Σελίδα:Xenophon V. Opuscula (1920).pdf/149

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
viii
ΙΠΠΑΡΧΙΚΟΣ

πολλὰ ἐπὶ τῇ τοῦ πολέμου νίκῃ καὶ εὐδαιμονίᾳ οἱ θεοὶ τὰς πόλεις στεφανοῦσιν, ὥστ’ οὐκ οἶδ’ ἔγωγε τί προσήκει ἄλλ’ ἄττα μᾶλλον ἀσκεῖσθαι ἢ τὰ πολεμικά. 8 ἐννοεῖν δὲ χρὴ ὅτι καὶ οἱ κατὰ θάλατταν λῃσταὶ διὰ τὸ πονεῖν ἠσκηκέναι δύνανται ζῆν καὶ ἀπὸ τῶν πολὺ κρειττόνων. προσήκει γε μὴν καὶ κατὰ γῆν οὐ τοῖς καρπουμένοις τὰ ἑαυτῶν ἀλλὰ τοῖς στερισκομένοις τῆς τροφῆς λῄζεσθαι· ἢ γὰρ ἐργαστέον ἢ ἀπὸ τῶν εἰργασμένων θρεπτέον· ἄλλως δ’ οὐ ῥᾴδιον οὔτε βιοτεύειν οὔτε εἰρήνης τυχεῖν.

9 Μεμνῆσθαι δὲ κἀκεῖνο χρή, μήποτε ἐπὶ τοὺς κρείττους ἐλαύνειν ὄπισθεν ἵπποις δύσβατα ποιούμενον· οὐ γὰρ ὅμοιον φεύγοντι καὶ διώκοντι σφαλῆναι. 10 ἔτι δὲ βούλομαι ὑπομνῆσαι καὶ τόδε φυλάττεσθαι. εἰσὶ γάρ τινες οἵ, ὅταν μὲν ἴωσιν ἐπὶ τούτους ὧν ἂν οἴωνται κρείττους εἶναι, παντάπασιν ἀσθενεῖ δυνάμει ἔρχονται, ὥστε πολλάκις ἔπαθον ἃ ᾤοντο ποιήσειν· ὅταν δ’ ἐπὶ τούτους ὧν ἂν σαφῶς ἐπίστωνται ἥττους ὄντες, πᾶσαν ὅσην ἂν ἔχωσι δύναμιν ἄγουσιν. 11 ἐγὼ δέ φημι χρῆναι τἀναντία τούτων ποιεῖν· ὅταν μὲν κρατήσειν οἰόμενος ἄγῃ, μὴ φείδεσθαι τῆς δυνάμεως ὅσην ἂν ἔχῃ· τὸ γὰρ πολὺ νικᾶν οὐδενὶ πώποτε μεταμέλειαν παρέσχεν· 12 ὅταν δὲ τοῖς πολὺ κρείττοσιν ἐπιχειρῇ καὶ προγιγνώσκῃ ὅτι ποιήσαντα ὅ τι ἂν δύνηται φευκτέον ἐστίν, εἰς τὰ τοιαῦτά φημι πολὺ κρεῖττον εἶναι ὀλίγους ἢ πάντας προσάγειν, τοὺς μέντοι ἀπειλεγμένους καὶ ἵππους καὶ ἄνδρας τοὺς κρατίστους. τοιοῦτοι γὰρ ὄντες καὶ ποιῆσαι ἄν τι καὶ ἀποχωρῆσαι ἀσφαλέστερον ἂν δύναιντο. 13 ὅταν δὲ πρὸς τοὺς κρείττους πάντας προσαγαγὼν ἀποχωρεῖν βούληται, ἀνάγκη τοὺς μὲν ἐπὶ τῶν βραδυτάτων ἵππων ἁλίσκεσθαι, τοὺς δὲ καὶ δι’ ἀφιππίαν πίπτειν, τοὺς δὲ διὰ δυσχωρίας