Σελίδα:Xenophon V. Opuscula (1920).pdf/206

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
v
ΞΕΝΟΦΩΝΤΟΣ

8 Κατακλίνονται δ’ εἰς ἃ ἡ γῆ φύει ἢ ἔχει ἐφ’ ἑαυτῆς ὑπὸ παντί, ἐπ’ αὐτῶν, ἐν αὐτοῖς, παρ’ αὐτά, ἄπωθεν πολύ, μικρόν, μεταξὺ τούτων· ὁτὲ δὲ καὶ ἐν τῇ θαλάττῃ διαρριπτῶν ἐπὶ τὸ δυνατὸν καὶ ἐν ὕδατι, ἐάν τι ᾖ ὑπερέχον ἢ ἐμπεφυκὸς ἐν τούτῳ· 9 ὁ μὲν οὖν εὐναῖος ποιούμενος εὐνὴν ἐπὶ πολὺ ὅταν μὲν ᾖ ψύχη, ἐν εὐδιεινοῖς, ὅταν δὲ καύματα, ἐν παλισκίοις, τὸ δὲ ἔαρ καὶ τὸ μετόπωρον ἐν προσηλίοις· οἱ δὲ δρομαῖοι οὐχ οὕτως διὰ τὸ ὑπὸ τῶν κυνῶν ἔκπληκτοι γίγνεσθαι. 10 κατακλίνεται δὲ ὑποθεὶς τὰ ὑποκώλια ὑπὸ τὰς λαγόνας, τὰ δὲ πρόσθεν σκέλη τὰ πλεῖστα συνθεὶς καὶ ἐκτείνας, ἐπ’ ἄκρους δὲ τοὺς πόδας τὴν γένυν καταθείς, τὰ δὲ ὦτα ἐπιπετάσας ἐπὶ τὰς ὠμοπλάτας· οὕτω δὲ ὑποστέγει τὰ ὑγρά· ἔχει δὲ καὶ τὴν τρίχα στεγανήν· πυκνὴ γὰρ καὶ μαλακή. 11 καὶ ὅταν μὲν ἐγρηγόρῃ, καταμύει τὰ βλέφαρα, ὅταν δὲ καθεύδῃ, τὰ μὲν βλέφαρα ἀναπέπταται ἀκίνητα, οἱ δὲ ὀφθαλμοὶ ἀτρέμας ἔχουσι· τοὺς δὲ μυκτῆρας, ὅταν μὲν εὕδῃ, κινεῖ πυκνά, ὅταν δὲ μή, ἧττον. 12 ὅταν δὲ ἡ γῆ βρύῃ, μᾶλλον τὰ ἔργα ἢ τὰ ὄρη ἔχουσιν. ὑπομένει δὲ πανταχοῦ ἰχνευόμενος, ἐὰν μήτι περίφοβος τῆς νυκτὸς γένηται· παθὼν δὲ τοῦτο ὑποκινεῖ.

13 Πολύγονον δ’ ἐστὶν οὕτως, ὥστε τὰ μὲν τέτοκε, τὰ δὲ τίκτει, τὰ δὲ κύει. τῶν δὲ μικρῶν λαγίων ὄζει μᾶλλον ἢ τῶν μεγάλων· ἔτι γὰρ ὑγρομελῆ ὄντα ἐπισύρεται ὅλα ἐπὶ τῆς γῆς. 14 τὰ μὲν οὖν λίαν νεογνὰ οἱ φιλοκυνηγέται ἀφιᾶσι τῇ θεῷ. οἱ δὲ ἤδη ἔτειοι τάχιστα θέουσι τὸν πρῶτον δρόμον, τοὺς δ’ ἄλλους οὐκέτι· εἰσὶ γὰρ ἐλαφροί, ἀδύνατοι δέ.

15 Λαμβάνειν δὲ τοῦ λαγῶ τὰ ἴχνη ὑπάγοντα τὰς κύνας ἐκ