Φαινόμενα

Από Βικιθήκη
(Ανακατεύθυνση από Φαινόμενα και Διοσημεία)
Φαινόμενα (Φαινόμενα καὶ Διοσημεῖα)
Συγγραφέας:
Mair, A. W. & G. R. Loeb Classical Library, London


Φαινόμενα

Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτ' ἄνδρες ἐῶμεν
ἄρρητον. Μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί,
πᾶσαι δ' ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα
καὶ λιμένες· πάντη δὲ Διὸς κεχρήμεθα πάντες.

Τοῦ γὰρ καὶ γένος εἰμέν. ὁ δ' ἤπιος ἀνθρώποισι 5
δεξιὰ σημαίνει, λαοὺς δ' ἐπὶ ἔργον ἐγείρει
μιμνήσκων βιότοιο· λέγει δ' ὅτε βῶλος ἀρίστη
βουσί τε καὶ μακέληισι, λέγει δ' ὅτε δεξιαὶ ὧραι
καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι.

Αὐτὸς γὰρ τά γε σήματ' ἐν οὐρανῷ ἐστήριξεν, 10
ἄστρα διακρίνας, ἐσκέψατο δ' εἰς ἐνιαυτὸν
ἀστέρας οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν
ἀνδράσιν ὡράων, ὄφρ' ἔμπεδα πάντα φύωνται.
Τῷ μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται.

Χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ' ἀνθρώποισιν ὄνειαρ, 15
αὐτὸς καὶ προτέρη γενεή, χαίροιτε δὲ, Μοῦσαι,
μειλίχιαι μάλα πᾶσαι. Ἐμοί γε μὲν ἀστέρας εἰπεῖν
ἧι θέμις εὐχομένωι τεκμήρατε πᾶσαν ἀοίδην.

Οἱ μὲν ὁμῶς πολέες τε καὶ ἄλλυδις ἄλλοι ἐόντες
οὐρανῷ ἕλκονται πάντ' ἤματα συνεχὲς αἰεί· 20
αὐτὰρ ὅ γ' οὐδ' ὀλίγον μετανίσσεται, ἀλλὰ μάλ' αὕτως
ἄξων αἰὲν ἄρηρεν, ἔχει δ' ἀτάλαντον ἁπάντη
μεσσηγὺς γαῖαν, περὶ δ' οὐρανὸν αὐτὸν ἀγινεῖ.
Καί μιν πειραίνουσι δύω πόλοι ἀμφοτέρωθεν·
ἀλλ' ὁ μὲν οὐκ ἐπίοπτος, ὁ δ' ἀντίος ἐκ βορέαο 25
ὑψόθεν ὠκεανοῖο. Δύω δέ μιν ἀμφὶς ἔχουσαι
Ἄρκτοι ἅμα τροχόωσι· τὸ δὴ καλέονται Ἅμαξαι.
Αἱ δ' ἤτοι κεφαλὰς μὲν ἐπ' ἰξύας αἰὲν ἔχουσιν
ἀλλήλων, αἰεὶ δὲ κατωμάδιαι φορέονται,
ἔμπαλιν εἰς ὤμους τετραμμέναι. Εἰ ἐτεὸν δή, 30
Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι
οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα
δίκτωι ἐν εὐώδει ὄρεος σχεδὸν Ἰδαίοιο,
ἄντρωι ἐγκατέθεντο καὶ ἔτρεφον εἰς ἐνιαυτὸν,
Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύδοντο. 35
Καὶ τὴν μὲν Κυνόσουραν ἐπίκλησιν καλέουσιν,
τὴν δ' ἑτέρην Ἑλίκην. Ἑλίκηι γε μὲν ἄνδρες Ἀχαιοὶ
εἰν ἁλὶ τεκμαίρονται ἵνα χρὴ νῆας ἀγινεῖν,
τῆι δ' ἄρα Φοίνικες πίσυνοι περόωσι θάλασσαν.
Ἀλλ' ἡ μὲν καθαρὴ καὶ ἐπιφράσσασθαι ἑτοίμη 40
πολλὴ φαινομένη Ἑλίκη πρώτης ἀπὸ νυκτός·
ἡ δ' ἑτέρη ὀλίγη μέν, ἀτὰρ ναύτηισιν ἀρείων·
μειοτέρηι γὰρ πᾶσα περιστρέφεται στροφάλιγγι·
τῆι καὶ Σιδόνιοι ἰθύντατα ναυτίλλονται.

Τὰς δὲ δι' ἀμφοτέρας οἵη ποταμοῖο ἀπορρὼξ 45
εἰλεῖται, μέγα θαῦμα, Δράκων περί τ' ἀμφί τ' ἐαγώς,
μυρίος· αἱ δ' ἄρα οἱ σπείρης ἑκάτερθε φέρονται
Ἄρκτοι, κυανέου πεφυλαγμέναι ὠκεανοῖο.
Αὐτὰρ ὅ γ' ἄλλης μὲν νεάτηι ἐπιτείνεται οὐρῆι,
ἄλλην δὲ σπείρηι περιτέμνεται· ἡ μέν οἱ ἄκρη 50
οὐρὴ πὰρ κεφαλὴν Ἑλίκης ἀποπαύεται Ἄρκτου·
σπείρηι δ' ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δὲ κατ' αὐτὴν
εἰλεῖται κεφαλὴν, καὶ οἱ ποδὸς ἔρχεται ἄχρις,
ἐκ δ' αὖτις παλίνορσος ἀνατρέχει. Οὐ μὲν ἐκείνωι
οἰόθεν, οὐδ' οἶος κεφαλῆι ἐπιλάμπεται ἀστήρ, 55
ἀλλὰ δύο κροτάφοις, δύο δ' ὄμμασιν· εἷς δ' ὑπένερθεν
ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.
Λοξὸν δ' ἐστὶ κάρη, νεύοντι δὲ πάμπαν ἔοικεν
ἄκρην εἰς Ἑλίκης οὐρήν· μάλα δ' ἐστὶ κατ' ἰθὺ
καὶ στόμα καὶ κροτάφοιο τὰ δεξιὰ νειάτωι οὐρῆι. 60
Κείνη που κεφαλὴ τῆι νίσσεται ἧχί περ ἄκραι
μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήληισιν.

Τῆι δ' αὐτοῦ μογέοντι κυλίνδεται ἀνδρὶ ἐοικὸς
εἴδωλον· τὸ μὲν οὔτις ἐπίσταται ἀμφαδὸν εἰπεῖν,
οὐδ' ὅτινι κρέμαται κεῖνος πόνος, ἀλλά μιν αὕτως 65
Ἐν γόνασιν καλέουσι, τὸ δ' αὖτ' ἐν γούνασι κάμνον
ὀκλάζοντι ἔοικεν· ἀπ' ἀμφοτέρων δέ οἱ ὤμων
χεῖρες ἀείρονται· τάνυταί γε μὲν ἄλλυδις ἄλλη
ὅσσον ἐπ' ὄργυιαν· μέσσωι δ' ἔφ' ὕπερθε καρήνωι
δεξιτερῷ ποδὸς ἄκρον ἔχει σκολιοῖο Δράκοντος. 70

Αὐτοῦ κἀκεῖνος Στέφανος, τὸν ἀγαυὸν ἔθηκε
σῆμ' ἔμεναι Διόνυσος ἀποιχομένης Ἀριάδνης,
νώτωι ὑποστρέφεται κεκμηότος εἰδώλοιο.

Νώτωι μὲν Στέφανος πελάει, κεφαλῆι γε μὲν ἄκρηι
σκέπτεο πὰρ κεφαλὴν Ὀφιούχεον, ἐκ δ' ἄρ ἐκείνης 75
αὐτὸν ἐπιφράσσαιο φαεινόμενον Ὀφιοῦχον·
τοῖοί οἱ κεφαλῆι ὑποκείμενοι ἀγλαοὶ ὦμοι
εἴδονται. Κεῖνοί γε καὶ ἂν διχόμηνι σελήνηι
εἰσωποὶ τελέθοιεν· ἀτὰρ χέρες οὐ μάλα ἶσαι·
λεπτοτέρη γὰρ τῆι καὶ τῆι ἐπιδέδρομὲν αἴγλη, 80
ἀλλ' ἔμπης κἀκεῖναι ἐπόψιαι· οὐ γὰρ ἐλαφραί.

Ἀμφότεραι δ' Ὄφιος πεπονείαται ὅς ῥά τε μέσσον
δινεύει Ὀφιοῦχον· ὁ δ' ἐμμενὲς εὖ ἐπαρηρὼς
ποσσὶν ἐπιθλίβει μέγα θηρίον ἀμφοτέροισιν,
Σκορπίον, ὀφθαλμῷ τε καὶ ἐν θώρηκι βεβηκὼς 85
ὀρθός, ἀτάρ οἱ Ὄφις γε δύο στρέφεται μετὰ χερσίν,
δεξιτερῆι ὀλίγος, σκαιῆι γε μὲν ὑψόθι πολλός,
καὶ δή οἱ Στεφάνωι παρακέκλιται ἄκρα γένεια.
Νειόθι δὲ σπείρης μεγάλας ἐπιμαίεο Χηλας.

Ἀλλ' αἱ μὲν φαέων ἐπιμεμφέες, οὐδὲν ἀγαυαί, 90
ἐξόπιθεν δ' Ἑλίκης φέρεται ἐλάοντι ἐοικὼς
Ἀρκτύφυλαξ, τόν ῥ' ἄνδρες ἐπικλείουσι Βοώτην,
οὕνεχ' ἁμαξαίης ἐπαφώμενος εἴδεται Ἄρκτου,
καὶ μάλα πᾶς ἀρίδηλος· ὑπὸ ζώνηι δέ οἱ αὐτὸς
ἐξ ἄλλων Ἀρκτοῦρος ἑλίσσεται ἀμφαδὸν ἀστήρ. 95
Ἀμφοτέροισι δὲ ποσσὶν ὕπο σκέπτοιο Βοώτεω
Παρθένον, ἥ ῥ' ἐν χειρὶ φέρει στάχυν αἰγλήεντα.

Εἴτ' οὖν Ἀστραίου κείνη γένος, ὅν ῥά τέ φασιν
ἄστρων ἀρχαῖοι πάτερ' ἔμμεναι, εἴτε τευ ἄλλου,
εὔκηλος φορέοιτο. Λόγος γε μὲν ἐντρέχει ἄλλος 100
ἀνθρώποις, ὡς δῆθεν ἐπιχθονίη πάρος ἦεν,
ἤρχετο δ' ἀνθρώπων κατεναντίη, οὐδέποτ' ἀνδρῶν
οὐδέποτ' ἀρχαίων ἠνήνατο φῦλα γυναικῶν
ἀλλ' ἀναμὶξ ἐκάθητο καὶ ἀθανάτη περ ἐοῦσα,
καὶ ἑ Δίκην καλέεσκον· ἀγειρομένη δὲ γέροντας 105
ἠέ που εἰν ἀγορῆι ἢ εὐρυχόρωι ἐν ἀγυιῆι,
δημοτέρας ἤειδεν ἐπισπέρχουσα θέμιστας.
Οὔπω λευγαλέου τότε νείκεος ἠπίσταντο,
οὐδὲ διακρίσιος περιμεμφέος, οὐδὲ κυδοιμοῦ·
αὕτως δ' ἔζωον. Χαλεπὴ δ' ἀπέκειτο θάλασσα, 110
καὶ βίον οὔπω νῆες ἀπόπροθεν ἠγίνεσκον,
ἀλλὰ βόες καὶ ἄροτρα καὶ αὐτὴ πότνια λαῶν
μυρία πάντα παρεῖχε Δίκη δώτειρα δικαίων.
Τόφρ' ἦν ὄφρ' ἔτι γαῖα γένος χρύσειον ἔφερβεν,
ἀργυρέωι δ' ὀλίγη τε καὶ οὐκέτι πάμπαν ἑτοίμη 115
ὡμίλει, ποθέουσα παλαιῶν ἤθεα λαῶν.
Ἀλλ' ἔμπης ἔτι κεῖνο κατ' ἀργύρεον γένος ἦεν·
ἤρχετο δ' ἐξ ὀρέων ὑποδείελος ἠχηέντων
μουνάξ, οὐδέ τεωι ἐπεμίσγετο μειλίχιοισιν·
ἀλλ' ὁπότ' ἀνθρώπων μεγάλας πλήσαιτο κολώνας, 120
ἠπείλει δἤπειτα καθαπτομένη κακότητος,
οὐδ' ἔτ' ἔφη εἰσωπὸς ἐλεύσεσθαι καλέουσιν.
«Οἵην χρύσειοι πατέρες γενεὴν ἐλίποντο,
χειροτέρην. Ὑμεις δὲ κακώτερα τέκνα τεκεῖσθε.
Kαὶ δή που πόλεμοι, καὶ δὴ καὶ ἀνάρσιον αἷμα 125
ἔσσεται ἀνθρώποισι, κακὸν δ' ἐπικείσεται ἄλγος».
Ὣς εἰποῦς' ὀρέων ἐπεμαίετο, τοὺς δ' ἄρα λαοὺς
εἰς αὐτὴν ἔτι πάντας ἐλίμπανε παπταίνοντας.
Ἀλλ' ὅτε δὴ κἀκεῖνοι ἐτέθνασαν, οἱ δ' ἐγένοντο,
χαλκείη γενεή, προτέρων ὀλοώτεροι ἄνδρες, 130
οἳ πρῶτοι κακοεργὸν ἐχαλκεύσαντο μάχαιραν
εἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντ' ἀροτήρων,
καὶ τότε μισήσασα Δίκη κείνων γένος ἀνδρῶν
ἔπταθ' ὑπουρανίη, ταύτην δ' ἄρα νάσσατο χώρην,
ἧχί περ ἐννυχίη ἔτι φαίνεται ἀνθρώποισι 135
Παρθένος ἐγγὺς ἐοῦσα πολυσκέπτοιο Βοώτεω.

