Σοφιστικοί Έλεγχοι/2

Από Βικιθήκη
Σοφιστικοὶ Ἔλεγχοι β΄
Συγγραφέας:
Σοφιστικοὶ Ἔλεγχοι


ΠΕΡΙ ΤΩΝ ΣΟΦΙΣΤΙΚΩΝ ΕΛΕΓΧΩΝ ΕΝΟΤΗΤΑΙ, Η ΔΕΥΤΕΡΑ


ΚΕΦΑΛΑΙΟΝ ΙΣτ΄

[175b] § 1. Περὶ δὲ ἀποκρίσεως καὶ πῶς χρὴ λύειν καὶ τί, καὶ πρὸς τίνα χρῆσιν οἱ τοιοῦτοι τῶν λόγων ὠφέλιμοι, μετὰ ταῦτα λεκτέον.

§ 2. Χρήσιμοι μὲν οὖν εἰσι πρὸς μὲν φιλοσοφίαν διὰ δύο. § 3. Πρῶτον μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ γινόμενοι παρὰ τὴν λέξιν ἄμεινον ἔχειν ποιοῦσι πρὸς τὸ ποσαχῶς ἕκαστον λέγεται καὶ ποῖα ὁμοίως καὶ ποῖα ἑτέρως ἐπί τε τῶν πραγμάτων συμβαίνει καὶ ἐπὶ τῶν ὀνομάτων. § 4. Δεύτερον δὲ πρὸς τὰς καθ´ αὑτὸν ζητήσεις· ὁ γὰρ ὑφ´ ἑτέρου ῥᾳδίως παραλογιζόμενος καὶ τοῦτο μὴ διαισθανόμενος κἂν αὐτὸς ὑφ´ αὑτοῦ τοῦτο πάθοι πολλάκις. § 5. Τρίτον δὲ καὶ τὸ λοιπὸν ἔτι πρὸς δόξαν, τὸ περὶ πάντα γεγυμνάσθαι δοκεῖν καὶ μηδενὸς ἀπείρως ἔχειν· τὸ γὰρ κοινωνοῦντα λόγων ψέγειν λόγους, μηδὲν ἔχοντα διορίζειν περὶ τῆς φαυλότητος αὐτῶν, ὑποψίαν δίδωσι τοῦ δοκεῖν δυσχεραίνειν οὐ διὰ τἀληθὲς ἀλλὰ δι´ ἀπειρίαν.

§ 6. Ἀποκρινομένοις δὲ πῶς ἀπαντητέον πρὸς τοὺς τοιούτους λόγους, φανερόν, εἴπερ ὀρθῶς εἰρήκαμεν πρότερον ἐξ ὧν εἰσιν οἱ παραλογισμοί, καὶ τὰς ἐν τῷ πυνθάνεσθαι πλεονεξίας ἱκανῶς διείλομεν. § 7. Οὐ ταὐτὸ δ´ ἐστὶ λαβόντα τε τὸν λόγον ἰδεῖν καὶ λῦσαι τὴν μοχθηρίαν, καὶ ἐρωτώμενον ἀπαντᾶν δύνασθαι ταχέως· ὃ γὰρ ἴσμεν, πολλάκις μετατιθέμενον ἀγνοοῦμεν. Ἔτι δ´, ὥσπερ ἐν τοῖς ἄλλοις τὸ θᾶττον καὶ τὸ βραδύτερον ἐκ τοῦ γεγυμνάσθαι γίνεται μᾶλλον, οὕτω καὶ ἐπὶ τῶν λόγων ἔχει, ὥστε, ἂν δῆλον μὲν ἡμῖν ᾖ, ἀμελέτητοι δ´ ὦμεν, ὑστεροῦμεν τῶν καιρῶν πολλάκις. § 8. Συμβαίνει δέ ποτε καθάπερ ἐν τοῖς διαγράμμασιν· καὶ γὰρ ἐκεῖ ἀναλύσαντες ἐνίοτε συνθεῖναι πάλιν ἀδυνατοῦμεν· οὕτω καὶ ἐν τοῖς ἐλέγχοις, εἰδότες παρ´ ὃ ὁ λόγος συμβαίνει συνεῖραι, διαλῦσαι τὸν λόγον ἀποροῦμεν.


ΚΕΦΑΛΑΙΟΝ ΙΖ΄

§ 1. Πρῶτον μὲν οὖν, ὥσπερ συλλογίζεσθαί φαμεν ἐνδόξως ποτὲ μᾶλλον ἢ ἀληθῶς προαιρεῖσθαι δεῖν, οὕτω καὶ λυτέον ποτὲ μᾶλλον ἐνδόξως ἢ κατὰ τἀληθές. Ὅλως γὰρ πρὸς τοὺς ἐριστικοὺς μαχετέον οὐχ ὡς ἐλέγχοντας ἀλλ´ ὡς φαινομένους· οὐ γάρ φαμεν συλλογίζεσθαί γε αὐτούς, ὥστε πρὸς τὸ μὴ δοκεῖν διορθωτέον. Εἰ γάρ ἐστιν ὁ ἔλεγχος ἀντίφασις μὴ ὁμώνυμος ἔκ τινων, οὐδὲν ἂν δέοι διαιρεῖσθαι πρὸς ἀμφίβολα καὶ τὴν ὁμωνυμίαν (οὐ γὰρ ποιεῖ συλλογισμόν), ἀλλ´ οὐδενὸς ἄλλου χάριν προσδιαιρετέον ἀλλ´ ἢ ὅτι τὸ συμπέρασμα φαίνεται ἐλεγχοειδές. § 2. Οὔκουν τὸ ἐλεγχθῆναι ἀλλὰ τὸ δοκεῖν εὐλαβητέον, ἐπεὶ τό γ´ ἐρωτᾶν ἀμφίβολα καὶ τὰ [176a] παρὰ τὴν ὁμωνυμίαν ὅσαι τ´ ἄλλαι τοιαῦται παρακρούσεις καὶ τὸν ἀληθινὸν ἔλεγχον ἀφανίζει καὶ τὸν ἐλεγχόμενον καὶ μὴ ἐλεγχόμενον ἄδηλον ποιεῖ. Ἐπεὶ γὰρ ἔξεστιν ἐπὶ τέλει συμπεραναμένου μὴ ὅπερ ἔφησεν ἀποφῆσαι λέγειν, ἀλλ´ 〈ἢ〉 ὁμωνύμως, εἰ καὶ ὅτι μάλιστ´ ἔτυχεν ἐπὶ ταὐτὸ φέρων, ἄδηλον εἰ ἐλήλεγκται· ἄδηλον γὰρ εἰ ἀληθῆ λέγει νῦν. Εἰ δὲ διελὼν ἤρετο τὸ ὁμώνυμον ἢ τὸ ἀμφίβολον, οὐκ ἂν ἄδηλος ἦν ὁ ἔλεγχος, § 3. ὅ τ´ ἐπιζητοῦσι νῦν μὲν ἧττον πρότερον δὲ μᾶλλον οἱ ἐριστικοί, τὸ ἢ "ναί" ἢ "οὔ" ἀποκρίνεσθαι τὸν ἐρωτώμενον, ἐγίνετ´ ἄν. Νῦν δὲ διὰ τὸ μὴ καλῶς ἐρωτᾶν τοὺς πυνθανομένους ἀνάγκη προσαποκρίνεσθαί τι τὸν ἐρωτώμενον, διορθοῦντα τὴν μοχθηρίαν τῆς προτάσεως· ἐπεὶ διελομένου γε ἱκανῶς ἢ "ναί" ἢ "οὔ" ἀνάγκη λέγειν τὸν ἀποκρινόμενον.

§ 4. Εἰ δέ τις ὑπολήψεται τὸν κατὰ ὁμωνυμίαν ἔλεγχον 〈ἔλεγχον〉 εἶναι, τρόπον τινὰ οὐκ ἔσται διαφυγεῖν τὸ ἐλέγχεσθαι τὸν ἀποκρινόμενον· ἐπὶ γὰρ τῶν ὁρατῶν ἀναγκαῖον ὃ ἔφησεν ἀποφῆσαι ὄνομα καὶ ὃ ἀπέφησε φῆσαι. § 5. Ὡς γὰρ διορθοῦνταί τινες, οὐδὲν ὄφελος. Οὐ γὰρ Κορίσκον φασὶν εἶναι μουσικὸν καὶ ἄμουσον, ἀλλὰ τοῦτον τὸν Κορίσκον μουσικὸν καὶ τοῦτον τὸν Κορίσκον ἄμουσον. Ὁ γὰρ αὐτὸς ἔσται λόγος τὸ τοῦτον τὸν Κορίσκον τῷ τοῦτον τὸν Κορίσκον ἄμουσον εἶναι (ἢ μουσικόν), ὅπερ ἅμα φησί τε καὶ ἀπόφησιν. Ἀλλ´ ἴσως οὐ ταὐτὸ σημαίνει (οὐδὲ γὰρ ἐκεῖ τοὔνομα), ὥστε τί διαφέρει; § 6. Εἰ δὲ τῷ μὲν τὸ ἁπλῶς λέγειν Κορίσκον ἀποδώσει, τῷ δὲ προσθήσει τὸ τινὰ ἢ τόνδε, ἄτοπον· οὐδὲν γὰρ μᾶλλον θατέρῳ· ὁποτέρῳ γὰρ ἂν οὐδὲν διαφέρει.

§ 7. Οὐ μὴν ἀλλ´ ἐπειδὴ ἄδηλος μέν ἐστιν ὁ μὴ διορισάμενος τὴν ἀμφιβολίαν πότερον ἐλήλεγκται ἢ οὐκ ἐλήλεγκται, δέδοται δ´ ἐν τοῖς λόγοις τὸ διελεῖν, φανερὸν ὅτι τὸ μὴ διορίσαντα δοῦναι τὴν ἐρώτησιν, ἀλλ´ ἁπλῶς, ἁμάρτημά ἐστιν, ὥστε κἂν εἰ μὴ αὐτός, ἀλλ´ ὅ γε λόγος ἐληλεγμένῳ ὅμοιός ἐστιν.

§ 8. Συμβαίνει μέντοι πολλάκις ὁρῶντας τὴν ἀμφιβολίαν ὀκνεῖν διαιρεῖσθαι διὰ τὴν πυκνότητα τῶν τὰ τοιαῦτα προτεινόντων, ὅπως μὴ πρὸς ἅπαν δοκῶσι δυσκολαίνειν· εἶτ´ οὐκ ἂν οἰηθέντων παρὰ τοῦτο γενέσθαι τὸν λόγον, πολλάκις ἀπήντησε παράδοξον. § 9. Ὥστ´ ἐπειδὴ δέδοται διαιρεῖν, οὐκ ὀκνητέον, καθάπερ ἐλέχθη πρότερον.

