Μετάβαση στο περιεχόμενο

Σελίδα:Xenophon V. Opuscula (1920).pdf/118

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
iv
ΞΕΝΟΦΩΝΤΟΣ

ποτε χρήματα εἰσενεχθῆναι, μηδὲ οὕτως ἀθυμούντων. 35 οὐ γὰρ οὕτως ἔχει, ὡς ἀνάγκῃ ἅμα ταῦτα πάντα γίγνεσθαι ἢ μηδὲν ὄφελος αὐτῶν εἶναι· ἀλλ’ ὁπόσα ἂν ἢ οἰκοδομηθῇ ἢ ναυπηγηθῇ ἢ ἀνδράποδα ὠνηθῇ, εὐθὺς ταῦτα ἐν ὠφελείᾳ ἔσται. 36 ἀλλὰ μὴν καὶ τῇδέ γε συμφορώτερον τὸ κατὰ μέρος ἢ τὸ ἅμα πάντα πράττεσθαι. οἰκοδομοῦντές τε γὰρ ἁθρόοι πολυτελέστερον ἂν καὶ κάκιον ἢ κατὰ μέρος ἀποτελοῖμεν, ἀνδράποδα δὲ παμπληθῆ ζητοῦντες ἀναγκαζοίμεθ’ ἂν καὶ χείρω καὶ τιμιώτερα ὠνεῖσθαι. 37 κατά γε μὴν τὸ δυνατὸν περαίνοντες τὰ μὲν καλῶς γνωσθέντα καὶ αὖθις ἂν ἡμῖν οἰόμεθα· 38 εἰ δέ τι ἁμαρτηθείη, ἀπεχοίμεθα ἂν αὐτοῦ. ἔτι δὲ πάντων ἅμα γιγνομένων ἡμᾶς ἂν ἅπαντα δέοι ἐκπορίζεσθαι· εἰ δὲ τὰ μὲν περαίνοιτο, τὰ δὲ μέλλοι, ἡ ὑπάρξασα πρόσοδος τὸ ἐπιτήδειον συγκατασκευάζοι ἄν. 39 ὃ δὲ ἴσως φοβερώτατον δοκεῖ πᾶσιν εἶναι, μή, εἰ ἄγαν πολλὰ κτήσαιτο ἡ πόλις ἀνδράποδα, ὑπεργεμισθείη ἂν τὰ ἔργα, καὶ τούτου τοῦ φόβου ἀπηλλαγμένοι ἂν εἴημεν, εἰ μὴ πλείονας ἀνθρώπους ἢ ὅσους αὐτὰ τὰ ἔργα προσαιτοίη κατ’ ἐνιαυτὸν ἐμβάλοιμεν. 40 οὕτως ἔμοιγε δοκεῖ, ᾗπερ ῥᾷστον, ταύτῃ καὶ ἄριστον εἶναι ταῦτα πράττειν. εἰ δ’ αὖ διὰ τὰς ἐν τῷ νῦν πολέμῳ γεγενημένας εἰσφορὰς νομίζετ’ ἂν μηδ’ ὁτιοῦν δύνασθαι εἰσενεγκεῖν, ὑμεῖς δὴ ὅσα μὲν πρὸ τῆς εἰρήνης χρήματα ηὕρισκε τὰ τέλη, ἀπὸ τοσούτων καὶ τὸ ἐπιὸν ἔτος διοικεῖτε τὴν πόλιν, ὅσα δ’ ἂν ἐφευρίσκῃ διὰ τὸ εἰρήνην τε εἶναι καὶ διὰ τὸ θεραπεύεσθαι μετοίκους καὶ ἐμπόρους καὶ