Σελίδα:Xenophon V. Opuscula (1920).pdf/221

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ix
ΚΥΝΗΓΕΤΙΚΟΣ

11 Ἴστανται δὲ καὶ ποδοστράβαι ταῖς ἐλάφοις ἐν τοῖς ὄρεσι, περὶ τοὺς λειμῶνας καὶ τὰ ῥεῖθρα καὶ τὰς νάπας, ἐν ταῖς διόδοις καὶ τοῖς ἔργοις πρὸς ὅ τι ἂν προσίῃ. 12 χρὴ δὲ εἶναι τὰς ποδοστράβας σμίλακος πεπλεγμένας, μὴ περιφλοίους, ἵνα μὴ σήπωνται, τὰς δὲ στεφάνας εὐκύκλους ἐχούσας, καὶ τοὺς ἥλους ἐναλλὰξ σιδηροῦς τε καὶ ξυλίνους ἐγκαταπεπλεγμένους ἐν τῷ πλοκάνῳ· μείζους δὲ τοὺς σιδηροῦς, ὅπως ἂν οἱ μὲν ξύλινοι ὑπείκωσι τῷ ποδί, οἱ δὲ πιέζωσι. 13 τὸν δὲ βρόχον τῆς σειρίδος τὸν ἐπὶ τὴν στεφάνην ἐπιτεθησόμενον πεπλεγμένον σπάρτου καὶ αὐτὴν τὴν σειρίδα· ἔστι γὰρ ἀσηπτότατον τοῦτο. ὁ δὲ βρόχος αὐτὸς ἔστω στιφρὸς καὶ ἡ σειρίς· τὸ δὲ ξύλον τὸ ἐξαπτόμενον ἔστω μὲν δρυὸς ἢ πρίνου, μέγεθος τρισπίθαμον, περίφλοιον, πάχος παλαιστῆς. 14 ἱστάναι δὲ τὰς ποδοστράβας διελόντα τῆς γῆς βάθος πεντεπάλαστον, περιφερὲς δὲ τοῦτο, καὶ ἄνωθεν ἴσον ταῖς στεφάναις τῶν ποδοστραβῶν, εἰς δὲ τὸ κάτω ἀμειβόμενον στενότητι· διελεῖν δὲ καὶ τῇ σειρίδι καὶ τῷ ξύλῳ τῆς γῆς ὅσον ἵζεσθαι ἀμφοῖν. 15 ποιήσαντα δὲ ταῦτα ἐπὶ μὲν τὸ βάθος τὴν ποδοστράβην ἐπιθεῖναι κατωτέρω ἰσόπεδον, περὶ δὲ τὴν στέγην τὸν βρόχον τῆς σειρίδος· καὶ αὐτὴν καὶ τὸ ξύλον καθέντα εἰς τὴν χώραν τὴν ἑκατέρου, τῇ στέγῃ ἐπιθεῖναι δοκίδας ἀτρακτυλίδος μὴ ὑπερτεινούσας εἰς τὸ ἔξω, ἐπὶ δὲ τούτων πέταλα λεπτά, ὧν ἂν ἡ ὥρα ᾖ. 16 μετὰ δὲ τοῦτο τῆς γῆς ἐπιβαλεῖν ἐπ’ αὐτὰ πρῶτον μὲν τὴν ἐπιπολῆς ἐξαιρεθεῖσαν ἐκ τῶν ὀρυγμάτων, ἄνωθεν δὲ ταύτης γῆς στερεᾶς τῆς ἄπωθεν, ἵνα ᾖ τῇ ἐλάφῳ ὅτι μάλιστα ἄδηλος ἡ στάσις· τὴν δὲ περιοῦσαν τῆς γῆς ἀποφέρειν πόρρω ἀπὸ