§ 10. Εἰ δὲ τὰ δύο ἐρωτήματα μὴ ἓν ἐποίει τις ἐρώτημα, οὐδ´ ἂν ὁ παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν ἐγίνετο παραλογισμός, ἀλλ´ ἢ ἔλεγχος ἢ οὔ. Τί γὰρ διαφέρει ἐρωτῆσαι [176b] εἰ Καλλίας καὶ Θεμιστοκλῆς μουσικοί εἰσιν ἢ εἰ ἀμφοτέροις ἓν ὄνομα ἦν ἑτέροις οὖσιν; εἰ γὰρ πλείω δηλοῖ ἑνός, πλείω ἠρώτησεν. Εἰ οὖν μὴ ὀρθὸν πρὸς δύο ἐρωτήσεις μίαν ἀπόκρισιν ἀξιοῦν λαμβάνειν ἁπλῶς, φανερὸν ὅτι οὐδενὶ προσήκει τῶν ὁμωνύμων ἀποκρίνεσθαι ἁπλῶς, οὐδ´ εἰ κατὰ πάντων ἀληθές, ὥσπερ ἀξιοῦσί τινες. Οὐδὲν γὰρ τοῦτο διαφέρει ἢ εἰ ἤρετο, Κορίσκος καὶ Καλλίας πότερον οἴκοι εἰσὶν ἢ οὐκ οἴκοι, εἴτε παρόντων ἀμφοῖν εἴτε μὴ παρόντων· ἀμφοτέρως γὰρ πλείους αἱ προτάσεις· οὐ γὰρ εἰ ἀληθὲς εἰπεῖν, διὰ τοῦτο μία ἡ ἐρώτησις. Ἐγχωρεῖ γὰρ καὶ μυρία ἕτερα ἐρωτηθέντα ἐρωτήματα ἁπλῶς ἢ "ναί" ἢ "οὔ" ἀληθὲς εἶναι λέγειν· ἀλλ´ ὅμως οὐκ ἀποκριτέον μιᾷ ἀποκρίσει· ἀναιρεῖται γὰρ τὸ διαλέγεσθαι. Τοῦτο δ´ ὅμοιον ὡς εἰ καὶ τὸ αὐτὸ ὄνομα τεθείη τοῖς ἑτέροις. Εἰ οὖν μὴ δεῖ πρὸς δύο ἐρωτήσεις μίαν ἀπόκρισιν διδόναι, φανερὸν ὅτι οὐδ´ ἐπὶ τῶν ὁμωνύμων τὸ "ναί" ἢ "οὔ" λεκτέον· § 11. οὐδὲ γὰρ ὁ εἰπὼν ἀποκέκριται, ἀλλ´ εἴρηκεν. Ἀλλ´ ἀξιοῦταί πως ἐν τοῖς διαλεγομένοις διὰ τὸ λανθάνειν τὸ συμβαῖνον.

§ 12. Ὥσπερ οὖν εἴπομεν, ἐπειδήπερ οὐδ´ ἔλεγχοί τινες ὄντες δοκοῦσιν εἶναι, κατὰ τὸν αὐτὸν τρόπον καὶ λύσεις δόξουσιν εἶναί τινες οὐκ οὖσαι λύσεις· ἃς δή φαμεν ἐνίοτε μᾶλλον δεῖν φέρειν ἢ τὰς ἀληθεῖς ἐν τοῖς ἀγωνιστικοῖς λόγοις καὶ τῇ πρὸς τὸ διττὸν ἀπαντήσει.

§ 13. Ἀποκριτέον δ´ ἐπὶ μὲν τῶν δοκούντων τὸ "ἔστω" λέγοντα· καὶ γὰρ οὕτως ἥκιστα γίνοιτ´ ἂν παρεξέλεγχος. Ἂν δέ τι παράδοξον ἀναγκάζηται λέγειν, ἐνταῦθα μάλιστα προσθετέον τὸ δοκεῖν· οὕτω γὰρ ἂν οὔτ´ ἔλεγχος οὔτε παράδοξον γίνεσθαι δόξειεν.

§ 14. Ἐπεὶ δὲ πῶς αἰτεῖται τὸ ἐν ἀρχῇ δῆλον, οἴονται δὲ πάντως ἃν ᾖ σύνεγγυς ἀναιρετέον, καὶ μὴ συγχωρητέον εἶναι ἔνια, ὡς τὸ ἐν ἀρχῇ αἰτοῦντος, ὅταν τι τοιοῦτον ἀξιοῖ τις ὃ ἀναγκαῖον μὲν συμβαίνειν ἐκ τῆς θέσεως, ᾖ δὲ ψεῦδος ἢ ἄδοξον, ταὐτὸ λεκτέον· τὰ γὰρ ἐξ ἀνάγκης συμβαίνοντα τῆς αὐτῆς εἶναι δοκεῖ θέσεως. § 15. Ἔτι ὅταν τὸ καθόλου μὴ ὀνόματι ληφθῇ ἀλλὰ παραβολῇ, λεκτέον ὅτι οὐχ ὡς ἐδόθη οὐδ´ ὡς προὔτεινε λαμβάνει· καὶ γὰρ παρὰ τοῦτο γίνεται πολλάκις ἔλεγχος. § 16. Ἐξειργόμενον δὲ τούτων ἐπὶ τὸ μὴ καλῶς δεδεῖχθαι πορευτέον, ἀπαντῶντα κατὰ τὸν εἰρημένον διορισμόν.

§ 17. Ἐν μὲν οὖν τοῖς κυρίως λεγομένοις ὀνόμασιν ἀνάγκη ἀποκρίνεσθαι ἢ ἁπλῶς ἢ διαιρούμενον. § 18. Ἃ δὲ συνυπονοοῦντες τίθεμεν, οἷον ὅσα μὴ σαφῶς ἀλλὰ κολοβῶς ἐρωτᾶται, [177a] παρὰ τοῦτο συμβαίνει ὁ ἔλεγχος. Οἷον "ἆρ´ ὃ ἂν ᾖ Ἀθηναίων κτῆμά ἐστιν Ἀθηναίων;" "ναί." "Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ἀλλὰ μὴν ὁ ἄνθρωπός ἐστι τῶν ζῴων;" "ναί." "Κτῆμα ἄρα ὁ ἄνθρωπος τῶν ζῴων." Τὸν γὰρ ἄνθρωπον τῶν ζῴων λέγομεν ὅτι ζῷόν ἐστι, καὶ Λύσανδρον τῶν Λακώνων ὅτι Λάκων. Δῆλον οὖν ὡς ἐν οἷς ἀσαφὲς τὸ προτεινόμενον οὐ συγχωρητέον ἁπλῶς.

§ 19. Ὅταν δὲ δυοῖν ὄντοιν θατέρου μὲν ὄντος ἐξ ἀνάγκης θάτερον εἶναι δοκῇ, θατέρου δὲ τοῦτο μὴ ἐξ ἀνάγκης, ἐρωτώμενον πότερον, δεῖ τὸ ἔλαττον διδόναι (χαλεπώτερον γὰρ συλλογίσασθαι ἐκ πλειόνων)· ἐ

§ 20. ὰν δ´ ἐπιχειρῇ ὅτι τῷ μὲν ἔστιν ἐναντίον τῷ δ´ οὐκ ἔστιν, ἂν ὁ λόγος ἀληθὴς ᾖ, ἐναντίον 〈εἶναι〉 φάναι, ὄνομα δὲ μὴ κεῖσθαι τοῦ ἑτέρου.

§ 21. Ἐπεὶ δ´ ἔνια μὲν ὧν λέγουσιν οἱ πολλοὶ τὸν μὴ συγχωροῦντα ψεύδεσθαι ἂν φαῖεν ἔνια δ´ οὔ, οἷον ὅσα ἀμφιδοξοῦσιν (πότερον γὰρ φθαρτὴ ἢ ἀθάνατος ἡ ψυχὴ τῶν ζῴων, οὐ διώρισται τοῖς πολλοῖς)—ἐν οἷς οὖν ἄδηλον ποτέρως εἴωθε λέγεσθαι τὸ προτεινόμενον, πότερον ὡς αἱ γνῶμαι (καλοῦσι γὰρ γνώμας καὶ τὰς ἀληθεῖς δόξας καὶ τὰς ὅλας ἀποφάνσεις) ἢ ὡς "ἡ διάμετρος ἀσύμμετρός ἐστι", οὗ τὸ ἀληθὲς ἀμφιδοξεῖται, μάλιστα μεταφέρων ἄν τις λανθάνοι τὰ ὀνόματα περὶ τούτων. Διὰ μὲν γὰρ τὸ ἄδηλον εἶναι ποτέρως ἔχει τἀληθές, οὐ δόξει σοφίζεσθαι, διὰ δὲ τὸ ἀμφιδοξεῖν οὐ δόξει ψεύδεσθαι· ἡ γὰρ μεταφορὰ ποιήσει τὸν λόγον ἀνεξέλεγκτον.

§ 22. Ἔτι ὅσα ἄν τις προαισθάνηται τῶν ἐρωτημάτων, προενστατέον καὶ προαγορευτέον· οὕτω γὰρ ἂν μάλιστα τὸν πυνθανόμενον κωλύσειεν.


ΚΕΦΑΛΑΙΟΝ ΙΗ΄

§ 1. Ἐπεὶ δ´ ἐστὶν ἡ μὲν ὀρθὴ λύσις ἐμφάνισις ψευδοῦς συλλογισμοῦ, παρ´ ὁποίαν ἐρώτησιν συμβαίνει τὸ ψεῦδος, ὁ δὲ ψευδὴς συλλογισμὸς λέγεται διχῶς (ἢ γὰρ εἰ συλλελόγισται ψεῦδος, ἢ εἰ μὴ ὢν συλλογισμὸς δοκεῖ εἶναι συλλογισμός), εἴη ἂν ἥ τε εἰρημένη νῦν λύσις καὶ ἡ τοῦ φαινομένου συλλογισμοῦ παρ´ ὅ τι φαίνεται τῶν ἐρωτημάτων διόρθωσις, ὥστε συμβαίνει τῶν λόγων τοὺς μὲν συλλελογισμένους ἀνελόντα, τοὺς δὲ φαινομένους διελόντα λύειν. Πάλιν δ´ ἐπεὶ τῶν συλλελογισμένων λόγων οἱ μὲν ἀληθὲς οἱ δὲ ψεῦδος ἔχουσι τὸ συμπέρασμα, τοὺς μὲν κατὰ τὸ συμπέρασμα ψευδεῖς διχῶς ἐνδέχεται λύειν· καὶ γὰρ τῷ ἀνελεῖν τι τῶν ἠρωτημένων καὶ τῷ δεῖξαι τὸ συμπέρασμα ἔχον οὐχ οὕτως· [177b] τοὺς δὲ κατὰ τὰς προτάσεις τῷ ἀνελεῖν τι μόνον· τὸ γὰρ συμπέρασμα ἀληθές. Ὥστε τοῖς βουλομένοις λύειν λόγον πρῶτον μὲν σκεπτέον εἰ συλλελόγισται ἢ ἀσυλλόγιστος, εἶτα πότερον ἀληθὲς τὸ συμπέρασμα ἢ ψεῦδος, ὅπως ἢ διαιροῦντες ἢ ἀναιροῦντες λύωμεν, καὶ ἀναιροῦντες ἢ ὧδε ἢ ὧδε, καθάπερ ἐλέχθη πρότερον. Διαφέρει δὲ πλεῖστον ἐρωτώμενόν τε καὶ μὴ λύειν λόγον· τὸ μὲν γὰρ προϊδεῖν χαλεπόν, τὸ δὲ κατὰ σχολὴν ἰδεῖν ῥᾷον.


