Χριστιανική Τοπογραφία/Βιβλίο δ΄

Από Βικιθήκη
Χριστιανικὴ Τοπογραφία
Λόγος δʹ


Ἀνακεφαλαίωσις σύντομος, καὶ διαγραφὴ σχημάτων τοῦ κόσμου κατὰ τὴν θείαν Γραφήν, καὶ τῆς σφαίρας ἡ ἀνατροπή.

δ.1 Γέγραπται· «Ἐν ἀρχῆι ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Διαγράφομεν τοίνυν τὸν πρῶτον οὐρανὸν ἅμα τῆι γῆι, τὸν καμαροειδῆ, ἄκρα ἄκροις συνδεδεμένον. Καθὼς δὲ ἐνδέχεται αὐτὸν γραφῆι παραδοῦναι πεποιήκαμεν, τέως κατὰ τὸ πλάγιον τὸ δυτικὸν ἢ τὸ ἀνατολικόν· τὰ γὰρ αὐτὰ δύο πλάγια τοῖχοί εἰσιν ἀποκάτωθεν ἕως αὐτῆς ἄνω τῆς καμάρας.

δ.2 Ἔστι δὲ καὶ τὸ στερέωμα κατὰ μέσου συνδεδεμένον τῶι πρώτωι οὐρανῶι, ἐν ὧι εἰσιν ἐπὶ νώτου τὰ ὕδατα, κατ᾽ αὐτὴν τὴν θείαν Γραφήν. Ἔστιν οὖν ἡ θέσις καὶ τὸ σχῆμα τοιόνδε. Ἀπὸ τῆς γῆς ἕως τοῦ στερεώματος χῶρος πρῶτός ἐστιν, ὁ κόσμος οὗτος, ἐν ὧι εἰσιν ἄγγελοι καὶ ἄνθρωποι καὶ πᾶσα ἡ νῦν κατάστασις· ἀπὸ τοῦ στερεώματος ἕως τῆς καμάρας ἄνω χῶρος δεύτερός ἐστι, τουτέστιν ἡ βασιλεία τῶν οὐρανῶν, ἔνθα ὁ Χριστὸς ἀναληφθεὶς πρῶτος πάντων εἰσῆλθεν ἐγκαινίσας ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν. Κατὰ μὲν τὸ πλάγιον τὸ δυτικὸν ἢ τὸ ἀνατολικὸν τοιόνδε σχῆμα ἔχει μακρόν, ὡς ἐπὶ θόλου μεγάλης.

δ.3 Κατὰ δὲ τὰ νότια καὶ βόρεια μέρη τὸ μῆκος ἀποδείκνυσιν. Ἔστιν οὖν τὸ σχῆμα καὶ οὕτως τοιόνδε. Εἰς τὰ ἄκρα τῆς γῆς, κατὰ τὰ τέσσαρα μέρη αὐτῆς, ὁ οὐρανὸς αὐτῆι κεκόλληται τοῖς ἑαυτοῦ ἄκροις ποιῶν σχῆμα κύβου ὡσανεὶ τετράγωνον, ἄνωθεν δὲ ἐφ᾽ ὕψους καμαροειδὴς ἑλισσόμενος κατὰ τὸ μῆκος, καὶ γίνεται ὡς θόλος μεγάλη· καταμέσοθεν δὲ συνδέδεται καὶ τὸ στερέωμα, καὶ γίνεται χῶροι δύο.

Παραγραφή

δ.4 Οὗτος ὁ πρῶτος οὐρανὸς ὁ καμαροειδής, ὁ ἐν τῆι πρώτηι ἡμέραι γεγονώς, ὁ ἅμα τῆι γῆι, περὶ οὗ λέγει Ἠσαΐας· «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν.» Ὁ καταμέσοθεν δὲ αὐτοῦ συνδεδεμένος, ὁ ἐν τῆι δευτέραι ἡμέραι γεγονώς, ἐστὶ περὶ οὗ ἐπιφέρει πάλιν Ἠσαΐας λέγων· «Καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν.» Ὁ δὲ Δαυῒδ λέγει περὶ αὐτοῦ· «Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν» καὶ σαφέστερον δηλῶν λέγει· «Ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῶια αὐτοῦ.»

