν δὲ ἧττον καὶ τὸν Ἰωάννην τοιούτοις κατέθελγε ῥήμασι, «ὁ ἐμὸς, γάρ φησι, δεσπότης», καὶ θρόνον ἐδίδου ἐγγὺς καθέζεσθαι, καὶ νεῦμα ἐζήτει παρ' ἐκείνου λαβεῖν εἰ λαλεῖν βούλοιτο, καὶ ὡς ὄργανόν ἐστι τῷ τεχνίτῃ, καὶ ὡς οὐχὶ τῆς κιθάρας τὸ μέλος ἀλλὰ τοῦ τὴν κιθάραν μουσικῶς κρούοντος. Ἐτεθήπεσαν γοῦν ἅπαντες τὸ τοῦ ἀνδρὸς εὔγνωμον, καὶ ὡς οὐ διημαρτήκει τῶν ἐλπίδων ὁ Ἰωάννης ἐθαύμαζον. Τοὺς μὲν οὖν ἄλλους ἐλάνθανε τὸ κλέμμα τῆς ἐκείνου ψυχῆς· ὁ δέ γε θεῖος ᾔδει μὲν ἀκριβῶς ὅτι μέχρι τῆς γλώττης αὐτῷ ἡ λειότης, τὸ δὲ τραχὺ τοῦ φρονήματος ἔνδον ὑποκρύπτεται καὶ ὑποτύφεται, καὶ ὅσῳ μᾶλλον ἐκεῖνος ὑπεδίδου ταῖς μηχαναῖς, τουσοῦτον οὗτος ὑπώπτευε καὶ τῆς γνώμης αὐτῷ τὸ ὕπουλον κατεμάνθανεν, ἀλλ' οὐκ εἶχεν ὅ τι καὶ δράσειεν ἢ ὅπως ἂν αὐτὸν ἐκ τοῦ ῥᾴστου ἀφέληται τὴν ἀρχὴν, ἅπαξ ἀποσφαλεὶς τοῦ τοιούτου σκοποῦ, ὁπότε καὶ μάλιστα ὁ καιρὸς ἐδίδου τὴν χείρωσιν· ὁ μὲν οὖν ἡσύχαζε τέως, οὐ πάντη ἀφεὶς τὸ ἐνθύμημα, ἀλλ' ὡς ἐπιχειρήσων εἴ τι ἐκεῖνος παρανομεῖν ἐπ' αὐτὸν ἄρξεται. Ὁ δὲ ἐξ ὑπερβαλλούσης εἰς ἐκεῖνον τὰ πρῶτα αἰδοῦς κατὰ βραχύ τι παρήλλαττε, νῦν μὲν τὴν τούτου γνώμην οὐκ ἀναμένων ἐν ταῖς βασιλικαῖς πράξεσιν, νῦν δ' ἄλλο τι ποιῶν καὶ λέγων οἷς ἐκεῖνον μὴ ὑπενεγκεῖν ἠπίστατο.
5.7 Γέγονε δὲ τούτῳ προσθήκη πρὸς τὴν τοῦ θείου διαβολὴν καὶ ὁ ἀδελφὸς Κωνσταντῖνος, ὃς δὴ πρὸ πολλοῦ ἦν τῷ Ἰωάννῃ βασκαίνων, ὅτι δὴ μόνος παρὰ τοὺς ἀδελφοὺς τῶν πραγμάτων εἶχε διοίκησιν, καὶ οἷον δεσπότης αὐτῶν ἀλλ' οὐχ ὁμογενὴς ἦν, τότε μὲν οὐχ οἷός τε ἦν τὸ μῖσος εἰς προὖπτον ἐξενεγκεῖν· ὁ γάρ τοι ἀδελφὸς ἐκείνων καὶ βασιλεὺς τὸν μὲν Ἰωάννην, ὡς καὶ τῶν ἄλλων πρεσβύτατον καὶ συνετώτατον ἄνδρα καὶ διεξητασμένον ἐν τῇ τῶν κοινῶν πραγμάτων ἐπιμελείᾳ, ὑπερηγάπα καὶ ἔστεργε, τὸ δὲ λοιπὸν γένος ὡς μήτε τὰ μέτρια ἠγαπηκότας μήτε τι ἐκείνῳ λυσιτελοῦντας εἰς τὴν τῆς βασιλείας διοίκησιν ἐμίσει καὶ ἀπεστρέφετο· ὅθεν καὶ χαλεπαίνοντος κατ' ἐκείνων τοῦ αὐτοκράτορος οὗτος αὐτοῖς διέλυε τὴν ὀργὴν καὶ τὸν ἀδελφὸν εἰς εὐμένειαν μετερρύθμιζεν· εἰ τοίνυν καὶ ἐβάσκαινον αὐτῷ τῆς δόξης <οἱ> ἀδελφοὶ, καὶ μάλιστά γε ὁ Κωνσταντῖνος, ἀλλὰ τολμῆσαί τι κατ' ἐκείνου καὶ πρᾶξαι ἀδύνατον αὐτοῖς ἦν.
5.8 Ἐπεὶ δὲ ὁ ἀδελφὸς ἐτεθνήκει, μεταπεπτώκει δὲ εἰς τὸν ἀνεψιὸν ἡ τοῦ κράτους διαδοχὴ, εὔκαιρον κατὰ τοῦ Ἰωάννου ὁ Κωνσταντῖνος ἔσχηκεν ἀφετήριον· ἦν γὰρ καὶ προτεθεραπευκὼς τὸν αὐτοκράτορα ὁπηνίκα τὴν τοῦ καίσαρος εἶχε τιμήν· ἐδίδου γὰρ αὐτῷ τῶν οἰκείων ἀπαντλεῖν θησαυρῶν ὁπόσα καὶ ἐβούλετο, καὶ ἦσαν ἐκείνῳ τὰ τούτου χρήματα ἀντὶ πρυτανείου καὶ ταμιείου· ἐξωνεῖτο γοῦν αὐτὸν ἐντεῦθεν, καὶ ὡς ἐπὶ προδήλῳ τῇ τύχῃ τὴν ἐκείνου γνώμην προκατελάμβανεν, ἐκοινώνουν τε ἀπορρήτων ἄμφω ἀλλήλοις, καὶ διαβεβλημένως ἤστην πρὸς τὸν Ἰωάννην, ὡς ἀντεπιχειροῦντα τοῖς δόξασι καὶ συγγενεῖ ἑτέρῳ τὴν ἀρχὴν μνηστευόμενον. Ὁ τοίνυν καῖσαρ ὁμοῦ τε βασιλεὺς ἀνηγόρευται, καὶ ἐς τὴν τοῦ νωβελλισίμου τιμὴν ἀνάγει τὸν Κωνσταντῖνον, ὁμοδίαιτόν τε ποιεῖ, καὶ λαμπρὰς ἀπεδίδου τῆς προλαβούσης εὐνοίας τὰς ἀμοιβάς
5.9 Μικρὸν δὲ ἐντεῦθεν τὴν τοῦ λόγου ἐκκόψας διήγησιν περὶ τῆς τοῦ βασιλεύσαντος γνώμης τε καὶ ψυχῆς πρότερον ἀφηγήσομαι, ὅπως ἂν μὴ θαυμάζητε, ὁπηνίκα τι περὶ τῶν ἐκείνου πράξεων λέγοιμι, ὅπως αὐτὰς ἐξ οὐδεμιᾶς ἀρχῆς ἐσχεδίαζεν ὡρισμένης. Ὁ γὰρ ἀνὴρ οὗτος χρῆμά τι ποικίλον ἐγεγόνει τῷ βίῳ, καὶ ἦν αὐτῷ χαρακτὴρ τῆς ψυχῆς τὸ πολύμορφον καὶ πολύστροφον· εἶχε δὲ καὶ τὴν γλῶτταν πρὸς τὴν καρδίαν ἀντίθετον, καὶ ἄλλο τι βουλευσάμενος ἑτέρας ἠφίει φωνὰς, καὶ δυσόργως ἔχων πολλοῖς εὐνοϊκώτερον προσωμίλει, ἀρρήτους ὅρκους τοῖς λόγοις ἐπιτιθεὶς, ὡς ἐνστερνίζοιτο τούτους καὶ ἥδιστα διαλέγοιτο· πολλοὺς δὲ ὧν ἐβούλετο κατὰ τὸ περίορθρον ἐσχάταις τιμωρίαις ὑποβαλεῖν, ἑσπέρας κοινωνοὺς ἐποιεῖτο τοῦ δείπνου καὶ τοῦ αὐτοῦ τούτοις ἐκοινώνει κρατῆρος· τά γέ τοι τῆς συγγενείας ὀνόματα, μᾶλλον δὲ ἡ κοινωνία τοῦ γενικοῦ αἵματος, παιδιά τις ἐδόκει τούτῳ, καὶ οὐδὲν αὐτῷ πρᾶγμα εἰ πάντας ἓν κῦμα ἐκάλυψε κατασχόν· ἐβάσκαινε δὲ τούτων οὐ βασιλείας μόνον, τοῦτο γὰρ μέτριον, ἀλλὰ καὶ πυρὸς καὶ ἀέρος καὶ τύχης ἁπάσης· κοινωνεῖν δὲ αὐτῷ τοῦ κράτους μικρὸν μὲν ἢ μηδένα τῶν ἁπάντων ἐβούλετο, ὃ δ' οἶμαι καὶ κρείττονι φύσει βασκαίνων ἦν· τοσοῦτον ἦν αὐτῷ τὸ κατὰ πάντων ἐν ἅπασιν ἀπόστροφόν τε καὶ ὕποπτον· δουλοπρεπῶς δὲ εἰ καί τις ἄλλος περὶ τὰς τῶν καιρῶν ἐναντιότητας ὤν τε καὶ λέγων, ἀνελευθέρᾳ τε ψυχῇ χρώμενος, ἐπειδὰν βραχεῖα τούτῳ μεταβολὴ πραγμάτων προσμειδιάσειεν, ὁ δὲ εὐθὺς τὰ τῆς σκηνῆς σκεδαννὺς καὶ τὸ ὑποβολιμαῖον εἶδος ἀποδυόμενος θυμοῦ τε εὐθὺς ἐνεπίμπλατο, καὶ τὰ μὲν τῶν δεινῶν ἐποίει, τὰ δὲ εἰς τὸ μέλλον ἐταμιεύετο· ὀργῆς τε γὰρ ἥττων ἦν καὶ ἄνθρωπος εὐμετάβολος, καὶ τὸ τυχὸν πρᾶγμα εἰς μῖσος αὐτὸν καὶ ὀργὴν ἀνερρίπιζεν. Ἐντεῦθεν μῖσος αὐτῷ κατὰ τοῦ γένους παντὸς ὑπετύφετο· διαλύειν δὲ αὐτοὺς εὐθὺς οὐκ ἐπεχείρησεν, ἔτι δεδιὼς τὸν θεῖον, ὃν ᾔδει πατρὸς λόγον πρὸς τὸ συγγενὲς ἐπέχοντα.
