Σελίδα:Xenophon V. Opuscula (1920).pdf/60

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ii
ΞΕΝΟΦΩΝΤΟΣ

τὸν παιᾶνα τῷ θεῷ συνεπετέλει. 18 ἐκ τούτου δὲ αἰσθανόμενος τοὺς Κορινθίους πάντα μὲν τὰ κτήνη ἐν τῷ Πειραίῳ σῳζομένους, πᾶν δὲ τὸ Πείραιον σπείροντας καὶ καρπουμένους, μέγιστον δὲ ἡγησάμενος ὅτι Βοιωτοὶ ταύτῃ ἐκ Κρεύσιος ὁρμώμενοι εὐπετῶς τοῖς Κορινθίοις παρεγίγνοντο, στρατεύει ἐπὶ τὸ Πείραιον. ἰδὼν δὲ ὑπὸ πολλῶν φυλαττόμενον, ὡς ἐνδιδομένης τῆς πόλεως ἐξ ἀρίστου μετεστρατοπεδεύσατο πρὸς τὸ ἄστυ· 19 αἰσθόμενος δὲ ὑπὸ νύκτα βεβοηθηκότας ἐκ τοῦ Πειραίου εἰς τὴν πόλιν πασσυδίᾳ, ὑποστρέψας ἅμα τῇ ἡμέρᾳ αἱρεῖ τὸ Πείραιον, ἔρημον εὑρὼν φυλακῆς, καὶ τά τε ἄλλα τὰ ἐνόντα λαμβάνει καὶ τὰ τείχη ἃ ἐνετετείχιστο. 20 ταῦτα δὲ ποιήσας οἴκαδε ἀπεχώρησε. μετὰ δὲ ταῦτα προθύμων ὄντων τῶν Ἀχαιῶν εἰς τὴν συμμαχίαν καὶ δεομένων συστρατεύειν αὐτοῖς εἰς Ἀκαρνανίαν […] καὶ ἐπιθεμένων ἐν στενοῖς τῶν Ἀκαρνάνων καταλαβὼν [τοῖς ψιλοῖς] τὰ ὑπὲρ κεφαλῆς αὐτῶν μάχην συνάπτει καὶ πολλοὺς ἀποκτείνας αὐτῶν τρόπαιον ἐστήσατο, καὶ οὐ πρότερον ἔληξε πρὶν Ἀχαιοῖς μὲν φίλους ἐποίησεν Ἀκαρνᾶνας καὶ Αἰτωλοὺς καὶ Ἀργείους, ἑαυτῷ δὲ καὶ συμμάχους. 21 ἐπειδὴ δὲ εἰρήνης ἐπιθυμήσαντες οἱ πολέμιοι ἐπρεσβεύοντο, Ἀγησίλαος ἀντεῖπε τῇ εἰρήνῃ, ἕως τοὺς διὰ Λακεδαιμονίους φυγόντας Κορινθίων καὶ Θηβαίων ἠνάγκασε τὰς πόλεις οἴκαδε καταδέξασθαι. ὕστερον δ’ αὖ καὶ Φλειασίων τοὺς διὰ Λακεδαιμονίους φυγόντας κατήγαγεν, αὐτὸς στρατευσάμενος ἐπὶ Φλειοῦντα. εἰ δέ τις ἄλλῃ πῃ ταῦτα μέμφεται, ἀλλ’ οὖν φιλεταιρίᾳ γε πραχθέντα φανερά ἐστι. 22 καὶ γὰρ ἐπεὶ τοὺς ἐν Θήβαις τῶν