δ.5 Ἔτι ἄκρα οὐρανοῦ καὶ ἄκρα γῆς τῆς Γραφῆς μνημονευούσης, οὐ δύναται ἐπὶ σφαίρας νοεῖσθαι. Πάλιν λέγει Ἠσαΐας· «Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν», ὁ δὲ ἀπόστολος Παῦλος ἔφη ὁμοίως· «Καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος», ἀμφότεροι ἱστάμενον λέγοντες καὶ πεπηγότα ἐν τῆι γῆι καὶ οὐ περιφερόμενον. Τὰ ἄκρα τοῦ οὐρανοῦ τὰ παρ᾽ ἑκάτερα σὺν τοῖς ἄκροις τῆς γῆς εἰσὶ συνδεδεμένα, περὶ ὧν ἐν τῶι Ἰὼβ γέγραπται· «Οὐρανὸν δὲ εἰς γῆν ἔκλινε, κέχυται δὲ ὥσπερ γῆ κονία· κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθον κύβον.»

δ.6 Περὶ δὲ τῆς γῆς γέγραπται πάλιν ἐν τῶι Ἰώβ· «Ὁ κρεμνῶν τὴν γῆν ἐπ᾽ οὐδενός», ὡσανεὶ μὴ ἔχουσαν ὑποκάτω τι. Ὁ δὲ Δαυῒδ συμφώνως μὴ εὑρηκὼς ἐπί τινος αὐτὴν ἡδρασμένην ἔφη· «Ἐθεμελιῶσε τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς», ὡσανεὶ αὐτὴν ἐφ᾽ ἑαυτὴν παρὰ Θεοῦ θεμελιωθεῖσαν, καὶ οὐχὶ ἐπί τινος.

δ.7 Ὡς ἦν μὲν δυνατὸν διαγράψαι πεποιήκαμεν ἔσωθεν ἔχοντα τὸ στερέωμα καὶ τὰ ὕψη τῆς γῆς τῆς μεσοτάτης, ἧς νῦν κατοικοῦμεν, καὶ τὸν Ὠκεανὸν πέριξ αὐτῆς, καὶ ἐν αὐτῆι τοὺς τέσσαρας κόλπους εἰσβάλλοντας τοὺς πλεομένους, Ῥωμαϊκόν, Ἀράβιον, Περσικόν, Κάσπιον, ἤτοι Ὑρκανόν. Πέριξ δὲ πάλιν τοῦ Ὠκεανοῦ τὴν γῆν τὴν πέραν, ἔνθα καὶ ὁ παράδεισος κατὰ ἀνατολὰς κεῖται. Διαγράφομεν τοίνυν πάλιν τὸ πλάτος τέως τῆς γῆς καὶ τοῦ Ὠκεανοῦ καὶ τῶν κόλπων καὶ τῆς πέραν γῆς καὶ τὸν παράδεισον, ἐῶντες τέως τὰ ὕψη αὐτῆς, ὅπως εὐσύνοπτος γένηται τοῖς θεωμένοις. Ἔστι δὲ τὸ σχῆμα τῆς γῆς πάσης κατ᾽ αὐτὴν τὴν ἐπιφάνειαν καὶ τὸ πλάτος τοιόνδε. Cod.L.

Τὸ κείμενον

δ.8 Εἰς ταύτην τὴν γῆν τὴν πέραν τοῦ Ὠκεανοῦ πανταχόθεν ἄκρα τοῖς ἄκροις ὁ οὐρανὸς πρῶτος ὁ καμαροειδὴς συνδέδεται· κατὰ μὲν τὸ δυτικὸν μέρος καὶ ἀνατολικόν, τοῖχος ὀρθὸς ὡς ἄνω ἐμβαίνων εὑρίσκεται, κατὰ δὲ τὸ νότιον καὶ βόρειον τοῖχος μὲν ἴσος τὸ κάτωθεν ἕως φανεροῦ κατὰ τὸν τύπον ὄντος καμάρας, ἄνωθεν δὲ ὑψηλότατος ἑλισσόμενος ὡς θόλος λουτροῦ μεγάλη, κάτωθεν πέλμα ἔχουσα τὴν γῆν, αὐτὸς δὲ τοῖχος καὶ καμάρα ὑπάρχων.

