Συναξάριον του τιμημένου γαδάρου
Συναξάριον τοῦ τιμημένου γαδάρου |
Επιμέλεια Wilhelm Wagner, Carmina graeca medii aevi, Teubner, Λειψία 1874, σ. 112—123 |
Ὁ γάδαρος ὁ ταπεινὸς καὶ περιφρονημένος
καὶ πάντα κακοῤῥίζικος ἔτυχεν εἰς αὐθέντη
πτωχὸν καὶ κακομάζαλον, κακὰ δυστυχισμένον·
ποτέ του δὲν ἐχόρτασεν, ποτέ του οὐκ ἀναπαύτη.
ἀλλ’ ὅμως τάχα καὶ ποτὲ λαμπρὰ ἡμέρα ἦτον, 5
ἀπέστρωσαν, ἀπόλυσαν τὸν γάδαρον ἐκεῖνον,
τάχα νὰ παρακοιμηθῇ, κἀμπόσον ν’ ἀνασάνῃ
ἀπὸ τὸν κόπον τὸν πολὺν καὶ τὴν ταλαιπωρίαν,
κ’ ἐκεῖ παραβοσκίζετον κοντὰ πρὸς τὸ ῥυάκιν.
ὁ λύκος μὲ τὴν ἀλουποῦ ἤρχονταν κυνηγῶντας, 10
εὑρίσκουσιν τὸν γάδαρον καὶ καλοχαιρετοῦν τον·
„καλῶς σ’ ηὕραμεν, γάδαρε αὐθέντη. καλῶς κάμνεις;
καλῶς ποιεῖς καὶ χαίρεσαι; καλῶς τὸ ἀμπουκόνεις;
ἐμεῖς ἀκόμη νηστικοὶ εἴμεσθεν ἕως τώρα·
τί νὰ ποιήσωμεν κ’ ἡμεῖς ὡς διὰ νὰ προγευτοῦμεν;“ 15
ὁ δὲ ἰδὼν ὁ γάδαρος αὐτοὺς, τριγύρω στέκουν,
καὶ τί λαλοῦσι πρὸς αὐτὸν καὶ πῶς τὸν παραβλέπουν,
ἐνόησεν ὡς φρόνιμος τὰ μέλλοντα γενέσθαι,
καὶ τὸ φαγὶν ἐστάθηκεν, κακὰ ἀναστενάζει,
ἀπηλογεῖται πρὸς αὐτούς μετὰ πολλῶν τῶν ἄλλων. 20
καὶ τοῦτο τὸ ἐφεύρεμαν μετὰ πολλῶν τοὺς εἶπεν·
„ἐγὼ ταλαίπωρον πτωχὸν ζῶον εἶμαι τοῦ κόσμου,
εἰς τὸ κορμί μου δὲν ἔχω κρέας ἀλλ’ οὐδὲ αἷμα,
κλονίζομαι νὰ περπατῶ, τρέμω νὰ θέλω πέσει,
καὶ ὁ αὐθέντης ὁ πικρὸς ὁποῦ ἐμέναν εἶχεν 25
κανεὶς οὐδὲν τὸν ἔσφαλεν νὰ μὴν τὸν θανατώσῃ.
κʼ ἐγὼ θωρῶ τὸ κάλλος σας, τὴν ὡραιότητάν σας,
τὴν παίδευσιν καὶ φρόνεσιν τὴν ἔχετε ʼς τὸν κόσμον,
καὶ θέλω νʼ ἐγλυτώσετε, νἄχετε τὴν ζωήν σας·
καὶ φύγετε πολλὰ γοργά, ὅτι αὐτὸς βιγλίζει· 30
ἔχει καὶ σκύλους δυνατοὺς, τριάκοντα καὶ πλέον,
ζαγάρια, βαρύσκυλους, ζαγαρογυρευτάδες,
λαγωνικοὺς χοντρόσκυλους ἀπὸ τὴν Λουμπαρδέαν·
πάντες διασκορπίζονται ἐν μέσῳ τοῦ δρυμῶνος
ὡς ζάγανοι καὶ σταυραητοὶ, ξιφθερογυρευτάδες, 35
ὅταν θελήσῃ νὰ ἐβγῇ, νά πᾷ νὰ κυνηγήσῃ,
καὶ τὰ βουνὰ συντρίβονται, τὰ ὄρη συντρομάζουν·
ἀρκούδαις, ἀγριόχοιροι, λέοντες καὶ παρδάλοι
καὶ τἆλλα πάντα καθʼ ἑξῆς μικρά τε καὶ μεγάλα,
μεγάλην θνῆσιν πολεμεῖ εἰς ἅπαντα τὰ ζώα. 40
λοιπὸν εἰ θέλετε τοῦ ζῆν, φύγετε, μὴν σταθῆτε.“
ταῦτά ʼλεγεν ὁ γάδαρος ὅπως τοὺς δελεάσῃ
καὶ φύγουσιν καὶ λυτρωθῇ αὐτὸς ἀπὸ κινδύνου·
ἡ δὲ ἀλώπηξ πονηρὰ οὖσα καὶ μηχανοῦργος
οὐκ ἔλαθον αὐτήν (ψευδεῖς) καὶ τοῦ γαδάρου λόγοι, 45
(ώς) ψευδοτέχνοις ῥήμασι τούτους καταφοβεῖται,
βουλόμενος τούτους φυγεῖν καὶ ἐλευθερωθῆναι.
