Σελίδα:Xenophon V. Opuscula (1920).pdf/164

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ii
ΞΕΝΟΦΩΝΤΟΣ

τελεῖται, ἢν ἐπίστηται τὸ μὲν πεινῆν καὶ διψῆν καὶ μυωπίζεσθαι παρασκευάζειν μετ’ ἐρημίας γίγνεσθαι τῷ πώλῳ, τὸ δὲ φαγεῖν καὶ πιεῖν καὶ τὸ τῶν λυπούντων ἀπαλλάττεσθαι δι’ ἀνθρώπων. τούτων γὰρ γιγνομένων ἀνάγκη μὴ μόνον φιλεῖσθαι ἀλλὰ καὶ ποθεῖσθαι ὑπὸ πώλων ἀνθρώπους. 4 καὶ ἅπτεσθαι δὲ χρὴ ὧν ψηλαφωμένων ὁ ἵππος μάλιστα ἥδεται. ταῦτα δ’ ἐστὶ τά τε λασιώτατα καὶ οἷς αὐτὸς ἥκιστ’ ἂν δύναιτο ὁ ἵππος, ἤν τι λυπῇ αὐτόν, ἐπικουρεῖν. 5 προστετάχθω δὲ τῷ ἱπποκόμῳ καὶ τὸ δι’ ὄχλου διάγειν καὶ παντοδαπαῖς μὲν ὄψεσι παντοδαποῖς δὲ ψόφοις πλησιάζειν. τούτων δέ, ὅσα ἂν ὁ πῶλος φοβῆται, οὐ χαλεπαίνοντα δεῖ ἀλλὰ πραύ̈νοντα διδάσκειν ὅτι οὐ δεινά ἐστι. καὶ περὶ μὲν πωλείας ἀρκεῖν μοι δοκεῖ τῷ ἰδιώτῃ εἰπεῖν τοσαῦτα πράττειν.

III.  ὅταν γε μὴν ἱππαζόμενον ὠνῆταί τις, ὑπομνήματα γράψομεν ἃ δεῖ καταμανθάνειν τὸν μέλλοντα μὴ ἐξαπατᾶσθαι ἐν ἱππωνίᾳ. πρῶτον μὲν τοίνυν μὴ λαθέτω αὐτὸν τίς ⟨ἡ⟩ ἡλικία· ὁ γὰρ μηκέτι ἔχων γνώμονας οὔτ’ ἐλπίσιν εὐφραίνει οὔτε ὁμοίως εὐαπάλλακτος γίγνεται. 2 ὁπότε δὲ ἡ νεότης σαφής, δεῖ αὖ μὴ λαθεῖν πῶς μὲν εἰς τὸ στόμα δέχεται τὸν χαλινόν, πῶς δὲ περὶ τὰ ὦτα τὴν κορυφαίαν. ταῦτα δ’ ἥκιστ’ ἂν λανθάνοι, εἰ ὁρῶντος μὲν τοῦ ὠνουμένου ἐμβάλλοιτο ὁ χαλινός, ὁρῶντος δ’ ἐξαιροῖτο. 3 ἔπειτα δὲ προσέχειν δεῖ τὸν νοῦν πῶς ἐπὶ τὸν νῶτον δέχεται τὸν ἀναβάτην. πολλοὶ γὰρ ἵπποι χαλεπῶς προσίενται ἃ πρόδηλα αὐτοῖς ἐστιν ὅτι προσέμενοι πονεῖν ἀναγκασθήσονται. 4 σκεπτέον δὲ καὶ τόδε, εἰ ἀναβαθεὶς ἐθέλει ἀφ’ ἵππων ἀποχωρεῖν ἢ εἰ παρ’ ἑστηκότας ἱππεύων μὴ ἐκφέρει πρὸς