δ.9 Εἶτα καθὰ καὶ πρώην ἔφημεν πολλάκις, τὸ στερέωμα μέσα μέσοις ἐξηπλωμένον κατὰ τὸ ὕψος συνδέδεται αὐτῶι τῶι οὐρανῶι, ἵνα γένηται δύο χῶροι, ἀνάγαιον καὶ κατάγαιον. Ἔστι δὲ ὁ χῶρος ὁ εἷς, τουτέστι τὸ κατάγαιον, ἔνθα εἰσὶν ἡ γῆ καὶ τὸ ὕδωρ καὶ τὰ λοιπὰ στοιχεῖα καὶ ἄστρα, ὁ κόσμος οὗτος ἀπὸ τῆς γῆς ἕως τοῦ στερεώματος, γῆν μὲν ἔχων ἔδαφος, τοίχους δὲ ἐκ τοῦ πρώτου οὐρανοῦ, στέγην δὲ τὸ στερέωμα· καὶ ἀπὸ τοῦ στερεώματος ἕως τῆς καμάρας τοῦ πρώτου οὐρανοῦ χῶρος δεύτερος, τουτέστιν ἡ βασιλεία τῶν οὐρανῶν, ἔνθα καὶ ὁ Δεσπότης Χριστὸς ἀναστὰς ἀπὸ τῶν νεκρῶν ἀνελήλυθε καὶ οἱ δίκαιοι μετὰ ταῦτα μέλλουσιν ἀνιέναι, οὐρανὸν μὲν ἤτοι τὸ στερέωμα ἔχων ἔδαφος καὶ οὐρανὸν τὸν πρῶτον τοίχους καὶ στέγην καμαροειδῆ.

δ.10 Διαγράφομεν πάλιν καὶ τὸ ὕψος καὶ σχῆμα ταύτης τῆς γῆς, ἧς νῦν οἰκοῦμεν οἱ ἄνθρωποι, ἥ ἐστιν ἔσωθεν τοῦ Ὠκεανοῦ κυκλευομένη, ἐν ἧι εἰσι καὶ οἱ τέσσαρες κόλποι οἱ πλεόμενοι. Ἔστι δὲ τὰ ἀνατολικὰ αὐτῆς μέρη καὶ τὰ νότια χαμηλά, βόρεια καὶ δυτικὰ ὑψηλότατα, χθαμαλῶς καὶ ἀνεπαισθήτως κειμένη. Ὅσον οὖν πλάτος ἔχει ἡ γῆ, τοσοῦτον ἔχει καὶ ὕψος κατὰ τὰ βόρεια καὶ δυτικὰ μέρη. Ἔστιν οὖν κατὰ τὸ ἐνδεχόμενον διαγράψαι τὸ σχῆμα τοιόνδε.

Παραγραφή

δ.11 Ἡ γῆ μὲν πᾶσα τετράγωνός ἐστι, καθὰ προεγράφη. Τὸ ἀνάστημα δὲ αὐτῆς τῆς μεσοτάτης καὶ τὰ ὕψη τὰ κατὰ βόρεια καὶ δυτικὰ μέρη ἐσημάναμεν ἐνταῦθα διαγράψαντες ὅπως, μέση τυγχάνουσα καὶ πέριξ ἔχουσα τὸν Ὠκεανὸν καὶ πάλιν πέριξ τὴν ἄντικρυς γῆν, τῶν ἄστρων κυκλευόντων αὐτήν, δύναται καὶ κῶνον ἀποτελεῖν τὴν σκιὰν κατὰ τοὺς ἔξω, καὶ ὅτι καὶ κατὰ τὸ σχῆμα τοῦτο δύνανται καὶ αἱ ἐκλείψεις τῆς σελήνης ἀποτελεῖσθαι καὶ νύκτες καὶ ἡμέραι, καὶ ἡ θεία Γραφὴ μᾶλλον ἀληθεύει λέγουσα· «Ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει· ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ κυκλῶν, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα», ὡσανεὶ τὸν ἀέρα κυκλεύων πάλιν εἰς τὸν τόπον αὐτοῦ ἐπανήκει.