ἡ δʼ ἀλουποῦ εὐθὺς (σοφῶς) τόν γάδαρον ἐλάλει·
„μηδὲν ξυλοσοφῇς πολλὰ ὅτι χωριάτης εἶσαι,
βάναυσος καὶ ἀπαίδευτος, χοντρὸς καὶ ψευδολόγος, 50
ὄντως πρέπει σε, γάδαρε, γάδαρον νὰ σὲ λέγουν.
φρόνιμος ἦτον ἄνθρωπος καὶ πρὸς τὴν θεωρίαν
τὴν ἔχεις εἰς τὰ ἄλλα σου ἐπάνω εἰς τὸ κορμί σου·
ὅλα ʼναι παρασουλικὰ μετὰ τῆς θεωρίας.
μὰ τὴν ἀλήθειαν οὐδαμῶς θέλω τὸ ὄνομά σου· 55
ἀκούω ὅτι βάρβαρος, πολλὰ χοντρὸς ὑπάρχεις
ἐγᾦμαι ἀστρονόμισσα, ἐγᾦμαι καὶ μαντεύτρια,
ἐγὼ τὸν νομοκάνονον ἐξεύρω τον ἐκ στήθου·
ἐγᾦμαι διδασκάλισσα τῆς γνώσεως ἁπάσης.
καὶ σὺ γελᾷς μας φανερὰ μέσα ʼς τὸ πρόσωπόν μας. 60
μὰ τὴν ἀλήθειαν, πρέπει σε μεγάλως παιδευθῆναι·
ἀλλʼ ἐπειδή σαι ἀπαίδευτος, ὡς φαίνεται τὸ πρᾶγμα,
γράμματα οὐ μεμάθηκας καὶ παίδευσιν οὐκ οἶδας,
διὰ τοῦτο πρέπει σε λοιπὸν ὅπως ἔχῃς συγγνώμην.
λέγω σε οὖν ἀπὸ τοῦ νῦν, μάθε νὰ συντυχαίνῃς· 65
ψέμαν οὐδὲν εἰπῇς ποτὲ, ἀλήθειαν λέγε πάντα,
νὰ ἔχῃς καὶ προτίμησιν, ἀγάπην παρὰ πάντας,
νὰ ἔχωμεν κʼ ἡμεῖς μισθὸν εἰς ἅπαντα τὸν κόσμον·
θωροῦμεν ὅτι ῥιζικὸν καλὸν καὶ τύχην ἔχεις
καὶ μεθʼ ἡμῶν εὑρέθηκες νὰ τιμηθῇς μεγάλως, 70
καὶ νὰ σὲ μαθητεύσωμεν, νᾆσαι διατιμημένος·
ἂν τό ʼχῃ καὶ ἡ φύσις σου καὶ παίδευσιν νά μάθῃς,
χαρὰ ʼς ἐσὲν, χαρὰ ʼς έμᾶς διὰ τὸν μαθητήν μας.
καὶ ἂν ἰδοῦμεν προκοπὴν τὴν πρέπουσαν νὰ μάθῃς,
νὰ συντυχαίνῃς φρόνιμα καὶ καλοπαιδευμένα, 75
νὰ σὲ χειροτονήσωμεν, νᾆσαι ἀποκρισιάρης,
εἰς τὰς βουλάς μας νὰ χωρῇς, εἰς ὅλας μας τὰς πράξεις.
ἀπὸ τοῦ νῦν νὰ λυτρωθῇς ἐκ τὸν ὠμὸν αὐθέντην
ὁποῦ σὲ καταμάρανεν ἀπὸ πολὺν τὸν κόπον,
νὰ γένῃς σύντροφος ἡμῶν, ʼς ἀξιά σου καὶ τιμή σου. 80
καὶ νὰ περάσωμεν ὁμοῦ τὴν θάλασσαν τὴν βλέπεις,
νὰ πᾶμεν ʼς τὴν ἀνατολὴν εἰς τὸν καλὸν τὸν τόπον,
καὶ νὰ σʼ ἐλευθερώσωμεν ἐκ τὸν πικρὸν αὐθέντην
ὁποῦ σὲ κατεδίκασεν καὶ ἐτιμώρησέν σε,
νὰ λάβωμεν κʼ ἡμεῖς μισθὸν τοῦ μέλλοντος αἰῶνος.“ 85
λοιπὸν ὁ γάδαρος ἰδὼν τὰς ἀποφάσεις τούτων,
ὅτι οὐ δυνατόν έστιν τούτους ἀπαλλαγῆναι,
μὴ θέλων μὴ βουλόμενος ἀλλʼ ὥσπερ δυναστείᾳ
ἐγένετον ὑπήκοος ταῖς τούτων συμβουλίαις·
προβλέπων δὲ τὸν θάνατον αὐτοῦ τὸν καθʼ ἡμέραν 90
καὶ διαλογιζόμενος τί μηχανὴν ποιῆσαι
—― καθάπερ καὶ ἐποίησεν, ὡς ἔδειξεν τὸ τέλος.