5.10 Ἐπεὶ δέ μοι ἡ προθεωρία τῆς ἀφηγήσεως ἐπιτέτμηται, ἐπ' αὐτὴν εἶμι πάλιν τὴν τῶν γεγονότων διήγησιν. Ὁ τοίνυν Κωνσταντῖνος, ἐπειδὴ καὶ νωβελλίσιμος ἐγεγόνει, καὶ τὸ ἐπικείμενον δέος περὶ τὸν ἀδελφὸν ἀπεσείσατο. ἀπορρίπτει μὲν τὴν πρὸς τοῦτον αἰδῶ, θρασύτερον δὲ διαλέγεται καὶ ἰταμώτερον ἐπεχείρει τοῖς ἐκείνῳ δόξασι, τῷ τε βασιλεῖ πολλάκις τὸ πρὸς ἐκεῖνον ὑποπεπτωκὸς κατωνείδιζε καὶ τὴν γνώμην αὐτῷ διεσάλευεν· ὁ δὲ, καὶ ἄλλως πρὸς τοῦτο διασεσεισμένος, ἔτι γε μᾶλλον ὑπεκινεῖτο, καὶ καταφρονεῖν αὐτοῦ τὰ πολλὰ ἤρχετο. Ὁ δὲ δεινὸν ἄλλως ἡγούμενος, εἰ καταλυθείη αὐτῷ τὸ ἀξίωμα καὶ ἡ πρὸς τὸ γένος ὑπεροχὴ, ἐπεὶ μὴ εἶχεν ἐκ τοῦ ῥᾴστον τὸν βασιλεύσαντα καθελεῖν, ἕτερόν τι πρὸς τοῦτο βουλεύεται, ὡς αὐτὸς τηνικαῦτα τοῖς πράγμασιν ἐντυχὼν εἴκασα, τοὺς γὰρ πολλοὺς τὸ ἔργον διέλαθεν· ὡς γὰρ οἶμαι, βουλόμενος πρὸς ἕνα τῶν ἐκείνου ἀνεψιαδῶν, Κωνσταντῖνος οὗτος τὸ ὄνομα καὶ μάγιστρος τὸ ἀξίωμα, τὴν τῶν πραγμάτων μεταθήσειν ἀρχὴν, οὐχ ὡς αὐτὸς τῷ βασιλεῖ ἐπιθησόμενος, ἀλλ' ὡς ἐκείνῳ δώσων τὰς τῆς ἐπιβουλῆς ἀφορμὰς, εἶτα δὴ δεδιὼς μὴ ἁλοὺς ἐκεῖνος τυραννικαῖς αἰτίαις ἔνοχος γένοιτο καὶ οὐκ ἂν φθάσειε αὐτός τε ἀπολλύμενος καὶ τὸ λοιπὸν γένος συναπολλὺς, προϋφαρπάζει τὸ τέλος, ἵνα δὴ αὐτῷ κατὰ λόγον ἡ ἀρχὴ προχωρήσῃ, καὶ ἐξευμενίζεται τὸν κρατοῦντα πρὸς τὴν συγγένειαν, καὶ πείθει τὰ μὲν δοῦναι, τὰ δὲ ὑποσχέσθαι, ἄλλα τε καὶ ἐλευθερίαν ὧν ὁ βίος ἐπιφέρει δεινῶν· ὁ δὲ τέως ἐπινεύει ταῖς ἱκεσίαις καὶ τὰς ὑποσχέσεις ἐν γράμμασιν ἐπαγγέλλεται, ἵν' ἔχοι ἐχέγγυον τὸ πιστὸν τῆς πρὸς τὸ μέλλον ζωῆς. Ἐπεὶ δὲ ἡ γραφὴ εὐθὺς ἐξυφαίνετο, ἐντί θησί τι λεληθότως τῶν ἀπορρήτων αὐτῇ, ὡς, εἰ καί τις τῶν ἐκείνου ἀνεψιαδῶν ἁλῴη τυραννικὸν βουλευόμενος, μήτε τιμωροῖτο μήτε δικάζοιτο, ἀλλ' ἀχθῇ τὸ ἀνεξέταστον παρὰ τοῦ θείου ἐξαίρετον.
5.11 Ἐπεὶ οὖν τοῦτο ἐγεγραφήκει, καιρὸν φυλαξάμενος ἐπιτήδειον, ὁπηνίκα ἐκεῖνον εἶδε γράμμασί τισι πάνυ μὴ προσέχοντα, δίδωσι τὴν γραφήν· ὁ δὲ βραχύ τι ταύτην παραναγνοὺς, τοῖς διὰ τῆς χειρὸς βεβαιοῖ γράμμασι· καὶ ὁ Ἰωάννης, ὡς μέγα τι ἐφόδιον ἐντεῦθεν κατωρθωκὼς πρὸς τὸν οἰκεῖον σκοπὸν, διεχεῖτό τε καὶ ἐγάννυτο, καὶ πρὸς αὐτὸ τοὖργον ἴσως ηὐτρέπιστο. Τόδε ἦν ἄρα ὠδίνων ἀρχὴ, δηλώσει δὲ καθεξῆς περὶ πάντων ὁ λόγος· πρὶν ἢ γὰρ προλαβεῖν τὸν ὀρφανοτρόφον τὸ μελετώμενον, αὐτὸς τὸ μέλλον ὑφορᾶται, τὰ μὲν ἀφ' ἑαυτοῦ προγινώσκων, τὰ δὲ τῶν περὶ αὐτὸν τὴν οἰκείαν γνώμην ἐξαγγελλόντων, ὡς οὐκ ἔτι τὴν ὕφεσιν καρτερήσουσιν, ἀλλὰ πάντα πράξουσιν, ὥστε δυοῖν θάτερον ἢ ἑαυτῷ διαφυλάξασθαι τὸ ἀξίωμα ἢ συναπολεῖσθαι τοῖς πράγμασιν.
5.12 Τοιγαροῦν ἐντεῦθεν οὐ μόνον οὐδὲν τῆς προσηκούσης αὐτῷ τιμῆς ἔνεμεν, ἀλλὰ καὶ περὶ τῶν πρακτέων διημφισβήτει· σύνοδοί τε τούτοις ἐκ μακρῶν τῶν διαστημάτων ἐγίγνοντο, ὁπότε δὲ καὶ συνέλθοιεν ἐπίδηλον τὸ ἀκούσιον ἦν. Συνεστιωμένοις δέ ποτε λόγον ὁ Κωνσταντῖνος ἐμβαλὼν πράξεως καὶ τὰς γνώμας ἑκατέρων μεμαθηκὼς, τὴν μὲν τοῦ κρατοῦντος ὡς χρηστοτάτην καὶ βασιλικωτάτην ἐπῄνεσέ τε καὶ ἀνευφήμησε, τὴν δὲ τοῦ ἀδελφοῦ ἐπίβουλον ἀνεῖπε καὶ δολερὰν, καὶ βραχύ τι προϊὼν ἐς μέγα προὐχώρησε, τῆς τε προτέρας ἀνέμνησεν ὑπεροψίας καὶ τὸ ἐς τὸ παρὸν ὕπουλον αὐτοῦ ἀπήλεγξε καὶ κακόηθες· ὁ δὲ, μὴ καρτερήσας τὰς τοσαύτας τῶν λόγων βολὰς, ἀναστὰς εὐθὺς οὐκ εἰς τὴν εἰωθυῖαν ἀπεληλύθει σκηνὴν, ἀλλὰ πόρρω που τοῦ Ἄστεος ἐξήνεγκεν ἑαυτὸν, οἰόμενος ἐντεῦθεν τὸν κρατοῦντα καταδεηθήσεσθαι τούτου καὶ προσλιπαρήσεσθαι, καὶ μετενεγκεῖν θᾶττον εἰς τὰς βασιλείους αὐλάς. Ἀναχωρήσαντι δὲ οἷ ἥ τε οἰκεία δορυφορία εἵπετο, καὶ πολύ τι πλῆθος συναπεληλύθει τῆς συγκλήτου βουλῆς, οὐ δεσμοῖς εὐνοίας κρατούμενον, ἀλλ' οἱ πλείους, οἰόμενοι ὡς τάχιστα ἐπανήξειν εἰς τὰς προτέρας διατριβὰς, προκατελάμβανον τὴν τούτου εὐμένειαν καὶ τὴν ἔφοδον μνήμης ἐποιοῦντο ἐμπύρευμα.
5.13 Τῷ δὲ κρατοῦντι οὐχ οὕτως ἥδιστον ἐδόκει τὸ ἐκεῖνον τῶν πραγμάτων ὑπεξελθεῖν, ὅσον λυπηρὸν καὶ ὕποπτον κατεφαίνετο τὸ πολὺ τῆς Πόλεως πλῆθος ἐκεῖσε συρρέον, δεδιότι μή τι καὶ νεώτερον ἐπ' αὐτῷ δράσειαν· διὰ ταῦτα ὑπούλως ἄγαν καὶ κακοήθως προσονειδίζει τε τούτῳ διὰ γραμμάτων τὴν τοσαύτην ὑπεροψίαν καὶ μετακαλεῖται ὡς κοινωνήσων τῶν ἀπορρήτων τούτῳ· ὁ δ' εὐθὺς ἀφικνεῖται, δόξαν ἐντεῦθεν εἰληφὼς, ὡς προϋπαντήσοι αὐτῷ καὶ τά τε εἰκότα προσφθέγξοιτο καὶ τὰ εἰωθότα διαπράξοιτο. Ὁ δὲ, ἐπειδὴ περὶ ἡμέραν θεάτρου ὁ καιρὸς ἦν, οὐκ ἀναμείνας τὸν θεῖον ἰδεῖν, πρωϊαίτερον ἀπεληλύθει, οὐδέν τι σύνθημα ἐκείνῳ λιπών· ὁ δὲ, ὡς τοῦτο μεμαθήκει, ἔτι μᾶλλον ὑβρίσθαι δόξας καὶ ἠθετῆσθαι, σὺν πολλῷ τῷ θυμῷ εὐθὺς ἐπαναστρέφει, οὐκ ἔτι ἐπενδοιάζων ἐπὶ τῇ τοῦ βασιλεύοντος γνώμῃ, ἀλλ' ὅτι δυσμενῶς αὐτῷ ἔχει ἀπὸ τῶν πραγμάτων ἠκριβωκώς. ∆ιαλέλυτο γοῦν αὐτοῖς παντάπασιν ὁ τῆς φιλίας θεσμὸς καὶ ἅτερος θατέρῳ ἀντεπιβουλεύει, μᾶλλον δὲ ὁ μὲν, ἅτε ἐν ἰδιώτου τελῶν σχήματι, κρυφίως καὶ λανθανόντως αὐτὸν μετιέναι διενοεῖτο· ὁ δὲ, τῇ βασιλικῇ ἀποχρώμενος ἐξουσίᾳ, καθαρῶς ἤδη πρὸς ἀπέχθειαν ἀναρρήγνυται· προστάττει γοῦν αὐτῷ εἰς ναῦν τε ἐμβῆναι καὶ ἀφικέσθαι ἀπολογησομένῳ, διότι τε ἐκείνου καταφρονεῖ καὶ οὐ πάνυ ἐθέλει πείθεσθαι.
5.14 Ὁ μὲν οὖν τὸν πλοῦν πρὸς αὐτὸν ἐποιεῖτο, ὁ δὲ ἀπὸ μετεώρου τῶν βασιλείων βλέπων εἰς θάλασσαν, ἐπειδὴ τῷ μεγάλῳ λιμένι ἡ φέρουσα τὸν θεῖον προσορμίσειν ἔμελλε ναῦς, σύνθημά τι δοὺς ἄνωθεν τοῖς καταπλέουσιν, ὅπερ δὴ καὶ προείρητο αὐτοῖς, ἐπιστρέφειν τὴν ναῦν, κατόπιν δὲ ἑτέρα τριήρης πρὸς ἀναγωγὴν ἕτοιμος τὴν προτέραν ἐπικαταλαβοῦσα τοῦτον εἰς ὑπερορίαν ἄγει μακράν. Οὐδὲ τοσοῦτον γοῦν αὐτῷ ὁ δι' ἐκείνου τε καῖσαρ πρῶτον καὶ βασιλεὺς γεγονὼς ὕστερον τοῦ προτέρου σεβάσματος διεφύλαξεν, ὥστε μετά τινος μετρίας αἰδοῦς τὴν τιμωρίαν τούτῳ ποιήσασθαι· ἀλλ' εἰς χῶρον ἐλαύνει ὃς δὴ τοῖς λῃστεύσασι μόνοις ἀφώρισται, εἰ καὶ μετὰ ταῦτα, βραχύ τι ἀνεθέντος αὐτοῦ τοῦ θυμοῦ, βραχείας τινὸς παραμυθίας ἠξίωσεν. Ὁ μὲν οὖν ἀπῆλθεν οὐ μόνον ταύτην ἀπαντλήσων τὴν δίκην, ἀλλὰ πολλὰς ἐπὶ πολλαῖς συμφοραῖς θεασόμενος· οὐ γὰρ ἔστη ἡ λαχοῦσα τούτῳ τῆς Προνοίας μερὶς, οὕτω γὰρ εἰπεῖν μετριώτερον, πολλαῖς καὶ συνεχέσι κακώσεσι διαμείβουσα, ἄχρις ἂν αὐτῷ καὶ δημίου χεῖρα τοῖς ὀφθαλμοῖς ἐπαφῆκε καὶ δεινὸν ἐξ ὑπογυίου καὶ βιαιότατον θάνατον.