Τῆς ὑπὲρ ἀμφοτέρων ὤμων εἱλίσσεται ἀστὴρ
[δεξιτερῆι πτέρυγι· Προτρυγητὴρ δ' αὖτε καλεῖται]
τόσσος μὲν μεγέθει, τοίηι δ' ἐγκείμενος αἴγληι
οἷος καὶ μεγάλης οὐρὴν ὑποφαίνεται Ἄρκτου· 140
δεινὴ γὰρ κείνη, δεινοὶ δέ οἱ ἐγγύθεν εἰσὶν
ἀστέρες· οὐκ ἂν τούς γε ἰδὼν ἐπιτεκμήραιο,
οἷός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε,
εἷς μὲν ὑπωμαίων, εἷς δ' ἰξυόθεν κατιόντων,
ἄλλος δ' οὐρανίοις ὑπὸ γούνασιν. Ἀλλ' ἄρα πάντες 145
ἁπλόοι ἄλλοθεν ἄλλος ἀνωνυμίη φορέονται.
Κρατὶ δέ οἱ Δίδυμοι, μέσσηι δ' ὕπο Καρκίνος ἐστίν·
ποσσὶ δ' ὀπισθοτέροισι Λέων ὕπο καλὰ φαείνει.
Ἔνθα μὲν ἠελίοιο θερείταταί εἰσι κέλευθοι·
αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραι 150
ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι.
Τῆμος καὶ κελὰδοντες ἐτήσιαι εὐρέι πόντωι
ἀθρόοι ἐμπίπτουσιν, ὁ δὲ πλόος οὐκέτι κώπαις
ὥριος. Εὐρεῖαί μοι ἀρέσκοιεν τότε νῆες,
εἰς ἄνεμον δὲ τὰ πηδὰ κυβερνητῆρες ἔχοιεν. 155

Εἰ δέ τοι Ἡνίοχόν τε καὶ ἀστέρας Ἡνιόχοιο
σκέπτεσθαι δοκέοι, καὶ τοι φάτις ἤλυθεν Αἰγὸς
αὐτῆς ἠδ' Ἐρίφων, οἵ τ' εἰν ἁλὶ πορφυρούσηι
πολλάκις ἐσκέψαντο κεδαιομένους ἀνθρώπους,
αὐτὸν μέν μιν ἅπαντα μέγαν Διδύμων ἐπὶ λαιὰ 160
κεκλιμένον δήεις, Ἑλίκης δέ οἱ ἄκρα κάρηνα
ἀντία δινεύει, σκαιῷ δ' ἐπελήλαται ὤμωι
Αἲξ ἱερή, τὴν μέν τε λόγος Διὶ μαζὸν ἐπισχεῖν·
Ὠλενίην δέ μιν Αἶγα Διὸς καλέουσ' ὑποφῆται.
Ἀλλ' ἡ μὲν πολλή τε καὶ ἀγλαή· οἱ δέ οἱ αὐτοῦ 165
λεπτὰ φαείνονται Ἔριφοι καρπὸν κάτα χειρός.

Πὰρ ποσὶ δ' Ἡνιόχου κεραὸν πεπτηότα Ταῦρον
μαίεσθαι· τὰ δέ οἱ μάλ' ἐοικότα σήματα κεῖται·
τοίη οἱ κεφαλὴ διακέκριται· οὐδέ τις ἄλλωι
σήματι τεκμήραιτο κάρη βοός, οἷά μιν αὐτοὶ 170
ἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι τυπόωσιν.
Καὶ λίην κείνων ὄνομ' εἴρεται, οὐδέ τοι αὕτως
νήκουστοι Ὑάδες· ταὶ μέν ῥ' ἐπὶ παντὶ μετώπωι
Ταύρου βεβλέαται, λαιοῦ δὲ κεράατος ἄκρον
καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο 175
εἷς ἀστὴρ ἐπέχει, συνεληλάμενοι δὲ φέρονται·
ἀλλ' αἰεὶ Ταῦρος προφερέστερος Ἡνιόχοιο
εἰς ἑτέρην καταβῆναι, ὁμηλυσίηι περ ἀνελθών.

Οὐδ' ἄρα Κηφῆος μογερὸν γένος Ἰασίδαο
αὕτως ἄρρητον κατακείσεται· ἀλλ' ἄρα καὶ τῶν 180
οὐρανὸν εἰς ὄνομ' ἦλθεν, ἐπεὶ Διὸς ἐγγύθεν ἦσαν.
Αὐτὸς μὲν κατόπισθεν ἐὼν Κυνοσουρίδος Ἄρκτου
Κηφεὺς ἀμφοτέρας χεῖρας τανύοντι ἔοικεν.
Ἴση οἱ στάθμη νεάτης ἀποτείνεται οὐρῆς
ἐς πόδας ἀμφοτέρους, ὅσση ποδὸς ἐς πόδα τείνει· 185
αὐτὰρ ἀπὸ ζώνης ὀλίγον κε μεταβλέψειας
πρώτης ἱέμενος καμπῆς μεγάλοιο Δράκοντος.

Τοῦ δ' ἄρα δαιμονίη προκυλίνδεται οὐ μάλα πολλὴ
νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια·
οὐ γάρ μιν πολλοὶ καὶ ἐπημοιβοὶ γανόωσιν 190
ἀστέρες οἵ μιν πᾶσαν ἐπιρρήδην στιχόωσιν.
Οἵηι δὲ κληῖδι θύρην ἔντοσθ' ἀραρυῖαν
δικλίδ' ἐπιπλήσσοντες ἀνακρούουσιν ὀχῆας,
τοῖοι οἱ μουνὰξ ὑποκείμενοι ἰνδάλλονται
ἀστέρες, ἡ δ' αὕτως ὀλίγων ἀποτείνεται ὤμων 195
ὄργυιαν. Φαίης κεν ἀνιάζειν ἐπὶ παιδί.

Αὐτοῦ γὰρ κἀκεῖνο κυλίνδεται αἰνὸν ἄγαλμα
Ἀνδρομέδης ὑπὸ μητρὶ κεκασμένον. Οὔ σε μάλ' οἴω
νύκτα περισκέψεσθαι, ἵν' αὐτίκα μᾶλλον ἴδηαι·
τοίη οἱ κεφαλή, τοῖοι δέ οἱ ἀμφοτέρωθεν 200
ὦμοι καὶ πόδες ἀκρότατοι καὶ ζώματα πάντα.
Ἀλλ' ἔμπης κἀκεῖθι διωλενίη τετάνυσται,
δεσμὰ δέ οἱ κεῖται καὶ ἐν οὐρανῷ· αἱ δ' ἀνέχονται
αὐτοῦ πεπταμέναι πάντ' ἤματα χεῖρες ἐκείνηι.

Ἀλλ' ἄρα οἱ καὶ κρατὶ πέλωρ ἐπελήλαται Ἵππος 205
γαστέρι νειαίρηι· ξυνὸς δ' ἐπιλάμπεται ἀστὴρ
τοῦ μὲν ἐπ' ὀμφαλίωι, τῆς δ' ἐσχατόωντι καρήνω.
Οἱ δ' ἄρ ἔτι τρεῖς ἄλλοι ἐπὶ πλευράς τε καὶ ὤμους
Ἵππου δεικανόωσι διασταδὸν ἶσα πέλεθρα,
καλοὶ καὶ μεγάλοι· κεφαλὴ δέ οἱ οὐδὲν ὁμοίη, 210
οὐδ' αὐχὴν δολιχός περ ἐών· ἀτὰρ ἔσχατος ἀστὴρ
αἰθομένης γένυος καί κεν προτέροις ἐρίσειεν
τέτρασιν οἵ μιν ἔχουσι περίσκεπτοι μάλ' ἐόντες.
Οὐδ' ὅ γε τετράπος ἐστίν· ἀπ' ὀμφαλίοιο γὰρ ἄκρου
μεσσόθεν ἡμιτελὴς περιτέλλεται ἱερὸς Ἵππος. 215
Κεῖνον δὴ καί φασι καθ' ὑψηλοῦ Ἑλικῶνος
καλὸν ὕδωρ ἀγαγεῖν εὐαλδέος Ἱππουκρήνης.
Οὐ γάρ πω Ἑλικὼν ἄκρος κατελείβετο πηγαῖς·
ἀλλ' Ἵππος μιν ἔτυψε· τὸ δ' ἀθρόον αὐτόθεν ὕδωρ
ἐξέχυτο πληγῆι προτέρου ποδός· οἱ δὲ νομῆες 220
πρῶτοι κεῖνο ποτὸν διεφήμισαν Ἱππουκρήνην.
Ἀλλὰ τὸ μὲν πέτρης ἀπολείβεται, οὐδέ ποτ' αὐτὸ
Θεσπιέων ἀνδρῶν ἑκὰς ὄψεαι· αὐτὰρ ὁ Ἵππος
ἐν Διὸς εἰλεῖται, καί τοι πάρα θηήσασθαι.

Αὐτοῦ καὶ Κριοῖο θοώταταί εἰσι κέλευθοι, 225
ὅς ῥά τε καὶ μήκιστα διωκόμενος περὶ κύκλα
οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου.
Αὐτὸς μὲν νωθὴς καὶ ἀνάστερος οἷα σελήνηι
σκέψασθαι, ζώνηι δ' ἂν ὅμως ἐπιτεκμήραιο
Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπ' αὐτὴν ἐστήρικται, 230
μεσσόθι δὲ τρίβει μέγαν οὐρανόν, ἧχί περ ἄκραι
Χηλαὶ καὶ ζώνη περιτέλλεται Ὠρίωνος.

Ἔστι δέ τοι καὶ ἔτ' ἄλλο τετυγμένον ἐγγύθι σῆμα
νειόθεν Ἀνδρομέδης, τὸ δ' ἐπὶ τρισὶν ἐστάθμηται
Δελτωτὸν πλευρῆισιν, ἰσαιομένηισιν ἐοικὸς 235
ἀμφοτέρηις, ἡ δ' οὔτι τόση, μάλα δ' ἐστὶν ἑτοίμη
εὑρέσθαι· περὶ γὰρ πολέων εὐάστερός ἐστιν.
Τῶν ὀλίγον Κριοῦ νοτιώτεροι ἀστέρες εἰσίν.

Οἱ δ' ἄρ' ἔτι προτέρω, ἔτι δ' ἐν προμολῆισι νότοιο
Ἰχθύες, ἀλλ' αἰεὶ ἕτερος προφερέστερος ἄλλου, 240
καὶ μᾶλλον βορέαο νέον κατιόντος ἀκούει.
Ἀμφοτέρων δέ σφεων ἀποτείνεται ἠύτε δεσμὰ
οὐραίων, ἑκάτερθεν ἐπισχερὼ εἰς ἓν ἰόντα.
Καὶ τὰ μὲν εἷς ἀστὴρ ἐπέχει καλός τε μέγας τε,
ὅν ῥά τε καὶ Σύνδεσμον Ὑπουράνιον καλέουσιν. 245

Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστω
σῆμα βορειοτέρου· μάλα γὰρ νύ οἱ ἐγγύθεν ἐστίν,
ἀμφότεροι δὲ πόδες γαμβροῦ ἐπισημαίνοιεν
Περσέος, οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι φορέονται.

Αὐτὰρ ὅ γ' ἐν βορέω φέρεται περιμήκετος ἄλλων. 250
Καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται
πενθερίου δίφροιο· τὰ δ' ἐν ποσὶν οἷα διώκων
ἴχνια μηκύνει κεκονιμένος ἐν Διὶ πατρί.

Ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι
Πληιάδες φορέονται, ὁ δ' οὐ μάλα πολλὸς ἁπάσας 255
χῶρος ἔχει, καὶ δ' αὐταὶ ἐπισκέψασθαι ἀφαυραί.
Ἑπτάποροι δὴ ταί γε μετ' ἀνθρώπους ὑδέονται,
ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν.
Οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστὴρ
ἐξ οὗ καὶ γενεῆθεν ἀκούομεν, ἀλλὰ μάλ' αὕτως 260
εἴρεται· ἑπτὰ δ' ἐκεῖναι ἐπιρρήδην καλέονται,
Ἀλκυόνη Μερόπη τε Κελαινώ τ' Ἠλεκτρη τε
καὶ Στερόπη καὶ Τηϋγέτη καὶ πότνια Μαῖα.
Αἱ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλ' ὀνομασταὶ
ἦρι καὶ ἑσπερίαι, Ζεὺς δ' αἴτιος, εἱλίσσονται, 265
ὅς σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο
σημαίνειν ἐπένευσεν ἐπερχομένου τ' ἀρότοιο.

Καὶ χέλυς ἥδ' ὀλίγη, τὴν δ' ἆρ' ἔτι καὶ παρὰ λίκνωι
Ἑρμείης ἐτόρησε, Λύρην δέ μιν εἶπε λέγεσθαι,
κὰδ δ' ἔθετο προπάροιθεν ἀπευθέος εἰδώλοιο 270
οὐρανὸν εἰσαγαγών, τὸ δ' ἐπὶ σκελέεσσι πέτηλον
γούνατί οἱ σκαιῷ πελάει· κεφαλή γε μὲν ἄκρη
ἀντιπέρην Ὄρνιθος ἑλίσσεται· ἡ δὲ μεσηγὺ
ὀρνιθέης κεφαλῆς καὶ γούνατος ἐστήρικται.

Ἤτοι γὰρ καὶ Ζηνὶ παρατρέχει αἰόλος Ὄρνις, 275
ἄλλα μὲν ἠερόεις, τὰ δέ οἱ ἐπὶ τετρήχυνται
ἄστρασιν οὔτι λίην μεγάλοις, ἀτὰρ οὐ μὲν ἀφαυροῖς.
Αὐτὰρ ὅ γ' εὐδιόωντι ποτὴν ὄρνιθι ἐοικὼς
οὔριος εἰς ἑτέρην φέρεται, κατὰ δεξιὰ χειρὸς
Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα τείνων. 280
λαιῆι δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου.

Τὸν δὲ μετὰ σκαίροντα δύ' Ἰχθύες ἀμφινέμονται
Ἵππον· πὰρ δ' ἄρα οἱ κεφαλῆι χεὶρ Ὑδροχόοιο
δεξιτερὴ τάνυται, ὁ δ' ὀπίστερος Αἰγοκερῆος
τέλλεται· αὐτὰρ ὅ γε πρότερος καὶ νειόθι μᾶλλον 285
κέκλιται Αἰγόκερως, ἵνα τε τρέπετ' ἠελίου ἴς.

Μὴ κείνωι ἐνὶ μηνὶ περικλύζοιο θαλάσσηι,
πεπταμένωι πελάγει κεχρημένος. Οὔτε κεν ἠοῖ
πολλὴν πειρήνειας, ἐπεὶ ταχινώταταί εἰσιν,
οὔτ' ἄν τοι νυκτὸς πεφοβημένωι ἐγγύθεν ἠὼς 290
ἔλθοι καὶ μάλα πολλὰ βοωμένωι, οἱ δ' ἀλεγεινοὶ
τῆμος ἐπιρρήσσουσι νότοι, ὁπότ' Αἰγοκερῆϊ
συμφέρετ' ἠέλιος. Τότε δὲ κρύος ἐκ Διός ἐστι
ναύτηι μαλκιόωντι κακώτερον. Ἀλλὰ καὶ ἔμπης
ἤδη πάντ' ἐνιαυτὸν ὑπὸ στείρηισι θάλασσα 295
πορφύρει· ἴκελοι δὲ κολυμβίσιν αἰθυίηισιν
πολλάκις ἐκ νηῶν πέλαγος περιπαπταίνοντες
ἥμεθ' ἐπ' αἰγιαλοὺς τετραμμένοι· οἱ δ' ἔτι πόρσω
κλύζονται· ὀλίγον δὲ διὰ ξύλον ἄϊδ' ἐρύκει.