λοιπὸν ἐν τῷ αἰγιαλῷ συντόμως καταβάντες,
ἐμβάντες εἰς πλοιάριον ἀπέπλευσαν ἐκεῖθεν·
μεσάσαντες τὸ πέλαγος μετὰ καλῆς εὐδίας
ἡ ἀλουποῦ ἡ πονηρὰ τοιούτους λόγους λέγει
„ἀφέντη μου, κύρ σύντεκνε, καλὰ νὰ τὸ γνωρίσῃς,
ὅτι ἀποχωριζόμεθα τὴν σήμερον ἡμέραν,
ὡς τό ʼδα ἐψὲς ʼς τὸν ὕπνον μου, βλέπω το καὶ ἐξ ὕπνου
ἐσυννεφιάσʼ ὁ οὐρανὸς, ἄνεμος θέλει ποίσει· 100
καὶ πρὶν νὰ σώση πρὸς ἡμᾶς νὰ μᾶς καταποντίσῃ,
ποιήσωμεν τὰ πρέποντα ἐν ἐξομολογήσει.
λοιπὸν ἐσύ, κύρ σύντεκνε, ὡς πρῶτος ὁποῦ εἶσαι,
ἐξομολόγησιν ὀρθὴν ποίησον κατὰ πρῶτον,
καὶ μετὰ ταῦτα δὲ ἐγὼ νὰ πῶ τὰ κρίματά μου, 105
καὶ ὕστερον ὁ γάδαρος, νʼ ἀκούσωμεν ἀλλήλους,
τίς ἔχει πλέον πταίσιμον, νὰ κρίνωμεν τὸ δίκαιον,
νὰ ʼδῇ ὁ θεὸς τὴν κρίσιν μας καὶ τὴν δικαιοσύνη
καὶ ἐλεήσῃ καὶ ἡμᾶς ὡς πάλαι Νινευίτας,
ὡς Ἰωνᾶν ἐῤῥύσατο ἐκ κήτους τῆς κοιλίας, 110
ἐλευθερώσῃ καὶ ἡμᾶς ἐκ τοῦ πικροῦ θανάτου.“
ὁ λύκος δὲ ὡς ἤκουσεν μάλιστα ἐφοβήθη
καὶ τρόμος ὑπελάβετο αὐτὸν ὑπερβαλλόντως,
ὅλον μὴ γνοὺς τὸν δόλιον τρόπον τῆς ἀλωπέκου
μηδὲ τὸ ἐπιβούλευμα ὃ ἦν κατὰ γαδάρου· 115
ὅμως δὲ λέγει πρὸς αὐτὴν ὁ λύκος εὐγνωμόνως
„ πρέπει τοῦτο, συντέκνισσα, ἁπάντων τῶν πραγμάτων
πρέπει ἐξομολόγησις νὰ γένηται, ὡς ἔφης,
ἐν συνειδότι καθαρῷ, γνώμῃ ἀνυποκρίτῳ.“
λοιπὸν συνωμοφώνησαν ἐξομολογηθῆναι, 120
λέγουν „καὶ σὺ, κὺρ γάδαρε, πῶς ἔναι ἡ βουλή σου;
πρέπει τοῦτο ποιήσωμεν ἢ νὰ χαθοῦμεν ὅλοι;“
ἐκεῖνος δὲ ἀπέγνωσεν αὐτοῦ τὴν σωτηρίαν
καὶ τὴν βουλήν του δέδωκεν ἐξομολογηθῆναι.
λοιπὸν ὁ λύκος ἤρξατο τοῦ ἐξομολογεῖσθαι, 125
λέγει „ἐγὼ καὶ πρόβατα, βῴδια καὶ μοσχάρια,
ἐλάφους καὶ γουρούνια καὶ πάντα ὅσα εὕρω
σκοτόνω τα καὶ τρώγω τα καὶ τἆλλα πάλε κρύβω
εἰς τὸ βουνὶν, εἰς τὸ κλαδίν, αὔριον πάλε νἄχω.
πλὴν ἀναβαίνω εἰς τὸ βουνὶν ὁποῦ ʼναι τὸ τζημάδι 130
καὶ κυλιοῦμαι παρευθὺς καὶ ἐξομολογοῦμαι,
καὶ γίνομαι καλόγερος, τὴν ῥάχην μου μαυρίζω,
γίνομαι μεγαλόσχημος, ἡγούμενον ὁμοιάζω·
καὶ μεταγνώθω τὸ κακὸν τὸ πολεμῶ ʼς τὸν κόσμον,
ἄλλον οὐδὲν ἐπίσταμαι ἁμάρτημα νὰ ποίσω.“ 135
ἀκούσας δὲ ἡ ἀλουποῦ τὴν ἀρετὴν τοσαύτην
ἐθαύμασεν, ἐπαίνεσεν, καὶ ἐσυγχώρησέν τον
καὶ ἐδικαίωσεν αὐτὸν πρὸς τὴν ἐπίγνωσίν του·
λέγει καὶ αὐτὴ πρὸς αὐτὸν ἐν ἐξομολογήσει
τὰ ταύτης πανουργεύματα καὶ τὰς διαβολίας 140
καὶ τὰ ἐπιτηδεύματα τά ʼκαμνεν εἰς τόν κόσμον
„ἐγὼ πάντα μου πολεμῶ νὰ κλέψω ἵνα ζήσω.
αὐτὸ μὲ καθοδήγησαν ἐκεῖνοι οἱ γονεῖς μου
μὰ τὴν ἀλήθειαν, ζῶ καλὰ, αὐθεντικὰ ʼς τὸν κόσμον·
πάντα χλωροφαγιὰν τρώγω, πάντα ʼμαι χορτασμένη. 145
εἰς τὰ κρυφὰ κλεψίματα καὶ τὰς ʼπιδεξιοσύνας
ὁμοιάζω τὴν μητέρα μου ἐκείνην τὴν ἁγίαν·
εἰς τὰ τζιλιπουρδίσματα ὁμοιάζω τὸν πατήρ μου.