5.15 Ἐπεὶ δὲ ὁ δεινὸς ἐκεῖνος ἀνὴρ ὡς τοῖς ὤμοις αὐτῷ μοναρχίαν κατεσκευάκει, οὐδὲν τῶν μετρίων περὶ τὴν πολιτείαν διενοεῖτο, ἀλλ' εὐθὺς ἐπεβάλλετο μεταθήσειν πάντα καὶ μεταστήσειν πρὸς ἅπερ αὐτὸς ἐβούλετο, οὐδενὶ γοῦν τῶν ἐν τέλει εὔνουν ἐδίδου τὸ βλέμμα ἢ τὴν ψυχὴν, ἀλλ' ἐξεδειμάτου πάντας τυραννικοῖς ὁμοῦ καὶ λόγοις καὶ νεύμασι· ἐβούλετο δὲ αὐτὸ τοῦτο ὑπήκοον ὡς ἀληθῶς ἐνδείξασθαι τὸ ἀρχόμενον, καὶ τοὺς μὲν πολλοὺς τῶν ἐν τέλει παῦσαι τῶν συνήθων ἐξουσιῶν, ἐλευθερίαν δὲ τῷ δήμῳ μνηστεύεσθαι, ἵνα τοῖς πολλοῖς μᾶλλον ἢ τοῖς ὀλίγοις δορυφοροῖτο· τὴν δὲ τοῦ σώματος φρουρὰν ἐς Σκυθικὰ μεταθήσειν ἐπεχείρει μειράκια, ἅπερ αὐτῷ ἐώνητο πρὸ πολλοῦ, ἀποτετμημένα πάντα καὶ τὴν ἐκείνου γνώμην εἰδότα, καὶ πρὸς τὴν ὑπηρεσίαν ὧν ἐβούλετο εὐπρεπῆ· ἐθάρρει γὰρ ταῖς εὐνοίαις αὐτῶν, ἐπειδὴ καὶ ἀξιώμασι τῶν ὑψηλοτέρων τετίμηκε· καὶ τὰ μὲν περὶ τὸ σῶμα εἶχε, τὰ δ' ἄλλο τι τούτῳ τῶν βουλητῶν διηκόνει.
5.16 Ἀλλὰ τὰ μὲν βουλεύματα οὕτω ἐπιτελῆ καθεστήκει, τὸν δ' ἀπόλεκτον δῆμον τῆς Πόλεως καὶ ὅσοι τῆς ἀγοραίου τύρβης ἢ τῶν βαναύσων τεχνῶν ᾠκειοῦτο, ταῖς εὐμενείαις τὰς τῶν πολλῶν προκαταλαμβάνων γνώμας, ἵν' ἔχοι πρὸς τὰ μελετώμενα, εἰ δεήσοι, βοήθειαν· οἱ δὲ ἐξήρτηντό γε ἐκείνου, καί τισι φαινομέναις εὐνοίαις τὰς γνώμας ἐγνώριζον, οὐδὲ προβῆναι ἐῶντες ἐπὶ ψιλοῦ τοῦ ἐδάφους, ἀλλὰ δεινὸν ἄλλως ποιούμενοι, εἰ μὴ δι' ὑφασμάτων προΐοι καὶ ἐπιτρυφῴη αὐτῷ ὁ ἵππος τοῖς σηρικοῖς καταστρώμασι. Τούτοις γοῦν ἐπαρθεὶς ἐκεῖνος τὸ τῆς ψυχῆς ἀνακαλύπτειν ἀπάρχεται βούλευμα. Τῇ γὰρ βασιλίδι καὶ παρὰ τὸν προσήκοντα λόγον ἐκείνου μητρὶ ἐμεμήνει μὲν καὶ πρότερον ἡνίκα ὑπ' ἐκείνης τοῦ κράτους ἔτυχε, καὶ ὅτι δεσπότιν προειρήκει ποτὲ, ἐβούλετο καὶ τὴν γλῶσσαν τεμεῖν τε τοῖς ὀδοῦσι καὶ ἀποπτύσαι τὸ μέλος.
5.17 Περὶ τοῦ πρὸς τὴν αὐγούσταν μίσους καὶ φθόνου τοῦ βασιλέως. Ἐπεὶ δὲ ἐν ταῖς κοιναῖς εὐφημίαις προλαμβανόμενον τὸ ταύτης ἐνωτίζοιτο ὄνομα οὐδὲ καθεκτὸς ἦν ἔτι· ὅθεν τὰ μὲν πρῶτα παρηγκωνίζετο ταύτην καὶ ἀπεστρέφετο, οὔτε βουλευμάτων αὐτῇ κοινωνῶν οὔτε μήν τι μέρος τῶν βασιλείων διδοὺς θησαυρῶν, ἀλλὰ πάντα κατολιγωρῶν, εἰπεῖν δὲ καὶ καταγελῶν, τειχήρη τε οἷα δὴ πολεμίαν τηρῶν, καὶ φρουρᾷ καταλαμβάνων ἀτιμοτάτῃ, τάς τε θεραπαινίδας αὐτῆς οἰκειούμενος καὶ τὴν γυναικωνῖτιν διερευνώμενος καὶ μηδενὸς τῶν συντεθειμένων πρὸς ταύτην ἐπιστρεφόμενος. Ἐπεὶ δὲ οὔπω τούτων κεκόρεστο, τὴν ὑστάτην αὐτῇ ἐφίστησι συμφορὰν, καὶ βούλεται ἀπελάσαι τῶν βασιλείων, οὐδὲ μετ' εὐσεβοῦς σχήματος, ἀλλὰ μετά τινος αἰσχίστου καὶ ψευδοῦς πλάσματος, ἵν' ἔχοι μόνος ὁ θὴρ ἐν τοῖς βασιλείοις αὐλίζεσθ1ι· τοῦτο γοῦν ἅπαξ ἐν τῇ ψυχῇ θέμενος, πάσης μὲν ἄλλης καταπεφρονήκει βασιλικῆς πράξεως, ὅπως δὲ ἐπιτελὲς ποιήσει τὸ τόλμημα πᾶσαν ἐκίνει καὶ γνώμην καὶ μηχανήν.
5.18 Πρῶτα μὲν οὖν κοινοῦται τὸ βούλευμα τῶν οἰκειοτέρων τοῖς θρασυτέροις, ἔπειτα δὲ προϊὼν κατ' ὀλίγον καὶ τῶν ἄλλων ἀπεπειρᾶτο ὁπόσους ᾔδει καὶ φρονήματος ἀκριβοῦς καὶ τῆς ἄλλης μετεσχηκότας συνέσεως· ὧν οἱ μὲν ὑπεκίνουν καὶ ποιήσειν τὰ δόξαντα συνεβούλευον, οἱ δὲ παντάπασιν ἀπειρήκεσαν, οἱ δὲ εἰς ἀκριβεστέραν μελέτην θεῖναι τὸ πρακτέον παρῄνουν, τοῖς δὲ ἐδόκει εἰς μαθηματικὴν πρόγνωσιν ἀναθεῖναι τὸ βούλευμα καὶ γνῶναι εἰ εὔθετος πρὸς τὴν κατάπραξιν ὁ καιρὸς, καὶ μή τι σχῆμα τῶν οὐρανίων ἐμποδίζοι τῷ ἐγχειρήματι· ὁ δὲ τούτων ἁπάντων σεμνὸς ἀκροατὴς προκαθήμενος, πράξειν μὲν οὐδ' ὁτιοῦν ἔμελλε τῶν φερόντων εἰς ὄνησιν (ἐκ παντὸς γὰρ τρόπου πρὸς τὸ βεβουλευμένον ἠπείγετο), ὅμως δ' οὖν τοῖς τῶν ἄλλων λόγοις χαίρειν εἰπὼν τὸ ἐσόμενον διὰ τῶν ἀστρονομούντων ἐμάνθανεν.
5.19 Ὑπῆρχε δὲ τηνικαῦτα μοῖρα οὐκ ἀγενὴς τῆς περὶ ταῦτα μαθήσεως, ἄνδρες οἷς κἀγὼ συνωμίλησα, τῶν μὲν περὶ τὴν σφαῖραν τάξεων καὶ κινήσεων ἔλαττον πεφροντικότες τὸν νοῦν (οὔτε γὰρ γεωμετρικαῖς ἀνάγκαις τὴν περὶ ταῦτα ἀπόδειξιν προειλήφεισαν οὔτε μὴν προέγνωσαν), ἀλλ' ἁπλῶς οὕτως τὰ κέντρα ἱστῶντες, εἶτα δὴ τὰς ἀναφοράς τε καὶ ἀποκλίσεις τοῦ ζωηφόρου κύκλου καταμανθάνοντες καὶ τὰ ἄλλα ὅσα τούτοις ἕπεται, οἰκοδεσπότας φημὶ καὶ σχημάτων τόπους καὶ ὅρια, καὶ ὁπόσα μὲν τούτων κρείττω, ὁπόσα δὲ χείρω, προὔλεγόν τι τοῖς πυθομένοις περὶ ὧν ἐπηρωτήκεσαν· καί γέ τινες αὐτῶν κατευστόχουν τῶν ἀποκρίσεων. Λέγω δὲ ταῦτα, τὴν μὲν ἐπιστήμην καὶ αὐτὸς εἰδὼς, ἐκ πολλοῦ μελετήσας καὶ πολλοῖς ἐκείνων λυσιτελήσας εἰς τὰς τῶν σχημάτων κατανοήσεις, οὐ μέντοιγε πειθόμενος ὡς ἄγοιτο ταῖς τῶν ἄστρων κινήσεσι τὰ ἡμέτερα· ἀλλὰ τοῦτο μὲν ὡς πλείους τὰς ἀντιρρήσεις ἔχον ἐξ ἑκατέρου, ἀνακινείσθω εἰς ἕτερον ἔλεγχον.
5.20 Ὁ γοῦν τηνικαῦτα βασιλεύων, τὸ τῆς πράξεως ἀποκρύψας εἶδος, ἀόριστον πρὸς αὐτῶν τὴν πεῦσιν ποιεῖται, τοῦτο μόνον προσθεὶς, εἰ τῷ μεγάλα τολμήσαντι οὐκ ἐμπόδιον τὰ οὐράνια καθεστήκοι σχήματα· οἱ δ' ἐποπτεύσαντες καὶ πᾶσαν πρὸς τὸν καιρὸν κρίσιν ἀκριβωσάμενοι, ὡς ἑωράκεσαν ἅπαντα αἵματος πλήρη καὶ κατηφείας, ἀπαγορεύουσι τὴν πρᾶξιν τῷ βασιλεῖ, καὶ οἵ γε δεινότεροι τούτων εἰς ἕτερον καιρὸν τὸ ἔργον ἀνατιθέασιν· ὁ δὲ πλατὺν αὐτῶν καταχέας τὸν γέλωτα καὶ τῆς ἐπιστήμης καταμωκώμενος ὡς ψευδοῦς· «Ἀλλ' ὑμεῖς μὲν, φησὶ, ἔρρετε, ἐγὼ δὲ κρείττονι τόλμῃ τῆς ὑμετέρας ἐπιστήμης τὸ ἀκριβὲς ὑπερβήσομαι».
5.21 Αὐτίκα γοῦν ἐν ἔργοις ἦν, καὶ εὐθὺς ἀναρρήγνυται, καὶ λόγους τινὰς συμπλάσας ὁ ἀθλιώτατος παῖς κατὰ τῆς μηδὲν ἐπιβουλευσάσης μητρὸς, ὡς φαρμακίδα τὴν βασιλίδα καταδικάζει, καὶ μηδὲν τέως τῶν τολμωμένων εἰδυῖαν ἐξάγει τοῦ κοιτωνίσκου τὴν ἐγγενῆ ὁ ἀλλότριος καὶ τὴν εὐγενεστάτην ὁ δυσγενέστατος, καί τινας ἐπ' αὐτὴν λογοποιοὺς καθιεὶς ἀνακρίνει τε περὶ ὧν οὐκ ᾔδει, καὶ ὑπ' εὐθύνην ἄγει, καὶ τιμωρεῖται ὡς καταπραξαμένην τὰ ἀτοπώτατα. Εἰς ναῦν οὖν εὐθὺς ἐμβιβάζει καί τινας συμβιβάσας αὐτῇ οἷς προὐτέτραπτο τὰ ἐπ' ἐκείνῃ τολμηθησόμενα ἀπελαύνει τῶν βασιλείων καὶ εἰς μίαν τούτων δὴ τῶν πρὸ τῆς Πόλεως νήσων καθίζει, ᾗ δὴ Πρίγκιπος ὄνομα.