Καὶ δ' ἂν ἔτι προτέρω γε θαλάσσηι πολλὰ πεπονθώς, 300
Τόξον ὅτ' ἠέλιος καίηι καὶ ῥυτορα Τόξου,
ἑσπέριος κατάγοιο, πεποιθὼς οὐκέτι νυκτί.
Σῆμα δέ τοι κείνης ὥρης καὶ μηνὸς ἐκείνου
Σκορπίος ἀντέλλων εἴη πυμάτης ἔτι νυκτός.
Ἤτοι γὰρ μέγα τόξον ἀνέλκεται ἐγγύθι κέντρου 305
Τοξευτής· ὀλίγον δὲ παροίτερος ἵσταται αὐτοῦ
Σκορπίος ἀντέλλων, ὁ δ' ἀνέρχεται αὐτίκα μᾶλλον.
Τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτὸς
ὕψι μάλα τροχάει· ὁ δὲ δύεται ἠῶθι πρὸ
ἀθρόος Ὠρίων, Κηφεὺς δ' ἀπὸ χειρὸς ἐπ' ἰξύν. 310

Ἔστι δέ τοι προτέρω βεβλημένος ἄλλος Ὀιστὸς
αὐτὸς ἄτερ τόξου· ὁ δέ οἱ παραπέπταται Ὄρνις
ἀσσότερος βορέω, σχεδόθεν δέ οἱ ἄλλος ἄηται
οὐ τόσσος μεγέθει, χαλεπός γε μὲν ἐξ ἁλὸς ἐλθὼν
νυκτὸς ἀπερχομένης· καί μιν καλέουσιν Ἀητόν. 315

Δελφὶς δ' οὐ μάλα πολλὸς ἐπιτρέχει Αἰγοκερῆϊ
μεσσόθεν ἠερόεις· τὰ δέ οἱ περὶ τέσσαρα κεῖται
γλήνεα, παρβολάδην δύο πὰρ δύο πεπτηῶτα.

Καὶ τὰ μὲν οὖν βορέω καὶ ἀλήσιος ἠελίοιο
μεσσηγὺς κέχυται· τὰ δὲ νειόθι τέλλεται ἄλλα 320
πολλὰ μεταξὺ νότοιο καὶ ἠελίοιο κελεύθου.

Λοξὸς μὲν Ταύροιο τομῆι ὑποκέκλιται αὐτὸς
Ὠρίων. Μὴ κεῖνον ὅτις καθαρῆι ἐνὶ νυκτὶ
ὑψοῦ πεπτηῶτα παρέρχεται, ἄλλα πεποίθοι
οὐρανὸν εἰσανιδὼν προφερέστερα θηήσασθαι. 325
τοῖός οἱ καὶ φρουρὸς ἀειρομένωι ὑπὸ νώτωι
φαίνεται ἀμφοτέροισι Κύων ἐπὶ ποσσὶ βεβηκώς,
ποικίλος, ἀλλ' οὐ πάντα πεφασμένος· ἀλλὰ κατ' αὐτὴν
γαστέρα κυάνεος περιτέλλεται, ἡ δέ οἱ ἄκρη
ἀστέρι βέβληται δεινῷ γένυς, ὅς ῥα μάλιστα 330
ὀξέα σειριάει· καί μιν καλέουσ' ἄνθρωποι
Σείριον. Οὐκέτι κεῖνον ἅμ' ἠελίωι ἀνίοντα
φυταλιαὶ ψεύδονται ἀναλδέα φυλλιόωσαι·
ῥεῖα γὰρ οὖν ἔκρινε διὰ στίχας ὀξὺς ἀίξας,
καὶ τὰ μὲν ἔρρωσεν, τῶν δὲ φλόον ὤλεσε πάντα. 335
Κείνου καὶ κατιόντος ἀκούομεν, οἱ δὲ δὴ ἄλλοι
σῆμ' ἔμεναι μελέεσσιν ἐλαφρότεροι περίκεινται.

Ποσσὶν δ'Ὠρίωνος ὑπ' ἀμφοτέροισι Λαγωὸς
ἐμμενὲς ἤματα πάντα διώκεται· αὐτὰρ ὅ γ' αἰεὶ
Σείριος ἐξόπιθεν φέρεται μετιόντι ἐοικώς, 340
καὶ οἱ ἐπαντέλλει, καί μιν κατιόντα δοκεύει.

Ἡ δὲ Κυνὸς μεγάλοιο κατ' οὐρὴν ἕλκεται Ἀργὼ
πρυμνόθεν· οὐ γὰρ τῆι γε κατὰ χρέος εἰσὶ κέλευθοι,
ἀλλ' ὄπιθεν φέρεται τετραμμένη, οἷα καὶ αὐταὶ
νῆες, ὅτ' ἤδη ναῦται ἐπιστρέψωσι κορώνην 345
ὅρμον ἐσερχόμενοι, τὴν δ' αὐτίκα πᾶς ἀνακόπτει
νῆα, παλιρροθίη δὲ καθάπτεται ἠπείροιο·
ὣς ἥ γε πρύμνηθεν Ἰησονὶς ἕλκεται Ἀργώ.
Καὶ τὰ μὲν ἠερίη καὶ ἀνάστερος ἄχρι παρ' αὐτὸν
ἱστὸν ἀπὸ πρώιρης φέρεται, τὰ δὲ πᾶσα φαεινή, 350
καί οἱ πηδάλιον κεχαλασμένον ἐστήρικται
ποσσὶν ὑπ' οὐραίοισι Κυνὸς προπάροιθεν ἰόντος.

Τὴν δὲ καὶ οὐκ ὀλίγον περ ἀπόπροθι πεπτηυῖαν
Ἀνδρομέδην μέγα Κῆτος ἐπερχόμενον κατεπείγει.
Ἡ μὲν γὰρ Θρήικος ὑπὸ πνοιῆι βορέαο 355
κεκλιμένη φέρεται, τὸ δέ οἱ νότος ἐχθρὸν ἀγινεῖ
Κῆτος ὑπὸ Κριῷ τε καὶ Ἰχθύσιν ἀμφοτέροισι
βαιὸν ὑπὲρ Ποταμοῦ βεβλημένον ἀστερόεντος.
Οἶον γὰρ κἀκεῖνο θεῶν ὑπὸ ποσσὶ φορεῖται
λείψανον Ἠριδανοῖο, πολυκλαύτου ποταμοῖο. 360
Καὶ τὸ μὲν Ὠρίωνος ὑπὸ σκαιὸν πόδα τείνει·
δεσμοὶ δ' οὐράνιοι, τοις Ἰχθύες ἄκροι ἔχονται,
ἄμφω συμφορέονται ἀπ' οὐραίων κατιόντες,
Κητείης δ' ὄπιθεν λοφιῆς ἐπιμὶξ φορέονται
εἰς ἓν ἐλαυνόμενοι· ἑνὶ δ' ἀστέρι πειραίνονται, 365
Κήτεος ὃς κείνου πρώτηι ἐπίκειται ἀκάνθηι.

Οἱ δ' ὀλίγωι μέτρωι, ὀλίγηι δ' ἐγκείμενοι αἴγληι,
μεσσόθι πηδαλίου καὶ Κήτεος εἱλίσσονται,
γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῆισι Λαγωοῦ,
νώνυμοι· οὐ γὰρ τοί γε τετυγμένου εἰδώλοιο 370
βεβλέαται μελέεσσιν ἐοικότες, οἷά τε πολλὰ
ἑξείης στιχόωντα παρέρχεται αὐτὰ κέλευθα
ἀνομένων ἐτέων, τά τις ἀνδρῶν οὐκέτ' ἐόντων
ἐφράσατ' ἠδ' ἐνόησεν ἅπαντ' ὀνομαστὶ καλέσσαι
ἤλιθα μορφώσας· οὐ γὰρ κ' ἐδυνήσατο πάντων 375
οἰόθι κεκριμένων ὄνομ' εἰπέμεν οὐδὲ δαῆναι·
πολλοὶ γὰρ πάντη, πολέων δ' ἐπὶ ἶσα πέλονται
μέτρα τε καὶ χροιή, πάντες γε μὲν ἀμφιέλικτοι.
Τῷ καὶ ὁμηγερέας οἱ ἐείσατο ποιήσασθαι
ἀστέρας, ὄφρ' ἐπιτὰξ ἄλλωι παρακείμενος ἄλλος 380
εἴδεα σημαίνοιεν. Ἄφαρ δ' ὀνομαστὰ γένοντο
ἄστρα, καὶ οὐκέτι νῦν ὑπὸ θαύματι τέλλεται ἀστήρ·
ἀλλ' οἱ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισι
φαίνονται, τὰ δ' ἔνερθε διωκομένοιο Λαγωοῦ
πάντα μάλ' ἠερόεντα καὶ οὐκ ὀνομαστὰ φέρονται. 385

Νειόθι δ' Αἰγοκερῆος, ὑπὸ πνοιῆισι νότοιο,
Ἰχθῦς ἐς Κῆτος τετραμμένος αἰωρεῖται
οἶος ἀπὸ προτέρων, Νότιον δέ ἑ κικλήσκουσιν.

Ἄλλοι δὲ σπορόδην ὑποκείμενοι Ὑδροχοῆι
Κήτεος αἰθερίοιο καὶ Ἰχθύος ἠερέθονται 390
μέσσοι νωχελέες καὶ ἀνώνυμοι, ἐγγύθι δέ σφεων,
δεξιτερῆς ἀπὸ χειρὸς ἀγαυοῦ Ὑδροχόοιο,
οἵη τίς τ' ὀλίγη χύσις ὕδατος ἔνθα καὶ ἔνθα
σκιδναμένου, χαροποὶ καὶ ἀναλδέες εἱλίσσονται.
Ἐν δέ σφιν δύο μᾶλλον ἐειδόμενοι φορέονται 395
ἀστέρες οὔτε τι πολλὸν ἀπήοροι οὔτε μάλ' ἐγγύς,
εἷς μὲν ὑπ' ἀμφοτέροισι ποσὶν καλός τε μέγας τε
Ὑδροχόου, ὁ δὲ κυανέου ὑπὸ Κήτεος οὐρῆι·
τοὺς πάντας καλέουσιν Ὕδωρ. Ὀλίγοι γε μὲν ἄλλοι
νειόθι Τοξευτῆρος ὑπὸ προτέροισι πόδεσσιν 400
ἄγνωτοι κύκλωι περιηγέες εἱλίσσονται.

Αὐτὰρ ὑπ' αἰθομένωι κέντρωι τέραος μεγάλοιο
Σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται.
Τοῦ δ' ἤτοι ὀλίγον μὲν ἐπὶ χρόνον ὑψόθ' ἐόντος
πεύσεαι· ἀντιπέρην γὰρ ἀείρεται Ἀρκτούροιο. 405
Καὶ τῷ μὲν μάλα πάγχυ μετήοροί εἰσι κέλευθοι
Ἀρκτούρωι, τὸ δὲ θᾶσσον ὑφ' ἑσπερίην ἅλα νεῖται.
Ἀλλ' ἄρα καὶ περὶ κεῖνο Θυτήριον ἀρχαίη Νύξ,
ἀνθρώπων κλαίουσα πόνον, χειμῶνος ἔθηκεν
εἰναλίου μέγα σῆμα· κεδαιόμεναι γὰρ ἐκείνηι 410
νῆες ἀπὸ φρενός εἰσι· τὰ δ' ἄλλοθεν ἄλλα πιφαύσκει
σήματ', ἐποικτείρουσα πολυρροθίους ἀνθρώπους.
Τῷ μή μοι πελάγει νεφέων εἰλυμένωι, ἄλλων
εὔχεο μεσσόθι κεῖνο φανήμεναι οὐρανῷ ἄστρον,
αὐτὸ μὲν ἀνέφελόν τε καὶ ἀγλαόν, ὕψι δὲ μᾶλλον 415
κυμαίνοντι νέφει πεπιεσμένον, οἷά τε πολλὰ
θλίβετ' ἀναστέλλοντος ὀπωρινοῦ βορέαο.
Πολλάκι γὰρ καὶ τοῦτο νότωι ἔπι σῆμα τιτύσκει
Νὺξ αὐτὴ μογεροῖσι χαριζομένη ναύτηισιν.
Οἱ δ' εἰ μέν κε πίθωνται ἐναίσιμα σημαινούσηι, 420
αἶψα δὲ κοῦφά τε πάντα καὶ ἄρτια ποιήσωνται,
αὐτίκ' ἐλαφρότερος πέλεται πόνος· εἰ δέ κε νηὶ
ὑψόθεν ἐμπλήξηι δεινὴ ἀνέμοιο θύελλα
αὕτως ἀπρόφατος, τὰ δὲ λαίφεα πάντα ταράξηι,
ἄλλοτε μὲν καὶ πάμπαν ὑπόβρυχα ναυτίλλονται, 425
ἄλλοτε δ', αἴ κε Διὸς παρανισσομένοιο τύχωσιν
εὐχόμενοι, βορέω δὲ παραστράψηι ἀνέμοιο,
πολλὰ μάλ' ὀτλήσαντες ὅμως πάλιν ἐσκέψαντο
ἀλλήλους ἐπὶ νῆα. Νότον δ' ἐπὶ σήματι τούτωι
δείδιθι, μέχρι βορῆος ἀπαστράψαντος ἴδηαι. 430

Εἰ δέ κεν ἑσπερίης μὲν ἁλὸς Κενταύρου ἀπείη
ὦμος ὅσον προτέρης, ὀλίγη δέ μιν εἰλύοι ἀχλὺς
αὐτόν, ἀτὰρ μετόπισθεν ἐοικότα σήματα τεύχοι
Νύξ ἐπὶ παμφανόωντι Θυτηρίωι, οὔ σε μάλα χρὴ
ἐς νότον, ἀλλ' εὔροιο περισκοπέειν ἀνέμοιο. 435
Δήεις δ' ἄστρον ἐκεῖνο δύω ὑποκείμενον ἄλλοις·
τοῦ γάρ τοι τὰ μὲν ἀνδρὶ ἐοικότα νειόθι κεῖται
Σκορπίου, ἱππούραια δ' ὑπὸ σφίσι Χηλαὶ ἔχουσιν.
Αὐτὰρ ὁ δεξιτερὴν αἰεὶ τανύοντι ἔοικεν
ἀντία δινωτοῖο Θυτηρίου, ἐν δέ οἱ ἀπρὶξ 440
ἄλλο μάλ' ἐσφήκωται ἐληλάμενον διὰ χειρὸς,
Θηρίον· ὣς γάρ μιν πρότεροι ἐπεφημίξαντο.

