Σελίδα:Xenophon V. Opuscula (1920).pdf/217

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
vii
ΚΥΝΗΓΕΤΙΚΟΣ

Ὁρμή. 6 ἄγειν δὲ τὰς σκύλακας ἐπὶ τὸ κυνηγέσιον, τὰς μὲν θηλείας ὀκταμήνους, τοὺς δὲ ἄρρενας δεκαμήνους· πρὸς δὲ τὰ ἴχνη τὰ εὐναῖα μὴ λύειν, ἀλλ’ ἔχοντα ὑφημμένας μακροῖς ἱμᾶσιν ἀκολουθεῖν ταῖς κυσὶν ἰχνευούσαις, ἐῶντα αὐτὰς διαθεῖν τὰ ἴχνη. 7 καὶ ἐπειδὰν ὁ λαγῶς εὑρίσκηται, ἐὰν μὲν καλαὶ ὦσι πρὸς τὸν δρόμον τὰ εἴδη, μὴ ἀνιέναι εὐθύς· ἐπειδὰν δὲ προλάβῃ ὁ λαγῶς τῷ δρόμῳ, ὥστε μὴ ἐφορᾶν ἔτι αὐτόν, τὰς σκύλακας ἱέναι. 8 ἐὰν γὰρ ὁμόθεν καλὰς τὰ εἴδη οὔσας καὶ εὐψύχους πρὸς τὸν δρόμον ἐπιλύῃ, ὁρῶσαι τὸν λαγῶ ἐντεινόμεναι ῥήγνυνται, οὔπω ἔχουσαι συνεστῶτα τὰ σώματα· διαφυλάττειν οὖν δεῖ τοῦτο τὸν κυνηγέτην. 9 ἐὰν δὲ αἰσχίους ὦσι ⟨καὶ ἄψυχοι⟩ πρὸς τὸν δρόμον, οὐδὲν κωλύει ἱέναι· εὐθὺς γὰρ δὴ ἀνέλπιστοι οὖσαι τοῦ ἑλεῖν οὐ πείσονται τοῦτο. τὰ δὲ δρομαῖα, ἕως ἂν ἕλωσι [τῷ ἴχνει], μεταθεῖν ἐᾶν· ἁλισκομένου δὲ τοῦ λαγῶ διδόναι αὐταῖς ἀναρρηγνύναι. 10 ἐπειδὰν δὲ μηκέτι θέλωσι προσμένειν τοῖς ἴχνεσιν, ἀλλ’ ἀποσκεδαννύωνται, ἀναλαμβάνειν, ἕως ἂν ἐθισθῶσιν εὑρίσκειν προσθέουσαι τὸν λαγῶ, ἐπεὶ μὴ ἐν κόσμῳ ἀεὶ τοῦτον ζητοῦσαι τελευτῶσαι γίγνονται ἔκκυνοι, πονηρὸν μάθημα. 11 πρὸς δὲ ταῖς ἄρκυσι διδόναι τὰ σιτία αὐταῖς, ἕως ἂν νέαι ὦσιν, ὅταν ἀναιρῶνται, ἵν’ ἐὰν πλανηθῶσιν ἐν τῷ κυνηγεσίῳ δι’ ἀπειρίαν, πρὸς τοῦτο ἐπανιοῦσαι σῴζωνται. ἀφεθήσονται δὲ τούτου, ὅταν ἤδη τῷ θηρίῳ ἔχωσι πολεμίως, ἐπιμέλειαν δὲ ποιήσονται τούτου μᾶλλον ἢ ἐκείνου φροντίζειν. 12 χρὴ δὲ καὶ ὡς τὰ πολλὰ δεομέναις διδόναι τὰ ἐπιτήδεια ταῖς κυσὶν αὐτόν· ὅταν μὲν γὰρ