5.22 Ὡς δ' ἐγώ τισιν ὕστερον τῶν ἀπαγαγόντων αὐτὴν συνωμίλησα, φασὶν, ὡς ἤδη πρὸς τὸν ἀπόπλουν τῆς νεὼς ἀναχθείσης, ἡ βασιλὶς πρὸς τὰς βασιλείους αὐλὰς ἀναβλέψασα ὥσπερ τινὰ προσλαλιὰν θρηνώδη πρὸς τὰ ἀνάκτορα ἐποιήσατο, καὶ τοῦ γε πατρὸς μνησθεῖσα καὶ τῶν ἄνω τοῦ γένους, ἐκ γὰρ πενταγονίας ὁ βασίλειος αὐτῇ κλῆρος κατήγετο, ἐπειδὴ τοῦ θείου ἐπεμνήσθη καὶ βασιλέως, λέγω δὲ Βασίλειον ἐκεῖνον τὸν ὑπὲρ πάντας αὐτοκράτορας λάμψαντα, τὸ πολυτελὲς ἀγαθὸν χρῆμα τῇ Ῥωμαίων ἀρχῇ, ἀθρόον δάκρυσι τοὺς ὀφθαλμοὺς ἐπιτέγξασα· «Σὺ μὲν, ἔφη, ὦ θεῖε καὶ βασιλεῦ, βασιλικοῖς γεννηθεῖσαν εὐθὺς σπαργάνοις ἐκόσμησας, καὶ τῶν ἀδελφῶν μᾶλλον ἔστερξας καὶ ἐτίμησας, ὅτι σοι καὶ τὴν θέαν εἶχον παρόμοιον, ὡς τῶν ἑωρακότων ἠκηκόειν πολλάκις· ἀλλὰ καὶ σύ με ὡς ἤδη γε καταφιλῶν καὶ ἀγκαλιζόμενος, σῴζοιο, ἔλεγες, παιδίον, καὶ ἐπὶ μήκιστον ζήσαις τοῦ τε ἡμετέρου γένους ζώπυρον καὶ τῇ βασιλείᾳ θεοπρεπέστατον ἄγαλμα. Ἀλλὰ σὺ μὲν οὕτως ἔτρεφες καὶ ἀνέτρεφες, καὶ μεγάλας ἐπ' ἐμοὶ τὰς τῶν πραγμάτων ἐκβάσεις ἐκέκτησο, ἐψεύσθης δὲ τῶν ἐλπίδων· αὐτή τε γὰρ ἠτίμωμαι καὶ τὸ σύμπαν μου γένος ἠτίμωκα, ἐπὶ τοῖς αἰσχίστοις κατακριθεῖσα καὶ τῶν βασιλείων ἀπελαθεῖσα, καὶ οὐκ οἶδ' εἰς ἥντινα γῆν ἀπαγομένη κατάκριτος· δέδοικα γὰρ μὴ καὶ θηρσὶ βρῶμα προθήσουσιν, ἢ κύματι θαλασσίῳ καλύψουσιν· ἀλλ' ἐφορῴης ἄνωθεν, καὶ παντὶ σθένει τὴν σὴν σῴζοις ἀνεψιάν». Ἀλλ', ἐπειδή περ τὸ περιγράψον αὐτὴν ὅριον τὴν νῆσον κατέλαβεν, βραχύ τι τῶν πονηρῶν ἀνεπεπνεύκει προσδοκιῶν καὶ ὅτι ζῴη ἀνθωμολογεῖτο Θεῷ, καὶ θυσίας εὐθὺς καὶ εὐχὰς ἀπεδίδου τῷ σώσαντι.
5.23 Ἡ μὲν οὖν οὐδέν τι πολυπραγμονήσειν ἔμελλε, καὶ πῶς γὰρ ἐνῆν σὺν μιᾷ θεραπαινίδι εἰς ὑπερορίαν διάγουσα; ὁ δὲ δεινὸς ἐκεῖνος ἀνὴρ ἔτι μᾶλλον ἐπιβουλεύει τῇ βασιλίδι, καὶ ἄλλας ἐπ' ἄλλαις προστίθησι συμφοράς· τέλος δὲ πέμπει τοὺς ἀποκεροῦντας ἐκείνην, ἢ ἀποκτενοῦντας εἰπεῖν οἰκειότερον, καὶ ὁλοκάρπωμα, οὐκ οἶδα μὲν εἰ τῷ Κυρίῳ, τῷ δὲ θυμῷ τοῦ ἐπιτάττοντος βασιλέως ποιήσοντας. Ἐπεὶ δὲ αὐτῷ καὶ τοῦτο ἐτετέλεστο τὸ ἐνθύμημα, ἐκείνην μὲν ὡς ἤδη κατεργασθεῖσαν ἀφίησι, προσωποποιεῖται δὲ τὴν πρᾶξιν καὶ εἰσάγει σκηνὴν, καὶ τῇ συγκλήτῳ βουλῇ ἀνακαλύπτει δῆθεν τὰ παρ' ἐκείνης κατ' αὐτοῦ μελετώμενα, καὶ ὡς ὑπώπτευε μὲν καὶ πόρρωθεν, μᾶλλον δ' ἐπεφωράκει πολλάκις, ἐπεκάλυπτε δὲ τὸ δεινὸν αἰδοῦς τῆς πρὸς αὐτοὺς ἕνεκα· καὶ τοιαῦτά τινα συμπλάσας καὶ φλυαρήσας, καὶ τὰς ἐκείνων γλώσσας κερδήσας πρὸς τὸν καιρὸν παραφθεγξαμένας, ἐπειδὴ τούτοις ἀπολελόγητο ἱκανῶς, καὶ τοῦ δημοτικοῦ πλήθους ἀποπειρᾶται, καί τινας ἐκ τούτων εὐηχέστατα πρὸς ἃ ἐβούλετο κατεσκευακὼς ὄργανα, τὰ μὲν εἰρήκει, τὰ δὲ παρ' αὐτῶν ἠκηκόει· καὶ εὐνοϊκῶς καὶ τούτους πρὸς τὴν πρᾶξιν ὑπειληφὼς ἔχοντας διέλυσέ τε καὶ τοῦτον τὸν σύλλογον καὶ, ὥς τινα ἆθλον τῶν ὑπερφυεστάτων τετελεκὼς, τοῦ τε πολλοῦ καμάτου ἀναπεπνεύκει καὶ πρὸς ἱλαρὰς παιδιὰς ἑαυτὸν ἐπαφῆκε, μόνον οὐκ ἐπορχούμενος, οὐδὲ τοῦ ἐδάφους ὑπεραλλόμενος. Ἔμελλε δὲ ἄρα οὐκ εἰς μακρόν τινα χρόνον, ἀλλ' εὐθὺς καὶ ἐξ ὑπογυίου δίκας τοῦ τυραννικοῦ δώσειν φρονήματος.
5.24 Τὰ δὲ ἐντεῦθεν καὶ ὁ λόγος ἐλάττων πρὸς τὴν τῶν πεπραγμένων διήγησιν, ὅ τε νοῦς οὐ χωρεῖ τῆς Προνοίας τὸ μέτρον· λέγω δὲ τοῖς ἐμοῖς καὶ τὰ τῶν ἄλλων κρίνων· οὔτε γὰρ ἂν ποιητὴς θεόπνουν τὴν ψυχὴν ἔχων καὶ τὴν γλῶτταν αὐτὴν θεοφόρητον, οὔτε τις ῥήτωρ ἄκραν εὐτυχήσας ψυχῆς τε εὐφυΐαν καὶ εὐγλωττίαν, πρὸς δὲ καὶ τέχνῃ κατακοσμήσας τὴν ἔμφυτον δύναμιν, οὔτε μὴν φιλόσοφος Προνοίας καὶ λόγους ἠκριβωκὼς, ἢ εἴ τι ἄλλο τῶν ὑπὲρ ἡμῶν μεμαθηκὼς διὰ πλῆθος συνέσεως, εἰπεῖν τι μετρίως τῶν τηνικαῦτα πραχθέντων ἰσχύσειαν, ὁ μὲν οἷον σκηνοβατῶν τὴν ἀφήγησιν καὶ ποικίλως μεταμορφούμενος, ὁ δὲ μεγαλοφυέστερον τοὺς λόγους πράττων καὶ ἁρμονικῶς συντιθεὶς, καὶ παρισάζων τῷ μεγέθει τῆς πράξεως, ὁ δ' οὐκ αὐτοματίζων τὸ γεγονὸς, ἀλλ' αἰτίας τινὰς προθεὶς ἔμφρονας, ἀφ' ὧν τὸ μέγα ἐκεῖνο καὶ δημοσιώτατον ἀπετελέσθη μυστήριον (οὕτω γὰρ εἰπεῖν οἰκειότερον)· ὅθεν κἂν ἀπεσιώπησα τὴν μεγάλην ἐκείνην φορὰν καὶ συγκίνησιν, εἰ μή γε ᾔδειν τὸ καιριώτατον τῆς χρονογραφίας κατασιγάσας· ὅθεν ἐπὶ μικρᾶς σχεδίας μέγα περαιώσασθαι τετόλμηκα πέλαγος. Λέξω γοῦν, ὡς ἂν οἷός τε ὦ, ὁπόσα μετὰ τὴν τῆς βασιλίδος ὑπερορίαν ἡ θεία δίκη τῷ τε καιρῷ καὶ τοῖς πράγμασιν ἐκαινοτόμησεν.
5.25 Ὁ μὲν γὰρ βασιλεὺς τέως ἐτρύφα καὶ πλήρης καθειστήκει φρονήματος, ἡ δέ γε ξύμπασα Πόλις, λέγω δὲ πᾶν γένος καὶ τύχην καὶ ἡλικίαν, ὥσπερ λυθείσης αὐτῇ τῆς συμφυοῦς ἁρμονίας, κατὰ μέρη τινὰ συγκινεῖσθαι καὶ διαταράττεσθαι ἤρχετο, καὶ οὐκ ἦν τῶν πάντων οὐδεὶς ὃς οὐχὶ τὰ πρῶτα μὲν ὑπετονθόρυζε τῇ γλώττῃ καὶ δεινότερον τῇ καρδίᾳ περὶ τοῦ πράγματος ἐβυσσοδόμευεν, καὶ τῇ γλώττῃ τοῦ λέγειν ἐδίδου ἐλευθερίαν. Ὡς γὰρ ἡ φήμη ἁπανταχοῦ <ἦν> τῆς περὶ τὴν βασιλίδα καινοτομίας, πενθοῦσαν ἦν ὁρᾶν τὴν Πόλιν ξύμπασαν· καὶ ὥσπερ ἐπὶ ταῖς μεγάλαις κινήσεσι τοῦ παντὸς σκυθρωπάζουσιν ἅπαντες τὰς ψυχὰς καὶ οὐκ ἔχουσιν ὅπως ἂν ἑαυτοὺς ἀνακτήσαιντο, τὰ μὲν τῶν δεινῶν ὑπομεμενηκότες, τὰ δὲ ἐλπίζοντες, οὕτω δὴ καὶ τότε πᾶσαν ψυχὴν κατήφειά τις κατειλήφει δεινὴ, καὶ ἀπαραμύθητος συμφορὰ, καὶ εἰς δευτέραν ἡμέραν οὐδεὶς τέως ἐπεῖχε τὴν γλῶτταν, οὐ τῶν ἐν τέλει, οὐ τῶν τοῦ βήματος, ἀλλ' οὐδ' ὅσον ἐκείνου συγγενικὸν καὶ οἰκίδιον· οἱ δ' οὖν ἐπὶ τῶν ἐργαστηρίων καὶ πρὸς μεγάλας τόλμας παρεσκευάζοντο· ἀλλ' οὐδ' ὅσον ξενικόν τε καὶ συμμαχικὸν εἰώθασι παρατρέφειν οἱ βασιλεῖς, λέγω δὲ τοὺς περὶ τὸν Ταῦρον Σκύθας, ἢ ἕτεροί τινες, κατέχειν ἠδύναντο τὰς ὀργὰς, ἀλλὰ πάντες καταθύειν ὑπὲρ τῆς βασιλίδος ἐβούλοντο τὰς ψυχάς.