τίποτα δὲν ἀπόμεινεν, ὅσα ʼξευραν ἐκεῖνοι,
νὰ μὴ μὲ μαθητεύσουσιν ὅλα νὰ τὰ ἠξεύρω. 150
ἐφεῦρα δέ κʼ ἐγώ πολλὰ οἴκοθεν γνώσεώς μου·
πολλὰ μὲ ἐθαυμάζονταν καὶ συνεχαίροντό μοι,
διότι ἐγέννησαν φυτὸν πολλὰ προτερημένον·
διʼ αὐτὸ καὶ μακαρίζω τους εκείνους τοὺς γονεῖς μου.
ὁ κόσμος καταρᾶταί με ἡμέρας καὶ τὰς νύκτας, 155
ᾑ χήραις ᾑ πτωχούτσικαις κλαίουσιν καὶ λυποῦνται.
πλὴν ἡ εὐχὴ τῆς μάννας μου καὶ τοῦ καλοῦ πατρός μου
πάντοτε βοηθοῦσι με καὶ τὰ κακὰ γλυτόνω·
πόσαις φοραῖς ἐγλύτωσα ʼκ τῶν ἀρχόντων τὰ σπήτια,
ὅτι ἔχουν σκύλους δυνατοὺς, νὰ μὴ μὲ θανατώσουν. 160
καὶ μία χήρα ἄπορος καλὰ οὐκ ἐθεώρειεν·
εἶχεν δὲ ὄρνιθαν χοντρὴ καὶ λάλειε την καβάκαν.
αὐγὰ ἐγέννα δίκροκα χοντρὰ ὡσὰν τῆς χήνας,
καὶ μετʼ ἐκείνην ἔτρωγεν κʼ ἔπινεν κάθʼ ἡμέραν·
πρὸ πάντων δὲ ἐκάθετον ἐκ τὸ πολὺν τὸ πάχος. 165
πολλὰ ἐπιβουλεύθηκα νὰ τῆς τὴ θέλω πάρῃ,
ἀλλὰ οὐδὲν ἠμπόρεσα νὰ πάρω τὴν καβάκαν.
λοιπὸν ἄκουσον τί ἔποικα .........
ἐβλέπω, περιεργάζομαι, ἔχει κάτον ἡ γραῖα,
χοντρὸν κατάκιν κόκκινον, τήν τρίχα μου ὁμοιάζει. 170
ἔχει ἀγάπην εἰς αὐτὸ ὡσὰν κʼ εἰς τὴν καβάκα,
τὸν κάτον διὰ τοὺς ποντικούς, τὴν ὄρνιν διὰ τʼ αὐγά της
καὶ μιὰν ἡμέραν εὕρηκα ἄδειαν, ὡσὰν μὲ πρέπει.
ὁ κάτος κάπου ἔλειπεν κʼ ἐγὼ ἀντὶς τὸν κάτον
ἔρχομαι πρός τὴν γραῖαν .... 175
καὶ μὲ ταπείνωσιν πολλὴν, μὲ ταπεινὸν τὸ σχῆμα,
θωρεῖ ἡ γραιὰ πῶς ἔρχομαι, ἔχει το, κάτος ἔναι,
καὶ κράζει με ἡ ἄτυχος εἰς τʼ ὄνομα τοῦ κάτου
„καὶ πῶ ʼλιπες, παρδίτζη μου, καὶ ποῦ ʼσουν τόσην ὥραν;“
καὶ βούλετον ἡ ἄτυχος ἐκείνη ἡ λουλόγρια 180
νὰ μὲ ταγίσῃ τίποτες καὶ νὰ μὲ ὁμαλίσῃ,
ὡσὰν εἶχεν συνήθιον ἡ γραῖα πρὸς τὸν κάτον·
ἐγὼ καλοζυγόνω την καὶ πιάνω τὴν καβάκα.
θωρεῖ ἡ γραιά καὶ λέγει με „τὴν ἀδελφή σου παίζεις;"
ἐγὼ δὲ τζαγκαρόνω την ἐκείνην τὴν καβάκα, 185
καὶ κείνη ἐφτερούγισεν καὶ κάκα κάκα λέγει·
σηκόνω την καὶ σύρνω την καὶ σήκωμαν οὐκ ἔχει.
ἐφώναζεν ἡ ὄρνιθα κʼ ἡ γραῖα ἀπʼ ὀπίσω
„παρδίτζη μου, παρδίτζη μου, καὶ μὴ τὴν ἀδελφήν σου.“
ἐγώ ὑπάγω ʼς τὸ κλαδὶν κʼ ἐκράτουν τὴν καβάκα, 190
ἐκάθισα νʼ ἀναπαυτῶ, νʼ ἀκούσω καὶ τὴν γραϊαν·
πολλὰ ἐκείνη ἔκλαυσεν, μεγάλως ἐλυπήθην·
πολλὰς κατάρας ἤκουσα ἀπό τὴν γραιὰν ἐκείνην,
πολλὰ μὲ κατηγόρησεν ἐκείνην τὴν ἡμέραν.
κι ἂν θέλω λέγει τʼ ἄκουσα καὶ ὅλα ὅσʼ ἀκούγω, 195
πόσο μελάνιν καὶ χαρτὶν νὰ σώσουσιν νὰ γράψω,
ὅ,τι ἔποικα καὶ πολεμῶ ἡμέρας καὶ τὰς νύκτας.
