Σελίδα:The Greek bucolic poets (1912).djvu/432

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS

πάντα δὲ λαὸν ἄγειρεν Ἀχαϊκόν, οὐδέ τις Ἕλλην,
οὔτε Μυκηναίων οὔτ’ Ἤλιδος οὔτε Λακώνων,
μεῖνεν ἑὸν κατὰ δῶμα φυγὼν δύστανον Ἄρηα.
λάνθανε δ’ ἐν κώραις Λυκομηδίσι μοῦνος Ἀχιλλεύς,
εἴρια δ’ ἀνθ’ ὅπλων ἐδιδάσκετο, καὶ χερὶ λευκᾷ
παρθενικὸν κόπον εἶχεν, ἐφαίνετο δ’ ἠΰτε κώρα·
καὶ γὰρ ἴσον τήναις θηλύνετο, καὶ τόσον ἄνθος
χιονέαις πόρφυρε παρηίσι, καὶ τὸ βάδισμα
παρθενικῆς ἐβάδιζε, κόμας δ’ ἐπύκαζε καλύπτρᾳ. 20
θυμὸν δ’ ἀνέρος εἶχε καὶ ἀνέρος εἶχεν ἔρωτα·
ἐξ ἀοῦς δ’ ἐπὶ νύκτα παρίζετο Δηιδαμείᾳ,
καὶ ποτὲ μὲν τήνας ἐφίλει χέρα, πολλάκι δ’ αὐτᾶς
στάμονα καλὸν ἄειρε, τὰ δαίδαλα δ’ ἄτρι’ ἐπῄνει·
ἤσθιε δ’ οὐκ ἄλλᾳ σὺν ὁμάλικι, πάντα δ’ ἐποίει
σπεύδων κοινὸν ἐς ὕπνον. ἔλεξέ νυ καὶ λόγον αὐτᾷ·
«ἄλλαι μὲν κνώσσουσι σὺν ἀλλήλαισιν ἀδελφαί,
αὐτὰρ ἐγὼ μώνα, μώνα δὲ σὺ νύμφα καθεύδεις.
αἱ δύο παρθενικαὶ συνομάλικες, αἱ δύο καλαί·
ἀλλὰ μόναι κατὰ λέκτρα καθεύδομες, ἁ δὲ πονηρὰ 30
Νυσαία δολία με κακῶς ἀπὸ σεῖο μερίσδει.
οὐ γὰρ ἐγὼ σέο……»

400