Συναγωγή παροιμιών/Αρχή του ηʹ στοιχείου

Από Βικιθήκη
Συναγωγὴ παροιμιῶν
Συγγραφέας:
Ἀρχὴ τοῦ ηʹ στοιχείου


ὸ ηʹ μετὰ τοῦ αʹ[Επεξεργασία]


Ἡ ἀπὸ Σκυθῶν ῥῆσις.
Ἡ ἀφύη πῦρ.
Ἡ ἅμαξα τὸν βοῦν.
Ἡ βραχυλογία ἐγγύς ἐστι τοῦ σιγᾶν.

Τὸ ηʹ μετὰ τοῦ δʹ[Επεξεργασία]


Ἡδὺ χελώνης κρέα φαγεῖν, ἢ μὴ φαγεῖν.

Τὸ ηʹ μετὰ τοῦ κʹ[Επεξεργασία]


Ἡ κάμηλος ἐπιθυμήσασα κεράτων καὶ τὰ ὦτα προσαπώλεσεν.
Ἡ κακὴ κρίσις παντὸς κακοῦ αἰτίον.
Ἡ κύων ἐν φάτνηι.
Ἢ χρίνον, ἢ κολοκύντην.
Ἡ κέρκος τῆι ἀλώπεκι μαρτυρεῖ.

Τὸ ηʹ μετὰ τοῦ λʹ[Επεξεργασία]


Ἡλικίαν σὴν οὐκ ἔχω.
Ἢ λέγε τὶ σιγῆς κρεῖττον, ἢ σιγὴν ἔχε.
Ἡ Λύκου.
Ἥλιξ ἥλικ{α} {τέρ}πει.
Ἡλίωι φῶς δανίζεις.
Ἧλος τὸν ἧλον. - Πάτταλος τὸν πάτταλον ἐξέκρουσεν.
᾽Ηλιθιώτερος ἀιδώνιδος τοῦ Πραξιτέλους.

Τὸ ηʹ μετὰ τοῦ μʹ[Επεξεργασία]


Ἠμένι πελειάς.
Ἢ μένοντα ἀποθανεῖν, ἢ νικᾶν.
Ἡμίονος κανθήλιος.
Ἡμεῖς δέκα Ῥόδιοι, δέκα νῆες.
Ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.

Τὸ ηʹ μετὰ τοῦ νʹ[Επεξεργασία]


Ἢν μὴ καθάρηις καὶ ἀλέσηις, οὐ φάγηις.
Ἣν ἔλαχες σπάρταν, ταύτην κόσμει.
Ἦν ποτε κἀμοὶ πρώρα καὶ πρύμνη.

Τὸ ηʹ μετὰ τοῦ οʹ[Επεξεργασία]


Ἢ οὐ πεττεύω.

Τὸ ηʹ μετὰ τοῦ πʹ[Επεξεργασία]


Ἡ παναγαῖα Ἄρτεμις.

Τὸ ηʹ μετὰ τοῦ ρʹ[Επεξεργασία]


Ἡρακλῆς ξενίζεται.
Ἡράκλειος νόσος.
Ἡρακλῆς καὶ πίθηκος.
Ἡράκλεια λουτρά.
Ἡράκλειος λίθος.
Ἡράκλειος ψώρα.

Τὸ ηʹ μετὰ τοῦ σʹ[Επεξεργασία]


Ἦσαν ποτ᾽ ἦσαν ἄλκιμοι Μιλήσιοι.
Ἢ σιγὴν καίριον, ἢ λόγον ὠφέλιμον.

Τὸ ηʹ μετὰ τοῦ τʹ[Επεξεργασία]


Ἡττήθης τινὸς ἀλεκτρυόνος.
Ἢ τὰν ἢ ἐπὶ τᾶς.
Ἢ τρὶς ἓξ, ἢ τρεῖς κύβοι.
Ἤτοι τέθηκεν, ἢ διδάσκει γράμματα.

Τὸ ηʹ μετὰ τοῦ φʹ[Επεξεργασία]


Ἡ Φάνου θύρα.
Ἢ φρονεῖν ἔλασσον ἢ δύνασθαι δεῖ μεῖζον.
Ἡφαίστειος δεσμός.
Ἡ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν.
Ἠὼς ὁρῶσα τὰ νυκτὸς ἔργα, γελᾶι.