δῆλόν γε ὅτι φαῦλος φανοῦμαι. 8 Τί γὰρ σύ, εἶπεν, ἐπὶ τίνι μέγα φρονεῖς, ὦ Ἀντίσθενες; Ἐπὶ πλούτῳ, ἔφη. ὁ μὲν δὴ Ἑρμογένης ἀνήρετο εἰ πολὺ εἴη αὐτῷ ἀργύριον. ὁ δὲ ἀπώμοσε μηδὲ ὀβολόν. Ἀλλὰ γῆν πολλὴν κέκτησαι; Ἴσως ἄν, ἔφη, Αὐτολύκῳ τούτῳ ἱκανὴ γένοιτο ἐγκονίσασθαι. 9 Ἀκουστέον ἂν εἴη καὶ σοῦ. τί γὰρ σύ, ἔφη, ὦ Χαρμίδη, ἐπὶ τίνι μέγα φρονεῖς; Ἐγὼ αὖ, ἔφη, ἐπὶ πενίᾳ μέγα φρονῶ. Νὴ Δί’, ἔφη ὁ Σωκράτης, ἐπ’ εὐχαρίτῳ γε πράγματι. τοῦτο γὰρ δὴ ἥκιστα μὲν ἐπίφθονον, ἥκιστα δὲ περιμάχητον, καὶ ἀφύλακτον ὂν σῴζεται καὶ ἀμελούμενον ἰσχυρότερον γίγνεται. 10 Σὺ δὲ δή, ἔφη ὁ Καλλίας, ἐπὶ τίνι μέγα φρονεῖς, ὦ Σώκρατες; καὶ ὃς μάλα σεμνῶς ἀνασπάσας τὸ πρόσωπον, Ἐπὶ μαστροπείᾳ, εἶπεν. ἐπεὶ δὲ ἐγέλασαν ἐπ’ αὐτῷ, Ὑμεῖς μὲν γελᾶτε, ἔφη, ἐγὼ δὲ οἶδ’ ὅτι καὶ πάνυ ἂν πολλὰ χρήματα λαμβάνοιμι, εἰ βουλοίμην χρῆσθαι τῇ τέχνῃ. 11 Σύ γε μὴν δῆλον, ἔφη ὁ Λύκων τὸν Φίλιππον ἐπὶ τῷ γελωτοποιεῖν μέγα φρονεῖς. Δικαιότερόν γ’, ἔφη, οἴομαι, ἢ Καλλιππίδης ὁ ὑποκριτής, ὃς ὑπερσεμνύνεται ὅτι δύναται πολλοὺς κλαίοντας καθίζειν. 12 Οὐκοῦν καὶ σύ, ἔφη ὁ Ἀντισθένης, λέξεις, ὦ Λύκων, ἐπὶ τίνι μέγα φρονεῖς; καὶ ὃς ἔφη· Οὐ γὰρ ἅπαντες ἴστε, ἔφη, ⟨ὅτι⟩ ἐπὶ τούτῳ τῷ υἱεῖ; Οὗτός γε μήν, ἔφη τις, δῆλον ὅτι ἐπὶ τῷ νικηφόρος εἶναι. καὶ ὁ Αὐτόλυκος ἀνερυθριάσας εἶπε· Μὰ Δί’ οὐκ ἔγωγε. 13 ἐπεὶ δὲ ἅπαντες ἡσθέντες ὅτι ἤκουσαν αὐτοῦ φωνήσαντος προσέβλεψαν, ἤρετό τις αὐτόν· Ἀλλ’ ἐπὶ τῷ μήν, ὦ Αὐτόλυκε; ὁ δ’ εἶπεν· Ἐπὶ τῷ πατρί, καὶ ἅμα ἐνεκλίθη αὐτῷ. καὶ ὁ Καλλίας ἰδών, Ἆρ’ οἶσθα, ἔφη, ὦ Λύκων, ὅτι πλουσιώτατος εἶ ἀνθρώπων; Μὰ Δί’, ἔφη, τοῦτο μέντοι ἐγὼ οὐκ οἶδα. Ἀλλὰ λανθάνει σε ὅτι
Σελίδα:Xenophon II. Libri Socratici (1921).pdf/255
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
iii
ΣΥΜΠΟΣΙΟΝ