Μετάβαση στο περιεχόμενο

Σελίδα:Xenophon II. Libri Socratici (1921).pdf/228

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
xviii
ΞΕΝΟΦΩΝΤΟΣ

ὦ Ἰσχόμαχε· τὰ μὲν δὴ ἀμφὶ σπόρον ἐπιστάμενος ἄρα ἐλελήθειν ἐμαυτὸν ἐπιστάμενος.

XIX  Ἔστι δ’ οὖν, ἔφην ἐγώ, τῆς γεωργικῆς τέχνης καὶ ἡ τῶν δένδρων φυτεία; Ἔστι γὰρ οὖν, ἔφη ὁ Ἰσχόμαχος. Πῶς ἂν οὖν, ἔφην ἐγώ, τὰ μὲν ἀμφὶ τὸν σπόρον ἐπισταίμην, τὰ δ’ ἀμφὶ τὴν φυτείαν οὐκ ἐπίσταμαι; 2 Οὐ γὰρ σύ, ἔφη ὁ Ἰσχόμαχος, ἐπίστασαι· Πῶς; ἐγὼ ἔφην, ὅστις μήτ’ ἐν ὁποίᾳ τῇ γῇ δεῖ φυτεύειν οἶδα μήτε ὁπόσον βάθος ὀρύττειν τὸ φυτὸν μήτε ὁπόσον πλάτος μήτε ὁπόσον μῆκος τὸ φυτὸν ἐμβάλλειν μήτε ὅπως ἂν ἐν τῇ γῇ κείμενον τὸ φυτὸν μάλιστ’ ἂν βλαστάνοι. 3 Ἴθι δή, ἔφη ὁ Ἰσχόμαχος, μάνθανε ὅ τι μὴ ἐπίστασαι. βοθύνους μὲν γὰρ οἵους ὀρύττουσι τοῖς φυτοῖς οἶδ’ ὅτι ἑώρακας, ἔφη. Καὶ πολλάκις ἔγωγ’, ἔφην. Ἤδη τινὰ οὖν αὐτῶν εἶδες βαθύτερον τριπόδου; Οὐδὲ μὰ Δί’ ἔγωγ’, ἔφην, πενθημιποδίου. Τί δέ, τὸ πλάτος ἤδη τινὰ τριπόδου πλέον εἶδες; Οὐδὲ μὰ Δί’, ἔφην ἐγώ, διπόδου. 4 ἴθι δή, ἔφη, καὶ τόδε ἀπόκριναί μοι· ἤδη τινὰ εἶδες τὸ βάθος ἐλάττονα ποδιαίου; Οὐδὲ μὰ Δί’, ἔφην, ἔγωγε τριημιποδίου. καὶ γὰρ ἐξορύττοιτο ἂν σκαπτόμενα, ἔφην ἐγώ, τὰ φυτά, εἰ λίαν γε οὕτως ἐπιπολῆς πεφυτευμένα εἴη. 5 Οὐκοῦν τοῦτο μέν, ἔφη, ὦ Σώκρατες, ἱκανῶς οἶσθα, ὅτι οὔτε βαθύτερον πενθημιποδίου ὀρύττουσιν οὔτε βραχύτερον τριημιποδίου. Ἀνάγκη γάρ, ἔφην ἐγώ, τοῦτο ὁρᾶσθαί γε οὕτω καταφανὲς ὄν. 6 Τί δέ, ἔφη, ξηροτέραν καὶ ὑγροτέραν γῆν γιγνώσκεις ὁρῶν; Ξηρὰ μὲν γοῦν μοι δοκεῖ, ἔφην ἐγώ, εἶναι ἡ περὶ τὸν Λυκαβηττὸν καὶ ἡ ταύτῃ ὁμοία, ὑγρὰ δὲ ἡ ἐν τῷ Φαληρικῷ ἕλει καὶ ἡ ταύτῃ ὁμοία. 7 Πότερα οὖν, ἔφη, ἐν τῇ ξηρᾷ ἂν βαθὺν ὀρύττοις βόθρον τῷ φυτῷ ἢ ἐν τῇ ὑγρᾷ; ἐν τῇ ξηρᾷ νὴ Δί’, ἔφην ἐγώ· ἐπεὶ ἔν γε τῇ ὑγρᾷ ὀρύττων