Σελίδα:Xenophon V. Opuscula (1920).pdf/121

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
iv
ΠΟΡΟΙ

εὐτακτοτέραν καὶ εὐπολεμωτέραν γενέσθαι. 52 οἵ τε γὰρ ταχθέντες γυμνάζεσθαι πολὺ ἂν ἐπιμελέστερον τοῦτο πράττοιεν ἐν τοῖς γυμνασίοις τὴν τροφὴν ἀπολαμβάνοντες [πλείω] ἢ ἐν ταῖς λαμπάσι γυμνασιαρχούμενοι· οἵ τε φρουρεῖν ἐν τοῖς φρουρίοις οἵ τε πελτάζειν καὶ περιπολεῖν τὴν χώραν πάντα ταῦτα μᾶλλον ἂν πράττοιεν, ἐφ’ ἑκάστοις τῶν ἔργων τῆς τροφῆς ἀποδιδομένης.

V.  Εἰ δὲ σαφὲς δοκεῖ εἶναι ὡς, εἰ μέλλουσι πᾶσαι αἱ πρόσοδοι ἔκπλεῳ προσιέναι, ὅτι εἰρήνην δεῖ ὑπάρχειν, ἆρ’ οὐκ ἄξιον καὶ εἰρηνοφύλακας καθιστάναι; πολὺ γὰρ ἂν καὶ αὕτη αἱρεθεῖσα ἡ ἀρχὴ προσφιλεστέραν καὶ οἰκειοτέραν εἰσαφικνεῖσθαι πᾶσιν ἀνθρώποις ποιήσειε τὴν πόλιν. 2 εἰ δέ τινες οὕτω γιγνώσκουσιν, ὡς ἐὰν ἡ πόλις εἰρήνην ἄγουσα διατελῇ, ἀδυνατωτέρα τε καὶ ἀδοξοτέρα καὶ ἧττον ὀνομαστὴ ἐν τῇ Ἑλλάδι ἔσται, καὶ οὗτοί γε ὡς ἐμῇ δόξῃ παραγγέλλω σκοποῦσιν. εὐδαιμονέσταται μὲν γὰρ δήπου πόλεις λέγονται, αἳ ἂν πλεῖστον χρόνον ἐν εἰρήνῃ διατελῶσι· πασῶν δὲ πόλεων Ἀθῆναι μάλιστα πεφύκασιν ἐν εἰρήνῃ αὔξεσθαι. 3 τίνες γὰρ ἡσυχίαν ἀγούσης τῆς πόλεως οὐ προσδέοιντ’ ἂν αὐτῆς ἀρξάμενοι ἀπὸ ναυκλήρων καὶ ἐμπόρων; οὐχ οἱ πολύσιτοι, οὐχ οἱ πολύοινοι [οὐχ οἱ ἡδύοινοι]; τί δὲ οἱ πολυέλαιοι, τί δὲ οἱ πολυπρόβατοι, οἱ δὲ γνώμῃ καὶ ἀργυρίῳ δυνάμενοι χρηματίζεσθαι; 4 καὶ μὴν χειροτέχναι τε καὶ σοφισταὶ καὶ φιλόσοφοι, οἱ δὲ ποιηταί, οἱ δὲ τὰ τούτων μεταχειριζόμενοι, οἱ δὲ ἀξιοθεάτων ἢ ἀξιακούστων ἱερῶν ἢ ὁσίων ἐπιθυμοῦντες; ἀλλὰ μὴν καὶ οἱ δεόμενοι πολλὰ