λοιπὸν τῆς γραίας μʼ ἔκαψαν οἱ λόγοι κʼ ᾑ κατάραις
καὶ ἦλθα εἰς κατάνυξιν καὶ ἐνελογισάμην
τὰς ἁμαρτιάς μου τὰς πολλὰς καὶ τὰ κακὰ τʼ ἐποῖκα. 200
καὶ ἀναιβάνω ʼς τὸ βουνὶν τάχα νὰ θέλω κλάψῃ
πρὸς τὰ κακὰ τὰ ἔποικα, νὰ σώσω τὴν ψυχήν μου.
καὶ δάκρυα οὐδὲν ἔχω καὶ σφίγγομαι ὀλίγο,
καὶ τὴν οὐράν μου κατουρῶ, τὰ ὀμμάτιά μου βρέχω,
καὶ εἰς τὰ ʼματοφρύδια μου κρεμάζονται οἱ κόμποι, 205
καὶ ὁμοιάζουν δάκρυα καὶ ἔχω μέγα θάῤῥος,
ὅτι ὁ θεός τὰ δάκρυα περὶ πολλοῦ τὰ ἔχει.“
ὁ λύκος δὲ ὡς ἤκουσεν κατάνυξιν τοσαύτην
καὶ τὴν ἐξομολόγησιν τὴν καθαρὰν ἐκείνην,
ἐθαύμασεν τὴν σύνεσιν, μεταβολὴν τὴν ταύτης, 210
καὶ ὑποδέξατο αὐτὴν καὶ ἐσυγχώρησέν την,
λέγων καὶ ταῦτα πρὸς αὐτήν „κυρία μου ἁγία,
τὸν Μανασσῆν ἐνίκησας, τὴν πόρνην ἐμιμήσω,
καὶ γέγονας σὺ ὅμοιος πάλε ὥσπερ ἐκείνους,
ὁσία μου, ἁγία μου καὶ δεδικαιωμένη, 215
καλότυχη, καλόμοιρη καὶ δεδικαιωμένη,
.... κλαδὶν τῆς παραδείσου
νὰ ἔτυχα κʼ ἐγὼ ἐκεῖ εἰς τὴν ἀνάπαυσίν σου.
ὄντως, κυρὰ συντέκνισσα, ἡ ἀρετή σου αὕτη
ὑπὲρ ἐμὲ ἐγένετον ἡ σεσυγχωρεμένη.“ 220
λοιπὸν οἱ δυὸ ἠστάθησαν, συγχώρησιν ἐποῖκαν,
λέγουσιν καὶ τὸν γάδαρον, „εἰπὲ καὶ σὺ, καλέ μου,
μηδὲν τὸν κρύψῃς ἀφʼ ἡμῶν, τῆς ἀληθείας λόγον.“
ὁ γάδαρος ἐστέναξεν ἐκ μέσης τῆς καρδίας
καὶ λέγει ταῦτα πρὸς αὐτοὺς ἐν ἐξομολογήσει 225
„ἐκεῖνος ὁ ἀφέντης μου ἐβαρυφόρτονέ με
μαρούλια καὶ λάχανα καὶ ἄλλα τὰ τοιαῦτα,
κʼ ἐγὼ ἀπὸ τὴν πεῖνάν μου (ὁποῦ ʼχα σὰν τὸν σκύλο)
ἐγύριζα τὸ στόμα μου κʼ ἐμπουκονόμην φύλλον,
ἄλλοτε μόλις ἔσωνα κʼ ἐμπουκονόμην φύλλον, 230
καὶ ἄλλοτε οὐκ ἔσωνα καὶ ἐκοπάνιζέ με
μὲ ῥέκλαν στραβοδίκωλον τὸ κωλοκούκουρόν μου,
καὶ βέργιζεν ὁ κῶλός μου κʼ ἐσυχνοπορδοκόπουν.
τιμὴ νἄχετʼ, αὐθένταις μου, αὐτὰ μὲ ἐπολέμαν
ἐκεῖνος ὁ αὐθέντης μου κʼ ἀπεδυνάτουν τόσον, 235
ὅτι ἀπό τὴν πεῖνάν μου δύναμιν οὐδὲν εἶχα
καὶ τὸ βαρὺν τὸ φόρτωμαν κι ἀπὸ τὸ δόσμαν κροῦσμαν
ἔτρεμαν τὰ ποδάρια μου, ἔτρεμεν τὸ κορμί μου,
καὶ συχνοεκοντέλυσα καὶ βούλομουν νὰ πέσω.
κʼ ἐγὼ ἀπὸ τοῦ φόβου μου νὰ μὴ μὲ θανατώσῃ 240
ᾑ μύξαις νεῦρα ἐγίνονταν, ώσὰν τὸ λέγει ὁ μῦθος.
λοιπὸν ὡς εἶδεν ὁ θεὸς τοσαύτην καταδίκην
τὴν γενομένην εἰς ἐμὲν ἐκ τὸν πικρὸν ἀφέντην,
ἐλέησέ με ὁ Θεὸς καὶ ἐξαπόστειλέ σας,
τοιούτους ἄρχοντας καλοὺς, πρὸς τὴν ἐλευθεριάν μου. 245
εὐχαριστῶ οὖν τὸν θεὸν καὶ τὴν ἀντίληψίν σας,
ὅτι καὶ παίδευσιν καλὴν θέλετε μὲ παιδεύσει
καὶ γράμματα καὶ διδαχὴν, κʼ ἐγὼ πάλε ὡς δοῦλος
εἰς ὅ,τι μὲ ὁρίσετε γοργὸν νὰ τὸ πληρώσω.“
ταῦτʼ ἔλεγεν ὁ γάδαρος ὡς φρόνιμος ὁποῦ ʼτον. 250
μὴ νὰ γλυτώσῃ ἀπʼ αὐτοὺς, τᾆχεν ἐν ὑποκρίσει.
