Σελίδα:Xenophon V. Opuscula (1920).pdf/120

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
iv
ΞΕΝΟΦΩΝΤΟΣ

ἀπέχει μὲν γὰρ δήπου τῶν ἀργυρείων ⟨ἡ⟩ ἐγγύτατα πόλις Μέγαρα πολὺ πλέον τῶν πεντακοσίων σταδίων· ἀπέχει δὲ ἡ μετὰ ταῦτα πλησιαίτατα Θῆβαι πολὺ πλέον τῶν ἑξακοσίων. 47 ἢν οὖν πορεύωνται ἐντεῦθέν ποθεν ἐπὶ τὰ ἀργύρεια, παριέναι αὐτοὺς δεήσει τὴν πόλιν· κἂν μὲν ὦσιν ὀλίγοι, εἰκὸς αὐτοὺς ἀπόλλυσθαι καὶ ὑπὸ ἱππέων καὶ ὑπὸ περιπόλων. πολλῇ γε μὴν δυνάμει πορεύεσθαι ἐξερημοῦντας τὰ ἑαυτῶν χαλεπόν· πολὺ γὰρ ἐγγύτερον ἂν εἴη ταῖς πόλεσιν αὐτῶν τὸ τῶν Ἀθηναίων ἄστυ ἢ αὐτοὶ [οἱ] πρὸς τοῖς μετάλλοις ὄντες. 48 εἰ δὲ καὶ ἔλθοιεν, πῶς ἂν καὶ δύναιντο μένειν μὴ ἔχοντες τὰ ἐπιτήδεια; ἐπισιτίζεσθαί γε μὴν μέρει μὲν κίνδυνος καὶ περὶ τῶν μετιόντων καὶ περὶ ὧν ἀγωνίζονται· πάντες δὲ ἀεὶ μετιόντες πολιορκοῖντ’ ἂν μᾶλλον ἢ πολιορκοῖεν.

49 οὐ τοίνυν μόνον ἡ ἀπὸ τῶν ἀνδραπόδων ἀποφορὰ τὴν διατροφὴν τῇ πόλει αὔξοι ἄν, ἀλλὰ πολυανθρωπίας περὶ τὰ μέταλλα ἁθροιζομένης καὶ ἀπ’ ἀγορᾶς τῆς ἐκεῖ καὶ ἀπ’ οἰκιῶν περὶ τἀργύρεια δημοσίων καὶ ἀπὸ καμίνων καὶ ἀπὸ τῶν ἄλλων ἁπάντων πρόσοδοι ἂν πολλαὶ γίγνοιντο. 50 ἰσχυρῶς γὰρ καὶ αὐτὴ πολυάνθρωπος ἂν γένοιτο πόλις, εἰ οὕτως κατασκευασθείη· καὶ οἵ γε χῶροι οὐδὲν ἂν εἶεν μείονος ἄξιοι τοῖς κεκτημένοις ἐνταῦθα ἢ τοῖς περὶ τὸ ἄστυ. 51 πραχθέντων γε μὴν ὧν εἴρηκα [ξύμ]φημὶ ἐγὼ οὐ μόνον ἂν χρήμασιν εὐπορωτέραν τὴν πόλιν εἶναι, ἀλλὰ καὶ εὐπειθεστέραν καὶ