ΚΕΦΑΛΑΙΟΝ ΙΘ΄

§ 1. Τῶν μὲν οὖν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν ἐλέγχων οἱ μὲν ἔχουσι τῶν ἐρωτημάτων τι πλείω σημαῖνον, οἱ δὲ τὸ συμπέρασμα πολλαχῶς λεγόμενον· οἷον ἐν μὲν τῷ "σιγῶντα λέγειν" τὸ συμπέρασμα διττόν, ἐν δὲ τῷ "μὴ συνεπίστασθαι τὸν ἐπιστάμενον" ἓν τῶν ἐρωτημάτων ἀμφίβολον. Καὶ τὸ διττὸν ὁτὲ μὲν ἔστιν ὁτὲ δ´ οὐκ ἔστιν, ἀλλὰ σημαίνει τὸ διττὸν τὸ μὲν ὂν τὸ δ´ οὐκ ὄν.

§ 2. Ὅσοις μὲν οὖν ἐν τῷ τέλει τὸ πολλαχῶς, ἂν μὴ προσλάβῃ τὴν ἀντίφασιν οὐ γίνεται ἔλεγχος, οἷον ἐν τῷ τὸν τυφλὸν ὁρᾶν· ἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχος. § 3. Ὅσοις δ´ ἐν τοῖς ἐρωτήμασιν, οὐκ ἀνάγκη προαποφῆσαι τὸ διττόν· οὐ γὰρ πρὸς τοῦτο ἀλλὰ διὰ τοῦτο ὁ λόγος. § 4. Ἐν ἀρχῇ μὲν οὖν πρὸς τὸ διπλοῦν καὶ ὄνομα καὶ λόγον οὕτως ἀποκριτέον, ὅτι ἔστιν ὡς, ἔστι δ´ ὡς οὔ, ὥσπερ τῷ "σιγῶντα λέγειν" ὅτι ἔστιν ὡς, ἔστι δ´ ὡς οὔ, καὶ τὰ δέοντα πρακτέον ἔστιν ἅ, ἔστι δ´ ἃ οὔ· τὰ γὰρ δέοντα λέγεται πολλαχῶς· ἐὰν δὲ λάθῃ, ἐπὶ τέλει προστιθέντα τῇ ἐρωτήσει διορθωτέον· "Ἆρ´ ἔστι σιγῶντα λέγειν;", "Οὔ, ἀλλὰ τόνδε σιγῶντα". § 5. Καὶ ἐν τοῖς ἔχουσι δὲ τὸ πλεοναχῶς ἐν ταῖς προτάσεσιν ὁμοίως· "Οὐκ ἄρα συνεπίστανται ὅ τι ἐπίστανται;", "Ναί, ἀλλ´ οὐχ οἱ οὕτως ἐπιστάμενοι". Οὐ γὰρ ταὐτόν ἐστιν ὅτι οὐκ ἔστι συνεπίστασθαι καὶ ὅτι τοὺς ὡδὶ ἐπισταμένους οὐκ ἔστιν. § 6. Ὅλως τε μαχετέον, ἂν καὶ ἁπλῶς συλλογίζηται, ὅτι οὐχ ὃ ἔφησεν ἀπέφησε πρᾶγμα ἀλλ´ ὄνομα, ὥστ´ οὐκ ἔλεγχος.


ΚΕΦΑΛΑΙΟΝ Κ΄

§ 1. Φανερὸν δὲ καὶ τοὺς παρὰ τὴν διαίρεσιν καὶ σύνθεσιν πῶς λυτέον· ἂν γὰρ διαιρούμενος καὶ συντιθέμενος ὁ λόγος ἕτερον σημαίνῃ, συμπεραινομένου τοὐναντίον λεκτέον. § 2. Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι παρὰ τὴν σύνθεσιν ἢ διαίρεσιν· "ἆρ´ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος; καὶ ᾧ ἐτύπτετο, τούτῳ σὺ εἶδες;". § 3. Ἔχει μὲν οὖν τι κἀκ τῶν ἀμφιβόλων [178a] ἐρωτημάτων, ἀλλ´ ἔστι παρὰ σύνθεσιν. Οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν· οὐ γὰρ ὁ αὐτὸς λόγος γίνεται, διαιρούμενος, εἴπερ μὴ 〈ὡς〉 καὶ τὸ "ὄρος", [καὶ] "ὅρος" τῇ προσῳδίᾳ λεχθέν, σημαίνει ἕτερον. Ἀλλ´ ἐν μὲν τοῖς γεγραμμένοις τὸ αὐτὸ 〈τὸ〉 ὄνομα, ὅταν ἐκ τῶν αὐτῶν στοιχείων γεγραμμένον ᾖ καὶ ὡσαύτως (κἀκεῖ δ´ ἤδη παράσημα ποιοῦνται), τὰ δὲ φθεγγόμενα οὐ ταὐτά. § 4. Ὥστ´ οὐ διττὸν τὸ παρὰ διαίρεσιν. Φανερὸν δὲ καὶ ὅτι οὐ πάντες οἱ ἔλεγχοι παρὰ τὸ διττόν, καθάπερ τινές φασιν.

§ 5. Διαιρετέον οὖν τῷ ἀποκρινομένῳ· οὐ γὰρ ταὐτὸ 〈τὸ〉 ἰδεῖν "Τοῖς ὀφθαλμοῖς τυπτόμενον" καὶ τὸ φάναι "ἰδεῖν τοῖς ὀφθαλμοῖς" τυπτόμενον. § 6. Καὶ ὁ Εὐθυδήμου δὲ λόγος "Ἆρ´ οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν;" § 7. καὶ πάλιν "Ἆρ´ ἔστιν ἀγαθὸν ὄντα σκυτέα μοχθηρὸν εἶναι; εἴη δ´ ἄν τις ἀγαθὸς ὢν σκυτεὺς μοχθηρός· ὥστ´ ἔσται ἀγαθὸς σκυτεὺς μοχθηρός". § 8. "Ἆρ´ ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα; τοῦ δὲ κακοῦ σπουδαία ἡ ἐπιστήμη· σπουδαῖον ἄρα μάθημα τὸ κακόν. Ἀλλὰ μὴν καὶ κακὸν καὶ μάθημα τὸ κακόν, ὥστε κακὸν μάθημα τὸ κακόν. Ἀλλ´ ἔστι κακῶν σπουδαία ἡ ἐπιστήμη." § 9. "Ἆρ´ ἀληθὲς εἰπεῖν νῦν ὅτι σὺ γέγονας; γέγονας ἄρα νῦν." Ἢ ἄλλο σημαίνει διαιρεθέν; ἀληθὲς γὰρ εἰπεῖν νῦν ὅτι σὺ γέγονας, ἀλλ´ οὐ "Νῦν γέγονας". "§ 10. Ἆρ´ ὡς δύνασαι καὶ ἃ δύνασαι, οὕτως καὶ ταῦτα ποιήσαις ἄν; οὐ κιθαρίζων δ´ ἔχεις δύναμιν τοῦ κιθαρίζειν· κιθαρίσαις ἂν ἄρα οὐ κιθαρίζων." Ἢ οὐ τούτου ἔχει τὴν δύναμιν, τοῦ οὐ κιθαρίζων κιθαρίζειν, ἀλλ´, ὅτε οὐ ποιεῖ, τοῦ ποιεῖν. § 11. Λύουσι δέ τινες τοῦτον καὶ ἄλλως. Εἰ γὰρ ἔδωκεν ὡς δύναται ποιεῖν, οὔ φασι συμβαίνειν μὴ κιθαρίζοντα κιθαρίζειν· οὐ γὰρ πάντως ὡς δύναται ποιεῖν δεδόσθαι ποιήσειν· οὐ ταὐτὸ δ´ εἶναι ὡς δύναται καὶ πάντως ὡς δύναται ποιεῖν. § 12. Ἀλλὰ φανερὸν ὅτι οὐ καλῶς λύουσιν· τῶν γὰρ παρὰ ταὐτὸν λόγων ἡ αὐτὴ λύσις, αὕτη δ´ οὐχ ἁρμόσει ἐπὶ πάντας οὐδὲ πάντως ἐρωτωμένοις, ἀλλ´ ἔστι πρὸς τὸν ἐρωτῶντα, οὐ πρὸς τὸν λόγον.


ΚΕΦΑΛΑΙΟΝ ΚΑ΄

§ 1. Παρὰ δὲ τὴν προσῳδίαν λόγοι μὲν οὐκ εἰσίν, οὔτε τῶν γεγραμμένων οὔτε τῶν λεγομένων, πλὴν εἴ τινες ὀλίγοι γένοιντ´ ἄν, οἷον οὗτος ὁ λόγος· "Ἆρά γ´ ἐστὶ τὸ οὗ καταλύεις οἰκία;" "Ναί." "Οὐκοῦν τὸ ‘οὐ καταλύεις’ τοῦ ‘καταλύεις’ ἀπόφασις;" [188b] "Ναί." § 2. "Ἔφησας δ´ εἶναι τὸ οὗ καταλύεις οἰκίαν· ἡ οἰκία ἄρα ἀπόφασις." Ὡς δὴ λυτέον, δῆλον· οὐ γὰρ τὸ αὐτὸ σημαίνει ὀξύτερον τὸ δὲ βαρύτερον ῥηθέν.