5.26 Τὸ δ' ἀγοραῖον γένος καὶ ἄφετον ἤδη που καὶ παρεκεκίνητο ὡς ἀντιτυραννῆσον τῷ τυραννεύσαντι· τὸ δὲ θῆλυ γένος, ἀλλὰ πῶς ἂν τοῦτο τοῖς οὐκ εἰδόσιν ἀφηγησαίμην; ἐγὼ γοῦν πολλὰς ἑωράκειν, ἃς οὐδεὶς ἄχρι τότε τῆς γυναικωνίτιδος ἔξω τεθέαται, δημοσίᾳ τε προϊούσας καὶ βοώσας τε καὶ κοπτομένας καὶ δεινὸν ἀπολοφυρομένας ἐπὶ τῷ πάθει τῆς βασιλίδος, αἱ δὲ λοιπαὶ Μαινάδων δίκην ἐφέροντο καὶ τάγμα οὔ τι μικρὸν ἐπὶ τὸν ἀλιτήριον συνεστήκε σαν· «Ποῦ ποτε, βοῶσαι, ἡ μόνη καὶ τὴν ψυχὴν εὐγενὴς, καὶ τὴν μορφὴν εὐειδής; ποῦ ποτε ἡ μόνη τῶν πασῶν ἐλευθέρα, ἡ τοῦ ξύμπαντος γένους δεσπότις, ἡ τὸν κλῆρον τῆς βασιλείας ἐννομώτατα ἔχουσα, ἧς καὶ ὁ πατὴρ βασιλεὺς καὶ ὁ ἐκεῖνον φὺς καὶ ὁ τοῦτον αὖθις ἀποτεκών; πῶς δ' ἄρα καὶ ὁ δυσγενὴς τῆς εὐγενοῦς κατετόλμησε καὶ τοσοῦτον ἐπ' ἐκείνην ἐνθύμημα ὁπόσον οὐδεμία ψυχὴ τῶν πάντων ἐχώρησε;» Ταῦτ' ἔλεγον καὶ συνέθεον ὡς ἐμπρήσουσαι τὰ βασίλεια· ὡς δ' οὐκ ἦν ἔτι τὸ κωλῦσον οὐδὲν, πάντων ἤδη ἐπὶ τὴν τυραννικὴν ἀναρραγέντων ψυχὴν, τὰ μὲν πρῶτα κατὰ μέρος καὶ ὥσπερ κατὰ σύστημα ἐπὶ τὸν πόλεμον κατ εστρατοπεδεύοντο, ἔπειτα ὅλῃ τῆς Πόλεως κατ' αὐτοῦ συνεστρατήγουν τῇ φάλαγγι.
5.27 7 Ἕκαστος γοῦν τῶν πάντων καθώπλιστο, ὁ μὲν πέλεκυν διηγκαλισμένος, ὁ δὲ ῥομφαίαν τινὰ κραδαίνων τῇ χειρὶ βαρυσίδηρον, ἕτερος δὲ τόξον μετακεχείριστο καὶ ἄλλος δόρυ, ὁ δὲ πολὺς ὄχλος, τῶν ἁδροτέρων λίθων τοὺς μὲν κολπωσάμενοι, τοὺς δ' ἐν χεροῖν ἔχοντες, ἀτακτότερον ἔθεον. Ἐγὼ γοῦν τηνικαῦτα πρὸ τῶν βασιλείων εἱστήκειν εἰσόδων, πόρρωθεν ὑπογραμματεύων τῷ βασιλεῖ καὶ ἄρτι μεμυημένος τὰ προεισόδια· καί με εἶχεν ἡ ἔξω στοὰ γραφάς τινας τῶν μυστικωτέρων ὑπαγορεύοντα· ἀθρόον δὲ βοή τις ἡμῖν προσβάλλει ὥσπερ ἱππόκροτος καὶ διέσεισε τὰς τῶν πολλῶν ὁ ἦχος ψυχάς· ἔπειτά τις ἧκεν ἀγγέλλων, ὡς ὁ δῆμος ἅπας ἐπὶ τὸν βασιλέα κεκίνηται καὶ ὥσπερ ὑφ' ἑνὶ συνθήματι πρὸς τὴν αὐτὴν γνώμην συνείλεκται. Τοῖς μὲν οὖν πολλοῖς καινοτομία τις ἄλογος τὸ πραττόμενον ἔδοξεν, ἐγὼ δὲ συνεὶς ἐξ ὧν πρότερον τὰ μὲν ἑωράκειν, τὰ δὲ ἠκηκόειν, ὡς εἰς πυρκαϊὰν ὁ σπινθὴρ ἀνεφλέχθη καὶ δεῖ πολλῶν ποταμῶν καὶ ἐπιφόρου τοῦ ῥεύματος ὥστε ἀποσβεσθῆναι, αὐτίκα τὸν ἵππον ἀναβὰς διὰ μέσης ᾔειν τῆς Πόλεως καί γε τοῖς ὀφθαλμοῖς αὐτοῖς ἑωράκειν περὶ ὧν νῦν ἔπεισί μοι ἀμφισβητεῖν.
5.28 Ὥσπερ γάρ τινος ξύμπαντες κρείττονος μετεσχηκότες πνεύματος, οὐκ ἔτι ἐπὶ τῶν προτέρων ἑωρῶντο τῆς ψυχῆς καταστάσεων, ἀλλ' οἵ τε δρόμοι αὐτῶν μανικώτεροι καὶ αἱ χεῖρες ἐρρωμενέστεραι, καὶ τῶν ὀφθαλμῶν αἱ βολαὶ πυρώδεις τε καὶ ἐνθουσιῶσαι, οἵ τε τοῦ σώματος τόνοι ῥωμαλεώτεροι, μεταρρυθμίζεσθαι δὲ πρὸς τὸ εὐσχημονέστερον ἢ μετατίθεσθαι τῶν βουλευμάτων οὐδεὶς τῶν πάντων ἐβούλετό γε, ἢ τοῦ συμβουλεύοντος ἦν.
5.29 ∆όξαν δὲ αὐτοῖς τὰ πρῶτα ἐπὶ τὸ γένος ἐκείνου χωρεῖν καὶ τοὺς σεμνοὺς ἐκείνων οἴκους καταστρέφειν καὶ ὑπερόγκους, ἔργου τε εἴχοντο, καὶ ὁμοῦ προσέβαλλον, καὶ τὸ ξύμπαν εἰς ἔδαφος κατερρήγνυτο, καὶ τῶν οἰκοδομημάτων τὰ μὲν ἐπικεκάλυπτο, τὰ δ' ἀνακεκάλυπτο· ἐ<πε>καλύπτοντο μὲν ὀροφαὶ εἰς γῆν πίπτουσαι, ἀνεκαλύπτοντο δὲ κρηπῖδες γῆθεν ἀναρρηγνύμεναι, ὥσπερ αὐτῶν τῆς γῆς τὸ ἄχθος ἀποφορτιζομένης καὶ ἀπορριπτούσης τοὺς θεμελίους· κατέστρεφον δὲ τὰ πλείω οὐ χεῖρες ἡβώντων ἢ ἀκμαζόντων ἀνδρῶν, ἀλλὰ καὶ μείρακες καὶ εἴ τις ἑτέρα ἀτελὴς ἡλικία ἐξ ἑκατέρου γένους, ἁπάσης κατασκευῆς ἀποδιδούσης ταῖς πρώταις εὐθὺς ἐπαφαῖς· τὸ δὲ διαρραγὲν ἢ καταστραφὲν ὁμαλῶς ὁ καταστρέψας ἀπεφορτίζετο, καὶ εἰς ἀγορὰν προὐτίθη, μὴ διαμφιβάλλων περὶ τοῦ πλείονος.
5.30 Ἡ μὲν οὖν Πόλις ἐν τούτοις ἦν, καὶ οὕτω ταχὺ τὸ σύνηθες αὐτῇ σχῆμα μετήλλακτο· ὁ δὲ καθῆστο ἐν τοῖς βασιλείοις, τὰ μὲν πρῶτα οὐ πάντως τι πρὸς τὸ συμβὰν ταραττόμενος, ὅθεν ἐβούλετο ἀναιμωτὶ τὸν πολιτικὸν καταλῦσαι πόλεμον· ἐπεί δὲ ἤδη λαμπρὰ ἡ ἀποστασία ἐγένετο, καὶ ὁ δῆμος κατὰ λόχους συνῄεσαν, καὶ ἀξιόλογος ἡ παρεμβολὴ ἐγεγόνει, τότε δὴ δεινῶς τε ἐστρέφετο τὴν ψυχὴν καὶ ἅτε πολιορκούμενος οὐκ εἶχεν ὅ τι καὶ δράσειεν· ἐδεδίει τε γὰρ προϊέναι, καὶ τὴν προσεδρείαν οὐδὲν ἧττον ὑπώπτευε, συμμαχία τε αὐτῷ οὔτε ἐν τοῖς βασιλείοις ἦν, οὔτε ἐξῆν μεταπέμψασθαι· καὶ αὐτὸ γὰρ τὸ παρατρεφόμενον ἐν ταῖς αὐλαῖς ξενικὸν, οἱ μὲν ἀμφίβολοί πως ἦσαν ταῖς γνώμαις καὶ τοῖς κελεύσμασιν οὐ πάντως πειθόμενοι, οἱ δὲ ἀντεκάθηντό γε προδήλως καὶ ἀπερρωγότες τοῖς πλήθεσι συνερρώγεσαν.
5.31 Παντάπασι γοῦν ἀπορουμένῳ σύμμαχος αὐτῷ ἐφεστήκει ὁ νωβελλίσιμος· ἔτυχε μὲν γὰρ τηνικαῦτα τῶν βασιλείων ἀφεστηκὼς, ἐπεὶ δὲ τὸ δεινὸν ἐμεμαθήκει, δείσας περὶ τὸ γενόμενον, τὰ μὲν πρῶτα ἀπρόϊτος οἴκοι διέτριβεν, τὸν ἐφεστηκότα πρὸ θυρῶν ὄχλον οὐχ ἥκιστα δεδιὼς, ὡς αὐτίκα τεθνηξόμενος εἰ προΐοι· εἶτα δὴ ξύμπαν καθοπλίσας αὐτὸ τὸ οἰκίδιον καὶ αὐτὸς οὐδὲν φραξάμενος, ἀθρόον ὠσάμενοι καὶ λαθόντες τὴν ἔξοδον, πυρὸς δίκην διὰ τῆς Πόλεως ᾔεσαν, ἐγχειρίδια κατέχοντες ταῖς χερσὶν, ὡς εἴ τις αὐτοῖς ἀπαντιάσοι εὐθὺς ἀναιρήσοντες· καὶ οὕτω διαδραμόντες, τάς τε βασιλείους προσαράξαντες πύλας εἰσιᾶσι τῷ κινδυνεύοντι βασιλεῖ βοηθήσοντες· ὁ δὲ ἀσμένως τε τούτους εἰσδέχεται, καὶ μικροῦ δεῖν τὸν θεῖον καταφιλεῖ ὅτι συναπολωλέναι ἐκείνῳ προείλετο. Βουλεύονται γοῦν τὴν μὲν βασιλίδα εὐθὺς τῆς ὑπερορίας ἀνακαλέσασθαι, δι' ἣν ἀνερρώγει τὸ πλῆθος καὶ συνεστήκει ὁ πόλεμος, αὐτοὺς δὲ πρὸς τὸ κατεπεῖγον τὸν ἐν τοῖς βασιλείοις ὄχλον, ἀκοντιστὰς καὶ λιθοβόλους, ἐπιστῆσαι πρὸς τοὺς ἀναιδῶς αὐτοῖς παρεμβάλλοντας· οἳ δὴ καὶ κρύβδην ἀπὸ τῶν μετεώρων σφενδονῶντές τε καὶ τοξεύοντες οὐκ ὀλίγους τε ἀνῃρήκασι καὶ τὴν πεπηγυῖαν διέρρηξαν φάλαγγα· ἀλλὰ γνόντες ἀνεκάλεσαν τότε ἑαυτοὺς αὖθις καὶ ἀρραγέστερον συνειστήκεσαν.
