Σελίδα:Xenophon V. Opuscula (1920).pdf/251

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
SCHOLIA

Excerptum ex Stobaeo (Fl, iv. 29. 53; iv, p. 74 Hense) quod falso Xenophonti tributum revera scholium esse ad Comm. 1. ii. 20 demonstravit A. W. Persson.

Stobaei codd.: S = Vindobonensis saec. xi, M = Escorialensis saec. xii, A = Parisinus 1984, saec. xiv.

Θεόγνιδός ἐστιν ἔπη τοῦ Μεγαρέως. οὗτος δε ὁ ποιητὴς περὶ οὐδενὸς ἄλλου λόγον πεποίηται ἡ περὶ ρετης καί κακίας ἀνθρώπων καὶ ἔστιν ἡ ποίησις σύγγραμμα περὶ ἀνθρώπων, ὥσπερ εἴ τις ἱππικὸς ὢν συγγράψειεν περὶ ἱππικῆς. ἡ oὗν ἀρχή μοι δοκεῖ τῆς ποιήσεως ὀρθῶς ἔχειν. ἄρχεται γὰρ πρώτον ἀπὸ τοῦ εὖ γενέσθαι. ᾤετο γὰρ οὔτ’ ἄνθρωπον οὔτε τῶν ἄλλων οὐδὲν ἂν ἀγαθὸν εἶναι, εἰ μὴ τὰ γεννήσαντα ἀγαθὰ εἴη. ἔδοξεν οὖν αὐτῷ παραδείγμασι τοῖς ἄλλοις ζῴοις χρήσασθαι, ὅσα μὴ εἰκὴ τρέφεται, ἀλλὰ μετὰ τέχνης ἕκαστα θεραπεύεται, ὅπως γενναιότατα ἔσονται. δηλοῖ δ’ ἐν τοῖσδε τοῖς ἔπεσι·

Κριοὺς μὲν καὶ ὄνους διζήμεθα, Κύρνε, καὶ ἵππους
εὐγενέας, καί τις βούλεται ἐξ ἀγαθῶν
κτήσασθαι, γῆμαι δὲ κακὴν κακοῦ οὐ μελεδαίνει
ἐσθλὸς ἀνήρ, ἤν τις χρήματα πολλὰ δίδῷ.
οὐδὲ γυνὴ κακοῦ ἀνδρὸς ἀναίνεται εἶναι ἄκοιτις
πλουσίου, ἀλλ’ ἀφνεὸν βούλεται ἀντ’ αγαθοῦ.
χρήματα γὰρ τιμῶσι, καὶ ἐκ κακοῦ ἐσθλὸς ἔγημε
καὶ κακὸς ἐξ ἀγαθοῦ. πλούτος ἔμιξε γένος.