ΚΕΦΑΛΑΙΟΝ ΚΒ΄

§ 1. Δῆλον δὲ καὶ τοῖς παρὰ τὸ ὡσαύτως λέγεσθαι τὰ μὴ ταὐτὰ πῶς ἀπαντητέον, ἐπείπερ ἔχομεν τὰ γένη τῶν κατηγοριῶν. Ὁ μὲν γὰρ ἔδωκεν ἐρωτηθεὶς μὴ ὑπάρχειν τι τούτων ὅσα τί ἐστι σημαίνει· ὁ δ´ ἔδειξεν ὑπάρχον τι τῶν πρός τι ἢ ποσῶν, δοκούντων δὲ τί ἐστι σημαίνειν διὰ τὴν λέξιν· § 2. οἷον ἐν τῷδε τῷ λόγῳ· "Ἆρ´ ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι;" "οὔ." "Ἀλλὰ μὴν ὁρᾶν γέ τι ἅμα καὶ ἑωρακέναι τὸ αὐτὸ καὶ κατὰ ταὐτὸ ἐνδέχεται." § 3. "Ἆρ´ ἔστι τι τῶν πάσχειν ποιεῖν τι;" "οὔ." "Οὐκοῦν τὸ τέμνεται καίεται αἰσθάνεται ὁμοίως λέγεται καὶ πάντα πάσχειν τι σημαίνει; πάλιν δὲ τὸ λέγειν τρέχειν ὁρᾶν ὁμοίως ἀλλήλοις λέγεται· ἀλλὰ μὴν τό γ´ ὁρᾶν αἰσθάνεσθαί τί ἐστιν, ὥστε καὶ πάσχειν τι ἅμα καὶ ποιεῖν." § 4. Εἰ δή τις ἐκεῖ, δοὺς μὴ ἐνδέχεσθαι ἅμα ταὐτὸ ποιεῖν καὶ πεποιηκέναι, τὸ ὁρᾶν καὶ ἑωρακέναι φαίη ἐγχωρεῖν, οὔπω ἐλήλεγκται, εἰ μὴ λέγοι τὸ ὁρᾶν ποιεῖν τι ἀλλὰ πάσχειν· προσδεῖται γὰρ τούτου τοῦ ἐρωτήματος. Ἀλλ´ ὑπὸ τοῦ ἀκούοντος ὑπολαμβάνεται δεδωκέναι, ὅτε τὸ τέμνειν ποιεῖν τι καὶ τὸ τετμηκέναι πεποιηκέναι ἔδωκε καὶ ὅσα ἄλλα ὁμοίως λέγεται· τὸ γὰρ λοιπὸν αὐτὸς προστίθησιν ὁ ἀκούων ὡς ὁμοίως λεγόμενον. Τὸ δὲ λέγεται μὲν οὐχ ὁμοίως, φαίνεται δὲ διὰ τὴν λέξιν. Τὸ αὐτὸ δὲ συμβαίνει ὅπερ ἐν ταῖς ὁμωνυμίαις· οἴεται γὰρ ἐν τοῖς ὁμωνύμοις ὁ ἀγνὼς τῶν λόγων ὃ ἔφησεν ἀποφῆσαι πρᾶγμα, οὐκ ὄνομα. Τῷ δὲ ἔτι προσδεῖ ἐρωτήματος εἰ ἐφ´ ἓν βλέπων λέγει τὸ ὁμώνυμον· οὕτως γὰρ δόντος ἔσται ἔλεγχος.

§ 5. Ὅμοιοι δὲ καὶ οἵδε οἱ λόγοι τούτοις, "εἰ ὅ τις ἔχων ὕστερον μὴ ἔχει, ἀπέβαλεν· ὁ γὰρ ἕνα μόνον ἀποβαλὼν ἀστράγαλον οὐχ ἕξει δέκα ἀστραγάλους". Ἢ ὃ μὲν μὴ ἔχει πρότερον ἔχων, ἀποβέβληκεν, ὅσα δὲ μὴ ἔχει ᾗ ὅσα, οὐκ ἀνάγκη τοσαῦτα ἀποβαλεῖν; ἐρωτήσας οὖν ὃ ἔχει, συνάγει ἐπὶ τοῦ ὅσα· τὰ γὰρ δέκα ποσά. Εἰ οὖν ἤρετο ἐξ ἀρχῆς, [εἰ] "Ὅσα τις μὴ ἔχει πρότερον ἔχων, ἆρά γε ἀποβέβληκε τοσαῦτα;", οὐδεὶς ἂν ἔδωκεν, ἀλλ´ ἢ τοσαῦτα ἢ τούτων τι. Καὶ ὅτι δοίη ἄν τις ὃ μὴ ἔχει· οὐ γὰρ ἔχει ἕνα μόνον ἀστράγαλον. § 6. Ἢ οὐ δέδωκεν ὃ οὐκ εἶχεν, ἀλλ´ ὡς οὐκ εἶχε, τὸν ἕνα· τὸ γὰρ μόνον οὐ τόδε σημαίνει οὐδὲ τοιόνδε οὐδὲ τοσόνδε, ἀλλ´ [189a] ὡς ἔχει πρός τι, οἷον ὅτι οὐ μετ´ ἄλλου, ὥσπερ ἂν εἰ ἤρετο "ἆρ´ ὃ μή τις ἔχει δοίη ἄν;", μὴ φάντος δὲ ἔροιτο εἰ δοίη ἄν τίς τι ταχέως μὴ ἔχων ταχέως, φήσαντος δὲ συλλογίζοιτο ὅτι δοίη ἄν τις ὃ μὴ ἔχει. Καὶ φανερὸν ὅτι οὐ συλλελόγισται· τὸ γὰρ ταχέως οὐ τόδε διδόναι ἀλλ´ ὧδε διδόναι ἐστίν· ὡς δὲ μὴ ἔχει τις, δοίη ἄν, οἷον ἡδέως ἔχων δοίη ἂν λυπηρῶς.

§ 7. Ὅμοιοι δὲ καὶ οἱ τοιοίδε πάντες· "Ἆρ´ ᾗ μὴ ἔχει χειρὶ τύπτοι ἄν", ἢ "ᾧ μὴ ἔχει ὀφθαλμῷ ἴδοι ἄν;" οὐ γὰρ ἔχει ἕνα μόνον. § 8. Λύουσι μὲν οὖν τινες λέγοντες ὡς καὶ ἔχει ἕνα μόνον καὶ ὀφθαλμὸν καὶ ἄλλ´ ὁτιοῦν ὁ πλείω ἔχων· § 9. οἱ δὲ ὡς καὶ ὃ ἔχει ἔλαβεν· ἐδίδου γὰρ μίαν μόνον οὗτος ψῆφον· "Καὶ οὗτός γ´ ἔχει", φασί, "μίαν μόνον παρὰ τούτου ψῆφον"· § 10. οἱ δέ, εὐθὺς τὴν ἐρώτησιν ἀναιροῦντες, ὅτι ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν, οἷον οἶνον λαβόντα ἡδύν, διαφθαρέντος ἐν τῇ λήψει ἔχειν ὀξύν.

§ 11. Ἀλλ´ ὅπερ ἐλέχθη καὶ πρότερον, οὗτοι πάντες οὐ πρὸς τὸν λόγον ἀλλὰ πρὸς τὸν ἄνθρωπον λύουσιν. Εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε λύειν, καθάπερ ἐπὶ τῶν ἄλλων. Οἷον εἰ "ἔστι μὲν ὅ, ἔστι δ´ ὃ οὔ" ἡ λύσις, ἂν ἁπλῶς δῷ λέγεσθαι, συμπεραίνεται· ἐὰν δὲ μὴ συμπεραίνηται, οὐκ ἂν εἴη 〈ἡ〉 λύσις. Ἐν δὲ τοῖς προειρημένοις οὐδὲ πάντων διδομένων φαμὲν γίνεσθαι συλλογισμόν.

§ 12. Ἔτι δὲ καὶ οἵδ´ εἰσὶ τούτων τῶν λόγων· "Ἆρ´ ὃ γέγραπται, γέγραφέ τις; γέγραπται δὲ νῦν ὅτι σὺ κάθησαι, ψευδὴς λόγος· ἦν δ´ ἀληθής, ὅτ´ ἐγράφετο· ἅμα ἄρα ἐγράφετο ψευδὴς καὶ ἀληθής." Τὸ γὰρ ψευδῆ ἢ ἀληθῆ λόγον ἢ δόξαν εἶναι οὐ τόδε ἀλλὰ τοιόνδε σημαίνει· ὁ γὰρ αὐτὸς λόγος καὶ ἐπὶ τῆς δόξης.

§ 13. Καὶ "Ἆρ´ ὃ μανθάνει ὁ μανθάνων, τοῦτ´ ἔστιν ὃ μανθάνει; μανθάνει δέ τις τὸ βραδὺ ταχύ." Οὐ τοίνυν ὃ μανθάνει ἀλλ´ ὡς μανθάνει εἴρηκεν. § 14. Καὶ "Ἆρ´ ὃ βαδίζει τις πατεῖ; βαδίζει δὲ τὴν ἡμέραν ὅλην." Ἢ οὐχ ὃ βαδίζει ἀλλ´ ὅτε βαδίζει εἴρηκεν, § 15. οὐδὲ τὸ τὴν κύλικα πίνειν ὃ πίνει ἀλλ´ ἐξ οὗ. § 16. Καὶ "Ἆρ´ ὅ τις οἶδεν, ἢ μαθὼν ἢ εὑρὼν οἶδεν; ὧν δὲ τὸ μὲν εὗρε τὸ δ´ ἔμαθε, τὰ ἄμφω οὐδέτερον." Ἢ ὃ μὲν ἅπαν, ἃ δ´ οὐχ ἅπαντα; § 17. καὶ ὅτι ἔστι τις τρίτος ἄνθρωπος παρ´ αὐτὸν καὶ τοὺς καθ´ ἕκαστον· τὸ γὰρ ἄνθρωπος καὶ ἅπαν τὸ κοινὸν οὐ τόδε τι ἀλλὰ τοιόνδε τι ἢ ποσὸν ἢ πρός τι ἢ τῶν τοιούτων τι σημαίνει. Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Κορίσκος [189b] καὶ Κορίσκος μουσικός, πότερον ταὐτὸν ἢ ἕτερον; τὸ μὲν γὰρ τόδε τι, τὸ δὲ τοιόνδε σημαίνει, ὥστ´ οὐκ ἔστιν αὐτὸ ἐκθέσθαι. Οὐ τὸ ἐκτίθεσθαι δὲ ποιεῖ τὸν τρίτον ἄνθρωπον, ἀλλὰ τὸ ὅπερ τόδε τι εἶναι συγχωρεῖν· οὐ γὰρ ἔστι τόδε τι εἶναι, ὥσπερ Καλλίας, καὶ ὅπερ ἄνθρωπός ἐστιν. Οὐδ´ εἴ τις τὸ ἐκτιθέμενον μὴ ὅπερ τόδε τι εἶναι λέγοι ἀλλ´ ὅπερ ποιόν, οὐδὲν διοίσει· ἔσται γὰρ τὸ παρὰ τοὺς πολλοὺς ἕν τι, οἷον τὸ ἄνθρωπος. Φανερὸν οὖν ὅτι οὐ δοτέον τόδε τι εἶναι τὸ κοινῇ κατηγορούμενον ἐπὶ πᾶσιν, ἀλλ´ ἤτοι ποιὸν ἢ πρός τι ἢ ποσὸν ἢ τῶν τοιούτων τι σημαίνειν.