ἡ δʼ ἀλουποῦ ἡ πονηρά, ἡ δολιοπανοῦργος,
λέγει τὸν γάδαρον εὐθὺς μὲ ἀπειλὴν μεγάλην
„τί τζαμπουνίζεις, γάδαρε, καὶ τί στραβοκωλίζεις;
στάσου ὀμπρός μας σύντομα καὶ ἐξομολογήσου, 255
καὶ ʼπέ μας τὴν ἀλήθειαν, ὅσας κλεψιὰς ἐποῖσες.
ἄφες τὰ τζαμπουνίσματα αὐτὰ τὰ τζαμπουνίζεις.
αὐτὰ σκατὰ ποῦ λὲς εἶναι καὶ ψεματολογία.
οὐ στέργομεν, οὐ θέλομεν τοιαύτας διηγήσεις.“
τότε ἰδὼν ὁ γάδαρος καὶ ὅλως ἀπελπίσας 260
καὶ πρὸς αὐτὰς φθεγξάμενος τοιαῦτα ἀναφέρει
„καλὰ νὰ τʼ ἐγνωρίσετε, ἀφένταις ἐδικοί μου,
ἀπὸ τὸ μαρουλόφυλλον ἐκεῖνον ὅσον εἶπα,
ἄλλον οὐδὲν ἐπίσταμαι, ὁ οὐρανὸς τὸ βλέπει.“
ἀκούσας δὲ ἡ πονηρὰ ἀλώπηξ οὕτως ἔφη 265
„καὶ τί ἄλλον ἁμάρτημαν χειρότερον ʼς τὸν κόσμον;“
ὅμως ἐδώκασιν βουλὴν τοῦ ἀποκτεῖναι τοῦτον.
ὁ γάδαρος δὲ θεωρῶν αὐτῶν τὰς πανουργίας,
τὰς ἀδικίας τὰς αὐτῶν καὶ τὰς διαβολίας,
εἰς ἑαυτὸν ἐνόησε ποιῆσαι πρᾶγμα ξένον, 270
ἐπαινετὸν καὶ ἀκουστὸν, ὡς ἔδειξεν τὸ τέλος.
καὶ τί ἐμηχανήσατο, ἄκουσον καὶ θαυμάσεις,
καὶ πῶς ἐπιβουλεύεται καὶ τί ποιεῖ πρὸς τούτους.
λέγει „τὸ δίκαιον θεωρῶ κατὰ τὸ πταίσιμον μου
πρόκειταί μοι ὁ θάνατος, ὡς πέφυκεν ἡ κρίσις. 275
λοιπόν πρὶν τοῦ θανάτου μου τὸ τάλαντον οὐ κρύψω,
μήπως καὶ κολασθήσομαι ἐν τῷ καιρῷ ἐκείνῳ.
ὄπισθεν εἰς τὸν πόδαν μου χάρισμα ἔχω μέγαν,
παρὰ θεοῦ δεδώρημαι τοῦτο, οὐκ ἀπʼ ἀνθρώπων.
θέλω γοῦν δεῖξαι τὸ χρυσοῦν τὸ πέταλον ὃ ἔχω. 280
καὶ ὅστις μόνον τὸ ἰδῇ τὸ πέταλον ὃ ἔχω,
πρὶν τοῦ θανάτου μου ἰδών χάριν πολλὴν λαμβάνει
ἀκούει, βλέπει καὶ μακρὰ ἡμέρας τρεῖς καὶ πλέον,
καὶ τοὺς ἐχθρούς του βλέπει τους, ἀκούει τί λαλοῦσιν,
καὶ πῶς ἐπιβουλεύονται, τί θέλουσιν νὰ ποίσουν.“ 285
ἀκούσας δὲ ἡ ἀλουπού, μὴ γνοὺς τὴν πονηρίαν
τὴν τοῦ γαδάρου, παρευθὺς τὸν σύντεκνόν της λέγει
„ἀφέντη μου, κὺρ σύντεκνε, τὸ χάρισμαν ἐτοῦτο
γοργὰ ἐπιμελήσου το καὶ ἀπʼ ἐσὲν μὴ λείψῃ,
τοιαύτη χάρις θαυμαστὴ νὰ μὴν χαθῇ ʼκ τὸν κόσμον, 290
ὅτι ἔχεις ἐχθροὺς πολλοὺς ὁποῦ κακὸν σοῦ θέλουν.“
ὁ λύκος δὲ ὡς ἤκουσεν τῆς ἀλουποὺς τοὺς λόγους
καὶ πῶς καὶ τὴν συγκρότησιν ἐπίστευσεν εὐθέως,
καὶ λέγει πρὸς τὸν γάδαρον „γάδαρε, δεῖξέ μέ το.“
καὶ λέγει ὁ γάδαρος εὐθὺς μετὰ χαρᾶς „αὐθέντη, 295
ἀνέβα εἰς τὸ πόδωμα κʼ ἐκεῖ νὰ σὲ τὸ δείξω.