Τὸ κείμενον

δ.12 Οὕτως οὖν ἐστιν ἐν ταύτηι τῆι ὄψει τὰ οἰκούμενα αὐτῆς μέρη. Ἀνατέλλων οὖν ὁ ἥλιος ἐξ ἀνατολῶν καὶ διατρέχων τὸν νότον κατὰ τὰς τροπάς, πάντοτε πρὸς τὸ ὕψος τῆς γῆς ἤτοι καὶ πρὸς αὐτὴν τὴν γῆν φαίνων, ποιεῖ νύκτα περαιτέρω τοῦ ὕψους τῆς γῆς κατὰ τὸν Ὠκεανὸν καὶ τὴν πέραν γῆν· καὶ πάλιν πρὸς δυσμὰς καὶ βορρᾶν γινόμενος ὑπὸ τὸ ὕψος τῆς γῆς ἐνταῦθα ποιεῖ νύκτα, ἄχρις ἂν κυκλεύων ἀναφανῆι κατὰ τὰ χθαμαλὰ μέρη τῆς ἀνατολῆς καὶ πάλιν ἀνιὼν κατὰ τὸν νότον καταλάμψηι τόδε τὸ πᾶν.

δ.13 Αἱ ἐκλείψεις οὖν τῆς σελήνης καὶ κατὰ τὸ σχῆμα τοῦτο, εἴ γε ἀληθῆ τυγχάνει κατὰ τοὺς ἔξω, δύνανται γενέσθαι ὑπὸ τὸ ὕψος τῆς γῆς γινομένου τοῦ ἡλίου, ἤγουν τῆς σελήνης. Τὴν γὰρ ἡλιακὴν ἔκλειψιν οὐκ ἀπὸ τῆς σκιᾶς τῆς γῆς γίνεσθαι λέγουσιν, ἀλλ᾽ ἀπὸ τοῦ κατὰ κάθετον ὑπὸ κάτω εἶναι τοῦ ἡλίου τὴν σελήνην φωτιζομένην μᾶλλον τῶι μέρει, ὧι ὁρᾶι ὁ ἥλιος, ὧι δὲ μὴ ὁρᾶι, μὴ φωτίζεσθαι, ἀλλὰ μᾶλλον καὶ ἐμποδίζειν αὐτῶι μὴ φαίνεσθαι διατρέχουσαν ὑποκάτωθεν, ὅτε νεουμηνία δῆθέν ἐστι σεληνίου, ὅτε καὶ ἀφώτιστος τυγχάνει κατὰ τὸ μέρος αὐτῆς τὸ φαινόμενον παρ᾽ ἡμῖν.

δ.14 Οὐδὲν οὖν τὰ ἡμέτερα παραβλάψει τὰ τοιαῦτα πλὴν μόνου τοῦ κινεῖσθαι καὶ κυκλεύειν τὸν οὐρανόν, ὅπερ ἀνατροπή ἐστι πάσης ὁμοῦ τῆς θείας Γραφῆς, Παλαιᾶς τε καὶ Καινῆς Διαθήκης καὶ τοῦ δόγματος τοῦ χριστιανικοῦ. Ζητῆσαι δὲ περαιτέρω τούτων ἡμῖν οὐ σχολήἀνωφελὴς γὰρ ἡ τοιαύτη γνῶσις, τῆς ἐπωφελοῦς μᾶλλον γινόμενοι γνώσεως, ἥτις ἐλπίδα χρηστὴν καὶ ὠφελίμην ἐμποιεῖ ταῖς ἡμετέραις ψυχαῖς, ἣν καὶ ἐπηγγείλατο ὁ Θεὸς διδόναι μᾶλλον τοῖς αὐτῶι πιστεύουσι, τοῖς δὲ ἀπιστοῦσι δίκην ὀλέθριον.

δ.15 Δείξωμεν δὲ σὺν Θεῶι, διαγράφοντες ἐξ ἀντιστρόφου, τὸ σχῆμα τῆς γῆς τὸ κατὰ τὸ βόρειον μέρος, ἵνα δυνηθῶμεν ἐκ μέρους πάλιν διαγράψαι τῶν ἄστρων τὸν κύκλον.


[a] Ἔστι δὲ οὕτως. Ἡνίκα οὖν ἔνθεν δύνων ὁ ἥλιος διατρέχει κατὰ τὴν διακονίαν τῶν ἀοράτων Δυνάμεων, καθὰ τῆι θείαι Γραφῆι δοκεῖ, νύκτα κατὰ τὸ ἕτερον μέρος, τουτέστι τὸ οἰκούμενον, ποιεῖ· ἡνίκα δὲ ἐκεῖθεν διατρέχει, ἐνθάδε νύκτα ποιεῖ.
[b] Συλλήβδην δὲ κατὰ τὸ ἐνδεχόμενον πάλιν διαγράψωμεν τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἔστι δὲ οὕτως.
Cod.V.
[c] Καὶ ταῦτα μέν, ὅσον ἐνεδέχετο διαγραφῆναι, πεποιήκαμεν ἀκολουθοῦντες τῆι θείαι Γραφῆι.
[d] Διαγράψωμεν τοίνυν καὶ κατὰ τοὺς ἔξω τὴν σφαῖραν καὶ ἴδωμεν εἰ δυνατόν, καθά φασι, κινεῖσθαι.