ΚΕΦΑΛΑΙΟΝ ΚΓ΄

§ 1. Ὅλως δ´ ἐν τοῖς παρὰ τὴν λέξιν λόγοις ἀεὶ κατὰ τὸ ἀντικείμενον ἔσται ἡ λύσις ἢ παρ´ ὅ ἐστιν ὁ λόγος. § 2. Οἷον εἰ παρὰ σύνθεσιν ὁ λόγος, ἡ λύσις διελόντι, εἰ δὲ παρὰ διαίρεσιν, συνθέντι. § 3. Πάλιν εἰ παρὰ προσῳδίαν ὀξεῖαν, ἡ βαρεῖα προσῳδία λύσις, εἰ δὲ παρὰ βαρεῖαν, ἡ ὀξεῖα. § 4. Εἰ δὲ παρ´ ὁμωνυμίαν, ἔστι τὸ ἀντικείμενον ὄνομα εἰπόντα λύειν· οἷον, εἰ ἄψυχον συμβαίνει λέγειν, ἀποφήσαντα μὴ εἶναι δηλοῦν ὡς ἔστιν ἔμψυχον· εἰ δ´ ἄψυχον ἔφησεν, ὁ δ´ ἔμψυχον συνελογίσατο, [λέγειν] ὡς ἔστιν ἄψυχον. § 5. Ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀμφιβολίας. § 6. Εἰ δὲ παρ´ ὁμοιότητα λέξεως, τὸ ἀντικείμενον ἔσται λύσις. "Ἆρ´ ὃ μὴ ἔχει, δοίη ἄν τις;" ἢ οὐχ ὃ μὴ ἔχει, ἀλλ´ ὡς οὐκ ἔχει, οἷον ἕνα μόνον ἀστράγαλον. "Ἆρ´ ὃ ἐπίσταται, μαθὼν ἢ εὑρὼν ἐπίσταται;" ἀλλ´ οὐχ ἃ ἐπίσταται. Καὶ εἰ ὃ βαδίζει πατεῖ, ἀλλ´ οὐχ ὅτε. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.


ΚΕΦΑΛΑΙΟΝ ΚΔ΄

§ 1. Πρὸς δὲ τοὺς παρὰ τὸ συμβεβηκὸς μία μὲν ἡ αὐτὴ λύσις πρὸς ἅπαντας. Ἐπεὶ γὰρ ἀδιόριστόν ἐστι τὸ πότε λεκτέον ἐπὶ τοῦ πράγματος ὅταν ἐπὶ τοῦ συμβεβηκότος ὑπάρχῃ, καὶ ἐπ´ ἐνίων μὲν δοκεῖ καὶ φασίν, ἐπ´ ἐνίων δ´ οὔ φασιν ἀναγκαῖον εἶναι, ῥητέον οὖν συμβιβασθέντος ὁμοίως πρὸς ἅπαντας ὅτι οὐκ ἀναγκαῖον, ἔχειν δὲ δεῖ προφέρειν τὸ "οἷον". § 2. Εἰσὶ δὲ πάντες οἱ τοιοίδε τῶν λόγων παρὰ τὸ συμβεβηκός· "Ἆρ´ οἶδας ὃ μέλλω σε ἐρωτᾶν;" "Ἆρ´ οἶδας τὸν προσιόντα, ἢ τὸν ἐγκεκαλυμμένον;" "Ἆρ´ ὁ ἀνδριὰς σόν ἐστιν ἔργον, ἢ σὸς ὁ κύων πατήρ;" "Ἆρα τὰ ὀλιγάκις ὀλίγα ὀλίγα;" φανερὸν γὰρ ἐν ἅπασι τούτοις ὅτι οὐκ ἀνάγκη τὸ κατὰ τοῦ συμβεβηκότος καὶ κατὰ τοῦ πράγματος ἀληθεύεσθαι· μόνοις γὰρ τοῖς κατὰ τὴν οὐσίαν ἀδιαφόροις καὶ ἓν οὖσιν ἅπαντα δοκεῖ ταὐτὰ ὑπάρχειν. Τῷ δ´ ἀγαθῷ οὐ ταὐτόν ἐστιν ἀγαθῷ [180a] τ´ εἶναι καὶ μέλλοντι ἐρωτᾶσθαι, οὐδὲ τῷ προσιόντι ἢ ἐγκεκαλυμμένῳ προσιόντι τε εἶναι καὶ Κορίσκῳ· ὥστ´ οὐκ εἰ οἶδα τὸν Κορίσκον, ἀγνοῶ δὲ τὸν προσιόντα, τὸν αὐτὸν οἶδα καὶ ἀγνοῶ· οὐδ´ εἰ τοῦτ´ ἔστιν ἐμόν, ἔστι δ´ ἔργον, ἐμόν ἐστιν ἔργον, ἀλλ´ ἢ κτῆμα ἢ πρᾶγμα ἢ ἄλλο τι. Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.

§ 3. Λύουσι δέ τινες διαιροῦντες τὴν ἐρώτησιν. Φασὶ γὰρ ἐνδέχεσθαι ταὐτὸ πρᾶγμα εἰδέναι καὶ ἀγνοεῖν, ἀλλὰ μὴ κατὰ ταὐτό· τὸν οὖν προσιόντα οὐκ εἰδότες, τὸν δὲ Κορίσκον εἰδότες, ταὐτὸ μὲν εἰδέναι καὶ ἀγνοεῖν φασιν, ἀλλ´ οὐ κατὰ ταὐτό.

§ 4. Καίτοι πρῶτον μέν, καθάπερ ἤδη εἴπομεν, δεῖ τῶν παρὰ ταὐτὸ λόγων τὴν αὐτὴν εἶναι διόρθωσιν. Αὕτη δ´ οὐκ ἔσται, ἄν τις μὴ ἐπὶ τοῦ εἰδέναι ἀλλ´ ἐπὶ τοῦ εἶναι ἤ πως ἔχειν τὸ αὐτὸ ἀξίωμα λαμβάνῃ, οἷον "εἰ ὅδε ἐστὶ πατήρ, ἔστι δὲ σός"· εἰ γὰρ ἐπ´ ἐνίων τοῦτ´ ἔστιν ἀληθὲς καὶ ἐνδέχεται τὸ αὐτὸ εἰδέναι καὶ ἀγνοεῖν, ἀλλ´ ἐνταῦθα οὐδὲν κοινωνεῖ τὸ λεχθέν.

§ 5. Οὐδὲν δὲ κωλύει τὸν αὐτὸν λόγον πλείους μοχθηρίας ἔχειν, ἀλλ´ οὐχ ἡ πάσης μοχθηρίας ἐμφάνισις λύσις ἐστίν· ἐγχωρεῖ γὰρ ὅτι μὲν ψεῦδος συλλελόγισται δεῖξαί τινα, παρ´ ὃ δὲ μὴ δεῖξαι, οἷον τὸν Ζήνωνος λόγον, ὅτι οὐκ ἔστι κινηθῆναι. Ὥστε καὶ εἴ τις ἐπιχειρεῖ συνάγειν ὡς δυνατόν, ἁμαρτάνει, κἂν [εἰ] μυριάκις ᾖ συλλελογισμένος· οὐ γάρ ἐστιν αὕτη λύσις· ἦν γὰρ ἡ λύσις ἐμφάνισις ψευδοῦς συλλογισμοῦ παρ´ ὃ ψευδής. Εἰ οὖν μὴ συλλελόγισται, †εἰ καὶ ἀληθὲς ἢ ψεῦδος† ἐπιχειρεῖ συνάγειν, ἡ ἐκείνου δήλωσις λύσις ἐστίν. § 6. Ἴσως δὲ καὶ τοῦτ´ ἐπ´ ἐνίων οὐδὲν κωλύει συμβαίνειν· πλὴν ἐπί γε τούτων οὐδὲ τοῦτο δόξειεν ἄν· καὶ γὰρ τὸν Κορίσκον ὅτι Κορίσκος οἶδε καὶ τὸ προσιὸν ὅτι προσιόν. Ἐνδέχεσθαι δὲ δοκεῖ τὸ αὐτὸ εἰδέναι καὶ μή, οἷον ὅτι μὲν λευκὸν εἰδέναι, ὅτι δὲ μουσικὸν μὴ γνωρίζειν· οὕτω γὰρ τὸ αὐτὸ οἶδε καὶ οὐκ οἶδεν, ἀλλ´ οὐ κατὰ ταὐτόν. Τὸ δὲ προσιὸν καὶ Κορίσκον 〈ὄν〉, καὶ ὅτι προσιὸν καὶ ὅτι Κορίσκος, οἶδεν.

§ 7. Ὁμοίως δ´ ἁμαρτάνουσι καὶ οἱ λύοντες ὅτι ἅπας ἀριθμὸς ὀλίγος, ὥσπερ οὓς εἴπομεν· εἰ γάρ, μὴ συμπεραινομένου, τοῦτο παραλιπόντες ἀληθὲς συμπεπεράνθαι φασί (πάντα γὰρ εἶναι καὶ πολὺν καὶ ὀλίγον), ἁμαρτάνουσιν.

§ 8. Ἔνιοι δὲ καὶ τῷ διττῷ λύουσι τοὺς συλλογισμούς, οἷον ὅτι σός ἐστι πατὴρ ἢ υἱὸς ἢ δοῦλος.

§ 9. Καίτοι φανερὸν ὡς εἰ [180b] παρὰ τὸ πολλαχῶς λέγεσθαι φαίνεται ὁ ἔλεγχος, δεῖ τοὔνομα ἢ τὸν λόγον κυρίως εἶναι πλειόνων. Τὸ δὲ τόνδ´ εἶναι τοῦδε τέκνον οὐδεὶς λέγει κυρίως, εἰ δεσπότης ἐστὶ τέκνου, ἀλλὰ παρὰ τὸ συμβεβηκὸς ἡ σύνθεσίς ἐστιν· "Ἆρ´ ἐστὶ τοῦτο σόν;" "Ναί." "Ἔστι δὲ τοῦτο τέκνον· σὸν ἄρα τοῦτο τέκνον." Ἀλλ´ οὐ σὸν τέκνον ὅτι συμβέβηκεν εἶναι καὶ σὸν καὶ τέκνον.

§ 10. Καὶ τὸ εἶναι τῶν κακῶν τι ἀγαθόν· "Ἡ γὰρ φρόνησίς ἐστιν ἐπιστήμη τῶν κακῶν". Τὸ δὲ τοῦτο τούτων εἶναι οὐ λέγεται πολλαχῶς, ἀλλὰ κτῆμα. Εἰ δ´ ἄρα πολλαχῶς (καὶ γὰρ τὸν ἄνθρωπον τῶν ζῴων φαμὲν εἶναι, ἀλλ´ οὔ τι κτῆμα· καὶ ἐάν τι πρὸς τὰ κακὰ λέγηται ὡς τινός, διὰ τοῦτο τῶν κακῶν ἐστιν, ἀλλ´ οὐ τοῦτο τῶν κακῶν), παρὰ τὸ πῂ οὖν καὶ ἁπλῶς φαίνεται. Καίτοι ἐνδέχεται ἴσως ἀγαθὸν εἶναί τι τῶν κακῶν διττῶς, ἀλλ´ οὐκ ἐπὶ τοῦ λόγου τούτου, ἀλλ´ εἴ τι δοῦλον εἴη ἀγαθὸν μοχθηροῦ, μᾶλλον. Ἴσως δ´ οὐδ´ οὕτως· οὐ γὰρ εἰ ἀγαθὸν καὶ τούτου, ἀγαθὸν τούτου ἅμα. Οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζῴων εἶναι [οὐ] λέγεται πολλαχῶς· οὐ γὰρ εἴ ποτέ τι σημαίνομεν ἀφελόντες, τοῦτο λέγεται πολλαχῶς· καὶ γὰρ τὸ ἥμισυ εἰπόντες τοῦ ἔπους "δός μοι Ἰλιάδα" σημαίνομεν, οἷον τὸ "μῆνιν ἄειδε, θεά".


