Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
THE BUCOLIC POETS
ΑΚΡΟΤΙΜΗ
οὔνομα σὸν λέγε τῆνο· καὶ οὔνομα πολλάκι τέρπει.
ΔΑΦΝΙΣ
Δάφνις ἐγώ, Λυκίδας δε πατήρ, μήτηρ δὲ Νομαίη.
ΑΚΡΟΤΙΜΗ
ἐξ εὐηγενέων· ἀλλ᾽ οὐ σέθεν εἰμὶ χερείων.
ΔΑΦΝΙΣ
οἶδ᾽, Ἀκροτίμη ἐσσί, πατὴρ δέ τοί ἐστι Μενάλκας.
ΑΚΡΟΤΙΜΗ
δεῖξον ἐμοὶ τεὸν ἄλσος, ὅπῃ σέθεν ἵσταται αὐλά.
ΔΑΦΝΙΣ
δεῦρ᾽ ἴδε, πῶς ἀνθεῦσιν ἐμαὶ ῥαδιναὶ κυπάρισσοι.
ΑΚΡΟΤΙΜΗ
αἶγες ἐμαὶ βόσκεσθε· τὰ βουκόλω ἔργα νοήσω.
ΔΑΦΝΙΣ
ταῦροι καλὰ νέμεσθ᾽, ἵνα παρθένῳ ἄλσεα δείξω.
ΑΚΡΟΤΙΜΗ
τί ῥέζεις σατυρίσκε; τί δ᾽ ἔνδοθεν ἅψαο μαζῶν;
ΔΑΦΝΙΣ
μᾶλα τεὰ πράτιστα τάδε χνοάοντα διδάξω. 50
ΑΚΡΟΤΙΜΗ
ναρκῶ ναὶ τὸν Πᾶνα. τεὴν πάλιν ἔξελε χεῖρα.
340