Σελίδα:Xenophon II. Libri Socratici (1921).pdf/208

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
x
ΞΕΝΟΦΩΝΤΟΣ

νοιτο, ἀλλὰ μὴ μόνον δοκοίη. 10 καὶ ἐγὼ μέντοι, ὦ Σώκρατες, ἔφη, συνεβούλευον αὐτῇ μὴ δουλικῶς ἀεὶ καθῆσθαι, ἀλλὰ σὺν τοῖς θεοῖς πειρᾶσθαι δεσποτικῶς πρὸς μὲν τὸν ἱστὸν προσστᾶσαν ὅ τι μὲν βέλτιον ἄλλου ἐπίσταιτο ἐπιδιδάξαι, ὅ τι δὲ χεῖρον ἐπιμαθεῖν, ἐπισκέψασθαι δὲ καὶ σιτοποιόν, παραστῆναι δὲ καὶ ἀπομετρούσῃ τῇ ταμίᾳ, περιελθεῖν δ’ ἐπισκοπουμένην καὶ εἰ κατὰ χώραν ἔχει ᾗ δεῖ ἕκαστα. ταῦτα γὰρ ἐδόκει μοι ἅμα ἐπιμέλεια εἶναι καὶ περίπατος. 11 ἀγαθὸν δὲ ἔφην εἶναι γυμνάσιον καὶ τὸ δεῦσαι καὶ μάξαι καὶ ἱμάτια καὶ στρώματα ἀνασεῖσαι καὶ συνθεῖναι. γυμναζομένην δὲ ἔφην οὕτως ἂν καὶ ἐσθίειν ἥδιον καὶ ὑγιαίνειν μᾶλλον καὶ εὐχροωτέραν φαίνεσθαι τῇ ἀληθείᾳ. 12 καὶ ὄψις δέ, ὁπόταν ἀνταγωνίζηται διακόνῳ καθαρωτέρα οὖσα πρεπόντως τε μᾶλλον ἠμφιεσμένη, κινητικὸν γίγνεται ἄλλως τε καὶ ὁπόταν τὸ ἑκοῦσαν χαρίζεσθαι προσῇ ἀντὶ τοῦ ἀναγκαζομένην ὑπηρετεῖν. 13 αἱ δ’ ἀεὶ καθήμεναι σεμνῶς πρὸς τὰς κεκοσμημένας καὶ ἐξαπατώσας κρίνεσθαι παρέχουσιν ἑαυτάς. καὶ νῦν, ἔφη, ὦ Σώκρατες, οὕτως εὖ ἴσθι ἡ γυνή μου κατεσκευασμένη βιοτεύει ὥσπερ ἐγὼ ἐδίδασκον αὐτὴν καὶ ὥσπερ νῦν σοι λέγω.

XI  Ἐντεῦθεν δ’ ἐγὼ εἶπον· Ὦ Ἰσχόμαχε, τὰ μὲν δὴ περὶ τῶν τῆς γυναικὸς ἔργων ἱκανῶς μοι δοκῶ ἀκηκοέναι τὴν πρώτην, καὶ ἄξιά γε πάνυ ἐπαίνου ἀμφοτέρων ὑμῶν. τὰ δ’ αὖ σὰ ἔργα, ἔφην ἐγώ, ἤδη μοι λέγε, ἵνα σύ τε ἐφ’ οἷς εὐδοκιμεῖς διηγησάμενος ἡσθῇς κἀγὼ τὰ τοῦ καλοῦ κἀγαθοῦ ἀνδρὸς ἔργα τελέως διακούσας καὶ καταμαθών, ἂν δύνωμαι, πολλήν σοι χάριν εἰδῶ. 2 Ἀλλὰ νὴ Δί’, ἔφη ὁ Ἰσχόμαχος, καὶ πάνυ ἡδέως σοι, ὦ Σώκρατες, διηγήσομαι ἃ ἐγὼ ποιῶν διατελῶ, ἵνα καὶ μεταρρυθμίσῃς με, ἐάν τί σοι δοκῶ μὴ καλῶς ποιεῖν. 3 Ἀλλ’ ἐγὼ μὲν δή, ἔφην, πῶς ἂν δικαίως μεταρρυθμίσαιμι ἄνδρα ἀπειργασμένον καλόν τε κἀγαθόν,