ΚΕΦΑΛΑΙΟΝ ΚΕ΄

§ 1. Τοὺς δὲ παρὰ τὸ κυρίως τόδε ἢ πῂ ἢ ποὺ ἢ πὼς ἢ πρός τι λέγεσθαι, καὶ μὴ ἁπλῶς, λυτέον σκοποῦντι τὸ συμπέρασμα πρὸς τὴν ἀντίφασιν, εἰ ἐνδέχεται τούτων τι πεπονθέναι. Τὰ γὰρ ἐναντία καὶ τὰ ἀντικείμενα καὶ φάσιν καὶ ἀπόφασιν ἁπλῶς μὲν ἀδύνατον ὑπάρχειν τῷ αὐτῷ, πῂ μέντοι ἑκάτερον ἢ πρός τι ἢ πώς, ἢ τὸ μὲν πῂ τὸ δ´ ἁπλῶς, οὐδὲν κωλύει. Ὥστ´ εἰ τόδε μὲν ἁπλῶς τόδε δὲ πῄ, οὔπω ἔλεγχος, τοῦτο δ´ ἐν τῷ συμπεράσματι θεωρητέον πρὸς τὴν ἀντίφασιν.

§ 2. Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι τοῦτ´ ἔχοντες· "Ἆρ´ ἐνδέχεται τὸ μὴ ὂν εἶναι; ἀλλὰ μὴν ἔστι γέ τι μὴ ὄν." Ὁμοίως δὲ καὶ τὸ ὂν οὐκ ἔσται· οὐ γὰρ ἔσται τι τῶν ὄντων. "Ἇρ´ ἐνδέχεται τὸν αὐτὸν ἅμα εὐορκεῖν καὶ ἐπιορκεῖν;" "Ἆρ´ ἐγχωρεῖ τὸν αὐτὸν ἅμα τῷ αὐτῷ πείθεσθαι καὶ ἀπειθεῖν;" ἢ οὔτε τὸ εἶναί τι καὶ εἶναι ταὐτόν (τὸ γὰρ μὴ ὂν οὐκ εἰ ἔστι τι, καὶ ἔστιν ἁπλῶς), οὔτ´ εἰ εὐορκεῖ τόδε ἢ τῇδε, ἀνάγκη καὶ εὐορκεῖν (ὁ γὰρ ὀμόσας ἐπιορκήσειν εὐορκεῖ ἐπιορκῶν τοῦτο [181a] μόνον, εὐορκεῖ δὲ οὔ)· οὐδ´ ὁ ἀπειθῶν πείθεται, ἀλλὰ τὶ πείθεται.

§ 3. Ὅμοιος δ´ ὁ λόγος καὶ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτὸν ἅμα καὶ ἀληθεύειν, ἀλλὰ διὰ τὸ μὴ εἶναι εὐθεώρητον πότερον ἄν τις ἀποδοίη, τὸ ἁπλῶς ἀληθεύειν ἢ ψεύδεσθαι, δύσκολον φαίνεται. Κωλύει δ´ αὐτὸν οὐδὲν ἁπλῶς μὲν εἶναι ψευδῆ πῂ δ´ ἀληθῆ ἤ τινος, καὶ εἶναι ἀληθῆ τινά, ἀληθῆ δὲ αὐτὸν μή. § 4. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν πρός τι καὶ ποὺ καὶ ποτέ· πάντες γὰρ οἱ τοιοῦτοι λόγοι παρὰ τοῦτο συμβαίνουσιν. "Ἆρ´ ἡ ὑγίεια ἢ ὁ πλοῦτος ἀγαθόν; ἀλλὰ τῷ ἄφρονι καὶ μὴ ὀρθῶς χρωμένῳ οὐκ ἀγαθόν· ἀγαθὸν ἄρα καὶ οὐκ ἀγαθόν." "Ἆρα τὸ ὑγιαίνειν ἢ δύνασθαι ἐν πόλει βέλτιον; ἀλλ´ ἔστιν ὅτε οὐ βέλτιον· ταὐτὸν ἄρα τῷ αὐτῷ ἀγαθὸν καὶ οὐκ ἀγαθόν." Ἢ οὐδὲν κωλύει ἁπλῶς ὂν ἀγαθὸν τῷδε μὴ εἶναι ἀγαθόν, ἢ τῷδε μὲν ἀγαθόν, ἀλλ´ οὐ νῦν ἢ οὐκ ἐνταῦθ´ ἀγαθόν;

§ 5. "Ἆρ´ ὃ μὴ βούλοιτ´ ἂν ὁ φρόνιμος, κακόν; ἀποβαλεῖν δ´ οὐ βούλεται τἀγαθόν· κακὸν ἄρα τἀγαθόν." Οὐ γὰρ ταὐτὸν εἰπεῖν τἀγαθὸν εἶναι κακὸν καὶ τὸ ἀποβαλεῖν τἀγαθόν. § 6. Ὁμοίως δὲ καὶ ὁ τοῦ κλέπτου λόγος· οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν. Οὔκουν τὸ κακὸν βούλεται, ἀλλὰ τἀγαθόν· τὸ γὰρ λαβεῖν ἀγαθόν. § 7. Καὶ ἡ νόσος κακόν ἐστιν, ἀλλ´ οὐ τὸ ἀποβαλεῖν νόσον. § 8. "Ἆρα τὸ δίκαιον τοῦ ἀδίκου καὶ τὸ δικαίως τοῦ ἀδίκως αἱρετώτερον; ἀλλ´ ἀποθανεῖν ἀδίκως αἱρετώτερον." § 9. "Ἆρα δίκαιόν ἐστι τὰ αὑτοῦ ἔχειν ἕκαστον; ἃ δ´ ἄν τις κρίνῃ κατὰ δόξαν τὴν αὑτοῦ, κἂν ᾖ ψευδής, κύριά ἐστιν ἐκ τοῦ νόμου· τὸ αὐτὸ ἄρα δίκαιον καὶ οὐ δίκαιον"· § 10. καὶ "πότερον δεῖ κρίνειν, τὸν τὰ δίκαια λέγοντα ἢ τὸν τὰ ἄδικα; ἀλλὰ μὴν καὶ τὸν ἀδικούμενον δίκαιόν ἐστιν ἱκανῶς λέγειν ἃ ἔπαθεν· ταῦτα δ´ ἦν ἄδικα." § 11. Οὐ γάρ, εἰ παθεῖν τι ἀδίκως αἱρετόν, τὸ ἀδίκως αἱρετώτερον τοῦ δικαίως, ἀλλ´ ἁπλῶς μὲν τὸ δικαίως, τοδὶ μέντοι οὐδὲν κωλύει ἀδίκως ἢ δικαίως. § 12. Καὶ τὸ ἔχειν τὰ αὐτοῦ δίκαιον, τὸ δὲ τἀλλότρια οὐ δίκαιον· κρίσιν μέντοι ταύτην δικαίαν εἶναι οὐδὲν κωλύει, οἷον ἂν ᾖ κατὰ δόξαν τοῦ κρίναντος· οὐ γάρ, εἰ δίκαιον τῳδὶ ἢ ὡδί, καὶ ἁπλῶς δίκαιον. § 13. Ὁμοίως δὲ καὶ ἄδικα ὄντα οὐδὲν κωλύει λέγειν γε αὐτὰ δίκαιον εἶναι· οὐ γάρ, εἰ λέγειν δίκαιον, ἀνάγκη δίκαια εἶναι, ὥσπερ οὐδ´ εἰ ὠφέλιμον λέγειν, ὠφέλιμα. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν δικαίων. Ὥστ´ οὐκ εἰ τὰ λεγόμενα ἄδικα, ὁ λέγων ἄδικα νικᾶται· λέγει γὰρ ἃ λέγειν ἐστὶ δίκαια, ἁπλῶς δὲ καὶ παθεῖν ἄδικα.


ΚΕΦΑΛΑΙΟΝ ΚΣτ΄

[181b] § 1. Τοῖς δὲ παρὰ τὸν ὁρισμὸν γινομένοις τοῦ ἐλέγχου, καθάπερ ὑπεγράφη πρότερον, ἀπαντητέον σκοποῦσι τὸ συμπέρασμα πρὸς τὴν ἀντίφασιν, ὅπως ἔσται τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. § 2. Ἐὰν δ´ ἐν ἀρχῇ προσέρηται, οὐχ ὁμολογητέον ὡς ἀδύνατον τὸ αὐτὸ εἶναι διπλάσιον καὶ μὴ διπλάσιον, ἀλλὰ φατέον, μὴ μέντοι ὡδὶ ὥς ποτ´ ἦν τὸ ἐλέγχεσθαι διωμολογημένον. § 3. Εἰσὶ δὲ πάντες οἵδ´ οἱ λόγοι παρὰ τὸ τοιοῦτο. "Ἆρ´ ὁ εἰδὼς ἕκαστον ὅτι ἕκαστον οἶδε τὸ πρᾶγμα; καὶ ὁ ἀγνοῶν ὡσαύτως; εἰδὼς δέ τις τὸν Κορίσκον ὅτι Κορίσκος ἀγνοοίη ἂν ὅτι μουσικός, ὥστε ταὐτὸ ἐπίσταται καὶ ἀγνοεῖ." § 4 ".Ἆρα τὸ τετράπηχυ τοῦ τριπήχεος μεῖζον; γένοιτο δ´ ἂν ἐκ τριπήχεος τετράπηχυ κατὰ τὸ μῆκος· τὸ δὲ μεῖζον ἐλάττονος μεῖζον· αὐτὸ ἄρα αὑτοῦ κατὰ ταὐτὸ μεῖζον καὶ ἔλαττον."


ΚΕΦΑΛΑΙΟΝ ΚΖ΄

§ 1. Τοὺς δὲ παρὰ τὸ αἰτεῖσθαι καὶ λαμβάνειν τὸ ἐν ἀρχῇ πυνθανομένῳ, ἂν ᾖ δῆλον, οὐ δοτέον, οὐδ´ ἂν ἔνδοξον ᾖ λέγοντι τἀληθές. § 2. Ἂν δὲ λάθῃ, τὴν ἄγνοιαν διὰ τὴν μοχθηρίαν τῶν τοιούτων λόγων εἰς τὸν ἐρωτῶντα μεταστρεπτέον ὡς οὐ διειλεγμένον· ὁ γὰρ ἔλεγχος ἄνευ τοῦ ἐξ ἀρχῆς. § 3. Εἶθ´ ὅτι ἐδόθη οὐχ ὡς τούτῳ χρησομένου, ἀλλ´ ὡς πρὸς τοῦτο συλλογιουμένου, τοὐναντίον ἢ ἐπὶ τῶν παρεξελέγχων.