Παραγραφή

δ.16 Τοῦτο πάλιν τὸ μέρος τῆς γῆς, τὸ ἐπέκεινα τοῦ βορρᾶ, ἐστὶ τὸ ἀοίκητον, ἔνθα διατρέχουσιν ἀπὸ δύ σεως διὰ τοῦ βορρᾶ ἐπὶ ἀνατολάς, ὀρθὸν ὡς ἐπὶ τοίχου ὑπάρχον, ἐν ὧι γινόμενος ὁ ἥλιος εἰς τὸ ἄλλο μέρος αὐτῆς, τὸ οἰκούμενον, νύκτα ἀπεργάζεται. Κατὰ διάμετρον οὖν τοῦ πλάτους τῶν οἰκουμένων αὐτῆς μερῶν εὑρίσκεται ὕψος ἔχουσα ἐν τούτωι τῶι μέρει, ἀποκάτωθεν τοῦ Ὠκεανοῦ ἕως ἄνω τοῦ ὕψους αὐτῆς· ὅθεν μεσάζουσα τῶι φωτὶ τῶν ἄστρων, αἱ νύκτες καὶ τὰ ἄλλα πάντα ἐπακολουθοῦσιν.

Παραγραφή

δ.17Ἀνάγκη ζητῆσαι τοὺς χριστιανίζειν ἐθέλοντας ἀπὸ τούτων τῶν ὀκτὼ ἢ ἐννέα οὐρανῶν, εἰς ποῖον αὐτῶν ἀνελήφθη ὁ Χριστός, ἔνθα καὶ αὐτοὶ ἐλπίζουσιν ἀνελθεῖν, καὶ τί τὸ χρήσιμον τῶν ἄλλων ἑπτὰ ἢ ὀκτὼ οὐρανῶν. Ἡμεῖς μὲν γὰρ ὑποτιθέμενοι τὸ πρότερον σχῆμα, καθὰ τῆι Γραφῆι δοκεῖ, δύο χώρους λέγομεν γεγενῆσθαι, ἕνα ἁρμόζοντα ταύτηι τῆι καταστάσει καὶ τὸν ἄλλον ἕνα ἁρμόζοντα τῆι μελλούσηι, ἐπειδὴ καὶ ἐλπίδα τοιαύτην κεκτήμεθα κρείττονα οὖσαν τῆς ἐνθάδε ζωῆς. Καὶ ὑμεῖς, ἐὰν τοιαύτην ἐλπίδα ὡς χριστιανοὶ κέκτησθε, ἀνάγκη ἀπαιτηθήσεσθαι τὸ χρήσιμον τῶν ἄλλων ἑπτὰ ἢ ὀκτὼ οὐρανῶν. Οἱ γὰρ ἔξωθεν, οἱ δοξάζοντες τὴν σφαῖραν, ἑαυτοῖς ἀκολουθοῦντες, οὔτε τοιαύτην ἐλπίδα ἐλπίζουσιν, οὔτε ὕδατα ἐπάνω τοῦ οὐρανοῦ εἶναι λέγουσιν, οὔτε συντέλειαν ἄστρων καὶ τοῦ κόσμου καταδέχονται ὁμολογεῖν.

δ.18Ἔτι. Εἰ ἡ ἀπλανὴς σφαῖρα τὰς ἄλλας βίαι συμπεριφέρει ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς, ἡ ἔμπαλιν ἀναδρομὴ τῶν ἑπτὰ πλανητῶν πόθεν γίνεται; Τῶν σφαιρῶν τὸ ἔμπαλιν κινουμένων, ἢ αὐτῶν τῶν ἄστρων; Ἀλλ᾽ εἰ μὲν τῶν σφαιρῶν, πῶς δυνατὸν κατὰ ταὐτὸν καὶ ἐπὶ δυσμὰς καὶ ἐπὶ ἀνατολὰς περιφέρεσθαι; Εἰ δὲ τῶν ἄστρων, πῶς οὐράνια σώματα διατέμνουσιν οἱ πλανῆται; Ἆρ᾽ οὐ πρόδηλον ὅτι σῶμα διατεμνόμενον οὐράνιον οὐκ ἔστιν; Εἰ μὴ γὰρ φθαρτὸν εἴη, οὐκ ἂν τμηθείη. Πῶς οὖν τὰ τοιαῦτα ὑποτίθεσθε;