καὶ κάτσε ἀνακούρκουδα καὶ ʼς τὰ ἐμπρός σου σκόπει.
μηδὲν πατῇς τὸ πόδωμαν ἐπάνω οὐδὲ ὅλως,
ἄνοιξε τὰ ὀμμάτια σου, γρίλωσʼ τα ὅσον ἔχεις,
μὴ πάγῃ τὸ κεφάλι σου ἐδῶθες ἢ ἐκεῖθες, 300
ὁ κωλός σου ἂς κινηθῇ ʼς τὸ πόδωμαν καὶ μόνον.
καὶ λέγε κύριʼ ἐλέησον, κύριε, συμπάθησέ με,
κύριε, δός με χάρισμα ἐκεῖνο τὸ γυρεύω.“
ταῦτα ἐκομπολόγησε ὁ γάδαρος ἐκεῖνος
τὸν λύκον, καὶ ἐποίησεν καθὼς τὸν ὀρδινιάσεν· 305
ἀνέβην εἰς τὸ πόδωμαν ὁ λύκος καὶ ἐκάτσεν,
κʼ οὗλον τὸν ἐκατέστησεν ʼς τὸν ποῦντον ὅπου πρέπει,
γριλόνει ὁ λύκος νὰ ἰδῇ τὸ πότε νἄλθῃ χάρις,
πότε ἰδῇ τὸ πέταλον ἀντάμα μὲ τὴν χάριν·
ὁ γάδαρος * βολύσσει τον, τζιλιπουρδᾷ καὶ κροῦ τον 310
μὲ ὅλην του τὴν δύναμιν, ὅσον κι ἂν ἐδυνήθην,
κʼ ἐκτύπησέ τον μὲ θυμὸν καὶ ἐχαρβάλωσέ τον,
ἔμπροστεν τὸν * ἐρόντζεψεν ʼς τὴν μέσην τοῦ πελάγους.
εὐθὺς βάνει τὸν φώναρον καὶ ἐξεματζουκόνει
καὶ σφυροκατουρεῖ συχνὰ καὶ συχνοπορδαλίζει. 315
σηκόνει τὴν οὐράκλαν του, ἀνοίγει καὶ τὸ στόμα,
καὶ οὐριάζει καὶ τζηνᾷ καὶ ʼξοίκησεν τὸν κόσμον.
γυρεύει καὶ τὴν ἀλουποῦ μὴ νὰ τὸν κουκουδώσῃ·
ἡ ἀλουποῦ τὸ νὰ ἰδῇ τὴν ἀπειλὴν ἐκείνην,
ἐκρήμνισεν καὶ ἔδωκεν ʼς τὴν θάλασσαν ἀπέσω· 320
ἐπῆράν την τὰ κύματα, ʼς τὸν λύκον τὴν ἐπῆγαν.
ὁ λύκος δὲ κατὰ λεπτὸν τὴν ἀλουποῦ ἐρώτα,
λέγει, „καὶ τί μὲ ἐρωτᾷς καὶ τί μὲ συντυχαίνεις;
ὁ θεὸς μᾶς ἐλευθέρωσεν νὰ μὴ μᾶς θανατώσῃ.
ἐκ τὴν κοιλιάν του ἐξέβαλεν ὡσὰν ἀπελατίκι 325
μακρύν, χοντρὸν καὶ ἔμπροσθεν εἶχεν ὡσὰν καπούσι.
ἀλλʼ εἰ τὴν δώσῃ μιὰν φορὰν, ζωὴν ποσῶς οὐκ ἔχει.
ἐγύρεψεν καὶ μὲ πολλὰ μὴ νὰ μὲ κουκουδώσῃ,
πλὴν τῆς μητρός μου ἡ εὐχὴ καὶ τοῦ καλοῦ πατρός μου
ἔσωσάν με κʼ ἐγκρεμνίστηκα ʼς τὴν θάλασσαν ἀπέσω 330
κʼ ἐγλύτωσα τὴν συμφορὰν ἐκείνην ὅσην εἶδα,
καὶ πλεὰ μὴ ʼδοῦν τὰ ʼμάτια μου τοιαύτην καταδίκην.“
ὁ λύκος δὲ τὴν ἀλουποῦ πάλιν ἐξανερώταν
„ʼπέ μοι, κυρὰ συντέκνισσα, καὶ μὲ τὸ ἐξηγήσου
τὸ μπουσδουγένι ποῦ τὸ ʼχεν, κʼ ἐγὼ οὐδὲν τὸ εἶδα.“ 335
[λέγει], „ἂν τό ʼχες ʼδεῖν, κὺρ σύντεκνε, ἐκ τὴν κοιλιάν του ἐξέβην
ὁμοιάζει ἡ κοιλία του, ἔχει ἀρματοθήκη,
ματζούκαις καὶ κοντάρια, χοντρὸ ἀπελατίκι,
σκλόπαις, μπουμπάρδαις, βόλια, δισσάκια γιωμάτον,
ἀνακαράδες, βούκινα, χοντρὰ ἀπελατίκια 340
[συρλάδες καὶ τὰ μπίφαρα, ἀνακαρὰν τὸν λέγουν,]
καὶ βούκινον ὁπῶ ʼδωκεν καὶ ʼξοίκησεν τὸν κόσμον,
καὶ ἄλλα πλέα ἴδια
τὰ ὅποια ἀλησμόνησα ἀπὸ τὴν ζαλισίν μου.