ΚΕΦΑΛΑΙΟΝ ΚΗ΄

§ 1. Καὶ τοὺς διὰ τοῦ παρεπομένου συμβιβάζοντας ἐπ´ αὐτοῦ τοῦ λόγου δεικτέον. § 2. Ἔστι δὲ διττὴ ἡ τῶν ἑπομένων ἀκολούθησις· ἢ γὰρ ὡς τῷ ἐν μέρει τὸ καθόλου, οἷον ἀνθρώπῳ ζῷον (ἀξιοῦται γάρ, εἰ τόδε μετὰ τοῦδε, καὶ τόδ´ εἶναι μετὰ τοῦδε), ἢ κατὰ τὰς ἀντιθέσεις (εἰ γὰρ τόδε τῷδε ἀκολουθεῖ, τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον)· § 3. παρ´ ὃ καὶ ὁ τοῦ Μελίσσου λόγος· εἰ γὰρ τὸ γεγονὸς ἔχει ἀρχήν, τὸ ἀγένητον ἀξιοῖ μὴ ἔχειν, ὥστ´ εἰ ἀγένητος ὁ οὐρανός, καὶ ἄπειρος. Τὸ δ´ οὐκ ἔστιν· ἀνάπαλιν γὰρ ἡ ἀκολούθησις.


ΚΕΦΑΛΑΙΟΝ ΚΘ΄

§ 1. Ὅσοι τε παρὰ τὸ προστιθέναι τι συλλογίζονται, σκοπεῖν εἰ ἀφαιρουμένου συμβαίνει μηδὲν ἧττον τὸ ἀδύνατον. Κἄπειτα τοῦτο ἐμφανιστέον, καὶ λεκτέον ὡς ἔδωκεν οὐχ ὡς δοκοῦν ἀλλ´ ὡς πρὸς τὸν λόγον, ὁ δὲ κέχρηται οὐδὲν πρὸς τὸν λόγον.


ΚΕΦΑΛΑΙΟΝ Λ΄

§ 1. Πρὸς δὲ τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας εὐθὺς ἐν ἀρχῇ διοριστέον· ἐρώτησις γὰρ μία πρὸς ἣν μία ἀπόκρισις ἔστιν, ὥστ´ οὔτε πλείω καθ´ ἑνὸς οὔτε ἓν κατὰ πολλῶν, ἀλλ´ ἓν καθ´ ἑνὸς φατέον ἢ ἀποφατέον. § 2. Ὥσπερ δὲ ἐπὶ τῶν [182a] ὁμωνύμων ὁτὲ μὲν ἀμφοῖν ὁτὲ δ´ οὐδετέρῳ ὑπάρχει, ὥστε μὴ ἁπλοῦ ὄντος τοῦ ἐρωτήματος ἁπλῶς ἀποκρινομένοις οὐδὲν συμβαίνει πάσχειν, ὁμοίως καὶ ἐπὶ τούτων. Ὅταν μὲν οὖν τὰ πλείω τῷ ἑνὶ ἢ τὸ ἓν τοῖς πολλοῖς ὑπάρχῃ, τῷ ἁπλῶς δόντι καὶ ἁμαρτόντι ταύτην τὴν ἁμαρτίαν οὐδὲν ὑπεναντίωμα συμβαίνει, ὅταν δὲ τῷ μὲν τῷ δὲ μή, ἢ πλείω κατὰ πλειόνων. Καὶ ἔστιν ὡς ὑπάρχει ἀμφότερα ἀμφοτέροις, ἔστι δ´ ὡς οὐχ ὑπάρχει πάλιν, ὥστε τοῦτ´ εὐλαβητέον· § 3. οἷον ἐν τοῖσδε τοῖς λόγοις· "Εἰ τὸ μέν ἐστιν ἀγαθὸν τὸ δὲ κακόν, ὅτι ταῦτα ἀληθὲς εἰπεῖν ἀγαθὸν καὶ κακόν, καὶ πάλιν μήτ´ ἀγαθὸν μήτε κακόν (οὐκ ἔστι γὰρ ἑκάτερον ἑκάτερον), ὥστε ταὐτὸ ἀγαθὸν καὶ κακὸν καὶ οὔτ´ ἀγαθὸν οὔτε κακόν", § 4. καὶ "Εἰ ἕκαστον αὐτὸ αὑτῷ ταὐτὸ καὶ ἄλλου ἕτερον, ἐπειδὴ οὐκ ἄλλοις ταὐτὰ ἀλλ´ αὑτοῖς καὶ ἕτερα αὑτῶν, τὰ αὐτὰ ἑαυτοῖς ἕτερα καὶ τὰ αὐτά". § 5. Ἔτι "Εἰ τὸ μὲν ἀγαθὸν κακὸν γίνεται, τὸ δὲ κακὸν ἀγαθόν, δύο γένοιντ´ ἄν· § 6. δυοῖν δὲ καὶ ἀνίσων ἑκάτερον αὐτὸ αὑτῷ ἴσον· ὥστε ἴσα καὶ ἄνισα αὐτὰ αὑτοῖς".

§ 7. Ἐμπίπτουσι μὲν οὖν οὗτοι καὶ εἰς ἄλλας λύσεις· καὶ γὰρ τὸ ἄμφω καὶ τὸ ἅπαντα πλείω σημαίνει· οὔκουν ταὐτόν, πλὴν ὄνομα, συμβαίνει φῆσαι καὶ ἀποφῆσαι. Τοῦτο δ´ οὐκ ἦν ἔλεγχος, ἀλλὰ φανερὸν ὅτι μὴ μιᾶς ἐρωτήσεως τῶν πλειόνων γινομένης, ἀλλ´ ἓν καθ´ ἑνὸς φάντος ἢ ἀποφάντος, οὐκ ἔσται τὸ ἀδύνατον.


ΚΕΦΑΛΑΙΟΝ ΛΑ΄

§ 1. Περὶ δὲ τῶν ἀπαγόντων εἰς 〈τὸ〉 τὸ αὐτὸ πολλάκις εἰπεῖν φανερὸν ὡς οὐ δοτέον τῶν πρός τι λεγομένων σημαίνειν τι χωριζομένας καθ´ αὑτὰς τὰς κατηγορίας, οἷον "διπλάσιον" ἀντὶ τοῦ "διπλάσιον ἡμίσεος", ὅτι ἐμφαίνεται. Καὶ γὰρ τὸ δέκα ἐν τοῖς ἑνὸς δέουσι δέκα καὶ τὸ ποιῆσαι ἐν τῷ μὴ ποιῆσαι καὶ ὅλως ἐν τῇ ἀποφάσει ἡ φάσις· ἀλλ´ ὅμως οὐκ εἴ τις λέγει τοδὶ μὴ εἶναι λευκόν, λέγει αὐτὸ λευκὸν εἶναι. Τὸ δὲ "διπλάσιον" οὐδὲ σημαίνει οὐδὲν ἴσως, ὥσπερ οὐδὲ τὸ "ἥμισυ"· εἰ δ´ ἄρα καὶ σημαίνει, ἀλλ´ οὐ ταὐτὸ καὶ συνῃρημένον. § 2. Οὐδ´ ἡ ἐπιστήμη ἐν τῷ εἴδει (οἷον εἰ ἔστιν ἡ ἰατρικὴ ἐπιστήμη), ὅπερ τὸ κοινόν· ἐκεῖνο δ´ ἦν ἐπιστήμη ἐπιστητοῦ. § 3. Ἐν δὲ τοῖς 〈τούτων〉 δι´ ὧν δηλοῦται κατηγορουμένοις τοῦτο λεκτέον, ὡς οὐ τὸ αὐτὸ χωρὶς καὶ ἐν τῷ λόγῳ τὸ δηλούμενον. Τὸ γὰρ κοῖλον κοινῇ μὲν τὸ αὐτὸ δηλοῖ ἐπὶ τοῦ σιμοῦ καὶ τοῦ ῥοικοῦ, προστιθέμενον δὲ οὐδὲν κωλύει ἄλλα, τὸ μὲν τῇ ῥινὶ τὸ [182b] δὲ τῷ σκέλει, σημαίνειν· ἔνθα μὲν γὰρ τὸ σιμόν, ἔνθα δὲ τὸ ῥοικὸν σημαίνει, καὶ οὐδὲν διαφέρει εἰπεῖν ῥὶς σιμὴ ἢ ῥὶς κοίλη. § 4. Ἔτι οὐ δοτέον τὴν λέξιν κατ´ εὐθύ· ψεῦδος γάρ ἐστιν. Οὐ γάρ ἐστι τὸ σιμὸν ῥὶς κοίλη ἀλλὰ ῥινὸς τοδί, οἷον πάθος, ὥστ´ οὐδὲν ἄτοπον εἰ ἡ ῥὶς ἡ σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός.


