Συγγραφέας:Λέων ο Φιλόσοφος

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση
Συγγραφείς: Λέων ο Φιλόσοφος
(9ος αιώνας)
Wikimedia-logo-35px.png Δείτε επίσης βιογραφία.



Παλατινή Ανθολογία

XV 12 Λέοντος του Φιλοσόφου[Επεξεργασία]

Εὖγε, Τύχη, με ποεῖς ἀπραγμοσύνῃ μ᾿ Ἐπικούρου
ἡδίστη κομέουσα καὶ ἡσυχίῃ τέρπουσα.
Τίπτε δέ μοι χρέος ἀσχολίης πολυκηδέος ἀνδρῶν;
Οὐκ ἐθέλω πλοῦτον, τυφλὸν φίλον, ἀλλοπρόσαλλον,
Οὐ τιμάς· τιμαὶ δὲ βροτῶν ἀμενητὸς ὄνειρος·
ἔρρε μοι, ὦ Κίρκης δνοφερὸν σπέος· αἰδέομαι γὰρ
οὐράνιος γεγαὼς βαλάνους ἅτε θηρίον ἔσθειν·
μισῶ Λωτοφάγων γλυκερὴν λιποόπατριν ἐδωδήν,
Σειρήνων τε μέλος καταγωγὸν ἀναίνομαι ἐχθρῶν·
ἀλλὰ λαβεῖν θεόθεν ψυχοσσόον εὔχομαι ἄνθος,
μῶλυ, κακῶν δοξῶν ἀλκτήριον· ὦτα δὲ κηρῷ
ἀσφαλέως κλείσας προσφυγὴν γενετήσιον ὁρμήν.
Ταῦτα λέγων τε γράφων τε πέρας βιότοιο κιχείην.


Ψυχρὸν τὸ γῆρας...[Επεξεργασία]

Ψυχρὸν τὸ γῆρας, ἥ τ᾿ ἐμὴ κρᾶσις φύσει
(φεῦ) φλεγματώδης· μὴν δ᾿ ὁ Φεβρουάριος
ψυχρὸς μάλιστα, ζώδιον δ᾿ Ὑδροχόου
τὸ νῦν πολεῦον καὶ συνὸν μεθ᾿ ἡλίου
πήγνυσι καὶ τὸν οἶνον ἔν τισιν τόποις
τούς τ᾿ ἀμφορεῖς ῥήγνυσιν ἐκ τῆς ψύξεως.
ὁ δ᾿ οἶκος ἔνθα νῦν κατασκηνῶ πάλιν
ἀγάννιφός τε και λίαν δυσχείμερος.
ὁ θρασκίας δὲ δριμὴς ἐστι καὶ πικρός,
ὀξύς, δυσαής, Ταρτάρου πνοὰς ἔχων.
ὁ γὰρ νότος λέλοιπεν ἡμῶν τὸ κλίμα.
πῶς οὖν, τοσούτων ψυχροτήτων ἐν μέσῳ
ὁρῶν με συσχεθέντα τὸν ταλάντατον,
ὕδωρ κελεύεις προσφέρεσθαι φίλτατε;
Εἰ γὰρ με πείσεις, ἢ χιὼν γενήσομαι
ἢ καὶ χάλαζα, καὶ θανὼν νεκροστόλοις
ἄψαυστος ὡς κρύσταλλος ὢν φανήσομαι
τῇ σῇ πεποιθὼς ψυκτικῇ παραινέσει.
ἄπελθε τοίνυν εἰς τόπους τῆς Ἰνδίας
εἴς τ᾿ Ἀγησύμβων εἴς τε Βλεμύων πόλεις,
ὅπου λέγουσιν ἀμπέλους μὴ βλαστάνειν·
ἐκεῖσε δεῖξον σὴν ἰατρικήν, σοφέ.
ἡμῖν γὰρ οὐκ ἔνεστι χρεία τῆς τέχνης.
εἰ ζῆν θέλοιμεν καὶ τὸν ἥλιον βλέπειν.


Μῆτερ ἐμὴ δύσμητερ...[Επεξεργασία]

Μῆτερ ἐμὴ δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,
λίην ἄχθομαι ἑλκος, ὅ με βροτὸς οὔτασεν ἀνὴρ
νύκτα δ᾿ ὀρφναίην, ὅτε δ᾿ εὕδουσι βροτοὶ ἄλλοι,
γυμνὸς ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδ ἔχειν ἔγχος·
πᾶν δ᾿ ὑπερθερμάνθη ξίφος αἵματι· αὐτὰρ ἔπειτα
οὐρόν τε προέηκεν ἀπήμονά τε λιαρόν τε.