Μετάβαση στο περιεχόμενο

Σελίδα:Xenophon II. Libri Socratici (1921).pdf/180

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
iii
ΟΙΚΟΝΟΜΙΚΟΣ

γεωργεῖν φάσκοντες. Καὶ τί ἂν εἴη τούτου αἴτιον, ὦ Σώκρατες; Ἐγώ σε ἄξω καὶ ἐπὶ τούτους, ἔφη ὁ Σωκράτης· σὺ δὲ θεώμενος δήπου καταμαθήσῃ. Νὴ Δί’, ἔφη, ἂν δύνωμαί γε. 7 Οὐκοῦν χρὴ θεώμενον σαυτοῦ ἀποπειρᾶσθαι εἰ γνώσῃ. νῦν δ’ ἐγὼ σὲ σύνοιδα ἐπὶ μὲν κωμῳδῶν θέαν καὶ πάνυ πρῲ ἀνιστάμενον καὶ πάνυ μακρὰν ὁδὸν βαδίζοντα καὶ ἐμὲ ἀναπείθοντα προθύμως συνθεᾶσθαι· ἐπὶ δὲ τοιοῦτον οὐδέν με πώποτε ἔργον παρεκάλεσας. Οὐκοῦν γελοῖός σοι φαίνομαι εἶναι, ὦ Σώκρατες. 8 Σαυτῷ δὲ πολὺ νὴ Δί’, ἔφη, γελοιότερος. ἂν δὲ καὶ ἀφ’ ἱππικῆς σοι ἐπιδεικνύω τοὺς μὲν εἰς ἀπορίαν τῶν ἐπιτηδείων ἐληλυθότας, τοὺς δὲ διὰ τὴν ἱππικὴν καὶ πάνυ εὐπόρους ὄντας καὶ ἅμα ἀγαλλομένους ἐπὶ τῷ κέρδει; Οὐκοῦν τούτους μὲν καὶ ἐγὼ ὁρῶ καὶ οἶδα ἑκατέρους, καὶ οὐδέν τι μᾶλλον τῶν κερδαινόντων γίγνομαι. 9 Θεᾷ γὰρ αὐτοὺς ᾗπερ τοὺς τραγῳδούς τε καὶ κωμῳδούς, οὐχ ὅπως ποιητὴς οἴομαι γένῃ, ἀλλ’ ὅπως ἡσθῇς ἰδών τι ἢ ἀκούσας· καὶ ταῦτα μὲν ἴσως οὕτως ὀρθῶς ἔχει (οὐ γὰρ ποιητὴς βούλει γενέσθαι), ἱππικῇ δ’ ἀναγκαζόμενος χρῆσθαι οὐ μῶρος οἴει εἶναι εἰ μὴ σκοπεῖς ὅπως μὴ ἰδιώτης ἔσει τούτου τοῦ ἔργου, ἄλλως τε καὶ τῶν αὐτῶν ἵππων ἀγαθῶν εἴς τε τὴν χρῆσιν καὶ κερδαλέων εἰς πώλησιν ὄντων; 10 Πωλοδαμνεῖν με κελεύεις, ὦ Σώκρατες; Οὐ μὰ Δί’ οὐδέν τι μᾶλλον ἢ καὶ γεωργοὺς ἐκ παιδίων ὠνούμενον κατασκευάζειν, ἀλλ’ εἶναί τινές μοι δοκοῦσιν ἡλικίαι καὶ ἵππων καὶ ἀνθρώπων, αἳ εὐθύς τε χρήσιμοί εἰσι καὶ ἐπὶ τὸ βέλτιον ἐπιδιδόασιν. ἔχω δ’ ἐπιδεῖξαι καὶ γυναιξὶ ταῖς γαμεταῖς τοὺς μὲν οὕτω χρωμένους ὥστε συνεργοὺς ἔχειν αὐτὰς εἰς τὸ συναύξειν τοὺς οἴκους, τοὺς δὲ ᾗ ὅτι πλεῖστον λυμαίνονται. 11 Καὶ τούτου πότερα χρή, ὦ Σώκρατες, τὸν ἄνδρα αἰτιᾶσθαι ἢ τὴν γυναῖκα;