Ἀλλ' ἔτι γὰρ καὶ ἔτ' ἄλλο περαιόθεν ἕλκεται ἄστρον·
Ὕδρην μιν καλέουσι, τὸ δὲ ζώοντι ἐοικὸς
ἠνεκὲς εἰλεῖται, καί οἱ κεφαλὴ ὑπὸ μέσσον 445
Καρκίνον ἱκνεῖται, σπείρη δ' ὑπὸ σῶμα Λέοντος,
οὐρὴ δὲ κρέμαται ὑπὲρ αὐτοῦ Κενταύροιο·
μέσσηι δὲ σπείρηι Κρητήρ, πυμάτηι δ' ἐπίκειται
εἴδωλον Κόρακος σπείρην κόπτοντι ἐοικός.

Ναὶ μὴν καὶ Προκύων Διδύμοις ὕπο καλὰ φαείνει. 450

Συνανατολαὶ καὶ συγκαταδύσεις

Ταῦτά κε θηήσαιο παρερχομένων ἐνιαυτῶν
ἑξείης παλίνωρα· τὰ γὰρ καὶ πάντα μάλ' αὕτως
οὐρανῷ εὖ ἐνάρηρεν ἀγάλματα νυκτὸς ἰούσης.
Οἱ δ' ἐπιμὶξ ἄλλοι πέντ' ἀστέρες οὐδὲν ὁμοῖοι
πάντοθεν εἰδώλων δυοκαίδεκα δινεύονται. 455
Οὐκ ἂν ἔτ' εἰς ἄλλους ὁρόων ἐπιτεκμήραιο
κείνων ἧχι κέονται, ἐπεὶ πάντες μετανάσται,
μακροὶ δὲ σφεών εἰσιν ἑλισσομένων ἐνιαυτοί,
μακρὰ δὲ σήματα κεῖται ἀπόπροθεν εἰς ἓν ἰόντων,
οὐδ' ἔτι θαρσαλέος κείνων ἐγώ· ἄρκιος εἴην 460
ἀπλανέων τά τε κύκλα τά τ' αἰθέρι σήματ' ἐνισπεῖν.

Ἤτοι μὲν τά γε κεῖται ἀλίγκια δινωτοῖσιν,
τέσσαρα, τῶν κε μάλιστα ποθὴ ὄφελός τε γένοιτο
μέτρα περισκοπέοντι κατανομένων ἐνιαυτῶν.

Σήματα δ' εὖ μάλα πᾶσιν ἐπιρρήδην περίκειται 465
πολλά τε καὶ σχεδόθεν πάντη συνεερμένα πάντα,
αὐτοὶ δ' ἀπλατέες καὶ ἀρηρότες ἀλλήλοισιν
πάντες, ἀτὰρ μέτρωι γε δύω δυσὶν ἀντιφέρονται.

Εἴ ποτέ τοι νυκτὸς καθαρῆς, ὅτε πάντας ἀγαυοὺς
ἀστέρας ἀνθρώποις ἐπιδείκνυται οὐρανίη Νύξ, 470
οὐδέ τις ἀδρανέων φέρεται διχόμηνι σελήνηι,
ἀλλὰ τά γε κνέφαος διαφαίνεται ὀξέα πάντα,
εἴ ποτέ τοι τημόσδε περὶ φρένας ἵκετο θαῦμα
σκεψαμένωι πάντη κεκεασμένον εὐρέι κύκλωι
οὐρανόν, ἢ καί τίς τοι ἐπιστὰς ἄλλος ἔδειξεν 475
κεῖνο περιγληνὲς τροχαλόν (Γάλα μιν καλέουσιν),
τῷ δ' ἤτοι χροιὴν μὲν ἀλίγκιος οὐκέτι κύκλος
δινεῖται, τὰ δὲ μέτρα τόσοι πισύρων περ ἐόντων
οἱ δύο, τοὶ δέ σφεων μέγα μείονες εἱλίσσονται.


Τῶν ὁ μὲν ἐγγύθεν ἐστὶ κατερχομένου βορέαο. 480
Ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται,
ἐν δέ τε γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο,
λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπ' αὐτῷ
Περσέος, Ἀνδρομέδης δὲ μέσην ἀγκῶνος ὕπερθεν
δεξιτερὴν ἐπέχει· τὸ μέν οἱ θέναρ ὑψόθι κεῖται 485
ἀσσότερον βορέαο, νότωι δ' ἐπικέκλιται ἀγκών.
Ὁπλαὶ δ' Ἵππειοι, καὶ ὑπαύχενον Ὀρνίθειον
ἄκρηι σὺν κεφαλῆι, καλοί τ' Ὀφιούχεοι ὦμοι
αὐτὸν δινεύονται ἐληλάμενοι περὶ κύκλον,
ἡ δ' ὀλίγον φέρεται νοτιωτέρη, οὐδ' ἐπιβάλλει, 490
Παρθένος, ἀλλὰ Λέων καὶ Καρκίνος· οἱ μὲν ἅμ' ἄμφω
ἑξείης κέαται βεβλημένοι, αὐτὰρ ὁ κύκλος
τὸν μὲν ὑπὸ στῆθος καὶ γαστέρα μέχρι παρ' αἰδῶ
τέμνει, τὸν δὲ διηνεκέως ὑπένερθε χελείου
Καρκίνον, ἧχι μάλιστα διχαιόμενόν κε νοήσαις 495
ὀφθόν, ἵν' ὀφθαλμοὶ κύκλου ἑκάτερθεν ἴοιεν.
Τοῦ μὲν ὅσον τε μάλιστα δι' ὀκτὼ μετρηθέντος
πέντε μὲν ἔνδια στρέφεται καθ' ὑπέρτερα γαίης,
τὰ τρία δ' ἐν περάτηι, θέρεος δέ οἱ ἐν τροπαὶ εἰσιν.
Ἀλλ' ὁ μὲν ἐν βορέω περὶ Καρκίνον ἐστήρικται. 500

Ἄλλος δ' ἀντιόωντι νότωι μέσον Αἰγοκερῆα
τέμνει καὶ πόδας Ὑδροχόου καὶ Κήτεος οὐρήν·
ἐν δέ οἵ ἐστι Λαγωός, ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν
αἴνυται, ἀλλ' ὁπόσην ἐπέχει ποσίν· ἐν δέ οἱ Ἀργὼ
καὶ μέγα Κενταύροιο μετάφρενον, ἐν δέ τε κέντρον 505
Σκορπίου, ἐν καὶ τόξον ἐλαφροῦ Τοξευτῆρος.
Τὸν πύματον καθαροῖο παρερχόμενος βορέαο
ἐς νότον ἠέλιος φέρεται, τρέπεταί γε μὲν αὐτοῦ
χειμέριος, καί οἱ τρία μὲν περιτέλλεται ὑψοῦ
τῶν ὀκτώ, τὰ δὲ πέντε κατώρυχα δινεύονται. 510

Μεσσόθι δ' ἀμφοτέρων, ὅσσος πολιοῖο Γάλακτος,
γαῖαν ὑποστρέφεται κύκλος διχόωντι ἐοικώς,
ἐν δέ οἱ ἤματα νυξὶν ἰσαίεται ἀμφοτέρηισιν,
φθίνοντος θέρεος, τοτὲ δ' εἴαρος ἱσταμένοιο.
Σῆμα δέ οἱ Κριὸς Ταύροιό τε γούνατα κεῖται, 515
Κριὸς μὲν κατὰ μῆκος ἐληλάμενος διὰ κύκλου,
Ταύρου δὲ σκελέων ὅσση περιφαίνεται ὀκλάς.
Ἐν δέ τέ οἱ ζήνη εὐφεγγέος Ὠρίωνος
καμπή τ' αἰθομένης Ὕδρης· ἐνί οἱ καὶ ἐλαφρὸς
Κρητήρ, ἐν δὲ Κόραξ, ἐνὶ δ' ἀστέρες οὐ μάλα πολλοὶ 520
Χηλάων, ἐν τῷ δ' Ὀφιούχεα γοῦνα φορεῖται.
Οὐ μὴν Αἰητοῦ ἀπαμείρεται, ἀλλά οἱ ἐγγὺς
Ζηνὸς ἀητεῖται μέγας ἄγγελος· ἡ δὲ κατ' αὐτὸν
Ἱππείη κεφαλὴ καὶ ὑπαύχενον εἱλίσσονται.


Τοὺς μὲν παρβολάδην ὀρθοὺς περιβάλλεται ἄξων, 525
μεσσόθι πάντας ἔχων, ὁ δὲ τέτρατος ἐσφήκωται
λοξὸς ἐν ἀμφοτέροις, οἵ μίν ῥ' ἑκάτερθεν ἔχουσιν
ἀντιπέρην τροπικοί, μέσσος δὲ ἑ μεσσόθι τέμνει.
Οὔ κεν Ἀθηναίης χειρῶν δεδιδαγμένος ἀνὴρ
ἄλληι κολλήσαιτο κυλινδόμενα τροχάλεια 530
τοῖά τε καὶ τόσα πάντα περὶ σφαιρηδὸν ἑλίσσων·
ὣς τά γ' ἐναιθέρια πλαγίωι συναρηρότα κύκλωι
ἐξ ἠοῦς ἐπὶ νύκτα διώκεται ἤματα πάντα.

Καὶ τὰ μὲν ἀντέλλει τε καὶ αὐτίκα νειόθι δύνει
πάντα παραβλήδην, μία δέ σφεων ἐστὶν ἑκάστου 535
ἑξείης ἑκάτερθε κατηλυσίη ἄνοδός τε·
αὐτὰρ ὅ γ' ὠκεανοῦ τόσσον παραμείβεται ὕδωρ
ὅσσον ἀπ' Αἰγοκερῆος ἀνερχομένοιο μάλιστα
Καρκίνον εἰς ἀνιόντα κυλίνδεται. ὅσσον ἁπάντη
ἀντέλλων ἐπέχει, τόσσον γε μὲν ἄλλοθι δύνων· 540
ὅσσον δ' ὀφθαλμοῖο βολῆς ἀποτείνεται αὐγή,
ἑξάκις ἂν τόσση μιν ὑποδράμοι· αὐτὰρ ἑκάστη
ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα.
Ζωϊδίων δέ ἑ κύκλον ἐπίκλησιν καλέουσι.
Τῷ ἔνι Καρκίνος ἐστί, Λέων δ' ἐπὶ τῷ, καὶ ὑπ' αὐτὸν 545
Παρθένος, αἱ δ' ἐπί οἱ Χηλαὶ καὶ Σκορπίος αὐτὸς
Τοξευτής τε καὶ Αἰγόκερως, ἐπὶ δ' Αἰγοκερῆϊ
Ὑδροχόος, δύο δ' αὐτῷ ἐπ' Ἰχθύες ἀστερόεντες,
τοὺς δὲ μέτα Κριός, Ταῦρος δ' ἐπὶ τῷ Δίδυμοί τε.
Ἐν τοῖς ἠέλιος φέρεται δυοκαίδεκα πᾶσιν 550
πάντ' ἐνιαυτὸν ἄγων, καί οἱ περὶ τοῦτον ἰόντι
κύκλον ἀέξονται πᾶσαι ἐπικάρπιοι ὧραι.

Τοῦ δ' ὅσσον κοίλοιο κατ' ὠκεανοῖο δύηται,
τόσσον ὑπὲρ γαίης φέρεται, πάσηι δ' ἐπὶ νυκτὶ
ἓξ αἰεὶ δύνουσι δυωδεκάδες κύκλοιο, 555
τόσσαι δ' ἀντέλλουσι· τόσον δ' ἐπὶ μῆκος ἑκάστη
νὺξ αἰεὶ τετάνυσται, ὅσον τέ περ ἥμισυ κύκλου
ἀρχομένης ἀπὸ νυκτὸς ἀείρεται ὑψόθι γαίης.

Οὔ κεν ἀπόβλητον δεδοκημένωι ἤματος εἴη
μοιράων σκέπτεσθαι ὅτ' ἀντέλληισιν ἑκάστη· 560
αἰεὶ γὰρ τάων γε μιῆι συνανέρχεται αὐτὸς
ἠέλιος. Τας δ' ἄν κε περισκέψαιο μάλιστα
εἰς αὐτὰς ὁρόων, ἀτὰρ εἰ νεφέεσσι μέλαιναι
γίνοιντ' ἢ ὄρεος κεκρυμμέναι ἀντέλλοιεν,
σήματ' ἐπερχομένηισιν ἀρηρότα ποιήσασθαι. 565
Αὐτὸς δ' ἂν μάλα τοι κεράων ἑκάτερθε διδοίη
ὠκεανὸς τά τε πολλὰ περιστέφεται ἑοῖ αὐτῷ
νειόθεν ὁππῆμος κείνων φορέηισιν ἑκάστην.

Οὔ οἱ ἀφαυρότατοι, ὅτε Καρκίνος ἀντέλληισιν,
ἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι περίκεινται, 570
τοὶ μὲν δύνοντες, τοὶ δ' ἐξ ἑτέρης ἀνιόντες.
Δύνει μὲν Στέφανος, δύνει δὲ κατὰ ῥάχιν Ἰχθῦς·
ἥμισυ μέν κεν ἴδοιο μετήορον, ἥμισυ δ' ἤδη
ἐσχατιαὶ βάλλουσι κατερχομένου Στεφάνοιο.
Αὐτὰρ ὅ γ' ἐξόπιθεν τετραμμένος ἄλλα μὲν οὔπω 575
γαστέρι νειαίρηι, τὰ δ' ὑπέρτερα νυκτὶ φορεῖται.
Τὸν δὲ καὶ εἰς ὤμους κατάγει μογερὸν Ὀφιοῦχον
Καρκίνος ἐκ γονάτων, κατάγει δ' Ὄφιν αὐχένος ἐγγύς.
Οὐδ' ἂν ἔτ' Ἀρκτοφύλαξ εἴη πολὺς ἀμφοτέρωθεν,
μείων ἠμάτιος, τὸ δ' ἐπὶ πλέον ἔννυχος ἤδη. 580
Τέτρασι γὰρ μοίραις ἄμυδις κατιόντα Βοώτην
ὠκεανος δέχεται· ὁ δ' ἐπὴν φάεος κορέσηται,
βουλυτῷ ἐπέχει πλεῖον δίχα νυκτὸς ἰούσης,
ἦμος ὅτ' ἠελίοιο κατερχομένοιο δύηται.
Κεῖναι οἱ καὶ νύκτες ἐπ' ὀψὲ δύοντι λέγονται. 585
Ὣς οἱ μὲν δύνουσιν, ὁ δ' ἀντίος οὐδὲν ἀεικής,
ἀλλ' εὖ μὲν ζώνηι, εὖ δ' ἀμφοτέροισι φαεινὸς
ὤμοις Ὠρίων, ξίφεός γε μὲν ἶφι πεποιθώς,
πάντα φέρων Ποταμόν, κέραος παρατείνεται ἄλλου.