δ.19 Ἔξωθεν ταύτης μὴ τόπου οἱουδήποτε, μὴ σώματος, μὴ στοιχείου, μή τινος τῶν τοῦ κόσμου μερῶν ὑπάρχοντος, πῶς αὐτήν φατε κινεῖσθαι; Εἴπατε, μὴ φθονήσητε ἡμῖν. Χωρὶς γὰρ τόπου, ἤτοι εὐρυχωρίας, ἀδύνατον κινεῖσθαι αὐτήν. Δείξατε οὖν ἡμῖν δι᾽ οἱουδήποτε θέλετε ὀργάνου ὅτι δυνατὸν αὐτὴν κινεῖσθαι ἄνευ τόπου ἢ σώματος ἢ στοιχείου ἢ εὐρυχωρίας. Καὶ μὴ λόγοις κενοῖς μόνον κομπάσητε, ὅτι φυσικοὶ τυγχάνετε· Ἐπειδὴ δὲ καὶ ἔνιοι ὡς ὁ τόρνος βούλονται ὑπὸ κλώτακος στρέφεσθαι ἢ ὑπὸ ἄξονος ἢ ὡς ἅμαξα ἢ ὡς μηχανή, δειξάτωσαν καὶ αὐτοὶ ἐν τίνι ἐρηρεισμένα τυγχάνει ἢ ὁ κλῶταξ ἢ ὁ ἄξων, κἀκεῖνο πάλιν ἐπὶ τίνος, καὶ ἐπ᾽ ἄπειρον. Πῶς οὖν φυσικὰ διαλέγεσθε; Πῶς δὲ καὶ τὴν γῆν οὐ διήκει μέσην οὖσαν ὁ ἄξων καὶ περιστρέφει;

δ.20 Πάλιν δὲ λέξατε οἱ τούτοις ἑπόμενοι καὶ χριστιανίζειν ἐθέλοντες εἰς ποῖον χῶρον τῶν ὀκτὼ σφαιρῶν ἢ τῆς ἐνάτης, τῆς λεγομένης παρά τισιν ἀνάστρου, εἰσελήλυθεν ὁ Χριστός, ἢ καὶ ἡμεῖς μέλλομεν εἰσιέναι; Ἢ πῶς ὕδατα δύνανται εἶναι εἰς σφαῖραν στρεφομένην; Ἢ πῶς ἐν τῆι συντελείαι πιπτόντων τῶν ἄστρων ἔτι σώιζονται αἱ τοσαῦται ὑμῶν σφαῖραι; Καὶ τί τὸ χρειῶδες αὐτῶν; Ἆρ᾽ οὐ πρόδηλον ὅτι ἀνέλπιστα χριστιανικῆς δόξης διαλέγεσθε; Ταῦτα γὰρ εἰ μὴ τοῖς ἀνελπίστοις Ἕλλησι τοῖς μὴ ἐλπίζουσιν ἑτέραν κρείττονα κατάστασιν οὐχ ἁρμόζει, οἵτινες ἀκολούθως ἑαυτοῖς τὸν κόσμον ἀϊδίως ὑποτίθενται, ἵνα σώιζηται αὐτοῖς ἡ τῶν σφαιρῶν πλουσία πληθύς, ἐν αἷς ἀεὶ οἱ πλάνητες τὸν ἑαυτῶν δρόμον ἐκτελοῦσιν, ἐν ἄλληι δὲ καὶ οἱ ἀπλανεῖς, καὶ ἔχει πιθανότητα λόγου ἡ παρ᾽ αὐτῶν προφερομένη πλάνη. Ὑμεῖς δὲ παντελῶς ἀπίθανα διαλέγεσθε, καὶ πλῆθος σφαιρῶν θέλετε, καὶ συντέλειαν κόσμου θέλετε, τὸ χρειῶδες τούτων οὐ δυνάμενοι λέγειν.