5.32 Ἐν τοσούτῳ δὲ καὶ ἡ βασιλὶς ἐν τοῖς ἀνακτόροις κομίζεται, οὐ μᾶλλον χαίρουσα τοῖς ἐπ' αὐτῇ τελουμένοις παρὰ τοῦ Κρείττονος, ἢ περιδεῶς ἔχουσα μὴ πάθοι παρὰ τοῦ πονηροῦ βασιλέως δεινότερον. Ὅθεν οὐδὲ τοῦ καιροῦ γίνεται, οὐδὲ ὀνειδίζει τῷ τυράννῳ τὴν συμφορὰν, οὐδὲ μεταλλάττει τὸ σχῆμα, ἀλλὰ καὶ συναλγεῖ καὶ ἀφίησι δάκρυον ἐπ' αὐτῷ· ὁ δὲ, δέον αὐτῇ τὸ σχῆμα μεταβαλεῖν καὶ τὴν περιπόρφυρον ἐσθῆτα περιβαλεῖν, καὶ ἐγγύας αὐτὴν εἰσπράττεται, μὴ ἂν ἄλλως βιῶναι τῆς τρικυμίας κατευνασθείσης ἢ ὡς ἔχει σχήματος, καὶ ἀγαπῆσαι τοῖς ἐπ' αὐτῇ δόξασιν· ἡ δὲ πᾶν ὁτιοῦν ἐπαγγέλλεται, καὶ τὴν συμμαχίαν ἐπὶ τοῖς δεινοῖς τιθέασι. Καὶ οὕτως αὐτὴν ἐπὶ μετεώρου τοῦ μεγάλου θεάτρου ἀναγαγόντες τῷ στασιάσαντι δήμῳ δεικνύουσιν, ἀξιοῦντες λῆξαι τούτοις τὰ τοῦ θυμοῦ πνεύματα, ἀνακομισθείσης αὐτοῖς τῆς δεσπότιδος· οἳ δὲ οὐκ ἔφθασάν γε εἰδέναι τὴν δεικνυμένην, ὅσοι δὲ καὶ ἐγνώκεισαν ἔτι μᾶλλον τὴν τοῦ τυράννου γνώμην ἐμίσησαν μηδ' ἐν τοῖς δεινοῖς ἀποθεμένην τὸ ἄγριον καὶ κακόηθες.
{{κ|5.33}Ἐξήφθη γοῦν αὐτῷ μᾶλλον ἐπὶ πλέον ὁ πόλεμος; εἶτα δὴ δείσαντες μὴ μετὰ τῆς βασιλίδος ὁ τυραννεύων τούτους κατατροπώσηται, καὶ ἐνδοῖεν οἱ πλεῖστοι τοῖς ἐκείνης λόγοις πειθόμενοι, ἐφ' ἑτέραν βουλὴν τρέπονται, ἥτις δὴ καὶ μόνη πρὸς τὰς τυραννικὰς ἀντήρκεσε μηχανάς.
5.34 Βραχὺ δὲ τούτου προαφηγήσασθαι βούλομαι, ἵνα καθ' ὁδὸν ἡμῖν ὁ λόγος προΐοι· καί μοι τῶν προτέρων ἀναμνηστέον καὶ συναπτέον ἐκείνοις τὸν λόγον. Οὐ μία τοῦ Κωνσταντίνου θυγάτηρ, ὥς μοι προλέλεκται, ἀλλὰ τρεῖς ἐγεγόνεισαν· τούτων οὖν ἐτεθνήκει μὲν ἡ πρεσβυτέρα, ἡ δέ γε νεωτέρα βραχύν τινα μὲν χρόνον συνῆν βασιλευσάσῃ τῇ ἀδελφῇ καὶ τρόπον τινὰ συμβεβασιλεύκει· τῆς μὲν γὰρ εὐφημίας ἐκείνῃ οὐκ ἐκοινώνει, διαφερόντως δ' ἐτετίμητο, καὶ τῆς ἐν τοῖς βασιλείοις μετά γε τὴν ἀδελφὴν μετεῖχε λαμπρότητος· ἐπεὶ δὲ οὐκ αὔταρκες ἡ συγγένεια οὐδὲ τὸ ἐκ τῶν αὐτῶν προελθεῖν ὠδίνων εἰς βασκανίας ἀποτροπὴν, βασκαίνει καὶ τῆς ἐλάττονος τιμῆς τῇ Θεοδώρᾳ ἡ βασιλεύουσα (τοῦτο γὰρ ἦν τῇ ἀδελφῇ ὄνομα), ἅμα δὲ καί τινων λογοποιῶν ἐπ' αὐτὴν διασχόντων τὸ στόμα, πείθει τὸν αὐτοκράτορα μεταστῆσαι τῶν βασιλείων τὴν Θεοδώραν, τάς τε τρίχας κεῖραι, καὶ φυλακὴν ταύτῃ ὥσπερ εὐπρεπεστάτην <τινὰ> τῶν σεμνοτέρων καὶ βασιλείων οἴκων ποιήσασθαι· γίνεται γοῦν εὐθὺς ταῦτα, καὶ φθόνος τὰς ἀδελφὰς διελὼν, τὴν μὲν ἐν μείζονι, τὴν δ' ἐν ἐλάττονι μὲν, σεμνοτέρῳ δ' ὅμως κατ έσχε προσχήματι.
5.35 Ἔστεργεν οὖν ἡ Θεοδώρα τὰ δόξαντα καὶ οὔτε τὴν μεταμφίασιν ἐδυσχέραινεν οὔτε τὸ πρὸς τὴν ἀδελφὴν ἀκοινώνητον. Ὁ μέντοι γε αὐτοκράτωρ οὐ παντάπασι ταύτην τῆς προτέρας ἀπῆγεν αἰδοῦς, ἀλλὰ καί τινος αὐτὴν βασιλικῆς μέτοχον ἐποιεῖτο χάριτος. Ἐπεὶ δὲ οὗτος μὲν ἐτεθνήκει, ὁ δὲ Μιχαὴλ τῶν σκήπτρων ἐπείληπτο, τῆς τε βασιλίδος, ὡς ὁ λόγος ἐγνώρισε, βραχύν τινα χρόνον ἀναμείνας ἐπιλέληστο, καὶ τῆς ἀδελφῆς παντάπασι κατ ολιγωρεῖ· ἐπεὶ δὲ καὶ οὗτος τὸν εἱμαρμένον αἰῶνα πληρώσας ἀπῆλθεν, ὁ δὲ ἀνεψιὸς ἐλελόγχει τὸ κράτος, οὐδ' ἥτις ἐστὶν ἡ Θεοδώρα ἐγνώκει, οὐδ' εἰ βασιλείου ῥίζης ἐβλάστησεν, ἀλλὰ τό γε καθ' ἑαυτὸν οὐδ' εἰ ἐγεγόνει αὕτη, οὐδ' εἰ ἐνταῦθα παρεληλύθει. Ἡ δὲ καὶ οὕτως ἔχουσα, μᾶλλον δὲ οὕτως ἐχόντων αὐτῇ τῶν αὐτοκρατόρων, οὐδέν τι πρὸς τὰς ἐκείνων ἀντεκίνει γνώμας, οὐ τυραννουμένη μᾶλλον ἢ ἑκοῦσα. Ἡ μὲν οὖν προαφήγησις τῆς ὑποθέσεως αὕτη.
5.36 Περὶ τῆς τοῦ ὄχλου ἀπαγωγῆς πρὸς τὴν αὐγούσταν Θεοδώραν. Ὁ τοίνυν δῆμος, ὥς μοι λέλεκται, κατὰ τοῦ τυραννεύσαντος στασιάσας καὶ δεδιὼς μή τε ἄλλως τὰ πράγματα ἕξουσι, καὶ ἡ τυραννικὴ αὐτοῦ κατισχύσει χεὶρ, καὶ οὐδέν τι πλέον τοῦ θορύβου γενήσεται, ἐπειδὴ τὴν πρώτην βασιλίδα ἑλεῖν οὐχ οἷός τε ἦν, τοῦ τυράννου ταύτην προκατασχόντος καὶ οἷον ἐλλιμενίσαντος, ἐπὶ τὴν ἀδελφὴν τρέπεται, ὡς δεύτερον αἷμα βασίλειον, οὐ ταραχωδῶς οὐδὲ συγκεχυμένως, ἀλλ' ἕνα τῶν πατρῴων αὐτῇ θεραπόντων ὥσπερ τινὰ στρατηγὸν τῆς ἑαυτοῦ προστήσας τάξεως, ἄνδρα τὸ μὲν γένος οὐχ Ἕλληνα, τὸ δὲ ἦθος τοῦ καλλίστου γένους, ἡρωϊκὸν δὲ τὸ εἶδος, καὶ τὸ σεβάσμιον ἐξ ἀρχαίας εὐτυχίας κεκτημένον, φάλαγξιν ὅλαις σὺν φαλαγγάρχῃ γενναίῳ ἐπὶ τὴν Θεοδώραν ἀπῄει.
5.37 Ἡ δὲ τῷ ἀπροσδοκήτῳ καταπλαγεῖσα, τήν τε πρώτην πεῖραν ἀνένδοτος διαμεμενήκει, καὶ ἐν τοῖς ἀδύτοις ἑαυτὴν κατασχοῦσα ἀνήκοος πρὸς πᾶσαν διαμεμενήκει φωνήν· ἀλλὰ τὸ πολιτικὸν στράτευμα, ἀπογνόντες πρὸς τὴν πειθὼ, τὴν βίαν ἐπῆξεν αὐτῇ, καί τινες σπασάμενοι ἐγχειρίδια ὡς ἀναιρήσοντες ταύτην ὥρμησαν, εἶτα δὴ καὶ τολμήσαντες ἀποσπῶσι μὲν τοῦ ἀδύτου, ἐξάγουσι δὲ εἰς τὸ ὕπαιθρον, καί τινα τῶν λαμπροτέρων στολῶν ἐπενδύσαντες ἐφ' ἵππου τε καθίζουσι καὶ πρὸς τὸν μέγαν ναὸν τῆς τοῦ Θεοῦ Σοφίας κύκλωσε συγκινούμενοι ἄγουσιν. Ἐντεῦθεν οὐχ ἡ τοῦ δήμου μόνη μερὶς, ἀλλὰ καὶ ἡ ἔκκριτος ξύμπασα συνεπινενεύκει τῇ Θεοδώρᾳ, καὶ πάντες τοῦ τυράννου πάντη κατολιγωρήσαντες βασιλίδα τὴν Θεοδώραν εὐφήμῳ στόματι κατωνόμασαν.
5.38 Περὶ τῆς τοῦ βασιλέως καὶ τοῦ θείου αὐτοῦ ἀποφυγῆς, καὶ περὶ τῆς αὐτῶν ἐκτυφλώσεως. Ὡς δὲ τοῦτο ἐγνώκει ὁ τύραννος, δείσας μὴ ἀθρόον ἐπεληλυθότες αὐτοῦ που ἐν τοῖς ἀνακτόροις διαχειρίσονται, εἰς ναῦν τινα τῶν βασιλικῶν ἑαυτὸν ἐμβιβάσας καὶ τὸν θεῖον παραλαβὼν πρὸς τὴν ἱερὰν τῶν ∆ίου καταίρει μονὴν, τό τε σχῆμα μεταβαλὼν, ἱκέτου σχῆμα μεταλαμβάνει καὶ πρόσφυγος. Ὡς δὲ δῆλον ἐγεγόνει τοῦτο τῇ Πόλει, εὐθὺς αἴρεται πᾶσα ψυχὴ μέχρι τούτου πεφοβημένη καὶ φρίττουσα· καὶ οἱ μὲν σῶστρα Θεῷ ἀνετίθουν, οἱ δὲ ἀνευφήμουν τὴν βασιλίδα, τὸ δ' ὅσον δημῶδες καὶ ἀγοραῖον χορούς τε συνίστασαν καὶ ἐπετραγῴδουν τοῖς γεγονόσιν, αὐτόθεν τὰ μέλη ποιούμενοι· οἱ δέ γε πλείους ἐπ' αὐτὸν δὴ τὸν τύραννον ἀκαθέκτῳ δρόμῳ συνέθεον, ὡς κατακόψοντες, ὡς σφάξοντες.