Ἐρχομένωι δὲ Λέοντι τὰ μὲν κατὰ πάντα φέρονται 590
Καρκίνωι ὅσσ' ἐδύοντο, καὶ Αἰετός. Αὐτὰρ ὅ γε γνὺξ
ἥμενος ἄλλα μὲν ἤδη, ἀτὰρ γονὺ καὶ πόδα λαιὸν
οὔπω κυμαίνοντος ὑποστρέφει ὠκεανοῖο.
Ἀντέλλει δ' Ὕδρης κεφαλὴ χαροπός τε Λαγωὸς
καὶ Προκύων πρότεροί τε πόδες Κυνὸς αἰθομένοιο. 595

Οὐ μέν θην ὀλίγους γαίης ὑπὸ νείατα βάλλει
Παρθένος ἀντέλλουσα. Λύρη τότε Κυλληναίη
καὶ Δελφὶς δύνουσι καὶ εὐποίητος Ὀιστός.
Σὺν τοῖς Ὄρνιθος πρῶτα πτερὰ μέσφα παρ' αὐτὴν
οὐρὴν καὶ Ποταμοῖο παρηορίαι σκιόωνται. 600
Δύνει δ' Ἱππείη κεφαλή, δύνει δὲ καὶ αὐχήν.
ἀντέλλει δ' Ὕδρη μὲν ἐπὶ πλέον ἄχρι παρ' αὐτὸν
Κρητῆρα, φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους,
ἕλκων ἐξόπιθεν πρύμναν πολυτειρέος Ἀργοῦς,
ἡ δὲ θέει γαίης ἱστὸν διχόωσα κατ' αὐτόν, 605
Παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται.

Οὐδ' ἂν ἐπερχόμεναι Χηλαί, καὶ λεπτὰ φάουσαι,
ἄφραστοι παρίοιεν, ἐπεὶ μέγα σῆμα Βοώτης
ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο.
Ἀργὼ δ' εὖ μάλα πᾶσα μετήορος ἵσταται ἤδη. 610
Ἀλλ' Ὕδρη, κέχυται γὰρ ἐν οὐρανῷ ἤλιθα πολλή,
οὐρῆς ἂν δεύοιτο. Μόνην δ' ἐπὶ Χηλαὶ ἄγουσι
[δεινὸν ἐφεστηῶτ' Ὀφιούχεα· τοῦ μὲν ἔπειτα]
δεξιτερὴν κνήμην, αὐτῆς ἐπιγουνίδος ἄχρις,
αἰεὶ γνύξ, αἰεὶ δὲ Λύρη παραπεπτηῶτος, 615
ὅντινα τοῦτον ἄιστον ὑπουρανίων εἰδώλων
ἀμφότερον δύνοντα καὶ ἐξ ἑτέρης ἀνιόντα
πολλάκις αὐτονυχεὶ θηεύμεθα. Τοῦ μὲν ἄρ' οἴη
κνήμη σὺν Χηλῆισι φαείνεται ἀμφοτέρηισιν,
αὐτὸς δ' ἐς κεφαλὴν ἔτι που τετραμμένος ἄλληι 620
Σκορπίον ἀντέλλοντα μένει καὶ ῥύτορα Τόξου·
οἳ γάρ μιν φορέουσιν, ὁ μὲν μέσον ἄλλα τε πάντα,
χεῖρα δέ οἱ σκαιὴν κεφαλῆι ἅμα Τόξον ἀγινεῖ·
ἀλλ' ὁ μὲν ὣς τρίχα πάντα καταμελεϊστὶ φορεῖται.
Ἥμισυ δὲ Στεφάνοιο καὶ αὐτὴν ἔσχατον οὐρὴν 625
Κενταύρου φορέουσιν ἀνερχόμεναι ἔτι Χηλαί.
Τῆμος ἀποιχομένην κεφαλὴν μέτα δύεται Ἵππος,
καὶ προτέρου Ὄρνιθος ἐφέλκεται ἔσχατος οὐρή.
Δύνει δ' Ἀνδρομέδης κεφαλή, τὸ δέ οἱ μέγα δεῖμα
Κήτεος ἠερόεις ἐπάγει νότος, ἀντία δ' αὐτὸς 630
Κηφεὺς ἐκ βορέω μεγάληι ἀνὰ χειρὶ κελεύει.
Καὶ τὸ μὲν ἐς λοφιὴν τετραμμένον ἄχρι παρ' αὐτὴν
δύνει, ἀτὰρ Κηφεὺς κεφαλῆι καὶ χειρὶ καὶ ὤμωι.

Καμπαὶ δ' ἂν Ποταμοῖο καὶ αὐτίκ' ἐπερχομένοιο
Σκορπίου ἐμπίπτοιεν ἐυρρόου ὠκεανοῖο· 635
ὃς καὶ ἐπερχόμενος φοβέει μέγαν Ὠρίωνα.
Ἄρτεμις ἱλήκοι· προτέρων λόγος, οἵ μιν ἔφαντο
ἑλκῆσαι πέπλοιο, Χίωι ὅτε θηρία πάντα
καρτερὸς Ὠρίων στιβαρῆι ἐπέκοπτε κορύνηι
θήρης ἀρνύμενος κείνωι χάριν Οἰνοπίωνι. 640
Ἡ δέ οἱ ἐξαυτῆς ἐπετείλατο θηρίον ἄλλο,
νήσου ἀναρρήξασα μέσας ἑκάτερθε κολώνας,
σκορπίον, ὅς ῥά μιν οὖτα καὶ ἔκτανε πολλὸν ἐόντα
πλειότερος προφανείς, ἐπεὶ Ἄρτεμιν ἤκαχεν αὐτήν.
Τοὔνεκα δὴ καί φασι περαιόθεν ἐρχομένοιο 645
Σκορπίου Ὠρίωνα περὶ χθονὸς ἔσχατα φεύγειν.

Οὐδὲ μὲν Ἀνδρομέδης καὶ Κήτεος ὅσσ' ἐλέλειπτο
κείνου ἔτ' ἀντέλλοντος ἀπευθέες, ἀλλ' ἄρα καὶ τοὶ
πανσυδίηι φεύγουσιν, ὁ δὲ ζώνηι τότε Κηφεὺς
γαῖαν ἐπιξύει, τὰ μὲν ἐς κεφαλὴν μάλα πάντα 650
βάπτων ὠκεανοῖο, τὰ δ' οὐ θέμις, ἀλλὰ τά γ' αὐταὶ
Ἄρκτοι κωλύουσι, πόδας καὶ γοῦνα καὶ ἰξύν.
Ἡ δὲ καὶ αὐτὴ παιδὸς ἐπείγεται εἰδώλοιο
δειλὴ Κασσιέπεια· τὰ δ' οὐκέτι οἱ κατὰ κόσμον
φαίνεται ἐκ δίφροιο πόδες καὶ γούναθ' ὕπερθεν, 655
ἀλλ' ἥ γ' ἐς κεφαλὴν ἴση δύετ' ἀρνευτῆρι
μειρομένη γονάτων, ἐπεὶ οὐκ ἄρ' ἔμελλεν ἐκείνη
Δωρίδι καὶ Πανόπηι μεγάλων ἄτερ ἰσώσασθαι.

Ἡ μὲν ἄρ' εἰς ἑτέρην φέρεται· τὰ δὲ νειόθεν ἄλλα
οὐρανὸς ἀντιφέρει, Στεφάνοιό τε δεύτερα κύκλα 660
Ὕδρης τ' ἐσχατιήν· φορέει τ' ἐπὶ Κενταύροιο
σῶμά τε καὶ κεφαλήν, καὶ Θηρίον ὅ ῥ' ἐνὶ χειρὶ
δεξιτερῆι Κένταυρος ἔχει. Τοὶ δ' αὖθι μένουσι
Τόξον ἐπερχόμενον πρότεροι πόδες ἱππότα φηρός.
Τόξωι καὶ σπείρη Ὄφιος καὶ σῶμ' Ὀφιούχου 665
ἀντέλλει ἐπιόντι, καρήατα δ' αὐτὸς ἀγινεῖ
Σκορπίος ἀντέλλων, ἀνάγει δ' αὐτὰς Ὀφιούχου
χεῖρας καὶ προτέρην Ὄφιος πολυτειρέος ἀγήν.
Τοῦ γε μὲν Ἐνγόνασιν (περὶ γὰρ τετραμμένος αἰεὶ
ἀντέλλει) τότε μὲν περάτης ἐξέρχεται ἄλλα, 670
γυῖά τε καὶ ζώνη καὶ στήθεα πάντα καὶ ὦμος
δεξιτερῆι σὺν χειρί, κάρη δ' ἑτέρης μέτα χειρὸς
Τόξωι ἀνέρχονται καὶ Τοξότη ἀντέλλοντι.
Σὺν τοῖς Ἑρμαίη τε Λύρη καὶ στήθεος ἄχρις
Κηφεὺς ἠώιου παρελαύνεται ὠκεανοῖο, 675
ἦμος καὶ μεγάλοιο Κυνὸς πᾶσαι ἀμαρυγαὶ
δύνουσιν καὶ πάντα κατέρχεται Ὠρίωνος,
πάντα γε μὴν ἀτέλεστα διωκομένοιο Λαγωοῦ.

Ἀλλ' οὐχ Ἡνιόχωι Ἔριφοι οὐδ' Ὠλενίη Αἲξ
εὐθὺς ἀπέρχονται, τὰ δέ οἱ μεγάλην ἀνὰ χεῖρα 680
λάμπονται, καί οἱ μελέων διακέκριται ἄλλων
κινῆσαι χειμῶνας, ὅτ' ἠελίωι συνίωσιν.
Ἀλλὰ τὰ μέν, κεφαλήν τε καὶ ἄλλην χεῖρα καὶ ἰξύν,
Αἰγόκερως ἀνιὼν κατάγει, τὰ δὲ νείατα πάντα
αὐτῷ Τοξευτῆρι κατέρχεται. Οὐδ' ἔτι Περσεύς, 685
οὐδ' ἔτι ἄκρα κόρυμβα μένει πολυτειρέος Ἀργοῦς,
ἀλλ' ἤτοι Περσεὺς μὲν ἄτερ γουνός τε ποδός τε
δεξιτεροῦ δύεται, πρύμνης δ' ὅσον ἐς περιαγήν.
Αὐτὴ δ' Αἰγοκερῆι κατέρχεται ἀντέλλοντι,
ἦμος καὶ Προκύων δύεται, τὰ δ' ἀνέρχεται ἄλλα, 690
Ὄρνις τ' Αἰητός τε, τά τε πτερόεντος Ὀιστοῦ
τείρεα, καὶ νοτίοιο Θυτηρίου ἱερὸς ἕδρη.

Ἵππος δ' Ὑδροχόοιο μέσον περιτελλομένοιο
ποσσί τε καὶ κεφαλῆι ἀνελίσσεται· ἀντία δ' Ἵππου
ἐξ οὐρῆς Κένταυρον ἐφέλκεται ἀστερίη νύξ. 695
Ἀλλ' οὔ οἱ δύναται κεφαλὴν οὐδ' εὐρέας ὤμους
αὐτῷ σὺν θώρηκι χαδεῖν, ἀλλ' αἴθοπος Ὕδρης
αὐχενίην κατάγει σπείρην καὶ πάντα μέτωπα,
ἡ δὲ καὶ ἐξόπιθεν πολλὴ μένει. Ἀλλ' ἄρα καὶ τὴν
αὐτῷ Κενταύρωι, ὁπότ' Ἰχθύες ἀντέλλωσιν, 700
ἀθρόον ἐμφέρεται. Ὁ δ' ἐπ' Ἰχθύσιν ἔρχεται Ἰχθῦς
αὐτῷ κυανέωι ὑποκείμενος Αἰγοκερῆϊ,
οὐ μὲν ἄδην, ὀλίγον δὲ δυωδεκάδ' ἀμμένει ἄλλην.
Οὕτω καὶ μογεραὶ χεῖρες καὶ γοῦνα καὶ ὦμοι

Ἀνδρομέδης δίχα πάντα, τὰ μὲν πάρος, ἄλλα δ' ὀπίσσω 705
τείνεται, ὠκεανοῖο νέον ὁπότε προγένωνται
Ἰχθύες ἀμφότεροι· τὰ μέν οἱ κατὰ δεξιὰ χειρὸς
αὐτοὶ ἐφέλκονται, τὰ δ' ἀριστερὰ νειόθεν ἕλκει
Κριὸς ἀνερχόμενος. Τοῦ καὶ περιτελλομένοιο
ἑσπερόθεν κεν ἴδοιο Θυτήριον, αὐτὰρ ἐν ἄλληι 710
Περσέος ἀντέλλοντος ὅσον κεφαλήν τε καὶ ὤμους·
αὐτὴ δὲ ζώνη καὶ κ' ἀμφήριστα πέλοιτο
ἢ Κριῷ λήγοντι φαείνεται ἢ ἐπὶ Ταύρωι·
σὺν τῷ πανσυδίηι ἀνελίσσεται. Οὐδ' ὅ γε Ταύρου
λείπεται ἀντέλλοντος, ἐπεὶ μάλα οἱ συναρηρὼς 715
Ἡνίοχος φέρεται· μοίρηι γε μὲν οὐκ ἐπὶ ταύτηι
ἀθρόος ἀντέλλει, Δίδυμοι δέ μιν οὖλον ἄγουσιν.
Ἀλλ' Ἔριφοι λαιοῦ τε θέναρ ποδὸς Αἰγὶ σὺν αὐτῆι
Ταύρωι συμφορέονται, ὅτε λοφιή τε καὶ οὐρὴ
Κήτεος αἰθερίοιο περαιόθεν ἀντέλλωσιν. 720
Δύνει δ' Ἀρκτοφύλαξ ἤδη πρώτη τότε μοίρηι
τάων, αἳ πίσυρές μιν ἄτερ χειρὸς κατάγουσιν
λαιῆς, ἡ δ' αὐτῆι μεγάληι ὕπο τέλλεται Ἄρκτου.

