Μετάβαση στο περιεχόμενο

Σελίδα:Xenophon V. Opuscula (1920).pdf/199

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ii
ΚΥΝΗΓΕΤΙΚΟΣ

πεντεσπίθαμοι, διπάλαστοι δὲ τοὺς βρόχους, περικείσθωσαν δὲ τοὺς περιδρόμους ἀναμμάτους, 5 ἵνα εὔτροχοι ὦσι, τὰ δ’ ἐνόδια δωδεκάλινα, ⟨τὰ δὲ δίκτυα ἑκκαιδεκάλινα⟩, τὸ δὲ μέγεθος τὰ μὲν ἐνόδια διώρυγα, τριώρυγα, τετρώρυγα, πεντώρυγα, τὰ δὲ δίκτυα δεκώρυγα, εἰκοσώρυγα, τριακοντώρυγα· ἐὰν δὲ ᾖ μείζω, δυσμεταχείριστα ἔσται· ἀμφότερα δὲ τριακονθάμματα, καὶ τῶν βρόχων τὸ διάστημα ἴσον ταῖς ἄρκυσιν. 6 ἐν δὲ τοῖς ἀκρωλενίοις τὰ μὲν ἐνόδια ἐχέτω μαστούς, τὰ δὲ δίκτυα δακτυλίους, τοὺς δὲ περιδρόμους ἀπὸ στροφείων. 7 αἱ δὲ σχαλίδες αἱ μὲν τῶν ἀρκύων τὸ μῆκος δέκα παλαιστῶν, ἔστωσαν δὲ καὶ ἐλάττους· αἱ μὲν ἄνισοι αὐτῶν ἐν τοῖς ἑτεροκλινέσι τῶν χωρίων, ἵνα ἴσα τὰ ὕψη ἐξαίρωσιν, ἐν δὲ τοῖς ὁμαλέσιν αἱ ἴσαι· αὗται δ’ εὐπερίσπαστοι τὰ ἄκρα καὶ [αὗται] λεῖαι· αἱ δὲ τῶν ἐνοδίων τῶν ἀρκύων διπλάσιαι, αἱ δὲ τῶν δικτύων τὸ μὲν μέγεθος πεντεσπίθαμοι, δίκρα ἔχουσαι μικρά, τὰ ἐντμήματα μὴ βαθέα· εὐπαγεῖς δὲ πᾶσαι καὶ μὴ ἀσύμμετροι τὰ πάχη πρὸς τὰ μήκη. 8 τῷ δὲ πλήθει τῶν σχαλίδων οἷόν τ’ ἐστὶ χρῆσθαι πρὸς τὰ δίκτυα πολλῷ καὶ ὀλίγῳ· ἐλάττονι μέν, ἂν σφόδρα τείνηται ἐν τῇ στάσει, πλέονι δ’, ἂν ἡσυχῇ. 9 ἔστω δὲ καὶ ἐν ὅτῳ ἔσονται αἱ ἄρκυς καὶ τὰ ἐνόδια καὶ ⟨τὰ⟩ δίκτυα κυνοῦχος μόσχειος, καὶ τὰ δρέπανα, ἵνα ᾖ τῆς ὕλης τέμνοντα φράττειν τὰ δεόμενα.