ΚΕΦΑΛΑΙΟΝ ΛΒ΄

§ 1. Περὶ δὲ τῶν σολοικισμῶν, παρ´ ὅ τι μὲν φαίνονται συμβαίνειν εἴπομεν πρότερον. Ὡς δὲ λυτέον, ἐπ´ αὐτῶν τῶν λόγων ἔσται φανερόν· § 2. ἅπαντες γὰρ οἱ τοιοίδε τοῦτο βούλονται κατασκευάζειν. "Ἆρ´ ὃ λέγεις ἀληθῶς, καὶ ἔστι τοῦτο ἀληθῶς; φῂς δ´ εἶναί τι λίθον· ἔστιν ἄρα τι λίθον." Ἢ τὸ λέγειν λίθον οὐκ ἔστι λέγειν ὃ ἀλλ´ ὅν, οὐδὲ τοῦτο ἀλλὰ τοῦτον. Εἰ οὖν ἔροιτό τις, "Ἆρ´ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον;", οὐκ ἂν δοκοίη ἑλληνίζειν, ὥσπερ οὐδ´ εἰ ἔροιτο, "Ἆρ´ ἣν λέγεις εἶναι, ἔστιν οὗτος;". Ξύλον δ´ εἰπεῖν οὗτος, ἢ ὅσα μήτε θῆλυ μήτ´ ἄρρεν σημαίνει, οὐδὲν διαφέρει· διὸ καὶ οὐ γίνεται σολοικισμός· "Εἰ ὃ λέγεις εἶναι, ἔστι τοῦτο, ξύλον δὲ λέγεις εἶναι, ἔστιν ἄρα ξύλον". Τὸ δὲ "Λίθος" καὶ τὸ "Οὗτος" ἄρρενος ἔχει κλίσιν. Εἰ δή τις ἔροιτο "ἆρ´ οὗτός ἐστιν αὕτη;", εἶτα πάλιν "Τί δ´; οὐχ οὗτός ἐστι Κορίσκος;", εἶτ´ εἴπειεν "Ἔστιν ἄρα οὗτος αὕτη", οὐ συλλελόγισται τὸν σολοικισμόν, οὐδ´ εἰ τὸ "Κορίσκος" σημαίνει ὅπερ αὕτη, μὴ δίδωσι δὲ ὁ ἀποκρινόμενος, ἀλλὰ δεῖ τοῦτο προσερωτηθῆναι. Εἰ δὲ μήτ´ ἔστιν μήτε δίδωσιν, οὐ συλλελόγισται οὔτε τῷ ὄντι οὔτε πρὸς τὸν ἠρωτημένον. Ὁμοίως οὖν δεῖ κἀκεῖ τὸν λίθον σημαίνειν "Οὗτος". Εἰ δὲ μήτε ἔστι μήτε δέδοται, οὐ λεκτέον τὸ συμπέρασμα· φαίνεται δὲ παρὰ τὸ τὴν ἀνόμοιον πτῶσιν τοῦ ὀνόματος ὁμοίαν φαίνεσθαι. "§ 3. Ἆρ´ ἀληθές ἐστιν εἰπεῖν ὅτι ἔστιν αὕτη ὅπερ εἶναι φῂς αὐτήν; εἶναι δὲ φῂς ἀσπίδα· ἔστιν ἄρα αὕτη ἀσπίδα." Ἢ οὐκ ἀνάγκη, εἰ μὴ τὸ "Αὕτη" ἀσπίδα σημαίνει ἀλλ´ ἀσπίς, τὸ δὲ "Ταύτην" ἀσπίδα. § 4. Οὐδ´ εἰ ὃ φῂς εἶναι τοῦτον, ἔστιν οὗτος, φῂς δ´ εἶναι Κλέωνα, ἔστιν ἄρα οὗτος Κλέωνα· οὐ γὰρ ἔστιν οὗτος Κλέωνα· εἴρηται γὰρ ὅτι ὅ φημι εἶναι τοῦτον, ἔστιν οὗτος, οὐ τοῦτον· οὐδὲ γὰρ ἂν ἑλληνίζοι οὕτως τὸ ἐρώτημα λεχθέν, § 5. "Ἆρ´ ἐπίστασαι τοῦτο; τοῦτο δ´ ἐστὶ λίθος· ἐπίστασαι ἄρα λίθος". Ἢ οὐ ταὐτὸ σημαίνει τὸ "Τοῦτο" ἐν τῷ "Ἆρ´ ἐπίστασαι τοῦτο;" Καὶ ἐν τῷ "Τοῦτο δὲ λίθος", ἀλλ´ ἐν μὲν τῷ πρώτῳ τοῦτον, ἐν δὲ τῷ ὑστέρῳ οὗτος. § 6. "Ἆρ´ οὗ ἐπιστήμην ἔχεις, ἐπίστασαι τοῦτο; ἐπιστήμην δ´ ἔχεις λίθου· ἐπίστασαι ἄρα λίθου." Ἢ τὸ μὲν "Οὗ" λίθου λέγει, [183a] τὸ δὲ "τοῦτο" λίθον· ἐδόθη δ´, οὗ ἐπιστήμην ἔχεις, ἐπίστασθαι οὐ τούτου ἀλλὰ τοῦτο, ὥστ´ οὐ τοῦ λίθου ἀλλὰ τὸν λίθον.

§ 7. Ὅτι μὲν οὖν οἱ τοιοῦτοι τῶν λόγων οὐ συλλογίζονται σολοικισμὸν ἀλλὰ φαίνονται, καὶ διὰ τί τε φαίνονται καὶ πῶς ἀπαντητέον πρὸς αὐτούς, φανερὸν ἐκ τῶν εἰρημένων.


ΚΕΦΑΛΑΙΟΝ ΛΓ΄

§ 1. Δεῖ δὲ καὶ κατανοεῖν ὅτι πάντων τῶν λόγων οἱ μέν εἰσι ῥᾴους κατιδεῖν, οἱ δὲ χαλεπώτεροι, παρὰ τί καὶ ἐν τίνι παραλογίζονται τὸν ἀκούοντα, πολλάκις οἱ αὐτοὶ ἐκείνοις ὄντες· τὸν αὐτὸν γὰρ λόγον δεῖ καλεῖν τὸν παρὰ ταὐτὸ γινόμενον. Ὁ αὐτὸς δὲ λόγος τοῖς μὲν παρὰ τὴν λέξιν τοῖς δὲ παρὰ τὸ συμβεβηκὸς τοῖς δὲ παρ´ ἕτερον δόξειεν ἂν εἶναι διὰ τὸ μεταφερόμενον ἕκαστον μὴ ὁμοίως εἶναι δῆλον. § 2. Ὥσπερ οὖν ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν, ὅσπερ δοκεῖ τρόπος εὐηθέστατος εἶναι τῶν παραλογισμῶν, τὰ μὲν καὶ τοῖς τυχοῦσίν ἐστι δῆλα (καὶ γὰρ οἱ λόγοι σχεδὸν οἱ γελοῖοι πάντες εἰσὶ παρὰ τὴν λέξιν, οἷον "Ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον", καὶ "Ποῖ στέλλεσθε;" "Πρὸς τὴν κεραίαν", καὶ "Ποτέρα τῶν βοῶν ἔμπροσθεν τέξεται;" "Οὐδετέρα, ἀλλ´ ὄπισθεν ἄμφω", καὶ "Καθαρὸς ὁ βορέας;" "Οὐ δῆτα· ἀπεκτόνηκε γὰρ τὸν πτωχὸν κατῳνωμένον". "Ἆρ´ Εὔαρχος;" "Οὐ δῆτα, ἀλλ´ Ἀπολλωνίδης"· τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν ἄλλων σχεδὸν οἱ πλεῖστοι)· τὰ δὲ καὶ τοὺς ἐμπειροτάτους φαίνεται λανθάνειν (σημεῖον δὲ τούτου ὅτι μάχονται πολλάκις περὶ τῶν ὀνομάτων, οἷον πότερον ταὐτὸ σημαίνει κατὰ πάντων τὸ ὂν καὶ τὸ ἕν, ἢ ἕτερον· τοῖς μὲν γὰρ δοκεῖ ταὐτὸ σημαίνειν τὸ ὂν καὶ τὸ ἕν, οἱ δὲ τὸν Ζήνωνος λόγον καὶ Παρμενίδου λύουσι διὰ τὸ πολλαχῶς φάναι τὸ ἓν λέγεσθαι καὶ τὸ ὄν). Ὁμοίως δὲ καὶ 〈τῶν〉 παρὰ τὸ συμβεβηκὸς καὶ παρὰ τῶν ἄλλων ἕκαστον οἱ μὲν ἔσονται ῥᾴους ἰδεῖν οἱ δὲ χαλεπώτεροι τῶν λόγων, καὶ λαβεῖν ἐν τίνι γένει, καὶ πότερον ἔλεγχος ἢ οὐκ ἔλεγχος, οὐ ῥᾴδιον ὁμοίως περὶ πάντων.

§ 3. Ἔστι δὲ δριμὺς λόγος ὅστις ἀπορεῖν ποιεῖ μάλιστα· δάκνει γὰρ οὗτος μάλιστα. § 4. Ἀπορία δ´ ἐστὶ διττή, ἡ μὲν ἐν τοῖς συλλελογισμένοις, ὅ τι ἀνέλῃ τις τῶν ἐρωτημάτων, ἡ δ´ ἐν τοῖς ἐριστικοῖς, πῶς εἴπῃ τις τὸ προταθέν. Διόπερ ἐν τοῖς συλλογιστικοῖς οἱ δριμύτεροι λόγοι ζητεῖν μᾶλλον ποιοῦσιν. § 5. Ἔστι δὲ συλλογιστικὸς μὲν λόγος δριμύτατος ἂν ἐξ ὅτι μάλιστα δοκούντων ὅτι μάλιστα ἔνδοξον ἀναιρῇ. Εἷς γὰρ ὢν ὁ λόγος μετατιθεμένης τῆς ἀντιφάσεως ἅπαντας ὁμοίους [183b] ἕξει τοὺς συλλογισμούς· ἀεὶ γὰρ ἐξ ἐνδόξων ὁμοίως ἔνδοξον ἀναιρήσει [ἢ κατασκευάσει], διόπερ ἀπορεῖν ἀναγκαῖον. Μάλιστα μὲν οὖν ὁ τοιοῦτος δριμύς, ὁ ἐξ ἴσου τὸ συμπέρασμα ποιῶν τοῖς ἐρωτήμασι, § 6. δεύτερος δ´ ὁ ἐξ ἁπάντων ὁμοίων· οὗτος γὰρ ὁμοίως ποιήσει ἀπορεῖν ὁποῖον τῶν ἐρωτημάτων ἀναιρετέον. § 7. Τοῦτο δὲ χαλεπόν· ἀναιρετέον μὲν γάρ, ὅ τι δ´ ἀναιρετέον ἄδηλον. Τῶν δ´ ἐριστικῶν δριμύτατος μὲν ὁ πρῶτον εὐθὺς ἄδηλος πότερον συλλελόγισται ἢ οὔ, καὶ πότερον παρὰ ψεῦδος ἢ διαίρεσίν ἐστιν ἡ λύσις· § 8. δεύτερος δὲ τῶν ἄλλων ὁ δῆλος μὲν ὅτι παρὰ διαίρεσιν ἢ ἀναίρεσίν ἐστι, μὴ φανερὸς δ´ ὢν διὰ τίνος τῶν ἠρωτημένων ἀναίρεσιν ἢ διαίρεσιν λυτέος ἐστίν, ἢ πότερον αὕτη παρὰ τὸ συμπέρασμα ἢ παρά τι τῶν ἐρωτημάτων ἐστίν.

§ 9. Ἐνίοτε μὲν οὖν ὁ μὴ συλλογισθεὶς λόγος εὐήθης ἐστίν, ἐὰν ᾖ λίαν ἄδοξα ἢ ψευδῆ τὰ λήμματα· ἐνίοτε δ´ οὐκ ἄξιος καταφρονεῖσθαι. Ὅταν μὲν γὰρ ἐλλείπῃ τι τῶν τοιούτων ἐρωτημάτων περὶ ἃ ὁ λόγος καὶ δι´ ἅ, [καὶ] μὴ προσλαβὼν τοῦτο καὶ μὴ συλλογισάμενος εὐήθης ὁ συλλογισμός· ὅταν δὲ τῶν ἔξωθεν, οὐκ εὐκαταφρόνητος οὐδαμῶς, ἀλλ´ ὁ μὲν λόγος ἐπιεικής, ὁ δ´ ἐρωτῶν ἠρώτηκεν οὐ καλῶς.

§ 10. Ἔστι δέ, ὥσπερ λύειν ὁτὲ μὲν πρὸς τὸν λόγον ὁτὲ δὲ πρὸς τὸν ἐρωτῶντα καὶ τὴν ἐρώτησιν ὁτὲ δὲ πρὸς οὐδέτερον τούτων—ὁμοίως καὶ ἐρωτᾶν ἔστι καὶ συλλογίζεσθαι καὶ πρὸς τὴν θέσιν καὶ πρὸς τὸν ἀποκρινόμενον καὶ πρὸς τὸν χρόνον, ὅταν ᾖ πλείονος χρόνου δεομένη ἡ λύσις [ἢ] τοῦ παρόντος καιροῦ τοῦ διαλεχθῆναι πρὸς τὴν λύσιν.