Ἀμφότεροι δὲ πόδες καταδυομένου Ὀφιούχου,
μέσφ' αὐτῶν γονάτων Διδύμοις ἔπι σῆμα τετύχθω 725
ἐξ ἑτέρης ἀνιοῦσι. Τότ' οὐκέτι Κήτεος οὐδὲν
ἕλκεται ἀμφοτέρωθεν, ὅλον δέ μιν ὄψεαι ἤδη.
Ἤδη καὶ Ποταμοῦ πρώτην ἁλὸς ἐξανιοῦσαν
καμπὴν ἐν καθαρῷ πελάγει σκέψαιτό κε ναύτης,
αὐτὸν ἐπ' Ὠρίωνα μένων, εἴ οἵ ποθι σῆμα 730
ἢ νυκτὸς μέτρων ἠὲ πλόου ἀγγείλειεν.

Πάντη γὰρ τά γε πολλὰ θεοὶ ἄνδρεσσι λέγουσιν.


Προγνώσεις κατὰ σημείων

Οὐχ ὁράαις; Ὀλίγη μὲν ὅταν κεράεσσι σελήνη
ἑσπερόθεν φαίνηται, ἀεξομένοιο διδάσκει
μηνός, ὅτε πρώτη ἀποκίδναται αὐτόθεν αὐγὴ 735
ὅσσον ἐπισκιάειν, ἐπὶ τέτρατον ἦμαρ ἰοῦσα·
ὀκτὼ δ' ἐν διχάσει, διχόμηνα δὲ παντὶ προσώπωι,
αἰεὶ δ' ἄλλοθεν ἄλλα παρακλίνουσα μέτωπα
εἴρει ὁποσταίη μηνὸς περιτέλλεται ἠώς.

Ἄκρα γε μὴν νυκτῶν κεῖναι δυοκαίδεκα μοῖραι 740
ἄρκιαι ἐξειπεῖν, τὰ δέ που μέγαν εἰς ἐνιαυτόν,
ὥρη μέν τ' ἀρόσαι νειούς, ὥρη δὲ φυτεῦσαι,
ἐκ Διὸς ἤδη πάντα πεφασμένα πάντοθι κεῖται.
Καὶ μέν τις καὶ νηὶ πολυκλύστου χειμῶνος
ἐφράσατ' ἢ δεινοῦ μεμνημένος Ἀρκτούροιο 745
ἠέ τεων ἄλλων οἵ τ' ὠκεανοῦ ἀρύονται
ἀστέρες ἀμφιλύκης, οἵ τε πρώτης ἔτι νυκτός.

Ἤτοι γὰρ τοὺς πάντας ἀμείβεται εἰς ἐνιαυτὸν
ἠέλιος μέγαν ὄγμον ἐλαύνων, ἄλλοτε δ' ἄλλωι
ἐμπλήσσει, τοτὲ μέν τ' ἀνιών, τοτὲ δ' αὐτίκα δύνων, 750
ἄλλος δ' ἀλλοίην ἀστὴρ ἐπιδέρκεται ἠῶ.

Γινώσκεις τάδε καὶ σύ· τὰ γὰρ συναείδεται ἤδη
ἐννεακαίδεκα κύκλα φαεινοῦ ἠελίοιο,
ὅσσα τ' ἀπὸ ζώνης εἰς ἔσχατον Ὠρίωνα
νὺξ ἐπιδινεῖται Κύνα τε θρασὺν Ὠρίωνος, 755
οἵ τε Ποσειδάωνος ὁρώμενοι ἢ Διὸς αὐτοῦ
ἀστέρες ἀνθρώποισι τετυγμένα σημαίνουσι.

Τῷ κείνων πεπόνησο, μέλοι δέ τοι, εἴ ποτε νηὶ
πιστεύεις, εὑρεῖν ὅσα που κεχρημένα κεῖται
σήματα χειμερίοις ἀνέμοις ἤ λαίλαπι πόντου. 760
Μόχθος μέν τ' ὀλίγος, τὸ δὲ μυρίον αὐτίκ' ὄνειαρ
γίνετ' ἐπιφροσύνης αἰεὶ πεφυλαγμένωι ἀνδρί.
Αὐτὸς μὲν τὰ πρῶτα σαώτερος, εὖ δὲ καὶ ἄλλωι
παρειπὼν ὤνησεν, ὅτ' ἐγγύθεν ὤρορε χειμών.
Πολλάκι γὰρ καί τίς τε γαληναίηι ὑπὸ νυκτὶ 765
νῆα περιστέλλει πεφοβημένος ἦρι θαλάσσης,
ἄλλοτε δὲ τρίτον ἦμαρ ἐπιτρέχει, ἄλλοτε πέμπτον,
ἄλλοτε δ' ἀπρόφατον κακὸν ἵκετο· πάντα γὰρ οὔπω
ἐκ Διὸς ἄνθρωποι γινώσκομεν, ἀλλ' ἔτι πολλὰ
κέκρυπται, τῶν αἴ κ' ἐθέληι καὶ ἐς αὐτίκα δώσει 770
Ζεύς· ὁ γὰρ οὖν γενεὴν ἀνδρῶν ἀναφανδὸν ὀφέλλει
πάντοθεν εἰδόμενος, πάντη δ' ὅ γε σήματα φαίνων.

Ἄλλα δέ τοι ἐρέει ἤ που διχόωσα σελήνη
πληθύος ἀμφοτέρωθεν ἢ αὐτίκα πεπληθυῖα,
ἄλλα δ' ἀνερχόμενος, τοτὲ δ' ἄκρηι νυκτὶ κελεύει 775
ἠέλιος· τὰ δέ που καὶ ἀπ' ἄλλων ἔσσεται ἄλλα
σήματα καὶ περὶ νυκτὶ καὶ ἤματι ποιήσασθαι.

Σκέπτεο δὲ πρῶτον κεράων ἑκάτερθε σελήνην.
Ἄλλοτε γάρ τ' ἄλληι μιν ἐπιγράφει ἕσπερος αἴγληι,
ἄλλοτε δ' ἀλλοῖαι μορφαὶ κερόωσι σελήνην 780
εὐθὺς ἀεξομένην, αἱ μὲν τρίτηι, αἱ δὲ τετάρτηι·
τάων καὶ περὶ μηνὸς ἐφεσταότος κε πύθοιο.

Λεπτὴ μὲν καθαρή τε περὶ τρίτον ἦμαρ ἐοῦσα
εὔδιός κ' εἴη· λεπτὴ δὲ καὶ εὖ μάλ' ἐρευθὴς
πνευματίη· παχίων δὲ καὶ ἀμβλείηισι κεραίαις 785
τέτρατον ἐκ τριτάτοιο φόως ἀμενηνὸν ἔχουσα
ἠὲ νότῷ ἀμβλύνετ' ἤ ὕδατος ἐγγὺς ἐόντος.
Εἰ δέ κ' ἀπ' ἀμφοτέρων κεράων τρίτον ἦμαρ ἄγουσα
μήτ' ἐπινευστ"άζηι μήθ ὑπτιόωσα φαείνηι,
ἀλλ' ὀρθαὶ ἑκάτερθε περιγνάμπτωσι κεραῖαι, 790
ἑσπέριοί κ' ἄνεμοι κείνην μέτα νύκτα φέροιντο.
Εἰ δ' αὕτως ὀρθὴ καὶ τέτρατον ἦμαρ ἀγινεῖ,
ἦ τ' ἂν χειμῶνος συναγειρομένοιο διδάσκοι.
Εἰ δέ κέ οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύηι,
δειδέχθαι βορέω, ὅτε δ' ὑπτιάηισι, νότοιο. 795
Αὐτὰρ ἐπὴν τριτόωσαν ὅλος περὶ κύκλος ἑλίσσηι
πάντη ἐρευθόμενος, μάλα κεν τότε χείμερος εἴη·
μείζονι δ' ἂν χειμῶνι πυρώτερα φοινίσσοιτο.

Σκέπτεο δ' ἐς πληθύν τε καὶ ἀμφότερον διχόωσαν,
ἠμὲν ἀεξομένην ἠδ' ἐς κέρας αὖθις ἰοῦσαν. 800
Καί οἱ ἐπὶ χροιῆι τεκμαίρεο μηνὸς ἑκάστου·
πάντη γὰρ καθαρῆι κε μάλ' εὔδια τεκμήραιο,
πάντα δ' ἐρευθομένῆι δοκέειν ἀνέμοιο κελεύθους,
ἄλλοθι δ' ἄλλο μελαινομένηι δοκέειν ὑετοῖο.

Σήματα δ' οὐ μάλα πᾶσιν ἐπ' ἤμασι πάντα τέτυκται, 805
ἀλλ' ὅσα μὲν τριτάτηι τε τεταρταίηι τε πέλονται
μέσφα διχαιομένης, διχάδος γε μὲν ἄχρις ἐπ' αὐτὴν
σημαίνει διχόμηνον, ἀτὰρ πάλιν ἐκ διχομήνου
ἐς διχάδα φθιμένην, ἔχεται δέ οἱ αὐτίκα τετρὰς
μηνὸς ἀποιχομένου, τῆι δὲ τριτάτη ἐπιόντος. 810

Εἰ δέ κέ μιν περὶ πᾶσαν ἀλωαὶ κυκλώσωνται
ἢ τρεῖς ἠὲ δύω περικείμεναι ἠὲ μί' οἴη,
τῆι μὲν ἰῆι ἀνέμοιο γαληναίης τε δοκεύειν,
ῥηγνυμένηι ἀνέμοιο, μαραινομένηι δὲ γαλήνης,
ταὶ δύο δ' ἂν χειμῶνι περιτροχάοιντο σελήνην, 815
μείζονα δ' ἂν χειμῶνα φέροι τριέλικτος ἀλωή,
καὶ μᾶλλον μελανεῦσα, καὶ εἰ ῥηγνύατο μᾶλλον.

Καὶ τὰ μὲν οὖν ἐπὶ μηνὶ σεληναίης κε πύθοιο.

Ἠελίοιο δέ τοι μελέτω ἑκάτερθεν ἰόντος·
ἠελίωι καὶ μᾶλλον ἐοικότα σήματα κεῖται 820
ἀμφότερον δύνοντι καὶ ἐκ περάτης ἀνιόντι.

Μή οἱ ποικίλλοιτο, νέον βάλλοντος ἀρούρας,
κύκλος, ὅτ' εὐδίου κεχρημένος ἤματος εἴης,
μηδέ τι σῆμα φέροι, φαίνοιτο δὲ λιτὸς ἁπάντη.
Εἰ δ' αὕτως καθαρόν μιν ἔχοι βουλύσιος ὥρη, 825
δύνοι δ' ἀνέφελος μαλακὴν ὑποδείελος αἴγλην,
καί κεν ἐπερχομένης ἠοῦς ἔθ' ὑπεύδιος εἴη,
ἀλλ' οὐχ ὁππότε κοῖλος ἐειδόμενος περιτέλληι,
οὐδ' ὁπότ' ἀκτίνων αἱ μὲν νότον αἱ δὲ βορῆα
σχιζόμεναι βάλλωσι, τὰ δ' αὖ περὶ μέσσα φαείνηι, 830
ἀλλά που ἢ ὑετοῖο διέρχεται ἢ ἀνέμοιο.

Σκέπτεο δ', εἴ κέ τοι αὐγαὶ ὑπείκωσ' ἠελίοιο,
αὐτὸν ἐς ἠέλιον, τοῦ γὰρ σκοπιαὶ καὶ ἄρισται,
εἴ τί που ἤ οἱ ἔρευθος ἐπιτρέχει, οἷά τε πολλὰ
ἑλκομένων νεφέων ἐρυθαίνεται ἄλλοθεν ἄλλα, 835
ἢ εἴ που μελανεῖ· καί τοι τὰ μὲν ὕδατος ἔστω
σήματα μέλλοντος, τὰ δ' ἐρεύθεα πάντ' ἀνέμοιο.
Εἴ γε μὲν ἀμφοτέροις ἄμυδις κεχρωσμένος εἴη,
καί κεν ὕδωρ φορέοι καὶ ὑπηνέμιος τανύοιτο.

Εἰ δέ οἱ ἢ ἀνιόντος ἤ αὐτίκα δυομένοιο 840
ἀκτῖνες συνίωσι καὶ ἀμφ' ἑνὶ πεπλήθωσιν,
ἤ ποτε καὶ νεφέων πεπιεσμένος ἢ ὅ γ' ἐς ἠῶ
ἔρχηται παρὰ νυκτὸς ἢ ἐξ ἠοῦς ἐπὶ νύκτα,
ὕδατί κεν κατιόντι παρατρέχοι ἤματα κεῖνα.

Μηδ' ὅτε οἱ ὀλίγη νεφέλη πάρος ἀντέλληισι, 845
τὴν δὲ μέτ' ἀκτίνων κεχρημένος αὐτὸς ἀερθῆι,
ἀμνηστεῖν ὑετοῖο. Πολὺς δ' ὅτε οἱ περὶ κύκλος
οἷον τηκομένωι ἐναλίγκιος εὐρύνηται
πρῶτον ἀνερχομένοιο καὶ ἂψ ἐπὶ μεῖον ἴηισιν,
εὔδιός κε φέροιτο, καὶ εἴ ποτε χείματος ὥρηι 850
ὠχρήσηι κατιών. Ἀτὰρ ὕδατος ἡμερίοιο
γινομένου, κατόπισθε περὶ νέφεα σκοπέεσθαι·
καὶ δὴ δυομένου τετραμμένος ἠελίοιο,
ἢν μὲν ὑποσκιάηισι μελαινομένηι εἰκυῖα
ἠέλιον νεφέλη, ταὶ δ' ἀμφί μιν ἔνθα καὶ ἔνθα 855
ἀκτῖνες μεσσηγὺς ἑλισσόμεναι διχόωνται,
ἦ τ' ἂν ἔτ' εἰς ἠῶ σκέπαος κεχρημένος εἴης.