(καὶ τοῦτο) λέγω ἐγὼ, κυρὰ συντέκνισσα, νὰ ἠξεύρης, 345
ὅτι ὡσὰν μʼ έκτύπησεν τὴν κοπανιὰν ἐκείνην
τὴν δολερὰν καὶ τὴν πικρὰν καὶ τὴν θανατηφόρον,
εὐθὺς ὡσὰν μʼ ἐκτύπησεν μέσα εἰς τὸ τζακίτι,
ἐφάνη με, ὁ οὐρανός ἐχάλασεν ἐπάνω
καὶ ἤστραψεν καὶ βρόντησεν καὶ χάλασεν ὁ κόσμος· 350
τὰ ʼμάτιά μου ἤστραψαν ὡσὰν ταῖς τζιμπυλίδες,
ὁ μυελός μου ἐτρόμαξεν καὶ τὸ κορμί μου ὅλον,
καὶ ἐγενόμην τρομικὸς ἐκ τὸν πολύν τὸν φόβον·
καὶ βλέπεις με, συντέκνισσα, μὲ τό ʼνα ʼμάτιν εἶμαι,
μέ τό ʼνα ʼμάτι σὲ θωρῶ, μὲ τἄλλο δὲν σὲ βλέπω. 355
ὅμως ἐγὼ ἐθάῤῥεσα, κυρά μου, εἰς ἐσένα,
νὰ μὴ σὲ λάθῃ τίποτε εἰς ὅλην σου τὴν γνῶσιν,
καὶ οὐ περιεργάστηκα τούτου τὴν πονηρίαν.“
ὑπόλαβεν ἡ ἀλουποῦ, τὸν λύκον ταῦτα λέγει
„ἀφέντη μου, κὺρ σύντεκνε, νὰ ʼπῶ τὴν ἀφεντειά σου, 360
ἡ γνῶσις ἔναι πανταχοῦ ʼς τὸν κόσμον ἐσπαρμένη.
καὶ τί ἂν ἔναι γάδαρος καὶ περιφρονημένος;
ἴδε τὸν θάνατον αὐτοῦ καὶ τὴν ἐπιβουλίαν
καὶ ἀδικίαν δόλιον καὶ τὴν συκοφαντίαν,
χωρὶς νὰ πταίσῃ τίποτες ἄξιον καταδίκης, 365
ἡμεῖς ἐδιεκρίναμεν αὐτὸν τοῦ θανατῶσαι.
καὶ ὁ θεὸς ἰδὼν αὐτοῦ τὴν ταπεινοφροσύνην
ἐδῶκέν τον καὶ φρόνεσιν, ἐδῶκέν τον καὶ γνῶσιν,
ἵνα γλυτώσῃ ἀφʼ ἡμῶν μὲ τὴν προτίμησίν του.
οὐ μόνον δὲ ἐγλύτωσεν, ἀλλὰ χαρβάλωσέν μας, 370
καὶ ἔποικέν μας ἄπρακτους καὶ ἐντροπίασέ μας.“
οὕτως παρηγορήθησαν μετὰ αἰσχύνης πλείστης,
πολλὰ καὶ ἐσυντύχασιν λόγια πρὸς αλλήλους,
καὶ ὕστερον ὀμόσασιν γάδαρον μὴ συντύχουν
μηδὲ καταφρονήσωσιν ὡς περιφρονημένον. 375
ἀλλὰ τὸ ὄνομα αὐτὸν ἔστησαν νὰ τὸν λέγουν,
ἀπὸ τοῦ νῦν εἰς τὸ ἑξῆς Νίκον νὰ τὸν λαλοῦσιν,
καὶ πλέον γάδαρον αὐτόν ποσῶς μὴ τὸν εἰποῦσι,
ἀλλὰ Νίκον ἂς τὸν λαλοῦν, „ὅτι ἐνίκησέν μας,
τὸν λύκον καὶ τὴν ἀλουποῦ καὶ ἐθανάτωσέ μας, 380
καὶ μυριοεντροπιάσεν μας
κʼ ἐτύφλωσεν καὶ ποῖκέ μας μυριοκυνδυνεμένους.
μὲ γνῶσιν καὶ ταπείνωσιν ἐκομπολόγησέ μας
καὶ ἔποικέν μας ἄπρακτους καὶ κατεσβόλωσέν μας.“
χαρά ʼς ἐσὲ, κὺρ γάδαρε, μὲ τὴν προτίμησίν σου, 385
τροπάριον ἐκέρδησες καὶ τὴν τιμὴν τοῦ κόσμου·
ὦ γάδαρε, κὺρ γάδαρε, πλεὸν γάδαρος οὐκ εἶσαι·
Νίκος ἂς ᾖσαι ἀπὸ τοῦ νῦν, Νικήτα νὰ σὲ λέσιν.
λοιπὸν ὅσοι τὸ ἀκούσασιν καὶ ὅσοι τὸ ἀκούγουν
διὰ τὴν τιμήν σας, γάδαρον ποσῶς μὴ τὸν εἰπῆτε, 390
καθὼς καὶ ἐπεκράτησεν, τινὲς καλοὶ ἀνθρῶποι
ὡσὰν τὸν ἀφέντην (γάδαρον) γάδαρον δὲν τὸν λέγουν,
ἀλλὰ Νικήτα καὶ Νικὸν ὅσοι τὴν γνῶσιν ἔχουν.