πολυπλοκωτάτην εἶναι τὴν ἐν ὅπλοις Λακωνικὴν τάξιν, τὸ ἐναντιώτατον ὑπειλήφασι τοῦ ὄντος· εἰσὶ μὲν γὰρ ἐν τῇ Λακωνικῇ τάξει οἱ πρωτοστάται ἄρχοντες, καὶ ὁ στίχος ἕκαστος πάντ’ ἔχων ὅσα δεῖ παρέχεσθαι. 6 οὕτω δὲ ῥᾴδιον ταύτην τὴν τάξιν μαθεῖν ὡς ὅστις τοὺς ἀνθρώπους δύναται γιγνώσκειν οὐδεὶς ἂν ἁμάρτοι· τοῖς μὲν γὰρ ἡγεῖσθαι δέδοται, τοῖς δὲ ἕπεσθαι τέτακται. αἱ δὲ παραγωγαὶ ὥσπερ ὑπὸ κήρυκος ὑπὸ τοῦ ἐνωμοτάρχου λόγῳ δηλοῦνται ⟨καὶ⟩ ἀραιαί τε καὶ βαθύτεραι αἱ φάλαγγες γίγνονται· ὧν οὐδὲν οὐδ’ ὁπωστιοῦν χαλεπὸν μαθεῖν. 7 τὸ μέντοι κἂν ταραχθῶσι μετὰ τοῦ παρατυχόντος ὁμοίως μάχεσθαι, ταύτην τὴν τάξιν οὐκέτι ῥᾴδιόν ἐστι μαθεῖν πλὴν τοῖς ὑπὸ τῶν τοῦ Λυκούργου νόμων πεπαιδευμένοις. 8 εὐπορώτατα δὲ καὶ ἐκεῖνα Λακεδαιμόνιοι ποιοῦσι τὰ τοῖς ὁπλομάχοις πάνυ δοκοῦντα χαλεπὰ εἶναι· ὅταν μὲν γὰρ ἐπὶ κέρως πορεύωνται, κατ’ οὐρὰν δήπου ἐνωμοτία ⟨ἐνωμοτίᾳ⟩ ἕπεται· ἐὰν δ’ ἐν τῷ τοιούτῳ ἐκ τοῦ ἐναντίου πολεμία φάλαγξ ἐπιφανῇ, τῷ ἐνωμοτάρχῳ παρεγγυᾶται εἰς μέτωπον παρ’ ἀσπίδα καθίστασθαι, καὶ διὰ παντὸς οὕτως, ἔστ’ ἂν ἡ φάλαγξ ἐναντία καταστῇ. ἤν γε μὴν οὕτως ἐχόντων ἐκ τοῦ ὄπισθεν οἱ πολέμιοι ἐπιφανῶσιν, ἐξελίττεται ἕκαστος ὁ στίχος, ἵνα οἱ κράτιστοι ἐναντίοι ἀεὶ τοῖς πολεμίοις ὦσιν. 9 ὅτι δὲ ὁ ἄρχων εὐώνυμος γίγνεται, οὐδ’ ἐν τούτῳ μειονεκτεῖν ἡγοῦνται, ἀλλ’ ἔστιν ὅτε καὶ πλεονεκτεῖν. εἰ γάρ τινες κυκλοῦσθαι ἐπιχειροῖεν, οὐκ ἂν κατὰ τὰ γυμνά, ἀλλὰ κατὰ τὰ ὡπλισμένα περιβάλλοιεν ἄν. ἢν δέ ποτε ἕνεκά τινος δοκῇ συμφέρειν τὸν ἡγεμόνα δεξιὸν κέρας ἔχειν, στρέψαντες τὸ ἄγημα ἐπὶ κέρας ἐξελίττουσι τὴν φάλαγγα, ἔστ’ ἂν ὁ μὲν ἡγεμὼν δεξιὸς ᾖ, ἡ δὲ οὐρὰ εὐώνυμος γένηται. 10 ἢν δ’ αὖ ἐκ τῶν δεξιῶν πολεμίων
Σελίδα:Xenophon V. Opuscula (1920).pdf/97
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
xi
ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ ΠΟΛΙΤΕΙΑ