Εἰ δ' ὁ μὲν ἀνέφελος βάπτηι ῥόου ἑσπερίοιο,
ταὶ δὲ κατερχομένου νεφέλαι καὶ ἔτ' οἰχομένοιο
πλησίαι ἑστήκωσιν ἐρευθέες, οὔ σε μάλα χρὴ 860
αὔριον οὐδ' ἐπὶ νυκτὶ περιτρομέειν ὑετοῖο,
ἀλλ' ὁπότ' ἠελίοιο μαραινομένηισιν ὁμοῖαι
ἐξαπίνης ἀκτῖνες ἀπ' οὐρανόθεν τανύωνται,
οἷον ἀμαλδύνονται ὅτε σκιάηισι κατ' ἰθὺ
ἱσταμένη γαίης τε καὶ ἠελίοιο σελήνη. 865

Οὐδ' ὅτε οἱ ἐπέχοντι φανήμεναι ἠῶθι πρὸ
φαίνωνται νεφέλαι ὑπερευθέες ἄλλοθεν ἄλλαι,
ἄρραντοι γίνονται ἐπ' ἤματι κείνωι ἄρουραι.
Μηδ' αὕτως, ἔτ' ἐόντι πέρην ὁπότε προταθεῖσαι
ἀκτῖνες φαίνωνται ἐπίσκιοι ἠῶθι πρό, 870
ὕδατος ἢ ἀνέμοιο κατοισομένου λελαθέσθαι.
Ἀλλ' εἰ μὲν κεῖναι μᾶλλον κνέφαος φορέοιντο
ἀκτῖνες, μᾶλλόν κεν ἐφ' ὕδατι σημαίνοιεν·
εἰ δ' ὀλίγος τανύοιτο περὶ δνόφος ἀκτίνεσσιν,
οἷόν που μαλακαὶ νεφέλαι φορέουσι μάλιστα, 875
ἦ τ' ἂν ἐπερχομένοιο περιδνοφέοιντ' ἀνέμοιο.
ουδε μὲν ηελιου σχεδοθεν μελανευσαι αλωαι

Οὐδὲ μὲν ἠελίου σχεδόθεν μελανεῦσαι ἀλωαὶ
εὔδιοι· ἀσσότεραι δὲ καὶ ἀστεμφὲς μελανεῦσαι
μᾶλλον χειμέριαι, δύο δ' ἂν χαλεπώτεραι εἶεν.

Σκέπτεο δ' ἢ ἀνιόντος ἢ αὐτίκα δυομένοιο 880
εἴ πού οἱ νεφέων τὰ παρήλια κικλήσκονται
ἢ νότου ἠὲ βορῆος ἐρεύθεται ἢ ἑκάτρθεν,
μηδ' αὕτως σκοπιὴν ταύτην ἀμενηνὰ φυλάσσειν.
Οὐ γάρ, ὅτ' ἀμφοτέρωθεν ὁμοῦ περὶ μέσσον ἔχωσιν
ἠέλιον κεῖναι νεφέλαι σχεδὸν ὠκεανοῖο, 885
γίνεται ἀμβολίη Διόθεν χειμῶνος ἰόντος.
Εἴ γε μὲν ἐκ βορέαο μί' οἴη φοινίσσοιτο,
ἐκ βορέω πνοιάς κε φέροι, νοτίη δὲ νότοιο·
ἢ καί που ῥαθάμιγγες ἐπιτροχόωσ' ὑετοῖο.

Ἑσπερίοις καὶ μᾶλλον ἐπίτρεπε σήμασι τούτοις· 890
ἑσπερόθεν γὰρ ὁμῶς σημαίνεται ἐμμενὲς αἰεί.

Σκέπτεο καὶ Φάτνην. Ἡ μέν τ' ὀλίγηι εἰκυῖα
ἀχλύι βορραίη ὑπὸ Καρκίνωι ἡγηλάζει,
ἀμφὶ δέ μιν δύο λεπτὰ φαεινόμενοι φορέονται
ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι οὔτε μάλ' ἐγγύς, 895
ἀλλ' ὅσσον τε μάλιστα πυγούσιον ὠίσασθαι,
εἷς μὲν πὰρ βορέαο, νότωι δ' ἐπικέκλιται ἄλλος.
Καὶ τοὶ μὲν καλέονται Ὄνοι, μέσση δέ τε Φάτνη,
Ἥ τε κεἰ ἐξαπίνης πάντη Διὸς εὐδιόωντος
γίνετ' ἄφαντος ὅλη, τοὶ δ' ἀμφοτέρωθεν ἰόντες 900
ἀστέρες ἀλλήλων ἀυτοσχεδὸν ἰνδάλλονται,
οὐκ ὀλίγωι χειμῶνι τότε κλύζονται ἄρουραι.
Εἰ δὲ μελαίνηται, τοὶ δ' αὐτίκ' ἐοικότες ὦσιν
ἀστέρες ἀμφότεροι, ἐπί χ' ὕδατι σημαίνοιεν.
Εἰ δ' ὁ μὲν ἐκ βορέω Φάτνης ἀμενηνὰ φαείνοι 905
λεπτὸν ἐπαχλύων, νότιος δ' Ὄνος ἀγλαὸς εἴη,
δειδέχθαι ἀνέμοιο νότου, βορέω δὲ μάλα χρὴ
ἔμπαλιν ἀχλυόεντι φαεινομένωι τε δοκεύειν.

Σῆμα δέ τοι ἀνέμοιο καὶ οἰδαίνουσα θάλασσα
γινέσθω καὶ μακρὸν ἔπ' αἰγιαλοὶ βοόωντες, 910
ἀκταί τ' εἰνάλιαι ὁπότ' εὔδιοι ἠχήεσσαι
γίνονται, κορυφαί τε βοώμεναι οὔρεος ἄκραι.

Καὶ δ' ἂν ἐπὶ ξηρὴν ὅτ' ἐρωδιὸς οὐ κατὰ κόσμον
ἐξ ἁλὸς ἔρχηται φωνῆι περιπολλὰ λεληκώς,
κινυμένου κε θάλασσαν ὕπερ φορέοιτ' ἀνέμοιο. 915

Καί ποτε καὶ κέπφοι, ὁπότ' εὔδιοι ποτέωνται,
ἀντία μελλόντων ἀνέμων εἰληδὰ φέρονται.

Πολλάκι δ' ἀγριάδες νῆσσαι ἢ εἰναλιδῖναι
αἴθυιαι χερσαῖα τινάσσονται πτερύγεσσιν,
ἢ νεφέλη ὄρεος μηκύνεται ἐν κορυφῆισιν. 920

Ἤδη καὶ πάπποι, λευκῆς γήρειον ἀκάνθης,
σῆμ' ἐγένοντ' ἀνέμου, κωφῆς ἁλὸς ὁππότε πολλο'ὶ
ἄκρον ἐπιπλώωσι, τὰ μὲν πάρος, ἄλλα δ' ὀπίσσω.

Καὶ θέρεος βρονταί τε καὶ ἀστραπαὶ ἔνθεν ἴωσιν,
ἔνθεν ἐπερχομένοιο περισκοπέειν ἀνέμοιο. 925

Καὶ διὰ νύκτα μέλαιναν ὅτ' ἀστέρες ἀίσσωσι
ταρφέα, τοὶ δ' ὄπιθεν ῥυμοὶ ὑπολευκαίνωνται,
δειδέχθαι κείνοις αὐτὴν ὁδὸν ἐρχομένοιο
πνεύματος· ἢν δὲ καὶ ἄλλοι ἐναντίοι ἀίσσωσιν,
ἄλλοι δ' ἐξ ἄλλων μερέων, τότε δὴ πεφύλαξο 930
παντοίων ἀνέμων, οἵ τ' ἄκριτοί εἰσι μάλιστα,
ἄκριτα δὲ πνείουσιν ἐπ' ἀνδράσι τεκμήρασθαι.

Αὐτὰρ ὅτ' ἐξ εὔροιο καὶ ἐκ νότου ἀστράπτηισιν,
ἄλλοτε δ' ἐκ ζεφύροιο καὶ ἄλλοτε πὰρ βορέαο,
δὴ τότε τις πελάγει ἔνι δείδιε ναυτίλος ἀνὴρ 935
μή μιν τῆι μὲν ἔχηι πέλαγος, τῆι δ' ἐκ Διὸς ὕδωρ.
Ὕδατι γὰρ τοσσαίδε περὶ στεροπαὶ φορέονται.

Πολλάκι δ' ἐρχομένων ὑετῶν νέφεα προπάροιθεν
οἷα μάλιστα πόκοισιν ἐοικότα ἰνδάλλονται,
ἢ διδύμη ἔζωσε διὰ μέγαν οὐρανὸν ἶρις, 940
ἢ καί πού τις ἅλωα μελαινομένην ἔχει ἀστ`ήρ.

Πολλάκι λιμναῖαι ἢ εἰνάλιαι ὄρνιθες
ἄπληστον κλύζονται ἐνιέμεναι ὑδάτεσσιν,
ἢ λίμνην πέρι δηθὰ χελιδόνες ἀίσσονται
γαστέρι τύπτουσαι αὔτως εἰλυμένον ὕδωρ, 945
ἢ μᾶλλον δειλαὶ γενεαί, ὕδροισιν ὄνειαρ,
αὐτόθεν ἐξ ὕδατος πατέρες βοόωσι γυρίνων,
ἢ τρύζει ὀρθρινὸν ἐρημαίη ὀλολυγών,
ἤ που καὶ λακέρυζα παρ' ἠϊόνι προυχούσηι
χείματος ἐρχομένου χέρσωι ὑπέτυψε κορώνη, 950
ἤ που καὶ ποταμοῖο ἐβάψατο μέχρι παρ' ἄκρους
ὤμους ἐκ κεφαλῆς, ἢ καὶ μάλα πᾶσα χολυμβᾶι,
ἢ πολλὴ στρέφεται παρ' ὕδωρ παχέα κρώζουσα.

Καὶ βόες ἤδη τοι πάρος ὕδατος ἐνδίοιο
οὐρανὸν εἰσανιδόντες ἀπ' αἰθέρος ὀσφρήσαντο, 955
καὶ κοίλης μύρμηκες ὀχῆς ἐξ ὤεα πάντα
θᾶσσον ἀνηνέγκαντο, καὶ ἀθρόοι ὦφθεν ἴουλοι
τείχε' ἀνέρποντες, καὶ πλαζόμενοι σκώληκες
κεῖνοι τοὺς καλέουσι μελαίνης ἔντερα γαίης.
καὶ τιθαὶ ὄρνιθες, ταὶ ἀλέκτορος ἐξεγένοντο, 960
εὖ ἐφθειρίσσαντο καὶ ἔκρωξαν μάλα φωνῆι,
οἷόν τε σταλάον ψοφέει ἐπὶ ὕδατι ὕδωρ.

Δή ποτε καὶ γενεαὶ κοράκων καὶ φῦλα κολοιῶν
ὕδατος ἐρχομένοιο Διὸς πάρα σῆμ' ἐγένοντο
φαινόμενοι ἀγεληδὰ καὶ ἰρήκεσσιν ὁμοῖα 965
φθεγξάμενοι· καί που κόρακες δίους σταλαγμοὺς
φωνῆι ἐμιμήσαντο σὺν ὕδατος ἐρχομένοιο,
ἤ ποτε καὶ κρώξαντε βαρείηι δισσάκι φωνῆι
μακρὸν ἐπιρροιζεῦσι τιναξάμενοι πτερὰ πυκνά,
καὶ νῆσσαι οἰκουροὶ ὑπωρόφιοί τε κολοιοὶ 970
ἐρχόμενοι κατὰ γεῖσα τινάσσονται πτερύγεσσιν,
ἢ ἐπὶ κῦμα διώκει ἐρωδιὸς ὀξὺ λεληκώς.

Τῶν τοι μηδὲν ἀπόβλητον πεφυλαγμένωι ὕδωρ
γινέσθω, μηδ' εἴ κεν ἐπιπλέον ἠὲ πάροιθεν
δάκνωσιν μυῖαι καὶ ἐφ' αἵματος ἱμείρωνται, 975
ἢ λύχνοιο μύκητες ἀγείρωνται περὶ μύξαν
νύκτα κατὰ νοτίην, μηδ' ἢν ὑπὸ χείματος ὥρην
λύχνων ἄλλοτε μέν τε φάος κατὰ κόσμον ὀρώρηι,
ἄλλοτε δ' ἀίσσωσιν ἄπο φλόγες ἠύτε κοῦφαι
πομφόλυγες, μηδ' εἴ κεν ἐπ' αὐτόφι μαρμαίρωσιν 980
ἀκτῖνες, μηδ' ἢν θέρεος μέγα πεπταμένοιο
νησαῖοι ὄρνιθες ἐπασσύτεροι φορέωνται.

Μηδὲ σύ γ' ἢ χύτρης ἠὲ τρίποδος πυριβήτεω
σπινθῆρες ὅτ' ἔωσι πέρι πλέονες, λελαθέσθαι,
μηδὲ κατὰ σποδιὴν ὁπότ' ἄνθρακος αἰθομένοιο 985
λάμπηται πέρι σήματ' ἐοικότα κεγχρείοισιν.
Ἀλλ' ἐπὶ καὶ τὰ δόκευε περισκοπέων ὑετοῖο.

Εἴ γε μὲν ἠερόεσσα παρὲξ ὄρεος μεγάλοιο
πυθμένα τείνηται νεφέλη, ἄκραι δὲ κολῶναι
φαίνωνται καθαραί, μάλα κεν τόθ' ὑπεύδιος εἴης. 990
Εὔδιος κ' εἴης καὶ ὅτε πλατέος παρὰ πόντου
φαίνηται χθαμαλὴ νεφέλη, μηδ' ὑψόθι κύρηι,
ἀλλ' αὐτοῦ πλαταμῶνι παραθλίβηται ὁμοίη.
Σκέπτεο δ' εὔδιος μὲν ἐὼν ἐπὶ χείματι μᾶλλον,
ἐς δὲ γαληναίην χειμωνόθεν. Εὖ δὲ μάλα χρὴ 995
ἐς Φάτνην ὁράαν, τὴν Καρκίνος ἀμφιελίσσει,
πρῶτα καθαιρομένην πάσης ὑπένερθεν ὀμίχλης·
κείνη γὰρ φθίνοντι καθαίρεται ἐν χειμῶνι.

Καὶ φλόγες ἡσύχιαι λύχνων καὶ νυκτερίη γλαὺξ
ἥσυχον ἀείδουσα μαραινομένου χειμῶνος 1000
γινέσθω τοι σῆμα, καὶ ἥσυχα ποικίλλουσα
ὥρηι ἐν ἑσπερίηι κρώζηι πολύφωνα κορώνη,
καὶ κόρακες μοῦνοι μὲν ἐρημαῖον βοόωντες
δισσάκις, αὐτὰρ ἔπειτα μέγ' ἀθρόα κεκλήγοντες,
πλειότεροι δ' ἀγεληδόν, ἐπὴν κοίτοιο μέδωνται, 1005
φωνῆς ἔμπλειοι· χαίρειν κέ τις ὠίσαιτο,
οἷα τὰ μὲν βοόωσι λιγαινομένοισιν ὁμοῖα,
πολλὰ δὲ δενδρείοιο περὶ φλόον, ἄλλοτ' ἐπ' αὐτοῦ
ἧχί τε κείουσιν καὶ ὑπότροποι ἀπτερύονται.

Καὶ δ' ἄν που γέρανοι μαλακῆς προπάροιθε γαλήνης 1010
ἀσφαλέως τανύσαιεν ἕνα δρόμον ἤλιθα πᾶσαι,
οὐδὲ παλιρρόθιοί κεν ὑπεύδιοι φορέοιντο.