δ.21 Ὁμοίως καὶ ὕδατα ἐπάνω σφαιρῶν στρεφομένων βούλεσθε, ἅπερ καταγέλαστα καὶ πάσης ἀνοίας ἀνάμεστα βούλεσθαι, καὶ ἐναντία ἑαυτοῖς καὶ τῆι φύσει τῶν πραγμάτων διαλέγεσθε. Καὶ ἐν ἓξ ἡμέραις θέλετε γεγενῆσθαι τὸ πᾶν καὶ ποίησιν τρίτου οὐρανοῦ ἐν αὐταῖς μὴ εὑρίσκοντες ὀκτὼ καὶ ἐννέα τολμᾶτε λέγειν. Πόση παρ᾽ ὑμῖν ἐπιστήμη, πόση παρ᾽ ὑμῖν σοφία, πόση σύνεσις, πόση ἐναντιότης· «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν», καλῶς τῶι Κυρίωι λέλεκται, ἀλλ᾽ ἢ τῶι Θεῶι, τῶι Θεῶι, ἢ τῶι μαμωνᾶι, τῶι μαμωνᾶι. Καὶ πάλιν αὐτὸς διὰ Παύλου βοᾶι· «Οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων», καὶ πάλιν· «Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Τίς γὰρ μετοχὴ δικαιοσύνης καὶ ἀνομίας; Ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; Τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ; Ἢ τίς μερὶς πιστοῦ μετὰ ἀπίστων; Τίς δὲ συγκατάθεσις ναῶι Θεοῦ μετὰ εἰδώλων;»

δ.22 Πῶς γὰρ πάλιν δυνατὸν τὴν γῆν, καθ᾽ ὑμᾶς μεσοτάτην τοῦ παντὸς οὖσαν, τὸν ἐπὶ τοῦ Νῶε ὑπομεῖναι κατακλυσμόν; Ἢ πιστεύεσθαι πρώτην καὶ δευτέραν ἡμέραν πάλιν πᾶσαν καλύπτεσθαι ὑπὸ ὑδάτων καὶ τῆι τρίτηι μετὰ τὸ συναχθῆναι τὸ ὕδωρ φανῆναι αὐτήν, καθὰ γέγραπται ἐν τῆι Γενέσει;

δ.23 Ἀλλὰ καὶ τὸ σοφώτερον, ἀντίποδας ὑποτίθεσθε τοὺς ἀνθρώπους ἐν ὅληι τῆι γῆι περιπατοῦντας. Διαγράφομεν τοίνυν καθ᾽ ὑμᾶς τὴν γῆν καὶ τοὺς ἀντίποδας· καὶ πᾶς τις ἐν ὑμῖν ἔχων ὄψεις ὑγιεῖς καὶ λογισμοὺς σώφρονας περιστρέψει ὡς ἂν βούληται τὴν γῆν καὶ εἰπάτω, εἰ πάντες οἱ ἀντίποδες δύνανται ὄρθιοι κατὰ ταὐτὸν εἶναι· ἀλλ᾽ οὐκ ἂν δείξωσιν, εἰ καὶ ἀναισχύντως ἐροῦσιν.

δ.24 Οὕτως οὖν πρὸς τὰς ὑμετέρας πλαστὰς καὶ οὐκ ἀληθεῖς ὑποθέσεις καὶ τὰ συμπεράσματα τῶν ὑμετέρων λόγων ἀνώμαλα καὶ ἀκατάλληλα καὶ ἀσύστατα καὶ κλόνον οὐ τὸν τυχόντα ὑπομένοντα καὶ περιφορὰν πλείονα τῆς ἀστάτου καὶ περιφερομένης παρ᾽ ὑμῖν μυθικῆς σφαίρας.

δ.25 Διό, φιλόχριστε πάτερ, τοῦτο γὰρ τοῦ λόγου τοῦ τετάρτου τέλος ποιησάμενος ἄρξομαι, μετὰ τὴν διαγραφὴν τῶν ἀντιπόδων, καὶ τοῦ πέμπτου λόγου, ὡς ἐπήγγελμαι τῆι σῆι φιλοθέωι ψυχῆι τῆς σκηνῆς τὴν διαγραφὴν τῆς ἐν τῆι ἐρήμωι ὑπὸ Μωϋσέως κατασκευασθείσης ποιήσασθαι, βουλήσει τοῦ πάντων ἡμῶν Σωτῆρος Θεοῦ.