5.39 Καὶ οἳ μὲν οὕτως· οἱ δὲ περὶ τὴν βασιλίδα Θεοδώραν φρουράν τινα ἐπ' αὐτὸν ἀφιᾶσι καὶ φρούραρχόν τινα τῶν γενναίων, ᾧ κἀγὼ συνειπόμην ἐγγύθεν, φίλος τε ὢν ἐκείνῳ, καὶ εἰς βουλὴν ἅμα καὶ πρᾶξιν τῶν ἐγνωσμένων παραληφθείς· ἐπεὶ δὲ πρὸς ταῖς πύλαις τοῦ νεὼ ἐγεγόνειμεν, ἑτέραν αὐτοκέλευστον ὁρῶμεν φρουρὰν, δημώδη φάλαγγα κύκλωσε τὸν ἱερὸν περιειληφότας οἶκον καὶ μονονοὺ διορύξαι τοῦτον ἐθέλοντας· ὅθεν οὐδ' ἀπράγμων ἡμῖν ἡ πρὸς τὸν ναὸν ἐγένετο εἴσοδος· ὁμοῦ δὲ καὶ πολύ τι πλῆθος συνερρύησαν, τοῦ ἀλιτηρίου καταβοῶντες καὶ πᾶσαν κατ' αὐτοῦ φωνὴν ἀφιέντες ἀσχήμονα.
5.40 Τέως δὲ καὶ αὐτὸς οὐ πάνυ τι συνεληλύθειν ἐπιεικῶς, οὐ γὰρ ἦν ἐπὶ τῇ βασιλίδι ἀνάλγητος, ἀλλὰ κἀμὲ βραχύς τις ἐπ' ἐκεῖνον ὑπεκίνει θυμός· ἐπεὶ δὲ πρὸς τῷ ἱερῷ βήματι γεγονὼς, οὗ ἐκεῖνος ἐτύγχανεν ὢν, ἐθεασάμην ἄμφω τὼ πρόσφυγε, τὸν μὲν βασιλεύσαντα αὐτῆς ἐπειλημμένον τῆς ἱερᾶς τοῦ Λόγου τραπέζης, τὸν δέ γε νωβελλίσιμον ἐπὶ τοῦ δεξιοῦ ἑστηκότα μέρους, μεταβεβλημένω καὶ τὸ σχῆμα καὶ τὴν ψυχὴν καὶ κατῃσχυμμένω παντάπασι, θυμοῦ δὲ οὐδ' ὁτιοῦν ἴχνος ἐφύλαξα τῇ ψυχῇ, ὥσπερ δὲ τυφῶνι βληθεὶς αὖος εἱστήκειν καὶ ἀχανὴς, πρὸς τὴν καινοτομίαν μεταβεβλημένος τοῦ πράγματος· εἶτα δὴ συλλεξάμενος τὴν ψυχὴν, ἐπηρασάμην τῆς ἡμετέρας ζωῆς, δι' ἣν εἴωθε συμβαίνειν τὰ καινὰ ταῦτα καὶ ἄτοπα· εἶτα δὴ ὥσπερ τινὸς ἔνδοθεν ἀναρρυείσης πηγῆς, δακρύων ῥοῦς ἀκατάσχετος προεχεῖτο τῶν ὀφθαλμῶν, τελευτῶντι δέ μοι καὶ εἰς στεναγμοὺς τὸ πάθος ἀπετελεύτησε.
5.41 Τὸ μὲν οὖν εἰσεληλυθὸς πλῆθος κύκλωσε περιστάντες τὼ ἄνδρε ὥσπερ δή τινες θῆρες καταδαίσασθαι τούτους ἐβούλοντο· ἐγὼ δὲ πρὸς τῇ δεξιᾷ τοῦ βήματος κιγκλίδι ἑστὼς ἐποιούμην τὸν θρῆνον. Ὡς δέ με εἶδον ἄμφω περιπαθῶς ἔχοντα καὶ οὐ πάντη ἐκπεπολεμωμένον ἐκείνοις, ἀλλὰ δεικνύντα τι τοῦ ἐπιεικοῦς σχήματος, πρός με ἄμφω συνεληλυθέτην· κἀγὼ, βραχύ τι μεταβαλὼν, πρῶτα μὲν κατῃτιώμην ἠρέμα τὸν νωβελλίσιμον ἐπ' ἄλλοις τε δὴ καὶ ὅτι συγκοινωνεῖν τῷ βασιλεῖ εἵλετο ἐπὶ τῇ τῆς βασιλίδος κακώσει, ἔπειτα καὶ αὐτὸν δὴ τὸν εἰληφότα τὸ κράτος ἠρώτησα ὅ τι δήποτε πεπονθὼς παρὰ τῆς μητρὸς καὶ δεσπότιδος τοιοῦτον ἐκείνῃ πάθος ἐπετραγῴδησε. Καὶ ἄμφω δή μοι ἀπεκρινάσθην· ὁ μὲν νωβελλίσιμος, ὡς οὔτε τῆς ἐπὶ ταύτῃ βουλῆς τῷ ἀνεψιῷ ἐκοινώνησεν οὔτ' ἄλλως προὐτρέψατο· «Ἐπισχεῖν δὲ, φησὶν, εἴ γε βουληθείην, κακοῦ τινος παραπολελαύκειν· οὕτω γὰρ ἦν ἀκατάχετος οὗτος (πρὸς ἐκεῖνον ἐπιστραφεὶς) πρὸς ὃ βουληθείη καὶ ἐφ' ὅπερ ὁρμήσειεν· εἰ γὰρ οἷός τε ἦν ὁρμὴν αὐτοῦ ἀνακόψαι, οὐκ ἂν δή μοι τὸ γένος ξύμπαν ἐκέκοπτο καὶ πυρὸς καὶ σιδήρου ἔργον ἐγένετο».
5.42 Τοῦτο δὲ τί ποτέ ἐστι, βραχὺ διακόψας τὸν λόγον ἐρεῖν βούλομαι. Ἐπειδὴ τὸν ὀρφανοτρόφον ὁ βασιλεύων ἀπήλασεν, ὥσπερ δὴ τὸν τοῦ γένους στῦλον κατενεγκὼν, τὸ ξύμπαν ἐκθεμελιοῦν ἠπείγετο, καὶ τὸ συγγενὲς ἅπαν, τοὺς <τὰ> πλείω εἰς ἡλικίας ἐληλυθότας ἀκμὴν καὶ ἀκριβῶς γενειάσαντας, πατέρας τε γεγονότας καὶ τάξεις ἐμπιστευθέντας τῶν σεμνοτέρων ἀρχῶν, τῶν παιδογόνων μορίων ἀποτεμὼν ἡμιθανεῖς ἀφῆκε τῷ βίῳ· τὸν γὰρ προὖπτον ἐπ' αὐτοὺς αἰδούμενος θάνατον, ἐπιεικεστέρᾳ τομῇ ἐβούλετο ἀνελεῖν.
5.43 Ὁ μὲν οὖν νωβελλίσιμος τοιούτῳ με λόγῳ ἠμείψατο· ὁ δὲ τυραννεύσας ἠρέμα τὴν κεφαλὴν ἐπισείσας καὶ μόγις που καὶ δάκρυον τῶν ὀφθαλμῶν ἐπαφεὶς· «Ἀλλ' οὐκ ἄδικος ὁ Θεὸς, οὕτως εἰπὼν, καί με ἡ δίκη τῶν πεπραγμένων ποινὰς εἰσπράττεται». Καὶ εἰπὼν αὖθις τῆς θείας τραπέζης ἐδράξατο· ἔπειτα δὴ καὶ τὴν τοῦ σχήματος ἐννόμως μεταμφίασιν ἐπ' αὐτῷ γενέσθαι καταξιοῖ. Καὶ τελοῦνται ἄμφω τῆς μεταμφιάσεως τὸ μυστήριον· καὶ ἤστην ὁμοῦ συντετριμμένω καὶ δειλιῶντε καὶ τὴν τοῦ δήμου πεφοβημένω φοράν. Ἐγὼ μὲν οὖν ᾤμην ἄχρι τούτου τὰ ταραχώδη προβήσεσθαι, καὶ τήν γε σκηνὴν ἀπεθαύμαζον, καὶ τὴν τῶν παθημάτων χορείαν ἐξεπληττόμην· τὸ δὲ ἦν ἄρα βραχύ τι προοίμιον χειρόνων τραγῳδιῶν· εἰρήσεται δὲ κατὰ μέρος ταῦτα.
5.44 Ἤδη γὰρ κλινούσης ἡμέρας ἐφίσταταί τις ἀθρόον τῶν ἄρτι τὰς ἀρχὰς κληρουμένων, ὡς ἀπὸ τῆς Θεοδώρας προστεταγμένον αὐτῷ ἐφ' ἕτερόν τινα τόπον μετα στῆσαι τοὺς πρόσφυγας,[1] εἵπετο δὲ αὐτῷ καὶ πληθὺς πολιτική τε καὶ στρατιωτική· καὶ προσπελάσας τῷ βήματι οὗ ἐκεῖνοι καταπεφεύγασιν, ἰταμωτέρᾳ φωνῇ τὴν ἔξοδον αὐτοῖς προὔτρεπεν· οἱ δὲ, ὡς τό τε πλῆθος ἑωράκεισαν δημίων λόγους ἐπέχοντας καὶ τὸν ἄγοντα τεθέανται παραδεικνύντα τι τοῦ καιροῦ καὶ παρὰ τὸ ἦθος μεταβαλόντα πρὸς τὸ θρασύτερον, οὐκ ἔφασαν ἐξελεύσεσθαι, καὶ τῶν ἀνεχόντων τὴν ἱερὰν τράπεζαν κιόνων ἐδράξαντο εὐσθενέστερον· ὁ δὲ τοῦ θράσους ἀφέμενος ἐπιεικέστερον αὐτοῖς προσωμίλει, καθ' ἱερῶν τε ὀμνὺς, καὶ πάντα λόγον κινῶν, ὡς οὔτε κακοῦ τινος ειραθήσονται οὔτε βαρύτερος αὐτοῖς ὁ πεμφθεὶς γενήσεται τοῦ καιροῦ· οἱ δ' ἅπαξ ἀποδειλιάσαντες καὶ πᾶσαν ἐκ τῶν παρόντων συμφορὰν ὑποπτεύσαντες, ξεκεκώφεισαν, ἐν τοῖς ἀδύτοις τυθήσεσθαι μᾶλλον ἑλόμενοι, ἢ ὕπαιθροι γεγονότες πάσης αἰκίας τυχεῖν.
5.45 Ἐντεῦθεν ἐκεῖνος τῆς διὰ τῶν λόγων πειθοῦς ἀπογνοὺς ἐπὶ τὴν βίαν ἐλήλυθεν· ὡς δὲ προστάξαντος χεῖρας ἐπ' αὐτοὺς τὸ πλῆθος ἀνέτειναν, καὶ ἤδη καὶ παρανομεῖν ἐπεχείρησαν, ὡς θῆρες αὐτοὺς τῶν ἱερῶν ἀπελαύνοντες, ἐντεῦθεν ἐκεῖνοι πᾶσαν γοηρὰν ἀφιέντες φωνὴν πρὸς τὴν ἱερὰν ποίμνην ἀπέβλεψαν, προσλιπαροῦντες μὴ ἐκπεσεῖν τῶν ἐλπίδων, μηδὲ προσπεφευγότας Θεῷ ἐκεῖθεν ἀπελαθῆναι πικρῶς· καὶ οἵ γε πλείους πρὸς τὸ ἐκείνων πάθος ἐδυσωπήθησαν, καὶ ἐναντιωθήσεσθαι μὲν τῇ τοῦ και ροῦ φορᾷ παντάπασιν οὐκ ἐτόλμησαν, ὁμολογίας δὲ παρὰ τοῦ πλήθους προσειληφότες καὶ τοῖς τοῦ ἄγοντος ὅρκοις πιστεύσαντες, ὡσπερεὶ συνθήκας ποιούμενοι, ἐκείνους τε τούτῳ παρέθεσαν καὶ αὐτοὶ συνείποντο τούτοις, ἵν' οὕτως εἴπω, ἀπεληλαμένοις ἐπικουρήσοντες· ἀλλ' ἦν ἄρα οὐδὲν τὸ βοηθῆσον ἐκείνοις, οὕτω τῶν πραγμάτων ἀντιπεριστάν των καὶ πᾶσαν ψυχὴν ἐπ' ἐκείνους ἐρεθισάντων.