Ἦμος δ' ἀστερόθεν καθαρὸν φάος ἀμβλύνηται,
οὐδέ ποθεν νεφέλαι πεπιεσμέναι ἀντιόωσιν,
οὐδέ ποθεν ζόφος ἄλλος ὑποτρέχηι οὐδὲ σελήνη, 1015
ἀλλὰ τά γ' ἐξαπίνης αὕτως ἀμενηνὰ φέρωνται,
μηκέτι τοι τόδε σῆμα γαληναίης ἐπικείσθω,
ἀλλ' ἐπὶ χεῖμα δόκευε· καὶ ὁππότε ταὶ μὲν ἔωσιν
αὐτῆι ἐνὶ χώρηι νεφέλαι, ταὶ δ' ἄλλαι ἐπ' αὐταῖς,
ταὶ μὲν ἀμειβόμεναι, ταὶ δ' ἐξόπιθεν, φορέωνται. 1020

Καὶ χῆνες κλαγγηδὸν ἐπειγόμεναι βρώμοιο
χειμῶνος μέγα σῆμα, καὶ ἐννεάγηρα κορώνη
νύκτερον ἀείδουσα, καὶ ὀψὲ βοῶντε κολοιοί,
καὶ σπίνος ἠῷα σπίζων, καὶ ὄρνεα πάντα
ἐκ πελάγους φεύγοντα, καὶ ὀρχίλος ἢ καὶ ἐριθεὺς 1025
δύνων ἐς κοίλας ὀχεάς, καὶ φῦλα χολοιῶν
ἐκ νομοῦ ἐρχόμενα τραφεροῦ ἐπὶ ὄψιον αὖλιν.

Οὐδ' ἂν ἔτι ξουθαὶ μεγάλου χειμῶνος ἰόντος
πρόσσω ποιήσαιντο νομὸν κηροῖο μέλισσαι,
ἀλλ' αὐτοῦ μέλιτός τε καὶ ἔργων εἱλίσσονται. 1030
Οὐδ' ὑψοῦ γεράνων μακραὶ στίχες αὐτὰ κέλευθα
τείνονται, στροφάδες δὲ παλιμπετὲς ἀπονέονται.

Μηδ, ὅτε νηνεμίηι κεν ἀράχνια λεπτὰ φέρηται,
καὶ φλόγες αἰθύσσωσι μελαινόμεναι λύχνοιο,
ἢ πῦρ αὔηται σπουδῆι καὶ ὑπεύδια λύχνα, 1035
πιστεύειν χειμῶνι. Τί τοι λέγω ὅσσα πέλονται
σήματ' ἐπ' ἀνθρώπους; Δὴ γὰρ καὶ ἀεικέι τέφρηι
αὐτοῦ πηγνυμένηι νιφετοῦ ἐπιτεκμήραιο,
καὶ λυχνωι χιόνος, κέγχροις ὅτ' ἐοικότα πάντη
κύκλωι σήματ' ἔχει πυριλαμπέος ἐγγύθι μύξης· 1040
ἄνθρακι δὲ ζώοντι χαλάζης, ὁππότε λαμπρὸς
αὐτὸς ἐείδηται, μέσσωι δέ οἱ ἠύτε λεπτὴ
φαίνηται νεφέλη πυρὸς ἔνδοθεν αἰθομένοιο.

Πρῖνοι δ' αὖ καρποῖο καταχθέες, οὐδὲ μέλαιναι
σχῖνοι ἀπείρητοι, πάντη δέ τε πολλὸς ἀλωεὺς 1045
αἰεὶ παπταίνει, μή οἱ θέρος ἐκ χερὸς ἔρρηι.
Πρῖνοι μὲν θαμινῆς ἀκύλου κατὰ μέτρον ἔχουσαι
χειμῶνός κε λέγοιεν ἐπὶ πλέον ἰσχύσοντος.
Μὴ μὲν ἄδην ἔκπαγλα περιβρίθοιεν ἁπάντη,
τηλοτέρω δ' αὐχμοῖο συνασταχύοιεν ἄρουραι. 1050
Τριπλόα δὲ σχῖνος κυέει, τρισσαὶ δέ οἱ αὖξαι
γίνονται καρποῖο, φέρει δέ τε σήμαθ' ἑκάστη
ἑξείης ἀρότωι. Καὶ γάρ τ' ἀροτήσιον ὥρην
τριπλόα μείρονται, μέσσην καὶ ἐπ' ἀμφότερ' ἄκρας·
πρῶτος μὲν πρώτην ἄροσιν, μέσσος δέ τε μέσσην 1055
καρπὸς ἀπαγγέλλει, πυμάτην γε μὲν ἔσχατος ἄλλων.
ὅντινα γὰρ κάλλιστα λοχαίη σχῖνος ἄρηται,
κείνωι κ' ἐξ ἄλλων ἄροσις πολυλήιος εἴη,
τῷ δέ γ' ἀφαυροτάτωι ὀλίγη, μέσσωι δέ τε μέσση.

Αὕτως δ' ἀνθέρικος τριχθὰ σκίλλης ὑπερανθεῖ, 1060
σήματ' ἐπιφράσσασθαι ὁμοιίου ἀμήτοιο.
ὅσσα δ' ἐπὶ σχίνου ἀροτὴρ ἐφράσσατο καρπῷ,
τοσσάδε καὶ σκίλλης τεκμαίρεται ἄνθεϊ λευκῷ.

Αὐτὰρ ὅτε σφῆκες μετοπωρινὸν ἤλιθα πολλοὶ
πάντη βεβρίθωσι, καὶ ἑσπερίων προπάροιθεν 1065
Πληιάδων εἴποι τις ἐπερχόμενον χειμῶνα,
οἷος ἐπὶ σφήκεσσιν ἑλίσσεται αὐτίκα δῖνος.

Θήλειαι δὲ σύες, θήλεια δὲ μῆλα καὶ αἶγες
ὁππότ' ἀναστρωφῶσιν ὀχῆς, τὰ δέ γ' ἄρσενα πάντα
δεξάμεναι πάλιν αὖτις ἀναβλήδην ὀχέωνται, 1070
αὔτως κε σφήκεσσι μέγαν χειμῶνα λέγοιεν.

Ὀψὲ δὲ μισγομένων αἰγῶν μήλων τε συῶν τε
χαίρει ἄνολβος ἀνήρ, ὅ οἱ οὐ μάλα θαλπιόωντι
εὔδιον φαίνουσι βιβαζόμεναι ἐνιαυτόν.

Χαίρει καὶ γεράνων ἀγέλαις ὡραῖος ἀροτρεὺς 1075
ὥριον ἐρχομέναις, ὁ δ' ἀώριος αὐτίκα μᾶλλον·
αὔτως γὰρ χειμῶνες ἐπέρχονται γεράνοισι,
πρώια μὲν καὶ μᾶλλον ὁμιλαδὸν ἐρχομένηισιν
πρώιοι· αὐτὰρ ὅτ' ὀψὲ καὶ οὐκ ἀγεληδὰ φανεῖσαι
πλειότερον φορέονται ἐπὶ χρόνον, οὐδ' ἅμα πολλαί, 1080
ἀμβολίηι χειμῶνος ὀφέλλεται ὕστερα ἔργα.

Εἰ δὲ βόες καὶ μῆλα μετὰ βρίθουσαν ὀπώρην
γαῖαν ὀρύσσωσιν, κεφαλὰς δ' ἀνέμοιο βορῆος
ἀντία τείνωσιν, μάλα κεν τότε χείμερον αὐταὶ
Πληιάδες χειμῶνα κατερχόμεναι φορέοιεν. 1085

Μὴ δὲ λίην ὀρύχοιεν, ἐπεὶ μέγας οὐ κατὰ κόσμον
γίνεται οὔτε φυτοῖς χειμὼν φίλος οὔτ' ἀρότοισιν.
Ἀλλὰ χιὼν εἴη πολλὴ μεγάλαις ἐπ' ἀρούραις
μήπω κεκριμένηι μηδὲ βλωθρῆι ἐπὶ ποίηι,
ὄφρα τις εὐεστοῖ χαίρηι ποτιδέγμενος ἀνήρ. 1090
Οἱ δ' εἶεν καθύπερθεν ἐοικότες ἀστέρες αἰεί,
μηδ' εἷς μηδὲ δύω μηδὲ πλέονες κομόωντες·
πολλοὶ γὰρ κομόωσιν ἐπ' αὐχμηρῷ ἐνιαυτῷ.

Οὐδὲ μὲν ὀρνίθων ἀγέλαις ἠπειρόθεν ἀνήρ,
ἐκ νήσων ὅτε πολλαὶ ἐπιπλήσσωσιν ἀρούραις 1095
ἐρχομένου θέρεος, χαίρει, περιδείδιε δ' αἰνῶς
ἀμητῷ, μή οἱ κενεὸς καὶ ἀχύρμιος ἔλθηι
αὐχμῷ ἀνιηθείς. Χαίρει δέ που αἰπόλος ἀνὴρ
αὐταῖς ὀρνίθεσσιν, ἐπὴν κατὰ μέτρον ἴωσιν,
ἐλπόμενος μετέπειτα πολυγλαγέος ἐνιαυτοῦ. 1100
Οὕτω γὰρ μογεροὶ καὶ ἀλήμονες ἄλλοθεν ἄλλοι
ζώομὲν ἄνθρωποι, τὰ δὲ πὰρ ποσὶ πάντες ἑτοῖμοι
σήματ' ἐπιγνῶναι καὶ ἐς αὐτίκα ποιήσασθαι.

Ἀρνάσι μὲν χειμῶνας ἐτεκμήραντο νομῆες,
ἐς νομὸν ὁππότε μᾶλλον ἐπειγόμενοι τροχόωσιν, 1105
ἄλλοι δ' ἐξ ἀγέλης κριοί, ἄλλοι δὲ καὶ ἀμνοὶ
εἰνόδιοι παίζωσιν ἐρειδόμενοι κεράεσσιν·
ἢ ὁπότ' ἄλλοθεν ἄλλοι ἀναπλίσσωσι πόδεσσι
τέτρασιν οἱ κοῦφοι, κεραοί γε μὲν ἀμφοτέροισιν·
ἢ καὶ ὅτ' ἐξ ἀγέλης ἀεκούσια κινήσωσιν 1110
δείελον εἰσελάοντες ὅμως, τὰ δὲ πάντοθι ποίης
δάκνωσιν πυκινῆισι κελευόμενα λιθάκεσσιν.

Ἐκ δὲ βοῶν ἐπύθοντ' ἀρόται καὶ βουκόλοι ἄνδρες
κινυμένου χειμῶνος, ἐπεὶ βόες ὁππότε χηλὰς
γλῶσσηι ὑπωμαίοιο ποδὸς περιλιχμήσωνται 1115
ἢ κοίτωι πλευρὰς ἐπὶ δεξιτερὰς τανύσωνται,
ἀμβολίην ἀρότοιο γέρων ἐπιέλπετ' ἀροτρεύς.
Οὐδ' ὅτε μυκηθμοῖο περίπλειοι ἀγέρωνται
ἐρχόμεναι σταθμόνδε βόες βουλύσιον ὥρην
σκυθραὶ λειμῶνος πόριες καὶ βουβοσίοιο, 1120
αὐτίκα τεκμαίρονται ἀχείμεροι ἐμπλήσεσθαι.

Οὐδ' αἶγες πρίνοιο περὶ σπεύδουσαι ἀκάνθαις
εὔδιοι, οὐδὲ σύες φορυτῷ ἐπὶ μαργαίνουσαι.

Καὶ λύκος ὁππότε μακρὰ μονόλυκος ὠρύηται,
ἢ ὅτ' ἀροτρήων ὀλίγον πεφυλαγμένος ἀνδρῶν 1125
ἔργα κατέρχηται, σκέπαος χατέοντι ἐοικώς,
ἐγγύθεν ἀνθρώπων, ἵνα οἱ λέχος αὐτόθεν εἴη,
τρὶς περιτελλομένης ἠοῦς χειμῶνα δοκεύειν.

Οὕτω καὶ προτέροις ἐπὶ σήμασι τεκμήραιο
ἐσσομένων ἀνέμων ἢ χείματος ἢ ὑετοῖο 1130
αὐτὴν ἤ μετὰ τὴν ἢ καὶ τριτάτην ἔτ' ἐς ἠῶ.

Ἀλλὰ γὰρ οὐδὲ μύες, τετριγότες εἴ ποτε μᾶλλον
εὔδιοι ἐσκίρτησαν ἐοικότα ὀρχηθμοῖσιν,
ἄσκεπτοι ἐγένοντο παλαιοτέροις ἀνθρώποις,
οὐδὲ κύνες· καὶ γάρ τε κύων ὠρύξατο ποσσὶν 1135
ἀμφοτέροις χειμῶνος ἐπερχομένοιο δοκεύων,
καὶ κεῖνοι χειμῶνα μύες τότε μαντεύονται.
Καὶ μὴν ἐξ ὕδατος καὶ καρκίνος ὤιχετο χέρσον
χειμῶνος μέλλοντος, ἐπαίσσεσθαι ὁδοῖο.
καὶ μύες ἡμέριοι ποσσὶ στιβάδα στρωφῶντες 1140
κοίτης ἱμείρονται ὅτ' ὄμβρου σήματα φαίνοι.

Τῶν μηδὲν κατόνοσσο. Καλὸν δ' ἐπὶ σήματι σῆμα
σκέπτεσθαι· μᾶλλον δὲ δύειν εἰς ταὐτὸν ἰόντων
ἐλπωρὴ τελέθοι, τριτάτωι δέ κε θαρσήσειας.
Αἰεὶ δ' ἂν παριόντος ἀριθμοίης ἐνιαυτοῦ 1145
σήματα συμβάλλων εἴ που καὶ ἐπ' ἀστέρι τοίη
ἠὼς ἀντέλλοντι φαείνεται ἢ κατιόντι,
ὁπποίην καὶ σῆμα λέγοι. Μάλα δ' ἄρκιον εἴη
φράζεσθαι φθίνοντος ἐφισταμένοιό τε μηνὸς
τετράδας ἀμφοτέρας· αἱ γάρ τ' ἄμυδις συνιόντων 1150
μηνῶν πείρατ' ἔχουσιν, ὅτε σφαλερώτερος αἰθὴρ
ὀκτὼ νυξὶ πέλει χήτει χαροποῖο σελήνης.

Τῶν ἄμυδις πάντων ἐσκεμμένος εἰς ἐνιαυτὸν
οὐδέποτε σχεδίως κεν ἐπ' αἰθέρι τεκμήραιο.