Μετάβαση στο περιεχόμενο

Σελίδα:Xenophon V. Opuscula (1920).pdf/220

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ix
ΞΕΝΟΦΩΝΤΟΣ

ἀντιπέραν. 4 ἰδόντα δὲ ταῦτα τὰς μὲν κύνας λῦσαι, τὸν δὲ λαβόντα τὰ ἀκόντια προσιέναι ἐπὶ τὸν νεβρὸν τὸν πρῶτον, ὅπου εἶδεν εὐνασθέντα, τῶν τόπων ἐνθυμούμενον, ὅπως μὴ διαμαρτήσεται· πολὺ γὰρ ἀλλοιοῦνται τῇ ὄψει ἐγγὺς προσιόντι ἢ οἳ πόρρωθεν ἔδοξαν εἶναι. 5 ἐπειδὰν δὲ ἴδῃ αὐτόν, προσιέναι ἐγγύς. ὁ δ’ ἕξει ἀτρέμα πιέσας ἑαυτὸν ἐπὶ γῆν καὶ ἐάσει ἀνελέσθαι, ἐὰν μὴ ἐφυσμένος ᾖ, βοῶν μέγα. τούτου δὲ γενομένου οὐ μενεῖ· ταχὺ γὰρ τὸ ὑγρόν, ὃ ἔχει ἐν ἑαυτῷ, ὑπὸ τοῦ ψυχροῦ συνιστάμενον ποιεῖ ἀποχωρεῖν αὐτόν. 6 ἁλώσεται δὲ ὑπὸ τῶν κυνῶν σὺν πόνῳ διωκόμενος· λαβόντα δὲ δοῦναι τῷ ἀρκυωρῷ· ὁ δὲ βοήσεται· ἡ δ’ ἔλαφος τὰ μὲν ἰδοῦσα, τὰ δ’ ἀκούσασα, ἐπιδραμεῖται τῷ ἔχοντι αὐτὸν ζητοῦσα ἀφελέσθαι. 7 ἐν δὲ τούτῳ τῷ καιρῷ ἐγκελεύειν ταῖς κυσὶ καὶ χρῆσθαι τοῖς ἀκοντίοις. κρατήσαντα δὲ τούτου πορεύεσθαι καὶ ἐπὶ τοὺς ἄλλους καὶ τῷ αὐτῷ εἴδει πρὸς αὐτοὺς χρῆσθαι τῆς θήρας. καὶ οἱ μὲν νέοι τῶν νεβρῶν οὕτως ἁλίσκονται· 8 οἱ δὲ ἤδη μεγάλοι χαλεπῶς· νέμονται γὰρ μετὰ τῶν μητέρων καὶ ἑτέρων ἐλάφων· καὶ ἀποχωροῦσιν, ὅταν διώκωνται, ἐν μέσαις, ὁτὲ δὲ πρόσθεν, ἐν δὲ τῷ ὄπισθεν ὀλιγάκις. 9 αἱ δ’ ἔλαφοι τὰς κύνας ὑπὲρ αὐτῶν ἀμυνόμεναι καταπατοῦσιν, ὥστ’ οὐκ εὐάλωτοί εἰσιν, ἐὰν μὴ προσμείξας τις εὐθὺς διασκεδάσῃ αὐτὰς ἀπ’ ἀλλήλων, ὥστε μονωθῆναί τινα αὐτῶν. 10 βιασθεῖσαι δὲ τοῦτο, τὸν μὲν πρῶτον δρόμον αἱ κύνες ἀπολείπονται· ἥ τε γὰρ ἀπουσία τῶν ἐλάφων ποιεῖ αὐτὸν περίφοβον, τό τε τάχος οὐδενὶ ἐοικός ἐστι τῶν τηλικούτων νεβρῶν· δευτέρῳ δὲ καὶ τρίτῳ δρόμῳ ταχὺ ἁλίσκονται· τὰ γὰρ σώματα αὐτῶν διὰ τὸ ἔτι νεαρὰ εἶναι τῷ πόνῳ οὐ δύναται ἀντέχειν.