5.46 Οἱ γὰρ περὶ τὴν Θεοδώραν τὸ τῆς ἀδελφῆς εἰδότες ζηλότυπον, καὶ ὡς βούλοιτ' ἂν ἀσμένως τῶν περὶ τὸν ἱππῶνά τινα ἐπὶ τοῦ βασιλείου θρόνου θεάσασθαι ἢ τὴν ἀδελφὴν κοινωνήσουσαν αὐτῇ τῆς ἀρχῆς, καὶ λογισμὸν εἰκότα λαβόντες μὴ διὰ ταῦτα τῆς μὲν κατολιγωρήσοι, ἐκεῖνον δὲ λαθραίως εἰς τὴν βασιλείαν αὖθις ἀναβιβάσοι, μίαν ἅπαντες ψῆφον τιθέασιν, ἐκ μέσου τὸν πεφευγότα ποιήσασθαι. Τὸ μὲν οὖν θάνατον τούτου καταψηφίσασθαι οὐ πάνυ τοῖς ἐπιεικεστέροις ἤρεσκε, τὸ δ' ἄλλως πως ἀποσβέσειν αὐτοῖς τὰς ἐλπίδας μελετῶσί τε καὶ συντίθενται· καὶ ἀποστέλλουσιν ὅτι τάχιστα ἄνδρας ἰταμοὺς καὶ θρασεῖς, ἐγκεκελευσμένους, ἐπειδὰν τούτους θεάσονται ἔξω τοῦ θείου γεγονότας σηκοῦ, σιδήρῳ τοὺς ὀφθαλμοὺς ἐξελεῖν.
5.47
Οἱ μὲν οὖν ἤδη ἐξῄεσαν τοῦ νεὼ, πομπὴ δὲ αὐτοὺς ὑποδέχεται ἄτιμος· ἡ γὰρ πληθὺς προσπαίξαντες τούτοις ὁπόσα εἰκὸς τῷ καιρῷ, καὶ τὰ μὲν σὺν γέλωτι τούτοις ἐπισκιρτῶντες, τὰ δὲ ὑποκινοῦντος αὐτοὺς τοῦ θυμοῦ, ὡς διὰ μέσης τῆς Πόλεως ἐξάγουσιν ἄξοντες· οὔπω δὲ πολλὴν προϊοῦσιν ὁδὸν ὑπαντιάζουσιν αὐτοῖς οἷς ἐντέταλτο ἐναποσβέσαι τούτοις τὰ ὄμματα. Καὶ δήλην τὴν ψῆφον πεποιηκότες, οἳ μὲν ἐπὶ τούτῳ παρεσκευάζοντο καὶ τὸ σιδήριον ἔθηγον· τοῖς δὲ, ἐπειδὴ τὸ κακὸν εἰς ὦτα ἐλήλυθε καὶ οὐδεμία τις καταφυγὴ ἤλπιστο, τῶν μὲν ἀνευφημησάντων ἐπὶ τοῖς δόξασι, τῶν δὲ μὴ ἀντεπιχειρούντων τοῖς ψηφισθεῖσιν, ἐπεσχέθη τε εὐθὺς ἡ φωνὴ καὶ μικροῦ δεῖν ἐτεθνήκεσαν, εἰ μή τις ἀνὴρ αὐτοῖς ἐκ τῆς γερουσίας ἐγγύθεν συμπαραστὰς παρεμυθεῖτο τὴν συμφορὰν καὶ ἀνεκαλεῖτο κατὰ βραχὺ ἀπαγορεύσασαν τὴν ψυχήν.
5.48 Ἀλλ' ὁ μὲν βασιλεὺς, ἥττων καὶ τοῦ καιροῦ καὶ τῶν συμφορῶν γεγονὼς, τὴν αὐτὴν διὰ παντὸς τοῦ κακοῦ ἐδείκνυ διάθεσιν τῆς ψυχῆς, τὰ μὲν οἰμώζων, τὰ δ' ἐπικοπτόμενος τὴν φωνὴν, καὶ προσλιπαρῶν εἴ πού τις αὐτῷ προσέλθοι, ἐπιεικῶς θεοκλυτῶν, χεῖρας ἱκέτιδας αἴρων πρὸς οὐρανὸν, πρὸς νεὼν, πρὸς ὁντιναοῦν. Ὁ δέ γε θεῖος τοῖς αὐτοῖς μὲν καὶ οὗτος ἐχρῆτο πρότερον, ἐπεὶ δὲ παντάπασιν ἀπέγνω τὴν σωτηρίαν, ἦν δὲ καὶ τὸ ἦθος ἐμβριθέστερός τε καὶ εὐσταθέστερος καὶ πρὸς τὸ ῥεῦμα τῆς ψυχῆς ἀντιφερόμενος, ἐπιρρωσάμενος ἑαυτὸν καὶ οἷον πρὸς τὴν τῆς συμφορᾶς ἀνθοπλίσας φορὰν γενναιότερον ἐφεστήκει τοῖς πάθεσι· καὶ ἐπειδὴ τοὺς δημίους τεθέαται ἱκανῶς ἐπὶ τοὖργον παρασκευασθέντας, πρῶτον ἑαυτὸν τῇ τιμωρίᾳ ἐπιρρίπτει καὶ ταῖς φονώσαις πρόσεισι χερσὶν ὁμαλῶς· ἐπεὶ δὲ οὐκ ἦν ὅλως μεταίχμιον τῆς πολιτικῆς ἐκείνης φάλαγγος, ἀλλ' ἕκαστος τῶν παραγενομένων πρῶτος ἐβούλετο θεωρὸς τῶν τιμωρουμένων γενέσθαι, ὁ νωβελλίσιμος ἀτρέμα τοὺς ὀφθαλμοὺς ἐπιστρέψας εἴ που ἴδοι τὸν ἐπιτετραμμένον τὴν τραγῳδίαν· «Ἀλλὰ σύ γε, φησὶ, τὴν φάλαγγά μοι διάστησον, ὅπως ἄν σοι γενναιότερον φανείην τὴν συμφορὰν ὑφιστάμενος».
5.49 Ἐπεὶ δὲ καὶ ὁ δήμιος καταδεσμήσειν αὐτὸν ἐπεχείρει, ὅπως ἂν μὴ κινοῖτο τυφλούμενος· «Σὺ δὲ, φησὶν, ἀλλ' ἢν ἴδῃς οὕτω ποιοῦντα, καὶ προσπαττάλευσον». Καὶ εἰπὼν ὑπτιάζει τῇ γῇ, μήτε τι τοῦ χρώματος ἀλλοιώσας μήτε φωνὴν ἀφιεὶς μήτε στεναγμὸν ἀποπέμψας, ἀλλὰ μήδ' ὅτι ζῇ πιστευόμενος. Τῷ μὲν οὖν κατὰ μέρος οἱ ὀφθαλμοὶ διεκόπτοντο· ὁ δὲ βασιλεὺς, ἐφ' ἑτέρῳ πάσχοντι τὴν οἰκείαν προτυπούμενος συμφορὰν, τὸ ἐκείνου πάθος ἐπλήρου ἐν ἑαυτῷ, τὼ χεῖρε κροτῶν, μᾶλλον δὲ ταῖς χερσὶ τύπτων τὸ πρόσωπον καὶ μυκώμενος γοερῶς.
5.50 Ὁ μὲν οὖν τοὺς ὀφθαλμοὺς ἐκκοπεὶς ἀνέστη τε τοῦ ἐδάφους καί τινι τῶν οἰκειοτάτων ἐπερεισθεὶς, τοῖς τε προσιοῦσιν ὡμίλει θαρραλεώτερον, καὶ ὡς οὐδὲν ἦν αὐτῷ εἰ καὶ τεθνήξοιτο, τοῦ καιροῦ γίνεται δυνατώτερος. Τὸν δὲ βασιλεύσαντα, ἐπεὶ ἀποδειλιάσαντα ὁ τιμωρὸς ἐθεάσατο καὶ πρὸς λιπαρήσεις ἀποκλιθέντα, δεσμεῖ ἀσφαλέστερον καὶ κατέχει ῥωμαλεώτερον, ὅπως ἂν μὴ σπαράττοιτο τιμωρούμενος· ἐπεὶ δὲ τούτῳ οἱ ὀφθαλμοὶ ἐξερρυήκεσαν, λήγει τοῖς πολλοῖς τὸ πολὺ θράσος ἐκεῖνο καὶ ἡ ἐπ' ἐκείνους ὁρμή. Καὶ τοὺς μὲν αὐτοῦ που προσαναπαύουσιν, αὐτοὶ δὲ πρὸς τὴν Θεοδώραν καὶ αὖθις συνώρμησαν· καὶ δυοῖν βασιλίδαιν τὴν μὲν ἡ βασίλειος εἶχεν αὐλὴ, τὴν δὲ ὁ μέγας τῆς θείας Σοφίας περίβολος.
5.51 Οἱ δὲ τῆς πρώτης βουλῆς οὐκ εἶχον ὅπη μᾶλλον προσνεύσειαν· τὴν μὲν γὰρ ἐπὶ τῶν βασιλείων διὰ τὴν πρεσβυγένειαν κατεσέβοντο, τὴν δ' ἐπὶ τοῦ νεὼ, ὅτι δι' αὐτῆς ἡ τυραννὶς καταλέλυτο καὶ αὐτοὶ τὰς τῆς σωτηρίας ἐλπίδας οὐκ ἀπεγνώκεισαν. Ἀμφήριστον οὖν αὐταῖς ἐγεγόνει τὸ κράτος· ἀλλ' ἡ τὴν ἡλικίαν πρεσβεύουσα ἀδελφὴ λύει τούτοις τὸ τῆς γνώμης ἀμφίβολον, καὶ τὴν ἀδελφὴν τότε πρῶτον ἀσπάζεται καὶ ἀγκαλίζεται εὐμενῶς, καὶ τὸν τῆς βασιλείας κλῆρον ἑαυτῇ τε κἀκείνῃ συνδιαιρεῖ· καὶ οὕτως αὐτῇ συνομολογήσασα τὰ πρὸς τὴν ἀρχὴν, σὺν λαμπροτάτῃ πομπῇ ἐφ' ἑαυτὴν προσκαλεῖται καὶ κοινωνὸν τοῦ κράτους ποιεῖται. Καὶ ἡ μὲν οὕτως· ἡ δέ γε Θεοδώρα οὐ πάντη τὴν πρὸς τὴν ἀδελφὴν αἰδῶ ἀποτίθησιν, οὐδὲ τὸ πρεσβεῖον ἀφαιρεῖται τοῦ

ἀξιώματος, ἀλλὰ τοῦ σεμνοτέρου ταύτῃ παραχωρεῖ σχήματος, ἵν' ὁμοῦ καὶ συμβασιλεύει καὶ ὑπόκειται τῇ ἀδελφῇ.

  1. Μετάφραση χωρίου «Η μέρα έγερνε προς το τέλος της, όταν κατέφθασε ξαφνικά κάποιος από τους καινούργιους αξιωματούχους λέγοντας ότι είχε διαταγή από την Θεοδώρα να μεταφέρει τους πρόσφυγες σε κάποιο άλλο μέρος· πλήθος πολιτών και στρατιωτικών τον ακολουθούσε. Και πλησιάζοντας το ιερό βήμα όπου είχαν καταφύγει εκείνοι, άρχισε να τους φωνάζει με ιταμό τρόπο να βγουν έξω. Κι εκείνοι, μόλις κατάλαβαν ότι το πλήθος μιλούσε για δήμιο και παρατήρησαν ότι ο αρχηγός τους φαινόταν παράκαιρα σκληρός και ότι, παρά τον χαρακτήρα του, είχε αλλάξει προς το θρασύτερο, αρνήθηκαν να βγουν και αρπάχτηκαν ακόμα πιο σφιχτά από τις κολώνες που στήριζαν την Αγία Τράπεζα. Ο δε αξιωματικός, αφήνοντας κατά μέρος το θράσος του, άρχισε τότε να τους μιλάει μετριοπαθέστερα ορκιζόμενος στα θεία και υποστηρίζοντας με κάθε είδους επιχειρήματα ότι δεν επρόκειτο να πάθουν κακό και ότι εκείνος, ο απεσταλμένος της βασίλισσας, δεν θα έδειχνε πιο σκληρός απ’ όσο απαιτούσαν οι περιστάσεις. Εκείνοι όμως είχαν πια πανικοβληθεί από όσα τους συνέβαιναν και, υποπτευόμενοι ότι κάποια φρικτή δοκιμασία τούς περίμενε, δεν ήθελαν ν’ ακούσουν τίποτε προτιμώντας να θυσιασθούν μέσα στα άδυτα παρά να βγουν στο ύπαιθρο έστω και για να τους παρασχεθεί κάθε επιείκεια.»